TLG 4046 001 :: THEOPHANES CONFESSOR :: Chronographia

THEOPHANES CONFESSOR Chronogr., Abbas (Cyzici) Confessor, vel Theophanes Homologetes vel Theophanes Megaloagrius vel Theophanes Isaacius
(Constantinopolitanus Samothracenus: A.D. 8–9)

Chronographia

Source: de Boor, C. (ed.), Theophanis chronographia, vol. 1. Leipzig: Teubner, 1883 (repr. Hildesheim: Olms, 1963): 3–503.

Citation: Page — (line)

3

(1t)

ΘΕΟΦΑΝΟΥΣ
tΑΜΑΡΤΩΛΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ
3tΤΟΥ ΑΓΡΟΥ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ
4tΧΡΟΝΟΓΡΑΦΙΑ ΕΤΩΝ ΦΚΗʹ
5tΑΡΧΟΜΕΝΗ ΑΠΟ ΠΡΩΤΟΥ ΕΤΟΥΣ ΔΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ΔΕΥΤΕΡΟΥ
6tΕΤΟΥΣ ΜΙΧΑΗΛ ΚΑΙ ΘΕΟΦΥΛΑΚΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ· ΤΟΥΤ’ ΕΣΤΙΝ
7tΑΠΟ ΤΟΥ ͵ΕΨΟΖʹ ΕΤΟΥΣ ΤΟΥ ΚΟΣΜΟΥ ΕΩΣ ΕΤΟΥΣ ͵ΣΤΕʹ ΚΑΤΑ
8tΤΟΥΣ ΑΛΕΞΑΝΔΡΕΙΣ, ΚΑΤΑ ΔΕ ΡΩΜΑΙΟΥΣ ͵ΣΤΚΑʹ.
9Ὁ μὲν μακαριώτατος ἀββᾶς Γεώργιος, ὁ καὶ σύγκελλος γεγονὼς
10Ταρασίου, τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως, ἐλλόγι‐ μος ἀνὴρ καὶ πολυμαθέστατος ὑπάρχων πολλούς τε χρονογράφους καὶ ἱστοριογράφους ἀναγνοὺς καὶ ἀκριβῶς τούτους διερευνησάμενος, σύντομον χρονογραφίαν ἀπὸ Ἀδὰμ μέχρι Διοκλητιανοῦ, τοῦ βασι‐ λέως Ῥωμαίων καὶ διώκτου τῶν Χριστιανῶν, ἀκριβῶς συνεγράψατο,
15τούς τε χρόνους ἐν πολλῇ ἐξετάσει ἀκριβολογησάμενος καὶ τὰς τού‐ των διαφωνίας συμβιβάσας καὶ ἐπιδιορθωσάμενος καὶ συστήσας ὡς οὐδεὶς ἄλλος τῶν πρὸ αὐτοῦ, τάς τε τῶν ἀρχαίων βασιλέων παντὸς ἔθνους πολιτείας τε καὶ τοὺς χρόνους ἀναγραψάμενος καὶ κατὰ τὸ ἐφικτὸν αὐτῷ τοὺς ἀρχιερεῖς τῶν μεγάλων καὶ οἰκουμενικῶν θρόνων,
20Ῥώμης τε, φημί, καὶ Κωνσταντινουπόλεως, Ἀλεξανδρείας τε καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων, τούς τε ὀρθοδόξως τὴν ἐκκλησίαν ποιμάναντας καὶ τοὺς ἐν αἱρέσει λῃστρικῶς ἄρξαντας καὶ τοὺς τού‐ των χρόνους ἀκριβῶς ἐνέταξεν. ἐπεὶ δὲ τὸ τέλος τοῦ βίου τοῦτον κατέλαβε καὶ εἰς πέρας ἀγαγεῖν τὸν ἑαυτοῦ σκοπὸν οὐκ ἴσχυσεν,
25ἀλλά, καθὼς προέφημεν, μέχρι Διοκλητιανοῦ συγγραψάμενος τὸν
τῇδε βίον κατέλιπε καὶ πρὸς κύριον ἐξεδήμησεν ἐν ὀρθοδόξῳ πίστει,3

4

ἡμῖν, ὡς γνησίοις φίλοις, τήν τε βίβλον ἣν συνέταξε καταλέλοιπε καὶ ἀφορμὰς παρέσχε τὰ ἐλλείποντα ἀναπληρῶσαι. ἡμεῖς δὲ τὴν ἑαυτῶν ἀμαθίαν οὐκ ἀγνοοῦντες καὶ τὸ στενὸν τοῦ λόγου παρῃτού‐ μεθα τοῦτο ποιῆσαι, ὡς ὑπὲρ ἡμᾶς τὴν ἐγχείρησιν οὖσαν. αὐτὸς
5δὲ πολλὰ παρακαλέσας ἡμᾶς μὴ ὀκνῆσαι καὶ ἀτέλεστον καταλιπεῖν τὸ ἔργον ἐβιάσατο ἐπὶ τοῦτο ἐλθεῖν. διὸ καὶ ἀναγκασθέντες διὰ τὴν τούτου ὑπακοήν, εἰς τὰ ὑπὲρ ἡμᾶς ἐγχειρήσαντες κόπον οὐ τὸν τυχόντα κατεβαλόμεθα. πολλὰς γὰρ βίβλους καὶ ἡμεῖς ἐκζητήσαντες κατὰ τὸ δυνατὸν ἡμῖν καὶ ἐρευνήσαντες τόδε τὸ χρονογραφεῖον ἀπὸ
10Διοκλητιανοῦ μέχρι τῆς βασιλείας Μιχαὴλ καὶ Θεοφυλάκτου, τοῦ υἱοῦ αὐτοῦ, τάς τε βασιλείας καὶ τοὺς πατριάρχας καὶ τὰς τούτων πράξεις σὺν τοῖς χρόνοις κατὰ τὸ δυνατὸν ἡμῖν ἀκριβῶς συνεγραψά‐ μεθα, οὐδὲν ἀφ’ ἑαυτῶν συντάξαντες, ἀλλ’ ἐκ τῶν ἀρχαίων ἱστοριο‐ γράφων τε καὶ λογογράφων ἀναλεξάμενοι ἐν τοῖς ἰδίοις τόποις τε‐
15τάχαμεν ἑκάστου χρόνου τὰς πράξεις, ἀσυγχύτως κατατάττοντες· ἵνα εἰδέναι ἔχωσιν οἱ ἀναγινώσκοντες ἐν ποίῳ χρόνῳ ἑκάστου βασιλέως ποία πρᾶξις γέγονεν, εἴτε πολεμική, εἴτε ἐκκλησιαστική, εἴτε πολιτική, εἴτε δημώδης, εἴτε τις ἑτέρα. οὐ γὰρ μικρὰν ὠφέλειαν, ὡς οἶμαι, καρποῦται τῶν ἀρχαίων τὰς πράξεις ἀναγινώσκων. εἴ τις δέ τι ἐν τούτῳ τῷ ὁ
20πονήματι ἡμῶν ὀνησιφόρον εὕροι, τὴν πρέπουσαν τῷ θεῷ εὐχαριστίαν ἀποδώσῃ καὶ ἡμῖν τοῖς ἀμαθέσι καὶ ἁμαρτωλοῖς διὰ τὸν κύριον ὑπερεύξηται· καὶ εἴ τι ἐλλεῖπον εὕροι, τῇ ἀμαθίᾳ ἡμῶν τοῦτο λο‐ γίσηται καὶ τῇ ἀργίᾳ τοῦ χαμερποῦς νοὸς ἡμῶν· καὶ συγγνώσεται
ἡμῖν διὰ τὸν κύριον. φίλον γὰρ θεῷ τὸ κατὰ δύναμιν.4

5

Κοινῶς κατὰ ταὐτὸν ἐβασίλευον Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος· Τούτων τέκνα· [Start of a diagram]Μαξιμιανοῦ Μαξέντιος ὁ τυραννήσας Ῥώμην.
5Θεοδώραν ἔγημε Κωνστῖνος (sic), ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τοῦ τεκόντος αὐτὸν ἐξ Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικός. Φαῦστα, γαμετὴ τοῦ μεγάλου Κωνσταντίνου.[End of a diagram]
10Τούτων ἀποθεμένων τὴν βασιλείαν οἱ ὑπ’ αὐτῶν γενόμενοι καίσαρες κατὰ ταὐτὸν ἄμφω ἐβασίλευσαν Μαξιμιανὸς Γαλλέριος, γαμβρὸς Διοκλητιανοῦ ἐπὶ θυγατρὶ Βαλερίᾳ, καὶ Κωνστάντιος· ὅστις γήμας [Start of a diagram]Θεοδώραν, θυγατέρα τοῦ Ἐρκουλίου γεννᾷ· Κωνστάντιον, Ἀναβαλλιανόν. Κωνσταντίαν, πατέρα Γάλλου καὶ Ἰουλιανοῦ τοῦ ἀποστάτου.
15γαμετὴν Λικινίου. ἐκ δὲ Ἑλένης τῆς θεοφιλοῦς γεννᾷ· τὸν μέγαν Κωνσταντῖνον. Οὗτος δὲ ἐκ Φαύστας, θυγατρὸς Ἐρκουλίου, γεννᾷ·
Κρίσπον. Κωνστάντιον. Κωνσταντῖνον. Κώνσταντα. Ἑλένην, γαμετὴν Ἰουλιανοῦ τοῦ ἀποστάτου.[End of a diagram]5

6

(1t)

ΧΡΟΝΟΓΡΑΦΙΑ
tΑΠΟ ΔΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ΜΙΧΑΗΛ
3tΚΑΙ ΘΕΟΦΥΛΑΚΤΟΥ ΤΩΝ ΒΑΣΙΛΕΩΝ.
1[Start of a diagram]Κόσμου ἔτη ͵εψοζʹ. Τῆς θείας σαρκώσεως ἔτη σοζʹ. Ῥωμαίων βασιλεὺς Διοκλητιανὸς ἔτη κʹ. αʹ. Περσῶν βασιλεὺς Οὐαρράχης ἔτη ιζʹ. ιεʹ.
5Ῥώμης ἐπίσκοπος κθʹ Γάϊος ἔτη ιεʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος κηʹ Ὑμέναιος ἔτη κδʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος ιϛʹ Θεωνᾶς ἔτη ιθʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος ιθʹ Τύραννος ἔτη ιγʹ. βʹ.[End of a diagram]
14βʹ. ιϛʹ. ηʹ. ιδʹ. ιβʹ. γʹ.
15
γʹ. ιζʹ. θʹ. ιεʹ. ιγʹ. δʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτος αʹ.
δʹ. αʹ. ιʹ. ιϛʹ. ιδʹ. εʹ.
Τούτῳ τῷ ἔτει Διοκλητιανὸς Μαξιμιανὸν τὸν Ἐρκούλιον κοινω‐ νὸν ἀνέδειξε τῆς αὐτοῦ βασιλείας τῷ τετάρτῳ αὐτοῦ χρόνῳ.
20Περσῶν βασιλεὺς ζʹ Ναρσῆς ἔτη ηʹ.
εʹ. αʹ. ιαʹ. ιζʹ. ιεʹ. ϛʹ.
ϛʹ. βʹ. ιβʹ. ιηʹ. ιϛʹ. ζʹ.
Τούτῳ τῷ ἔτει Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος Ὁβούσιριν καὶ Κόπτον, πόλεις ἐν Θήβαις τῆς Αἰγύπτου, εἰς ἔδαφος
25κατέσκαψαν ἀποστατησάσας τῆς Ῥωμαίων ἀρχῆς.
ζʹ. γʹ. ιγʹ. ιθʹ. ιζʹ. ηʹ.
ηʹ. δʹ. ιδʹ. κʹ. ιηʹ. θʹ.
θʹ. εʹ. ιεʹ. καʹ. ιθʹ. ιʹ.6

7

Τούτῳ τῷ ἔτει Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος καίσαρας ἐποίησαν Κωνστάντιον καὶ Μαξιμιανὸν Γαλλέριον. καὶ ὁ μὲν Διοκλητιανὸς δέδωκε τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον τῷ Γαλ‐ λερίῳ, ὁ δὲ Ἐρκούλιος Μαξιμιανὸς Θεοδώραν, τὴν ἑαυτοῦ θυγατέρα,
5τῷ Κωνσταντίῳ συνέζευξεν, καίτοι γε ἑκατέρων γαμετὰς ἐχόντων, ἃς ἀπώσαντο διὰ τὴν πρὸς τοὺς βασιλεῖς στοργήν. Ῥώμης ἐπίσκοπος Μαρκελλῖνος ἔτη βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ μάρτυς ἔτη ιαʹ.
ιʹ. ϛʹ. αʹ. κβʹ. αʹ. ιαʹ.
10Τούτῳ τῷ ἔτει Ἀλεξάνδρεια σὺν τῇ Αἰγύπτῳ εἰς ἀποστασίαν ὑπὸ Ἀχιλλέως ἀχθεῖσαι οὐκ ἀντέσχον τῇ Ῥωμαίων προσβολῇ, καθ’ ἣν πλεῖστοι ἀνῃρέθησαν, δίκην δεδωκότων τῶν τῆς ἀποστασίας αἰτίων.
ιαʹ. ζʹ. βʹ. κγʹ. βʹ. ιβʹ.
15Τούτῳ τῷ ἔτει Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος διωγμὸν μέγαν καὶ φρικωδέστατον κατὰ Χριστιανῶν ἤγειραν καὶ πολλὰς μυριάδας μάρτυρας ἐποίησαν, παντοίας βασάνους ἐπινοοῦν‐ τες καὶ πολλὰ κακὰ ἐργαζόμενοι. περὶ ὧν τις ἐπερχόμενος τὴν ηʹ βίβλον τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου εἴσεται.
20[Start of a diagram]Κόσμου ἔτη ͵εψπηʹ. Τῆς θείας σαρκώσεως ἔτη σπηʹ. Ῥωμαίων βασιλεὺς Διοκλητιανὸς ἔτη κʹ. ιβʹ. Περσῶν βασιλεὺς ζʹ Ναρσῆς ἔτη ηʹ. ηʹ. Ῥώμης ἐπίσκοπος λʹ Εὐσέβιος ἔτος αʹ. αʹ.
25Ἱεροσολύμων ἐπίσκοπος κηʹ Ὑμέναιος ἔτη κδʹ. κδʹ. Ἀλεξανδρείας ἐπίσκοπος ιζʹ Πέτρος ἔτη ιαʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος ιθʹ Τύραννος ἔτη ιγʹ. ιγʹ.[End of a diagram]
30Τούτῳ τῷ ἔτει νεωτερισμοῦ γεγονότος ἐν Γαλλίαις ὑπὸ
Ἀμάνδου καὶ Αἰλιανοῦ Μαξιμιανὸς ὁ Ἐρκούλιος διαβὰς καθεῖλεν7

8

αὐτούς. ἀλλὰ καὶ Κράσος ἀντῇρε καὶ Βρεττανίαν κατέσχεν, καὶ οἱ πέντε Γεντιανοὶ τὴν Ἀφρικήν, καὶ Ἀχιλλεὺς τὴν Αἴγυπτον. ἀλλὰ Κράσον μὲν ἐπὶ τρισὶν ἔτεσι τὴν Βρεττανίαν κατασχόντα Ἀσκληπιόδο‐ τος ὁ ἔπαρχος ἀνεῖλεν. ἐν δὲ ταῖς Γαλλίαις ἀγχίστροφος ἐκ παρα‐
5δόξου γέγονε Κωνσταντίῳ τῷ καίσαρι τύχη· ἐν ὥραις γὰρ ἓξ τῆς αὐτῆς ἡμέρας καὶ ἡττώμενος ὤφθη καὶ νικῶν ἀπεδείχθη. ἄρτι μὲν γὰρ ἐπικλύσαντες οἱ Ἀλαμάνοι τῷ Κωνσταντίου στρατῷ ἄχρι καὶ εἰς τὰ τείχη κατεδίωξαν, αὐτὸς δὲ ἠκολούθει τελευταῖος φεύγοντι τῷ στρατῷ. ἐπειδὴ δὲ κεκλεισμένων τῶν πυλῶν οὐδὲ ἔσω τοῦ τείχους
10ἠδυνήθη εἰσελθεῖν, χεῖρας ἐξέτεινον οἱ πολέμιοι πρὸς τὸ συλλαβεῖν αὐτόν· σχοίνους δὲ καθέντες ἀπὸ τοῦ τείχους ἀνείλκυσαν αὐτόν. ἔσω δὲ γενόμενος καὶ τὸν στρατὸν παραθαρσύνας, ἐπεξελθὼν τοῖς Ἀλαμάνοις νίκην ἔσχε λαμπράν, ὥστε ἑξακισχιλίους πεσεῖν. Μαξι‐ μιανὸς δὲ ὁ Ἐρκούλιος τῶν πέντε Γεντιανῶν ἐν τῇ Ἀφρικῇ ἐκράτησεν.
15Διοκλητιανὸς δὲ ἐν Ἀλεξανδρείᾳ τὸν Ἀχιλλέα καθεῖλεν. συνῆν δὲ αὐτῷ καὶ Κωνσταντῖνος, ὁ υἱὸς Κωνσταντίου, κομιδῆ νέος ὑπάρχων, ἀριστεύων ἐν τοῖς πολέμοις. ὃν ὁρῶν Διοκλητιανὸς φθόνῳ κινηθεὶς δόλῳ ἀνελεῖν ἐσπούδαζεν. θεὸς δὲ τοῦτον παραδόξως διέσωσε καὶ τῷ πατρὶ ἀπέδωκεν.
20Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ϛʹ. Ῥώμης ἐπίσκοπος Μιλτιάδης ἔτη δʹ. Ἱεροσολύμων ἐπίσκοπος κθʹ Ζάβδας ἔτη ιʹ.
ιγʹ. αʹ. αʹ. αʹ. γʹ. ιδʹ.
Τούτῳ τῷ ἔτει Οὐετήριος στρατοπεδάρχης τοὺς ἐν στρατείᾳ
25Χριστιανοὺς ἤλαυνε μετρίως, ἔκτοτε τοῦ κατὰ πάντων ὑποτύφοντος διωγμοῦ. Ἀντιοχείας ἐπίσκοπος κʹ Βιτάλιος ἔτη ϛʹ.
ιδʹ. βʹ. β. βʹ. δʹ. αʹ.
ιεʹ. γʹ. γʹ. γʹ. εʹ. βʹ.
30
ιϛʹ. δʹ. δʹ. δʹ. ϛʹ. γʹ. Ῥώμης ἐπίσκοπος λβʹ Σίλβεστρος ἔτη κηʹ.
ιζʹ. εʹ. αʹ. εʹ. ζʹ. δʹ.8

9

Τούτῳ τῷ ἔτει Μαξιμιανὸς Γαλλέριος κατὰ Νάρσεως, τοῦ τῶν Περσῶν βασιλέως τὸ τηνικαῦτα τὴν Συρίαν καταδραμόντος καὶ ληϊζομένου, ἀπεστάλη ὑπὸ Διοκλητιανοῦ. καὶ συμβαλὼν αὐτῷ κατὰ τὴν πρώτην μάχην ἡττᾶται περὶ Καλλίνικον καὶ Κάρρας. ἐπανιὼν
5δὲ ἐκ τῆς φυγῆς ὑπήντησε Διοκλητιανῷ ἐπ’ ὀχήματος φερομένῳ. ὁ δὲ τὸν καίσαρα μετὰ τοῦ ἰδίου σχήματος οὐ προσδεξάμενος ἀφῆκεν ἐπὶ πλεῖστον τρέχειν καὶ προηγεῖσθαι τοῦ ὀχήματος. μετὰ δὲ ταῦτα συναχθείσης δυνάμεως πολλῆς πάλιν Μαξιμιανὸς ὁ Γαλλέριος καῖσαρ ἐπὶ τὸν Νάρσεως πόλεμον ἐκπέμπεται χρησάμενος δεξιᾷ τύχῃ, τολ‐
10μήσας καὶ πράξας ἃ μηδεὶς ἕτερος. τόν τε γὰρ Νάρσεα μέχρι τῆς ἐνδοτέρας Περσίδος ἐδίωξε καὶ κατέσφαξε πᾶν τὸ στρατόπεδον καὶ τὰς τούτου γυναῖκας καὶ παῖδας καὶ ἀδελφὰς παρέλαβε καὶ πάντα ὅσα ἐκεῖνος ἐπεφέρετο, χρημάτων θησαυροὺς καὶ τοὺς ἐν Πέρσαις λαμπρούς, μεθ’ ὧν ἐπανελθόντα Διοκλητιανὸς ἐν Μεσοποταμίᾳ διάγων
15ἀσμένως ἐδέξατο τιμήσας. καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ πάντες οὗτοι πρὸς πολλοὺς τῶν βαρβάρων πολεμήσαντες πάντα κατώρθωσαν. ἀρθεὶς δὲ ὑπὸ τῆς τῶν πραγμάτων εὐροίας Διοκλητιανὸς προσκυνεῖ‐ σθαι ὑπὸ τῶν συγκλητικῶν, καὶ οὐ προσαγορεύεσθαι κατὰ τὸ πρότερον σχῆμα ἀπῄτησεν. ἐκαλλώπισε δὲ καὶ τὰς βασιλικὰς ἐσθῆτας καὶ τὸ
20ὑπόδημα χρυσίῳ καὶ μαργαρίταις καὶ λίθοις τιμίοις. Κωνσταντίνου δέ, τοῦ υἱοῦ Κωνσταντίου, ἐν τῇ ἀνατολῇ καὶ Παλαιστίνῃ διάγοντος καὶ τὰ Χριστιανῶν φρονοῦντος, ὁρῶν τοῦτον ὁ Γαλλέριος Μαξιμιανὸς συνέσει ψυχῆς καὶ σώματος ῥώμῃ καὶ τῇ περὶ τὴν παίδευσιν εὐφυίᾳ προκόπτοντα μαντευσάμενός τε τοῦτον καταλυτὴν ἔσεσθαι τῆς τυ‐
25ραννίδος καὶ τῶν δογμάτων αὐτοῦ, δόλῳ θανατῶσαι τοῦτον ἐσκέψατο. θείᾳ δὲ προμηθείᾳ τὸν δόλον μαθών, ὡς Δαβίδ, φυγῇ τὴν σωτηρίαν πορίζεται καὶ πρὸς τὸν ἴδιον πατέρα διασώζεται, πολλὰ σὺν αὐτῷ τῷ Χριστῷ εὐχαριστῶν τῷ σώσαντι αὐτόν.
ιηʹ. ϛʹ. βʹ. ϛʹ. ηʹ. εʹ.
30Τούτῳ τῷ ἔτει Θεοτέκνῳ γόητι πειθόμενος ὁ Γαλλέριος Μαξι‐ μιανὸς ἐν τῷ θύειν τοῖς δαίμοσι καὶ λαμβάνειν χρησμούς, ὑποδὺς τῷ ἄντρῳ ὁ Θεότεκνος χρησμόν, κατὰ Χριστιανῶν ἐγεῖραι διωγμόν, τούτῳ δέδωκεν. τὰ δὲ ὑπομνήματα τοῦ σωτῆρος ἐπλάσατο καὶ πανταχόσε
ἐφ’ ὕβρει ἀπέστειλε καὶ τοῖς γραμματοδιδασκάλοις τοὺς παῖδας δι‐9

10

δάσκειν προσέταξεν, ὡς διαγελᾶσθαι τὸ καθ’ ἡμᾶς μυστήριον παρα‐ σκευάζων. Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ.
ιθʹ. αʹ. γʹ. ζʹ. θʹ. ϛʹ.
5Τούτῳ τῷ ἔτει προστάγματα βασιλικὰ ἐδόθη, τὰς ἐκκλησίας τοῦ Χριστοῦ ἐδαφίζεσθαι καὶ τὰς θείας βίβλους κατακαίεσθαι, ἱερεῖς δὲ καὶ πάντας Χριστιανοὺς βασάνοις παραδίδοσθαι καὶ θύειν εἰδώλοις ἀναγκάζεσθαι. καὶ ἦν οὗτος ὁ διωγμὸς πάντων φρικωδέστατος ἀναριθ‐ μήτους μάρτυρας ἀποτελέσας.
10
κʹ. βʹ. δʹ. ηʹ. ιʹ. Τούτῳ τῷ ἔτει Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος ἐξ ἀπονοίας τὴν βασιλείαν ἀπέθεντο ἰδιωτικὸν ἀναλαβόμενοι σχῆμα. καὶ Διοκλητιανὸς μὲν κατὰ Σάλωνα τῆς Δελματίας τὴν ἑαυτοῦ πόλιν ἰδιωτεύων βιοῖ, Ἐρκούλιος δὲ Μαξιμιανὸς ἐν Λυκαονίᾳ, πρότερον
15τὴν ἐπινίκιον ἐν Ῥώμῃ ἐπιτελέσαντες πομπήν, ἐν ᾗ προεπόμπευον μὲν Ναρσέου τῶν ὀχημάτων τὸ πλῆθος καὶ αἱ τούτου γυναῖκες καὶ παῖδες καὶ ἀδελφαί· μετὰ ταῦτα δὲ ἀναχωρήσαντες διῆγον ἐφ’ ἑαυτῶν, καταστήσαντες ἀντ’ αὐτῶν βασιλεύειν τῆς μὲν ἑῴας Γαλλέριον Μαξιμιανόν, τῶν δὲ ἑσπερίων μερῶν Κωνστάντιον, ὃς
20ὀλίγῳ μέρει τῆς ἀρχῆς ἀρκούμενος λίαν ἦν ἥμερος καὶ ἀγαθὸς τὸν τρόπον, καὶ οὐδὲν αὐτῷ πρὸς τὸ ταμιεῖον ἐσπουδάζετο· μᾶλλον γὰρ τοὺς ὑπηκόους θησαυροὺς ἔχειν ἐβούλετο. καὶ τοσοῦτον ἦν ἐγκρατὴς περὶ χρημάτων κτῆσιν, ὥστε καὶ πανδήμους ἐπιτελεῖν ἑορτὰς καὶ πολλοὺς τῶν φίλων συμποσίοις τιμῶν ἠγαπᾶτο πάνυ παρὰ τῶν Γάλλων
25τῷ πικρῷ Διοκλητιανοῦ καὶ τῷ φονικῷ Μαξιμιανοῦ τοῦ Ἐρκουλίου συγκρινόντων, ὧν ἀπηλλάγησαν δι’ αὐτοῦ. οὗτος τελευτᾷ ἐν Βρετ‐ τανίαις βασιλεύσας ἔτη ιαʹ, ἀναγορεύσας ἀντ’ αὐτοῦ βασιλέα Κωνσταν‐ τῖνον τὸν πρωτότοκον υἱὸν αὐτοῦ ζῶν ἔτι ἐπ’ ὄψεσι παντὸς τοῦ λαοῦ, περιόντων καὶ τῶν λοιπῶν αὐτοῦ παίδων τῶν ὁμοπατρίων Κωνσταν‐
30τίνου, Κωνσταντίου, φημί, καὶ Ἀναβαλλιανοῦ, τοῦ καὶ Δαλματίου,10

11

γεννηθέντων ἐκ Θεοδώρας, θυγατρὸς Ἐρκουλίου. ὁ γὰρ Κωνσταν‐ τῖνος ἐξ Ἑλένης ἦν, τῆς προτέρας γυναικὸς Κωνσταντίου. ὁ δὲ Κωνστάντιος, ὁ τούτων πατήρ, θυγατρίδης ἦν Κλαυδίου τοῦ βασιλέως, Γαλλέριος δὲ γαμβρὸς Διοκλητιανοῦ ἐπὶ θυγατρὶ Βαλερίᾳ. τότε
5Γαλλέριος Μαξιμιανὸς ἐπὶ Ἰταλίαν ἐλθὼν ἐχειροτόνησε καίσαρας δύο· καὶ ἐπέστησε Μαξιμιανὸν μέν, τὸν ἴδιον υἱόν, κατὰ τὴν ἑῴαν, Σευῆρον δὲ κατὰ τὴν Ἰταλίαν. οἱ δὲ ἐν Ῥώμῃ στρατιῶται ἀνηγόρευσαν Μαξέν‐ τιον, τὸν υἱὸν Μαξιμιανοῦ τοῦ Ἐρκουλίου, βασιλέα. ὅθεν ὁ Ἐρκού‐ λιος εἰς ἐπιθυμίαν πάλιν τῆς βασιλείας ἀρθεὶς ἐπεχείρησε μὲν
10ἀποδῦσαι τὸν ἴδιον υἱὸν Μαξέντιον, ἐπεχείρησε δὲ δόλῳ τὸν γαμβρὸν Κωνστάντιον ἀνελεῖν. ἀλλὰ τῆς μὲν πρὸς τὸν υἱὸν ἐπιχειρήσεως ὑπὸ τῶν στρατιωτῶν ἀπηλάθη, ἐν δὲ τῇ κατὰ τὸν γαμβρὸν ὑπὸ Φαύστης τῆς θυγατρὸς καταμηνυθεὶς ἀναιρεῖται κακῶς πράξας. Εὐσέβιος δὲ ὁ Καισαρεύς φησιν, ὅτι Διοκλητιανὸς παράφρων γενόμενος καὶ σὺν
15τῷ Ἐρκουλίῳ τὴν βασιλείαν ἀποθέμενος ἰδιωτικὸν βίον ἀνέλαβεν. καὶ ὁ μὲν ἀγχόνῃ τὸν βίον μετήλλαξεν, Διοκλητιανὸς δὲ νόσῳ μακρᾷ δαπανώμενος ἐμαράνθη. Γελάσιος δὲ ὁ Καισαρείας τῆς αὐτῆς ἐπίσκο‐ πός φησιν, ὅτι μεταμεληθέντες καὶ πάλιν βασιλεῦσαι θελήσαντες ψήφῳ κοινῇ τῆς συγκλήτου ἀναιροῦνται. τούτων οὖν ἐκ μέσου γενομένων,
20καὶ τοῦ χριστιανόφρονος Κωνσταντίου τελευτήσαντος, τὴν βασιλείαν, ὡς προέφην, κατέσχον Κωνσταντῖνος Σεβαστὸς καὶ Μαξιμιανὸς ὁ Γαλλέριος. [Start of a diagram]Κόσμου ἔτη ͵εψϙζʹ. Τῆς θείας σαρκώσεως ἔτη ςϙζʹ.
25Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ αʹ. Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ γʹ. Ῥώμης ἐπίσκοπος λβʹ Σίλβεστρος ἔτη κηʹ εʹ. Ἱεροσολύμων ἐπίσκοπος λʹ Ζάβδας ἔτη ιʹ θʹ. Ἀλεξανδρείας ἐπίσκοπος ιζʹ Πέτρος ὁ μάρτυς ἔτη ιαʹ ιαʹ.
30Ἀντιοχείας ἐπίσκοπος Φιλόγονος ἔτη εʹ αʹ.[End of a diagram]
33Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος καὶ χριστιανικώτατος
Ῥωμαίων ἐβασίλευσεν ἐν Γαλλίαις καὶ Βρεττανίᾳ. κατὰ τὸν αὐτὸν11

12

οὖν χρόνον τέσσαρες οὗτοι συνεβασίλευον αὐτῷ, Μαξιμιανὸς ὁ Γαλλέ‐ ριος σὺν δυσὶ καίσαρσι Σευήρῳ καὶ Μαξιμίνῳ, τῷ Γαλλερίου υἱῷ, καὶ Μαξεντίῳ, τῷ υἱῷ τοῦ Ἐρκουλίου, ἐν Ῥώμῃ ὑπὸ τῶν στρατιωτῶν ἀναγορευθέντι βασιλεῖ. οὗτοι ἀλλήλους ὑπερβαλεῖν ἔσπευδον εἰς
5τὸν κατὰ Χριστιανῶν διωγμόν. Μαξέντιος δὲ ὁ τύραννος τὴν Ῥώμην ἀνόμως βασιλεύων πάνδεινα εἰργάσατο κακά, μοιχείας τῶν ἐν τέλει γυναικῶν, φόνους καὶ ἁρπαγὰς καὶ ὅσα τούτοις ὅμοια. κατὰ δὲ τὴν ἀνατολὴν Μαξιμῖνος χείρονα διεπράττετο κακά, δύο κακῶν μεγίστων ἀνατολὴν καὶ δύσιν κληρωσαμένων καὶ τὸν κατὰ Χριστιανῶν πόλεμον
10ἀναρριπιζόντων. τότε καὶ Λικίνιον καίσαρα Ῥωμαῖοι ἀνηγόρευσαν χαριζόμενοι Κωνσταντίνῳ γαμβρὸν αὐτοῦ ὄντα εἰς ἀδελφὴν Κων‐ σταντίαν καὶ ὑποκρινόμενον ψευδῶς τὴν καθ’ ἡμᾶς εὐσέβειαν, Σευήρου δηλαδὴ τελευτήσαντος. Τῷ δ’ αὐτῷ ἔτει Πέτρος, ὁ ἐπίσκοπος Ἀλεξανδρείας, ἐν τῇ
15φυλακῇ ὑπάρχων προστάγματι Μαξιμιανοῦ τοῦ Γαλλερίου καὶ Μαξι‐ μίνου, τοῦ υἱοῦ αὐτοῦ, τὴν κεφαλὴν ἀποτμηθεὶς ἐνδόξως ἐμαρτύρησεν· ὅστις τὸν Ἄρειον διάκονον ὄντα τῆς αὐτοῦ ἐκκλησίας ἀκοινώνητον ἐποίησεν· ὅστις μετὰ ταῦτα κακοδόξου αἱρέσεως προστάτης γεγονὼς πολλοὺς τῆς εὐσεβείας ἀπέστησεν. πολλοὶ δὲ καὶ ἄλλοι ἐπὶ τούτων
20τῶν τυράννων τὸν ὑπὲρ Χριστοῦ μαρτυρικὸν στέφανον ἀνεδήσαντο, ὧν εἰσι Φιλέας ἐπίσκοπος Θμούεως τῆς Αἰγύπτου, Πηλεὺς καὶ Νεῖλος ἐπίσκοποι τῆς Αἰγύπτου, Ἄνθιμος ἐπίσκοπος Νικομηδείας, Τυραν‐ νίων ἐπίσκοπος Τύρου, Σιλουανὸς ἐπίσκοπος Ἐμέσης, καὶ Σιλουανὸς ἐπίσκοπος Γάζης, Λουκιανὸς πρεσβύτερος Ἀντιοχείας, Ζηνόβιος
25πρεσβύτερος Σιδῶνος, Πάμφιλος πρεσβύτερος Καισαρείας, καὶ ἄλλοι ἀναρίθμητοι. οὗτος ὁ Γαλλέριος Μαξιμιανὸς γυναικομανέστατος
ἦν τοσοῦτον, ὥστε τοὺς ὑπ’ αὐτὸν τελοῦντας μελετᾷν, ποῦ κρύψωσι12

13

τὰς ἰδίας γαμετάς, ἐκτετηκὼς καὶ τῇ τῶν πλάνων δαιμόνων ἀπάτῃ, ὡς μὴ ἀνέχεσθαί τινος γεύσασθαι ἄνευ μαντείας. οὗτος πανωλεθρίαν Χριστιανῶν γενέσθαι προσέταξεν, οὐ τοσοῦτον διὰ τὴν ἑαυτοῦ ἀσέ‐ βειαν, ὅσον διὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων αὐτῶν. τοῦτον οὖν
5θεία δίκη μετῆλθε διὰ τὴν ἄμετρον ἀκολασίαν καὶ τὴν περὶ τοὺς Χριστιανοὺς ἀνύποιστον κάκωσιν. χαλεπὸν γὰρ ἕλκος κατὰ τὸ τῆς ἀκολασίας αὐτοῦ μόριον ἐκφυὲν κρεῖττον πάσης ἀνθρωπίνης βοηθείας ἐτύγχανεν, νομῆς καταλαβούσης καὶ σκωλήκων φθορᾶς τοὺς τόπους. ἦν γὰρ καὶ πολύσαρκος. οὗτος ὑπολαβών, ὡς ἄρα διὰ τοὺς ἀδίκους
10φόνους πέπληκται, προστάγματα κατὰ παντὸς τόπου ὑπὲρ Χριστιανῶν ἔγραψε πᾶν κελεύων καταθυμίως πράττειν καὶ ὑπὲρ αὐτοῦ εὔχεσθαι. οὗ γεγονότος, εὐθέως τοῦ χαλεπωτάτου πάθους τῇ εὐχῇ τῶν Χριστια‐ νῶν θεραπευθέντος παρ’ ἐλπίδα, μήπω δὲ τοῦ τραύματος καλῶς συνουλώσαντος, μειζόνως ἐμαίνετο τῶν ἀθεμίτων ἐχόμενος πράξεων.
15ἀλλ’ εὐθὺς πάλιν πόλεμοι καὶ ἐπαναστάσεις, λιμοί τε καὶ λοιμοὶ καὶ αὐχμοὶ ἀθρόοι ἐπέσκηπτον, ὡς μὴ ἀρκεῖν θάψαι τοὺς ζῶντας τοὺς τεθνεῶτας· κεραυνοί τε καὶ φόβητρα ἐξαπεστέλλετο, ὡς ἕκα‐ στον ἑαυτοῦ μόνου φροντίζειν, καὶ τὰ πολλὰ τῶν προσταγμάτων ἄπρακτα διαμένειν.
20Ἱεροσολύμων ἐπίσκοπος Ἑρμὼν ἔτη θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀχιλλᾶς ἔτος αʹ.
βʹ. δʹ. ϛʹ. αʹ. αʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος ιθʹ Ἀλέξανδρος ἔτη κγʹ.
γʹ. εʹ. ζʹ. βʹ. αʹ. γʹ.
25
δʹ. ϛʹ. ηʹ. γʹ. βʹ. δʹ.
εʹ. ζʹ. θʹ. δʹ. γʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Παυλῖνος ἔτη εʹ.
ϛʹ. ηʹ. ιʹ. εʹ. δʹ. αʹ
Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος εἰς τὴν κατὰ
30τῶν τυράννων διανέστη κατάλυσιν. Μαξέντιος δὲ ὁ δυσσεβὴς ναυσὶ γεφυρώσας τὸν παραρρέοντα τῇ Ῥώμῃ ποταμὸν παρετάξατο κατὰ τοῦ
μεγάλου Κωνσταντίνου. ὁ δὲ μέγας Κωνσταντῖνος ἐδεδίει τὰς Μαξεν‐13

14

τίου γοητείας βρέφη ἀνατεμόντος διὰ μαντείας ἀθεμίτους. ἐν πολλῇ δὲ ἀγωνίᾳ ὄντι ὤφθη αὐτῷ ἐν ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ὁ τίμιος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, ἔχων ἐπιγραφήν· “ἐν τούτῳ νίκα.” ἐπιστὰς δὲ αὐτῷ ὁ κύριος εἶπεν αὐτῷ ἐν ὁράματι τῆς νυκτός·
5“χρῆσαι τῷ δειχθέντι σοι, καὶ νίκα.” τότε σταυρὸν σχεδιάσας χρυσοῦν, ὃς ἔστι μέχρι τῆς σήμερον, ἐκέλευσε προάγειν αὐτὸν ἐν τῷ πολέμῳ. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ περὶ τὸν Μαξέντιον, ὧν οἱ πλείους ἀνῃροῦντο. Μαξέντιος δὲ σὺν τοῖς λοιποῖς φεύγων, τῆς γεφύρας θείᾳ δυνάμει διαρραγείσης, ἐν τῷ ποταμῷ καταποντίζεται,
10ὡς πάλαι Φαραὼ πανστρατί, ὥστε τὸν ποταμὸν πληρωθῆναι ἵππων σὺν ἀναβάταις πεπνιγμένοις. οἱ δὲ πολῖται τῆς Ῥώμης, ὡς αἰτησά‐ μενοι αὐτὸν διαναστῆναι εἰς τὴν βοήθειαν αὐτῶν, λυτρωθέντες τῆς τοῦ πονηροῦ Μαξεντίου τυραννίδος, τὴν πόλιν στεφανώσαντες εἰσ‐ εδέξαντο μετὰ χαρᾶς τὸν νικητὴν Κωνσταντῖνον σὺν τῷ νικοποιῷ
15σταυρῷ σωτῆρα αὐτὸν ἀνευφημοῦντες. [Start of a diagram]Κόσμου ἔτη ͵εωγʹ. Τῆς θείας σαρκώσεως ἔτη τγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ζʹ. Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ. θʹ.
20Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. ιαʹ. Ἱεροσολύμων ἐπίσκ. λαʹ Ἑρμὼν ἔτη θʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. εʹ. Ἀντιοχείας ἐπίσκ. κβʹ Παυλῖνος ἔτη εʹ. βʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει κρατήσας τὴν Ῥώμην Κωνσταντῖνος ὁ θεο‐
25συνέργητος πρὸ πάντων τὰ λείψανα τῶν ἁγίων μαρτύρων ἐκέλευσε συλλεγέντα ὁσίᾳ ταφῇ παραδοθῆναι. καὶ ἦσαν οἱ Ῥωμαῖοι ἄγοντες ἐπινίκιον ἑορτήν, γεραίροντες τὸν κύριον καὶ τὸν ζωοποιὸν σταυρὸν ἐπὶ ἑπτὰ ἡμέρας καὶ Κωνσταντῖνον τὸν νικητὴν μεγαλύνοντες.
ηʹ. ιʹ. ιβʹ. ζʹ. ϛʹ. γʹ.
30
θʹ. ιαʹ. ιγʹ. ηʹ. ζʹ. δʹ.
Τούτῳ τῷ ἔτει Μαξιμῖνος, ὁ υἱὸς Γαλλερίου, ἐπιπηδήσας καὶ ἑαυτῷ τὴν βασιλείαν ἐπιτρέψας αἰσχρῶς καταλύει τὸν βίον ἐν Κιλικίᾳ.
ἀκούσας δὲ Μαξιμιανὸς ὁ Γαλλέριος, ὁ τούτου πατήρ, ὅτι Μαξέντιος, ὁ14

15

υἱὸς Ἐρκουλίου, ἐν Ῥώμῃ ὑπὸ Κωνσταντίνου τῇ δυνάμει τοῦ σταυροῦ κατεπτώθη, φοβηθεὶς τὸν κατὰ τῶν Χριστιανῶν ἀνῆκε διωγμόν.
ιʹ. ιβʹ. ιδʹ. θʹ. ηʹ. εʹ.
5Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος σὺν Λικινίῳ καί‐ σαρι ζήλῳ θεοῦ φερόμενος ἐπεστράτευσε κατὰ Μαξιμιανοῦ τοῦ Γαλλε‐ ρίου τὴν ἑῴαν διέποντος· κἀκεῖνος ἀντιστρατευσάμενος ἀμέτρῳ πλήθει συνέβαλεν αὐτοῖς, πεποιθὼς ὡς ὁ Μαξέντιος μαντεύμασι δαιμόνων καὶ γοητικαῖς μαγγανείαις. τοῦ δὲ ζωοποιοῦ σταυροῦ προάγοντος
10τῷ μεγάλῳ Κωνσταντίνῳ, ἅμα τῇ προσβολῇ τραπεὶς ὁ τύραννος σὺν τῷ πλήθει κατασφαττομένῳ, τὴν βασιλικὴν ἐσθῆτα ἀπέθετο καὶ στρα‐ τιωτικὸν περιθέμενος σχῆμα μετ’ ὀλίγων εὐνουστάτων τε διαδρὰς ἀπὸ κώμης εἰς κώμην ᾤχετο, καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων καὶ μάντεις ἀθροίσας καὶ τοὺς διαβεβοημένους ἐπὶ μαγείᾳ καὶ προφήτας αὐτοῦ
15ὡς ἀπατεῶνας κατέσφαξεν. Ἱεροσολύμων ἐπίσκοπος λβʹ Μακάριος ἔτη κʹ. Ἀντιοχείας ἐπίσκοπος κγʹ Εὐστάθιος ἔτη ιηʹ.
ιαʹ. ιγʹ. ιεʹ αʹ. θʹ. αʹ.
Τούτῳ τῷ ἔτει μέλλοντα τὸν εὐσεβέστατον Κωνταντῖνον ζῶντα
20χειροῦσθαι τὸν Γαλλέριον Μαξιμιανὸν προλαβοῦσα θεία ὀργὴ κατέλαβε τοῦτον. φλὸξ γὰρ ἐκ βάθους τῶν σπλάγχνων καὶ μυελῶν αὐτῷ ἀναφθεῖσα μετ’ ὀδύνης ἀνυποίστου πρηνῆ κατὰ τοῦ ἐδάφους ἀσθμαί‐ νοντα διέθετο, ὡς ἀμφότερα τὰ ὄμματα αὐτοῦ ἐκπηδῆσαι καὶ τυφλὸν καταλιπεῖν τὸν ἀνόσιον, αἱ δὲ σάρκες αὐτοῦ συσσαπεῖσαι τῇ ἀμέτρῳ
25ἐκκαύσει τῶν ὀστῶν ἀπέπιπτον. οὕτω κατασαπεὶς ἀπέρρηξε τὴν θεομάχον ψυχήν.
ιβʹ. ιδʹ. ιϛʹ. βʹ. ιʹ. βʹ. Τούτῳ τῷ ἔτει Λικινίῳ συμμαχήσαντι τῷ θείῳ Κωνσταντίνῳ καὶ ὑποκρινομένῳ δολερῶς τὸν Χριστιανισμὸν ἀφορίσας μοῖραν τῆς
30Ῥωμαίων γῆς ἀπένειμεν, ἀναγορεύσας αὐτὸν βασιλέα, ἀπαιτήσας αὐτὸν συνθήκας μηδὲν κατὰ Χριστιανῶν πράττειν. ἐντεῦθεν ὁ τῶν τυράννων
καθ’ ἡμῶν χάριτι Χριστοῦ πέπαυται διωγμός.15

16

ιγʹ. ιεʹ. ιζʹ. γʹ. ιαʹ. γʹ. [Start of a diagram]Κόσμου ἔτη ͵εωιʹ. Τῆς θείας σαρκώσεως ἔτη τιʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ιδʹ.
5Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ. ιϛʹ. Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. ιηʹ. Βυζαντίου ἐπίσκ. αʹ Μητροφάνης ἔτη ιʹ. θʹ. Ἱεροσολύμων ἐπίσκ. λβʹ Μακάριος ἔτη κʹ. δʹ. Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. ιβʹ.
10Ἀντιοχείας ἐπίσκ. κγʹ Εὐστάθιος ἔτη ιηʹ. δʹ.[End of a diagram]
12Τούτῳ τῷ ἔτει ὁ μέγας Κωνσταντῖνος πάσης Ῥωμαίων γῆς μονοκράτωρ γενόμενος πᾶσαν εἰς τὰ θεῖα μετήγαγε τὴν φροντίδα, ἐκκλησίας ἀνεγείρων καὶ φιλοτίμως ταύτας πλουτῶν ἐκ τοῦ δημοσίου
15λόγου. οὗτος πρῶτον νόμον ἔγραψε τοὺς τῶν εἰδώλων ναοὺς ἀπο‐ δίδοσθαι τοῖς τῷ Χριστῷ ἀφιερωμένοις (συνενομοθέτει δὲ αὐτῷ καὶ Κρίσπος ὁ υἱὸς αὐτοῦ)· δεύτερον δὲ Χριστιανοὺς μόνους στρατεύεσθαι ἐθνῶν τε καὶ στρατοπέδων ἄρχειν, τοὺς δὲ ἐπιμένοντας τῇ εἰδωλο‐ λατρείᾳ κεφαλικῶς τιμωρεῖσθαι· τρίτον τὰς πασχαλίους δύο ἑβδομάδας
20ἀπράκτους τελεῖν, τήν τε πρὸ τῆς ἀναστάσεως καὶ τὴν μετ’ αὐτήν. τούτων οὕτως ἐχόντων, εἰρήνη βαθεῖα καὶ γαλήνη κατέσχε τὴν οἰκουμέ‐ νην καὶ ἀγαλλίασις τοὺς πιστούς, προστρεχόντων ὁσημέραι πάντων τῶν ἐθνῶν τῇ πίστει Χριστοῦ καὶ βαπτιζομένων καὶ τὰ πατρῷα εἴδωλα συνθλαττόντων. τὸν δὲ πῆχυν τῆς ἀναβάσεως τοῦ κατὰ τὴν
25Αἴγυπτον ποταμοῦ Νείλου ἐν τῇ ἐκκλησίᾳ ἐνομοθέτησεν ἀναφέρεσθαι, καὶ οὐκ ἐν τῷ Σαραπίῳ, ὡς εἴθιστο τοῖς Ἕλλησιν. Λικίνιος δὲ πρὸ τοῦ τελείως μανῆναι εἰς Ἀντιόχειαν ἐλθὼν Θεότεκνον γόητα καὶ τοὺς σὺν αὐτῷ μετὰ πολλὰς βασάνους ἀνεῖλεν.
ιεʹ. ιζʹ. ιθʹ. ιʹ. εʹ. ιγʹ. εʹ.
30Τούτῳ τῷ ἔτει Λικίνιος ἤρξατο κατὰ Χριστιανῶν διωγμὸν κινεῖν. καὶ πρῶτον μὲν τοὺς ἐν τῷ παλατίῳ Χριστιανοὺς ἐδίωξε λήθην λαβὼν τῆς τῶν πρὸ αὐτοῦ τυράννων καθαιρέσεως καὶ τῶν
πρὸς τὸν μέγαν Κωνσταντῖνον συνθηκῶν. γυναικομανῶν δὲ καὶ ἀδικῶν16

17

καὶ φονεύων Χριστιανοὺς οὐκ ἐπαύετο· τούτῳ διὰ γραμμάτων ὁ θεῖος Κωνσταντῖνος κελεύσας ἀποστῆναι τῆς μανίας οὐκ ἔπεισεν. οὗτος καὶ Βασιλέα, τὸν ἐπίσκοπον Ἀμασείας, καί, ὥς τινές φασιν, καὶ τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας καὶ ἄλλους πολλοὺς διὰ βασάνων
5τελειωθῆναι ἐποίησεν. Βυζαντίου ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ.
ιϛʹ. ιηʹ. κʹ. αʹ. ϛʹ. ιδʹ. ϛʹ.
Τούτῳ τῷ ἔτει Ἄρειος, ὁ τῆς μανίας ἐπώνυμος, ἐν Ἀλεξανδρείᾳ τὴν ἑαυτοῦ αἵρεσιν ἐπ’ ἐκκλησίας ἐφανέρωσε καὶ σχίσμα εἰργάσατο,
10συνεργοῦντος αὐτῷ τοῦ πονηροῦ μὴ φέροντος βλέπειν τὴν εἰρήνην τῆς ἐκκλησίας. ἐγένετο δὲ καὶ σεισμὸς ἐν Ἀλεξανδρείᾳ λαβρότατος, ὥστε πεσεῖν οἰκίας πολλὰς καὶ λαὸν πολὺν ὀλέσαι.
ιζʹ. ιθʹ. καʹ. βʹ. ζʹ. ιεʹ. ζʹ. Τούτῳ τῷ ἔτει μαθὼν ὁ μέγας Κωνσταντῖνος τὴν τοῦ Ἀρείου
15κίνησιν σφόδρα λυπηθεὶς ἔγραψεν Ἀλεξάνδρῳ καὶ Ἀρείῳ κοινὴν ἐπιστολήν, συμβουλεύων καταλῦσαι τὴν πονηρὰν κίνησιν καὶ εἰρη‐ νεῦσαι εἰς ἀλλήλους. ἀπέστειλε δὲ καὶ Ὅσιον, τὸν ἐπίσκοπον Κουδρού‐ βης, ἐν Ἀλεξανδρείᾳ περὶ Ἀρείου καὶ ἐν τῇ ἀνατολῇ διορθσόμενον τοὺς ἀνατολικοὺς ἐκ παλαιᾶς συνηθείας Ἰουδαϊκώτερον ἑορτάζοντας
20τὸ πάσχα. ὑπέστρεψε δὲ ἄπρακτος πρὸς ἀμφότερα. Τούτῳ τῷ ἔτει καὶ Κώνσταν, τὸν υἱὸν αὐτοῦ, Κωνσταντῖνος ὁ μέγας προεβάλετο καίσαρα καὶ ἀπέστειλεν εἰς Γαλλίας.
ιηʹ. κʹ. κβʹ. γʹ. ηʹ. ιϛʹ. ηʹ. Τούτῳ τῷ ἔτει, ὥς φασί τινες, Κωνσταντῖνος ὁ μέγας σὺν Κρίσπῳ,
25τῷ υἱῷ αὐτοῦ, ἐν Ῥώμῃ ὑπὸ Σιλβέστρου ἐβαπτίσθη, ὡς οἱ κατὰ τὴν πρεσβυτέραν Ῥώμην μέχρι σήμερον τὸν βαπτιστῆρα ἔχουσιν εἰς μαρ‐ τυρίαν, ὅτι ὑπὸ Σιλβέστρου ἐν Ῥώμῃ ἐβαπτίσθη μετὰ τὴν ἀναίρεσιν τῶν τυράννων. οἱ δὲ κατὰ τὴν ἀνατολὴν ἐν Νικομηδείᾳ φασὶν αὐτὸν περὶ τὸν θάνατον ὑπὸ Εὐσεβίου τοῦ Νικομηδέως Ἀρειανοῦ βε‐
30βαπτίσθαι· ἔνθα καὶ ἔτυχεν αὐτὸν κοιμηθῆναι. ἀναβαλλόμενος γὰρ ἦν,
φασίν, τὸ βάπτισμα, ἐλπίζων ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι ποταμῷ.17

18

ἐμοὶ δὲ ἀληθέστερον φαίνεται τὸ ὑπὸ Σιλβέστρου ἐν Ῥώμῃ βεβαπτίσθαι αὐτόν, καὶ τὰς ἐπ’ ὀνόματι αὐτοῦ φερομένας διατάξεις πρὸς Μιλτιάδην πεπλασμένας εἶναι τοῖς Ἀρειανοῖς, δόξαν ἐντεῦθεν περιποιεῖσθαι σπου‐ δάζουσιν ἑαυτοῖς, ἢ καὶ τὸν πανευσεβῆ βασιλέα κακίζειν ἐθέλουσιν,
5ἀβάπτιστον δεικνύντες ἐντεῦθεν, ὅπερ ἄτοπόν ἐστι καὶ ψευδές. εἰ γὰρ οὐκ ἦν βεβαπτισμένος ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, λοιπὸν οὐδὲ μετελάμβανε τῶν θείων μυστηρίων, οὐδὲ συνηύχετο τοῖς ἁγίοις πατράσιν, ὅπερ ἀτοπώτατόν ἐστι καὶ λέγειν καὶ φρονεῖν. ἄλλοι δὲ Ἀρειανοὶ καὶ Ἕλληνες ὡς νόθον διαβάλλουσι τὸν μέγαν Κωνσταντῖνον· ψεύ‐
10δονται δὲ καὶ οὗτοι. ἡ γὰρ γενεαλογία αὐτοῦ βασιλικὴ ὑπῆρχε καὶ πρὸ Διοκλητιανοῦ. ὁ γὰρ πατὴρ αὐτοῦ Κωνστάντιος θυγατρίδης ἦν Κλαυδίου τοῦ βασιλέως καὶ ἐξ Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικὸς ἔσχε τὸν μέγαν Κωνσταντῖνον. εἶχε δὲ καὶ ἄλλους υἱοὺς ἐκ Θεοδώρας, τῆς θυγατρὸς Μαξιμιανοῦ τοῦ Ἐρκουλίου, ἀδελφῆς δὲ Μαξεντίου
15τοῦ κατὰ τὴν Ῥώμην τυραννήσαντος καὶ ἀναιρεθέντος ὑπὸ Κωνσταν‐ τίνου περὶ Μουλυΐαν τὴν γέφυραν (ὅτε καὶ τὸ τοῦ σταυροῦ σημεῖον ἐθεάσατο ἐν τῷ οὐρανῷ), καὶ Φαύστας, τῆς γαμετῆς τοῦ μεγάλου Κωνσταντίνου. καὶ μηδεὶς θαυμαζέτω, εἰ πρὸ τοῦ βαπτίσματος ἑλληνί‐ ζοντες δύο ἀδελφὰς ἔγημαν ὁ πατὴρ καὶ ὁ υἱός. εἰσὶ δὲ αἱ γενέσεις
20αὐτῶν οὕτως, ὡς ὑποτέτακται.18

19

[Start of a diagram]Κωνστάντιος [ὁ μέγας] ἐκ Θεοδώρας, θυγατρὸς Ἐρκουλίου, γεννᾷ Κωνστάντιον, πατέρα Γάλλου καὶ Ἰουλιανοῦ τοῦ παραβάτου. Ἀναβαλλιανόν, τὸν καὶ Γάλλον Δαλμάτιον, ἐξ οὗ
5Δαλμάτιος ὁ νέος. Ἐκ δὲ Ἑλένης γεννᾷ Κωνσταντῖνον τὸν μέγαν καὶ μόνον. Ὁ δὲ μέγας Κωνσταντῖνος ἐκ Φαύστας, θυγατρὸς Ἐρκουλίου, γεννᾷ
10Κρίσπον. Κωνσταντῖνον. Κωνστάντιον. Κώνσταντα. καὶ Ἑλένην, γαμετὴν Ἰουλιανοῦ τοῦ παραβάτου.[End of a diagram] Κωνσταντίαν, γαμετὴν Λικινίου.
15[Start of a diagram]Κόσμου ἔτη ͵εωιεʹ. Τῆς θείας σαρκώσεως ἔτη τιεʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ιθʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. καʹ. Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. κγʹ.
20Βυζαντίου ἐπίσκ. βʹ Ἀλέξανδρος ἔτη κγʹ. δʹ. Ἱεροσολύμων ἐπίσκ. λβʹ Μακάριος ἔτη κʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκ. κγʹ Εὐστάθιος ἔτη ιηʹ. θʹ.[End of a diagram]
25Τούτῳ τῷ ἔτει ἰδὼν Κωνσταντῖνος ὁ εὐσεβὴς Λικίνιον μανι‐
κώτερον τῷ διωγμῷ χρώμενον καὶ ἐπιβουλὴν κατὰ τοῦ εὐεργέτου19

20

μελετῶντα ὁπλίζεται κατ’ αὐτοῦ διά τε ξηρᾶς καὶ θαλάσσης· καὶ δὴ πολέμου δημοσίου κροτηθέντος κατὰ τὴν Βιθυνίαν, ζῶν συλλαμ‐ βάνεται ἐν Χρυσοπόλει καὶ εἰς τὰς χεῖρας Κωνσταντίνου παραδίδοται. ὁ δὲ τῇ συνήθει φιλανθρωπίᾳ χρησάμενος χαρίζεται αὐτῷ τὴν ζωὴν
5καὶ εἰς Θεσσαλονίκην τοῦτον ἐκπέμπει φρουρεῖσθαι. μετ’ οὐ πολὺ δὲ βαρβάρους μισθωσάμενος νεωτερίζειν ἤμελλεν, εἰ μὴ προγνοὺς τοῦτο ὁ πρᾳότατος Κωνσταντῖνος διὰ ξίφους τοῦτον ἀποτμηθῆναι ἐκέλευσεν· καὶ οὕτω λοιπὸν τελείας ἀπήλαυσε γαλήνης τὰ πράγματα τῆς Χριστιανῶν πολιτείας, τῇ δυνάμει τοῦ ζωοποιοῦ σταυροῦ γεγονό‐
10των ἐκποδὼν τῶν τυράννων, καὶ μόνου κρατήσαντος τοῦ θεοσυνερ‐ γήτου Κωνσταντίνου τῆς τῶν Ῥωμαίων ἀρχῆς. καταστήσαντος οὖν τοὺς ἰδίους παῖδας καίσαρας ἀπήλαυσεν εἰρήνης. ἦν δὲ ἀνὴρ τὰ πάντα λαμπρός, δι’ ἀνδρείαν ψυχῆς, δι’ ὀξύτητα νοός, δι’ εὐπαιδευ‐ σίαν λόγων, διὰ δικαιοσύνης ὀρθότητα, δι’ εὐεργεσίας ἑτοιμότητα,
15διὰ ἀξιοπρέπειαν ὄψεως, διὰ τὴν ἐν πολέμοις ἀνδρείαν καὶ εὐτυχίαν, ἐν τοῖς βαρβαρικοῖς μέγας, ἐν τοῖς ἐμφυλίοις ἀήττητος, ἐν τῇ πίστει στερρὸς καὶ ἀσάλευτος. ὅθεν καὶ κατὰ πάντων τῶν πολεμίων ὑπ‐ ηγάγετο τῇ εὐχῇ τὴν νίκην. διὸ καὶ κυριακὰ πρὸς ἐπιστροφὴν τῶν ἐθνῶν κατὰ τόπους εἰς τιμὴν τοῦ θεοῦ πεποίηκεν.
20Τῷ δ’ αὐτῷ ἔτει καὶ Μαρτῖνος ἐσφάγη τυραννήσας μῆνας τρεῖς. καὶ Λικινιανός, ὁ υἱὸς Λικινίου, καῖσαρ ἀπεδύθη ὑπὸ Κωνσταντίνου. Τῷ δ’ αὐτῷ ἔτει Ναρσῆς, ὁ υἱὸς τοῦ τῶν Περσῶν βασιλέως, κατέδραμε τὴν Μεσοποταμίαν καὶ λαμβάνει πόλιν Ἄμιδαν. τούτῳ Κωνστάντιος ὁ καῖσαρ, Κωνσταντίνου παῖς, πολεμεῖ καὶ πταίσας
25ὀλίγα τέλος οὕτω τῆς μάχης ἐκράτησεν, ὡς καὶ αὐτὸν ἀνελεῖν τὸν
Ναρσῆν.20

21

[Start of a diagram]Κόσμου ἔτη ͵εωιϛʹ. Τῆς θείας σαρκώσεως ἔτη τιϛʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. κʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κβʹ.
5Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτη κηʹ. κδʹ. Βυζαντίου ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιηʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐστάθιος ἔτη ιηʹ. ιʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει εἰκοσαετηρὶς τῆς Κωνσταντίνου τοῦ Αὐγούστου βασιλείας ἐτελέσθη. καὶ ἐγένετο ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος τῶν τιηʹ πατέρων, ὧν οἱ πολλοὶ θαυματουργοί τε καὶ ἰσάγγελοι ὑπῆρχον, τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι φέροντες ἐκ τῶν
15προλαβόντων διωγμῶν. ἐν οἷς καὶ Παφνούτιος καὶ Σπυρίδων καὶ Μακάριος καὶ ὁ Νισιβηνὸς Ἰάκωβος, θαυματουργοὶ καὶ νεκροὺς ἀνα‐ στήσαντες καὶ πολλὰ παράδοξα ποιήσαντες. τῆς δὲ ἁγίας συνόδου ἐν Νικαίᾳ τῆς Βιθυνίας γενομένης, ἐξῆρχον αὐτῆς Μακάριος ὁ Ἱεροσολύ‐ μων καὶ Ἀλέξανδρος Ἀλεξανδρείας, ὑπὲρ δὲ τοῦ Ῥώμης Βίτων καὶ
20Βικέντιος παρῆσαν. τῆς δὲ Ἀντιοχέων ἐκκλησίας χηρευούσης, ἡ σύνοδος Εὐστάθιον ἐκύρωσεν, τὸν ἐπίσκοπον Βεροίας τῆς Συρίας. Ἀλέξανδρος δέ, ὁ τοῦ Βυζαντίου, οὐ παρῆν ἐν τῇ συνόδῳ διὰ γῆρας βαθύτατον καὶ ἀσθένειαν σώματος· πρεσβύτεροι δὲ αὐτοῦ τὸν τό‐ πον ἀνεπλήρωσαν. τότε καὶ Παῦλος ὁ Νεοκαισαρείας παρῆν τῇ συνόδῳ
25καὶ ἄλλο πλῆθος ἁγίων ἀνδρῶν βίῳ καὶ λόγῳ διαπρεπόντων, περὶ ὧν μεγάλους ἐπαίνους ἐν τῷ τρίτῳ λόγῳ τῶν εἰς τὸν βασιλέα Εὐσέβιος ὁ Παμφίλου ἔγραψεν. πᾶσι δὲ τὰ πρὸς χρείαν δαψιλῶς ὁ χριστιανι‐ κώτατος βασιλεὺς ἐχορήγει. αὕτη ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος συνεργίᾳ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος Ἄρειον καθεῖλε καὶ τοὺς
30ὁμόφρονας αὐτοῦ, Εὐσέβιον τὸν Νικομηδείας καὶ Θεόγνιν τὸν Νικαίας καὶ τοὺς περὶ αὐτούς, χωρὶς Εὐσεβίου τοῦ Παμφίλου συνθεμένου τῇ φωνῇ τοῦ ὁμοουσίου πρὸς τὸ παρόν, καὶ τούτους ἐξορίαις παρ‐ έπεμψεν, συμπαρόντος αὐτοῖς καὶ τοῦ πανευφήμου βασιλέως Κων‐
σταντίνου καὶ συνεργοῦντος ἐν πᾶσι τοῖς κατὰ θεόν, ἄλλους τε ἀντ’21

22

αὐτῶν χειροτονηθῆναι ἐκέλευσε πίστεώς τε ἔκθεσιν ἔγγραφον ἐξήνεγκε τὴν κατὰ πᾶσαν ἐκκλησίαν ὀρθοδόξων νῦν ἀπαγγελλομένην. τότε Ἀρείου τοῦ δυσσεβοῦς παρόντος ἐν τῇ συνόδῳ καὶ κρινομένου, Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνις καὶ Μάρις καὶ Νάρκισσος καὶ Θεόφαντος
5καὶ Πατρόφιλος ἀντεποιοῦντο Ἀρείου, οἳ συντάξαντες πίστεως λόγον βλάσφημον ἐπέδωκαν τῇ συνόδῳ. τοῦ δὲ διαρρηχθέντος, οἱ πεποιηκότες τοῦτον ἀντιστραφέντες κατεδίκασαν Ἄρειον χωρὶς Σεκούνδου Πτολε‐ αΐδος τῆς Αἰγύπτου καὶ Θεωνᾶ τοῦ Μαρμαρικῆς, ὧν ἐκβληθέντων σὺν Ἀρείῳ καὶ ἀναθεματισθέντων, τὸ ἅγιον σύμβολον τῆς πίστεως
10ὑπηγόρευσαν ὑπογράψαντες ἅπαντες σὺν τῷ πανευσεβεῖ βασιλεῖ, καὶ εὐφήμησαν, καὶ οὕτω διελύθη ὁ σύλλογος. Τούτῳ τῷ ἔτει Κρίσπος, ὁ υἱὸς τοῦ βασιλέως, Χριστιανὸς ἐκοι‐ μήθη· καὶ τὸ Βυζάντιον ἤρξατο κτίζεσθαι. Συνέστη οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος τῇ δωδεκάτῃ
15ἰνδικτιῶνι, ἔτει εἰκοστῷ τοῦ μεγάλου Κωνσταντίνου, μηνὶ Μαίῳ κʹ. ἔγραψε δὲ ἐπιστολὴν ἐγκύκλιον ἡ σύνοδος ἐν Ἀλεξανδρείᾳ καὶ Λιβύῃ καὶ Πενταπόλει, δι’ ἧς ἐδήλωσε τὴν ἐκβολὴν Ἀρείου καὶ Σεκούνδου καὶ Θεωνᾶ· ἐσήμανε δὲ καὶ περὶ Μελετίου, ὥστε ἰδιάζειν ἐν τῇ ἰδίᾳ πόλει ἡσυχάζοντα, τοὺς δὲ ὑπ’ αὐτοῦ χειροτονηθέντας μυστικωτέρᾳ
20χειροτονίᾳ βεβαιοῦσθαι. ἔγραψε δὲ καὶ περὶ τοῦ πάσχα μηκέτι μετὰ Ἰουδαίων αὐτὸ ποιεῖν, ἀλλὰ τῷ κατὰ Ἰταλίαν τύπῳ κατὰ τὴν κυριακὴν μᾶλλον ἡμέραν ἑορτάζοντας. ὁμοίως καὶ ὁ πανευσεβὴς βασιλεὺς ἐπιστο‐ λὰς ἔγραψε πανταχοῦ τὰ αὐτὰ κελευούσας καὶ βεβαιούσας τὰ παρὰ τῆς ἁγίας συνόδου ἐκφωνηθέντα, καὶ Ἄρειον ἅμα τοῖς ὁμόφροσιν
25αὐτοῦ ἀποκηρύττων, Πορφυριανούς τε αὐτοὺς ὀνομάζεσθαι, καὶ τὰ συγγράμματα αὐτῶν κατακαίεσθαι, καὶ τοὺς μὴ τοῦτο ποιοῦντας θανατοῦσθαι· ἐξέθετο δὲ καὶ νόμον βασιλικὸν οὕτω ταῦτα γενέσθαι. τῆς δὲ ἑορτῆς ἐνστάσης κατ’ αὐτὸ τῆς εἰκοσαετηρίδος τῆς αὐτοῦ βασιλείας, πάντας τοὺς πατέρας εἰς ἑστίασιν προετρέψατο, συγκατα‐
30κλιθεὶς αὐτοῖς καὶ λαμπρῶς τιμήσας αὐτούς· Παφνουτίου δὲ καὶ τῶν ὁμοίων ὁμολογητῶν τοὺς ἐξορυχθέντας ὀφθαλμοὺς καὶ τὰ πηρω‐
θέντα μέλη ἐν τῷ διωγμῷ κατεφίλει, ἁγιασμὸν ἐξ αὐτῶν ποριζόμενος.22

23

παρῄνει δὲ πᾶσι τοῖς ἐπισκόποις εἰρήνην ἄγειν καὶ τῶν κατὰ τοῦ πλησίον λοιδοριῶν ἀπέχεσθαι. τοὺς δὲ λιβέλλους, οὓς κατ’ ἀλλήλων τινὲς ἐπιδεδώκασιν, πυρὶ κατέκαυσεν ὅρκῳ βεβαιῶν, ὡς, εἰ ἴδοι ἐπί‐ σκοπον μοιχεύοντα, τῇ πορφυρίδι σκέπειν τοῦτον προθύμως. πολλὰ
5δὲ πάσαις ταῖς ἐκκλησίαις δωρησάμενος καὶ τοῖς ἄρχουσι τῶν ἐθνῶν τιμᾷν τοὺς ἱερεῖς παρακελευσάμενος χαίροντας ἅπαντας ἐξαπέστειλεν. τοῦ δὲ βασιλέως ὑπὸ φιλοσόφων Ἑλλήνων ὀνειδισθέντος ἐν Βυζαντίῳ, ὡς οὐ πράττει καλῶς παρὰ τὰ ἔθη τῶν βασιλέων Ῥωμαίων νεωτερίζων τὴν θρησκείαν, ἔδοξε τῷ βασιλεῖ ἕνα τῶν φιλοσόφων Ἀλεξάνδρῳ
10τῷ ἐπισκόπῳ τοῦτον πρὸς τὸ διαλεχθῆναι μετ’ αὐτοῦ παραπέμψαι. ὁ δὲ Ἀλέξανδρος θεῖος μὲν ἦν ἀνήρ, λόγων δὲ ἄπειρος. εἶπε δὲ τῷ διαλεκτικῷ φιλοσόφῳ γλωσσαλγοῦντι· “ἐπιτάττω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ σιωπᾷν καὶ μὴ φθέγγεσθαι.” ἅμα δὲ τῷ λόγῳ ἐφιμώθη καὶ γέγονεν ἄλαλος. τῷ δὲ ἐπισκόπῳ Ἱεροσολύμων
15Μακαρίῳ παρόντι ἐν τῇ συνόδῳ προσέταξεν ὁ βασιλεὺς ἐπανιόντι ἐρευνῆσαι τὸν τόπον τῆς ἁγίας ἀναστάσεως καὶ τὸν τοῦ κρανίου Γολγοθὰ καὶ τὸ ζωοποιὸν ξύλον. τῷ δ’ αὐτῷ, ἔτει Ἑλένην, τὴν θεόφρονα αὐτοῦ μητέρα, ἔστεψε καὶ μονήταν ὡς βασιλίδι ἀπένειμεν. αὕτη δὲ ὀπτασίαν ἑώρακε κελεύουσαν αὐτῇ καταλαβεῖν τὰ Ἱεροσόλυμα
20καὶ τοὺς ὑπὸ ἀνόμων καταχωσθέντας θείους τόπους εἰς φῶς ἀγαγεῖν. ἡ δὲ τὸν παῖδα Κωνσταντῖνον ᾐτήσατο τὰ θεόθεν αὐτῇ κελευσθέντα πληρῶσαι. ὁ δὲ τὴν ὑπακοὴν πεποίηκεν. θείῳ δὲ νεύματι κινού‐ μενος ὁ εὐσεβὴς Κωνσταντῖνος πόλιν εἰς ἴδιον ὄνομα κτίσαι βουλη‐ θεὶς ἐν τῷ πρὸ τοῦ Ἰλίου πεδίῳ ὑπὲρ τὸν Αἴαντος τάφον, οὗ δή
25φασι τὸν ναύσταθμον ἐσχηκέναι τοὺς ἐπὶ Τροίαν στρατεύσαντας Ἕλληνας, θεὸς κατ’ ὄναρ αὐτῷ ἐκέλευσεν ἐν τῷ Βυζαντίῳ κτίσαι τὴν νῦν Κωνσταντινούπολιν· ἣν καὶ φιλοτίμως δειμάμενος οἴκοις περι‐ φανέσιν, τοὺς ἀπὸ Ῥώμης ἀξιολόγους μετῴκισεν, καὶ ἐξ ἄλλων τόπων κατὰ γένος ἐπιλεξάμενος καὶ οἴκους μεγάλους αὐτοῖς χαρισάμενος
30οἰκῆσαι τὴν πόλιν πεποίηκεν. τότε δὴ τὸν ναὸν τῆς ἁγίας Εἰρήνης
καὶ τῶν ἀποστόλων καὶ τοῦ ἁγίου Μωκίου καὶ τοῦ ἀρχαγγέλου ἐν23

24

τῷ Ἀνάπλῳ ὁ φιλόχριστος βασιλεὺς ᾠκοδόμησεν, τοὺς δὲ τῶν Ἑλλή‐ νων εἰδωλικοὺς ναοὺς καταλύεσθαι προσέταξε καὶ ἐκκλησίας οἰκο‐ δομεῖσθαι. τότε κατεσκάφη ὁ ἐν Αἰγαῖς Ἀσκληπιοῦ ναὸς καὶ ὁ ἐν Ἀφάκοις τῆς Ἀφροδίτης καὶ πολλοὶ ἕτεροι. καὶ τὰς τούτων προσ‐
5όδους ταῖς ἐκκλησίαις ἐδωρήσατο. τότε πολλὰ ἔθνη τῷ βαπτίσματι προσῆλθον τοῖς θαύμασι τοῖς γινομένοις ὑπὸ τῶν αἰχμαλώτων τῶν ἐπὶ Γαλιήνου τοῦ βασιλέως αἰχμαλωτισθέντων ἱερέων πρότερον ἐκ τῶν ἐπιδραμόντων τοῖς Ῥωμαίοις Γότθων καὶ Κελτῶν καὶ Γαλατῶν τῶν ἑσπερίων. καὶ νῦν δὲ ἐπὶ τοῦ νικητοῦ Κωνσταντίνου πλεῖστα
10τῶν ἐθνῶν ἐφωτίσθησαν τῷ Χριστῷ προσδραμόντα. Ἰνδοὶ οἱ ἐνδό‐ τεροι ἐπίστευσαν τῷ Χριστῷ, Μερωπίου φιλοσόφου Τύρου Αἰδέσιον καὶ Φρουμέντιον τοὺς μαθητὰς αὐτοῦ λαβόντος καὶ εἰσελθόντος ἐκεῖ ἱστορῆσαι τοὺς τόπους καὶ διδάξαντος αὐτοὺς τὸν λόγον τοῦ θεοῦ. πρῶτον ἐπίσκοπον Φρουμέντιον χειροτονεῖ Ἀθανάσιος ἐν αὐτοῖς.
15ὁμοίως καὶ Ἴβηρες ἐπὶ αὐτοῦ ἐπίστευσαν τὰ ὑπὸ τῆς αἰχμαλώτου γυναικὸς Χριστιανῆς ὁρῶντες γινόμενα θαύματα καὶ τὴν ἐπιπεσοῦσαν ἀχλὺν τῷ βασιλεῖ αὐτῶν κυνηγοῦντι. ταῦτα Ῥουφῖνος ἱστορεῖ παρὰ τοῦ αὐτοῦ βασιλέως τῶν Ἰβήρων Βακκουρίου ἀκηκοώς. ὁμοίως καὶ Ἀρμένιοι τελείως ἐπὶ αὐτοῦ ἐπίστευσαν, διὰ Τηριδάτου βασιλέως αὐ‐
20τῶν καὶ Γρηγορίου ἐπισκόπου αὐτῶν τὴν σωτηρίαν δεξάμενοι. τότε καὶ Δωρόθεος, ἐπίσκοπος Τύρου, ὁ ἐπὶ Διοκλητιανοῦ πολλὰ κακοπαθή‐ σας καὶ ἐξορίας καὶ βάσανα ὑπομείνας, ἤκμαζεν, πλεῖστα συγγράμ‐ ματα καταλιπὼν Ῥωμαϊκὰ καὶ Ἑλληνικά, ὡς ἀμφοτέρων γλωσσῶν ἐμπειρότατος καὶ πολυΐστωρ δι’ εὐφυΐαν γενόμενος. οὗτος ἀκριβῶς
25καὶ περὶ τῶν ἐπισκόπων τοῦ Βυζαντίου καὶ ἄλλων πολλῶν τόπων διεξῆλθεν. ὁ αὐτὸς ἐπανελθὼν ἐκ τῆς ἐξορίας καὶ ἐν τῇ συνόδῳ εὑρεθείς, καταλαβὼν τὴν ἰδίαν παροικίαν διήρκεσεν ἕως Ἰουλιανοῦ τοῦ παραβάτου. καὶ ἐπειδήπερ οὐ προφανῶς ἀλλὰ κρυπτῶς διὰ τῶν ἀρχόντων ὁ μιαρὸς ἀνὴρ εἰς τοὺς Χριστιανοὺς παροίνει, πάλιν ὁ
30μακάριος Δωρόθεος κατέλαβε τὴν Ὀδυσσόπολιν, ἔνθα καὶ συσχεθεὶς ὑπὸ τῶν ἀρχόντων Ὀυλιανοῦ καὶ πολλοὺς ὑπομείνας αἰκισμοὺς ἐν βαθυτάτῳ γήρᾳ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ταῖς βασάνοις ἐναπ‐
έθανεν ρζʹ ἐτῶν ἤδη τυγχάνων.24

25

[Start of a diagram]Κόσμου ἔτη ͵εωιζʹ. Τῆς θείας σαρκώσεως ἔτη τιζʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. καʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κγʹ.
5Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτη κηʹ. κεʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐστάθιος ἔτη ιηʹ. ιαʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Ἰουδαῖοί τε καὶ Πέρσαι τὸν χριστιανισμὸν ὁρῶντες ἀκμάζοντα κατὰ τὴν Περσίδα διαβάλλουσι Σαβώρῃ, βα‐ σιλεῖ Περσῶν, Συμεῶνα, τὸν ἀρχιεπίσκοπον Κτησιφῶντος, καὶ τὸν Σελευκείας, ὡς φίλους τοῦ βασιλέως Ῥωμαίων καὶ μηνυτὰς τῶν Περσι‐
15κῶν πραγμάτων· ὥστε διωγμοῦ μεγάλου ἐν Περσίδι κινηθέντος πλεῖστοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεκοσμήθησαν, ἐν οἷς καὶ Οὐσθαξάδης, παιδαγωγὸς Σαβώρου, καὶ Συμεὼν ὁ ἀρχιεπίσκοπος καὶ πρὸς ἄλλοις πολλοῖς ἑκατὸν κληρικοὶ καὶ ἐπίσκοποι ἐν ἡμέρᾳ μιᾷ ἐμαρτύρησαν καὶ πολλὰ πλήθη ἀναρίθμητα. ἐκ δὲ τῶν πολλῶν τοὺς ἐπισήμους
20ιηʹ χιλιάδας ἠρίθμησαν μαρτύρων βασάνοις φρικώδεσι καὶ ξέναις τῆς φύσεως τελειωθέντας ὑπὸ Σαβώρου τοῦ ἀθεωτάτου. τότε καὶ Ἀκεψι‐ μᾶς ἐπίσκοπος καὶ Ἀειθαλᾶς πρεσβύτερος καὶ Τερβουλία, ἡ ἀδελφὴ Συμεὼν τοῦ ἀρχιεπισκόπου, σὺν ἑτέραις πλείσταις ἐμαρτύρησαν. Κωνσταντῖνος δέ, ὁ θειότατος βασιλεύς, Σαβώρῃ διὰ γραμμάτων
25παρῄνει φείσασθαι Χριστιανῶν αἰτῶν καὶ παύσασθαι τῆς τοσαύτης ὠμότητος· ἥ τις ἐπιστολὴ θαυμασίως συντέτακται καὶ θειότατα· ἀλλ’ οὐκ ἔπεισεν. Τῷ δ’ αὐτῷ ἔτει Ἑλένην τὴν μακαρίαν μετὰ χρημάτων καὶ στρατευμάτων ἀπέστειλεν εἰς τὰ Ἱεροσόλυμα ὁ θεῖος Κωνσταντῖνος
30πρὸς τὸ ἀναζητῆσαι τὸν ζωοποιὸν τοῦ κυρίου σταυρόν. Μακάριος δέ, ὁ πατριάρχης Ἱεροσολύμων, συναντήσας τῇ βασιλίδι μετὰ τῆς δεούσης τιμῆς τὴν ζήτησιν τοῦ ποθουμένου ζωοποιοῦ ξύλου ἐποιεῖτο
σὺν αὐτῇ μεθ’ ἡσυχίας καὶ προσευχῶν σπουδαίων καὶ νηστείας.25

26

τούτων δὲ γενομένων, ἐφάνη συντόμως θεόθεν ὁ τόπος τῷ αὐτῷ Μακαρίῳ δειχθείς, ἐν ᾧ ἵδρυτο τῆς ἀκαθάρτου δαίμονος Ἀφροδίτης ὁ ναὸς καὶ τὸ ἄγαλμα· ὃν τῇ βασιλικῇ αὐθεντίᾳ χρωμένη συντόμως καθεῖλεν ἡ θεόστεπτος Ἑλένη διὰ πλήθους τεχνιτῶν ἐκ βάθρων κατα‐
5σκάψασα καὶ τὸν χοῦν ἀπορρίψασα, ὑπὸ Ἀδριανοῦ Αἰλίου πάλαι κτι‐ σθέντα πολυτελῶς. αὐτίκα δὲ τὸ ἅγιον μνῆμα καὶ ὁ τόπος τοῦ κρανίου ἀνεδείχθησαν, καὶ πρὸς ἀνατολὴν σύνεγγυς τούτων τρεῖς σταυροὶ κεχωσμένοι· ἐρευνήσαντες δὲ εὗρον καὶ τοὺς ἥλους. ἀμη‐ χανούντων· δὲ πάντων, ποῖος ἄρα εἴη ὁ δεσποτικὸς σταυρός, καὶ
10σφόδρα τῆς μακαρίας Ἑλένης λυπουμένης, ὁ Μακάριος φερώνυμος ἐπίσκοπος διὰ πίστεως ἔλυσε τὸ ζητούμενον. ἀπεγνωσμένῃ γάρ τινι γυναικὶ τῶν ἐμφανῶν καὶ σχεδὸν τεθνηκυίᾳ προσαγαγὼν ἑκάτερον τῶν σταυρῶν τὸν δεσποτικὸν διέγνω. μόνον γὰρ ἤγγισε τῇ ἀσθενούσῃ ἡ σκιὰ αὐτοῦ, καὶ εὐθὺς ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παρα‐
15χρῆμα ἀνεπήδησε δοξάζουσα τὸν θεὸν μεγάλῃ φωνῇ. ἡ δὲ πανευσεβὴς Ἑλένη μετὰ φόβου καὶ πολλῆς χαρᾶς ἀνελομένη τὸ ζωοποιὸν ξύλον μέρος μὲν αὐτοῦ σὺν τοῖς ἥλοις ἤγαγε πρὸς τὸν παῖδα, τὸ δὲ λοιπὸν εἰς ἀργυροῦν καταθεμένη γλωσσόκομον παρέδωκε τῷ ἐπισκόπῳ Μακα‐ ρίῳ εἰς μνημόσυνον ταῖς μετέπειτα γενεαῖς. τότε δὲ καὶ ἐκκλησίας
20ἐκέλευσε κτισθῆναι ἔν τε τῷ ἁγίῳ μνήματι καὶ ἐν τῷ κρανίῳ καὶ ἐπ’ ὀνόματι τοῦ ἑαυτῆς υἱοῦ, ἔνθα εὑρέθη τὸ ζωοποιὸν ξύλον, καὶ ἐν Βηθλεὲμ καὶ ἐν τῷ ὄρει τῶν ἐλαιῶν· καὶ οὕτως ἐπανῆλθε πρὸς τὸν πανεύφημον Κωνσταντῖνον ὁ δὲ δεξάμενος αὐτὴν μετὰ χαρᾶς τὴν μὲν τοῦ ζωοποιοῦ ξύλου μοῖραν ἐν χρυσῇ θήκῃ παρέθετο, παρα‐
25δοὺς τῷ ἐπισκόπῳ εἰς τήρησιν· τῶν δὲ ἥλων τοὺς μὲν εἰς τὴν ἑαυτοῦ περικεφαλαίαν ἐχάλκευσεν, τοὺς δὲ ἀνέμιξε τῷ σαλιβαρίῳ τοῦ ἵππου αὐτοῦ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι.” ὁ δὲ αὐτὸς πανεύφημος Κωνσταντῖνος ἔγραψε
30τῷ φερωνύμῳ Μακαρίῳ ἐπισπεύδειν τὴν οἰκοδομήν, καὶ ἄρχοντα τοῦ ἔργου ἀπέστειλε μετὰ δαψιλείας χρημάτων, κελεύσας οὕτω κτισθῆναι
τοὺς ἁγίους τόπους, ὡς μὴ εἶναι τοιαύτην καλλονὴν ἐν ὅλῃ τῇ οἰκου‐26

27

μένῃ, γράψας καὶ τοῖς ἡγεμόσι τῆς ἐπαρχίας συνδραμεῖν τοῖς ἔργοις σπουδαίως ἐκ τοῦ δημοσίου λόγου. ἦν δὲ ὁ βασιλεὺς φαιδρῶς ἑορτάζων καὶ εὐχαριστῶν τῷ θεῷ τῷ ποιήσαντι τοιαῦτα ἀγαθὰ ἐν τοῖς χρόνοις αὐτοῦ.
5Τῷ δ’ αὐτῷ ἔτει καὶ ὁ φερώνυμος Μακάριος, ὁ πατριάρχης Ἱεροσολύμων, ἐκοιμήθη ἐν εἰρήνῃ, καὶ διεδέξατο τὸν θρόνον αὐτοῦ Μάξιμος, πρᾷος ἀνὴρ καὶ ἐπίσημος, πολλὰς βασάνους ὑπο‐ στὰς διὰ τὸν θεὸν ἐν τῷ διωγμῷ καὶ τὸν δεξιὸν ὀφθαλμὸν ἀπο‐ λέσας.
10Κατ’ αὐτὸν τὸν καιρὸν καὶ ἡ μακαρία Ἑλένη ἐκοιμήθη ἐν κυρίῳ ἐτῶν πʹ πολλὰ ἐντειλαμένη τῷ υἱῷ περὶ τῆς εἰς Χριστὸν εὐσε‐ βείας. ἐτάφη δὲ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν Κωνσταντινου‐ πόλει, ὃν ἔκτισεν ὁ υἱὸς αὐτῆς Κωνσταντῖνος εἰς τὸ θάπτεσθαι τοὺς τελευτῶντας βασιλεῖς Χριστιανούς. πρώτη δὲ ἐτάφη ἐν αὐτῷ ἡ μακα‐
15ρία Ἑλένη, μνήμαις φαιδραῖς καὶ παννυχίσι τιμηθεῖσα. αἱ δὲ ἐν Ἱεροσολύμοις ἱεραὶ παρθένοι, ἃς ἑστιῶσα δι’ ἑαυτῆς, ὡς θεράπαινα, ταῖς τραπέζαις διηκόνει ἡ θεόφρων Ἑλένη, διὰ παντὸς θείαις μνή‐ μαις αὐτὴν ἐμακάριζον. Εὐσεβίῳ δὲ τῷ Παμφίλου βίβλους ἱερὰς κατασκευάσαι ὁ βασιλεὺς προσέταξε λόγῳ τῶν ἐκκλησιῶν Κωνσταντινου‐
20πόλεως παρασχὼν αὐτῷ καὶ δημόσια χρήματα. [Start of a diagram]Κόσμου ἔτη ͵εωιηʹ. Τῆς θείας σαρκώσεως ἔτη τιή. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. κβʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κδʹ.
25Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτη κηʹ. κϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κ. ιβʹ Ἀλεξανδρείας ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. κʹ. Ἀντιοχείας ἐπίσκ. κγʹ Εὐστάθιος ἔτη ιηʹ. ιβʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει Κωνσταντῖνος νικητὴς εὐσεβέστατος κατὰ Γερμανῶν
καὶ Σαρματῶν καὶ Γότθων στρατεύσας νίκην ἤρατο κραταιὰν διὰ τῆς27

28

τοῦ σταυροῦ δυνάμεως, καὶ τούτους ἐρημώσας εἰς ἐσχάτην αὐτοὺς κατήγαγε δουλείαν. Τῷ δ’ αὐτῷ ἔτει καὶ Δρεπάναν ἐπικτίσας εἰς τιμὴν Λουκιανοῦ τοῦ ἐκεῖσε μάρτυρος ὁμώνυμον τῇ μητρὶ αὐτοῦ Ἑλενόπολιν κέκληκεν.
5τῷ συμβόλῳ τῆς ἐκτεθείσης ἐν Νικαίᾳ ὑπὸ τῶν πατέρων πίστεως πᾶσαν ὀρθοδοξίαν Εὐσέβιος ὁ Παμφίλου μαρτυρεῖ γράφων τοῖς ἑαυτοῦ πολίταις καὶ ἑρμηνεύων τὰ ῥήματα πρὸς τὴν διάνοιαν. Ἀθανάσιος δὲ ἐν τῇ πρὸς Ἄφρους ἐπιστολῇ μαρτυρεῖ τῷ Παμφίλου ὡς δεξαμένῳ τὴν φωνὴν τοῦ ὁμοουσίου. ὁ δὲ Θεοδώρητός φησιν ὅτι Εὐσέβιος
10ὁ Παμφίλου σύμφρων τῶν Ἀρειανῶν ὑπῆρχεν, Εὐσεβίου τοῦ Νικομη‐ δείας καὶ τῶν σὺν αὐτῷ, ὅθεν καὶ τῇ καθαιρέσει τοῦ θείου Εὐστα‐ θίου Ἀντιοχείας συνέδραμεν, μεθ’ ὧν καὶ τὸν βασιλέα πείσας δικαίως αὐτὸν καθαιρεῖσθαι ἐν τῷ Ἰλλυρικῷ παρεσκεύασεν αὐτὸν ἐξορι‐ σθῆναι.
15
κγʹ. κεʹ. κζʹ. ηʹ. ιγʹ. καʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐν Ἀντιοχείᾳ τὸ ὀκτάγωνον κυριακὸν ἤρξατο οἰκοδομεῖσθαι.
κδʹ. κϛʹ. κηʹ. θʹ. ιδʹ. κβʹ. ιδʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ εὐσεβὴς τὸν Δανοῦβιν περά‐
20σας γέφυραν ἐν αὐτῷ λιθίνην πεποίηκε καὶ τοὺς Σκύθας ὑπέταξεν. Ῥώμης ἐπίσκοπος λβʹ Μάρκος ἔτη βʹ.
κεʹ. κζʹ. αʹ. ιʹ. ιεʹ. κγʹ. ιεʹ.
Τούτῳ τῷ ἔτει κτίζων Κωνσταντῖνος ὁ εὐσεβὴς τὴν Κωνσταν‐ τινούπολιν Ῥώμην νέαν χρηματίζειν ταύτην ἐθέσπισε καὶ σύγκλητον
25ἔχειν ἐκέλευσεν, στήσας καὶ πορφυροῦν κίονα καὶ ἐπάνω αὐτοῦ ἀνδριάντα ἑαυτοῦ ἀπὸ τοῦ τόπου, οὗ ἤρξατο οἰκοδομεῖν τὴν πόλιν, ἐπὶ τὸ δυτικὸν μέρος τῆς ἐπὶ Ῥώμην ἐξιούσης πύλης, κοσμήσας τὴν πόλιν καὶ κομίσας ἐν αὐτῇ ἀπὸ πάσης ἐπαρχίας καὶ πόλεως, εἴ τι ἔργον ἦν εὐκοσμίας καὶ ἀνδριάντων καὶ χαλκοῦ καὶ μαρμάρου.
30Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ.
κϛʹ. κηʹ. βʹ. ιαʹ. ιϛʹ. αʹ. ιϛʹ.
Τούτῳ τῷ ἔτει ἐπέτεινε Κωνσταντῖνος ὁ εὐσεβὴς τὴν κατὰ τῶν εἰδώλων καὶ τῶν ναῶν αὐτῶν κατάλυσιν, καὶ κατὰ τόπους ἠφανί‐
ζοντο· καὶ αἱ πρόσοδοι αὐτῶν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ἀπεδίδοντο.28

29

[Start of a diagram]Κόσμου ἔτη ͵εωκγʹ. Τῆς θείας σαρκώσεως ἔτη τκγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. κζʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κθʹ.
5Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐστάθιος ἔτη ιηʹ. ιζʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει ἡ ἐν Νικομηδείᾳ βασιλικὴ πυρὶ θείῳ κατεφλέχθη.
κηʹ. λʹ. βʹ. ιγʹ. ιηʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει, μελλούσης τῆς ἑβδόμης ἰνδικτιῶνος ἐπιλαμβά‐ νεσθαι, λιμὸς ἐγένετο ἐν τῇ ἀνατολῇ ἐπικρατήσας σφοδρότερον, ὥστε
15κώμας κατὰ τὸ αὐτὸ ἐν ὄχλῳ πολλῷ συναγομένας ἐπὶ τῆς χώρας Ἀντιοχέων καὶ τῆς Κύρου ἐπέρχεσθαι κατ’ ἀλλήλων καὶ ἁρπάζειν μὲν ὡς ἐν νυκτὶ ταῖς ἐφόδοις, ἔσχατον δὲ ἐν ἡμέρᾳ ἐπεισιέναι εἰς τοὺς σιτοβολῶνας καὶ ἐν ταῖς ἀποθήκαις καὶ πάντα πραιδεύοντας ἁρπάζειν καὶ ἀναχωρεῖν, γενέσθαι δὲ τὸν μόδιον τοῦ σίτου υʹ ἀργυ‐
20ρίων. ὁ δὲ μέγας Κωνσταντῖνος σιτομέτριον ταῖς ἐκκλησίαις κατὰ πόλιν ἐχαρίσατο εἰς διατροφὴν διηνεκῶς χήραις καὶ ξενοδοχείοις πένησί τε καὶ τοῖς κληρικοῖς. ἡ δὲ ἐν Ἀντιοχείᾳ ἐκκλησία ἐλάμβανε σίτου μοδίους τρισμυρίους ἑξακισχιλίους. Τῷ δ’ αὐτῷ ἔτει, σεισμοῦ λαβροτάτου γενομένου ἐν Κύπρῳ,
25Σαλαμίνα πόλις κατέπεσε καὶ ἱκανὴν πληθὺν διέφθειρεν. Ἀντιοχείας ἐπίσκοπος Εὐλάλιος ἔτη γʹ.
κθʹ. λαʹ. γʹ. ιδʹ. ιθʹ. δ. αʹ.
Τούτῳ τῷ ἔτει Δαλμάτιος καῖσαρ ἀνηγορεύθη. Καλόκαιρος δὲ ἐν Κύπρῳ τῇ νήσῳ τυραννήσας οὐκ ἀντέσχε τῇ Ῥωμαίων προσ‐
30βολῇ· καὶ ἡττηθεὶς ἅμα τοῖς αἰτίοις ἀνῃρέθη ἐν Ταρσῷ τῆς Κιλικίας καυθεὶς ζῶν ὑπὸ Δαλματίου καίσαρος. Τῷ δ’ αὐτῷ ἔτει καὶ Ἄρειος ἐκ τῆς ἐξορίας ἀνακληθεὶς δι’ ἐπιπλάστου δῆθεν μετανοίας καὶ εἰς Ἀλεξάνδρειαν πεμφθεὶς οὐκ ἐδέχθη ὑπὸ Ἀθανασίου.
35
λʹ. λβʹ. δʹ. ιεʹ. κʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει Κωνσταντίνου τοῦ εὐσεβεστάτου καὶ νικη‐
τοῦ ἤχθη τριακονταετηρὶς πάνυ φιλοτίμως. καὶ ἐφάνη ἀστὴρ29

30

ἐν Ἀντιοχείᾳ ἐν ἡμέρᾳ ἐν τῷ οὐρανῷ κατὰ τὸ ἀνατολικὸν μέρος καπνίζων σφόδρα ὡς ἀπὸ καμίνου, ἀπὸ ὥρας τρίτης ἕως ὥρας πέμπτης. ὁ δὲ Ἄρειος σὺν τῷ Νικομηδείας Εὐσεβίῳ καὶ τοῖς ὁμόφροσιν αὐτοῦ διανέστησαν μεθ’ ὅρκων λιβέλλους ὀρθοδοξίας ἐπιδεδωκότες τῷ βασιλεῖ
5διψῶντι τὴν τῶν διῃρημένων ἕνωσιν· καὶ ἔπεισαν αὐτὸν ὅτι ὁμο‐ φρονοῦσι τοῖς ἐν Νικαίᾳ πατράσιν, ψευδόμενοι. τούτοις παραπεισθεὶς ὁ βασιλεὺς ἠγανάκτησε κατὰ Ἀθανασίου, ἐφ’ οἷς Ἄρειον καὶ Εὐζώϊον οὐκ ἐδέξατο τοὺς ὑπὸ Ἀλεξάνδρου καθαιρεθέντας, διακόνου ὄντος τότε Εὐζωΐου. εὑρὼν δὲ ἀφορμὴν ὁ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ
10ἠγωνίζοντο κατὰ Ἀθανασίου ὡς προμάχου τῆς ὀρθῆς πίστεως. [Start of a diagram]Κόσμου ἔτη ͵εωκζʹ. Τῆς θείας σαρκώσεως ἔτη τκζʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. λαʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. λγʹ.
15Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Μάξιμος ἔτη ϛʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐλάλιος ἔτη γʹ. γʹ.[End of a diagram]
21Τούτῳ τῷ ἔτει τὴν ἀγανάκτησιν τοῦ βασιλέως τὴν κατὰ Ἀθανα‐ σίου γενομένην διὰ τὸ μὴ δέξασθαι Ἄρειον καὶ Εὐζώϊον μετὰ τὴν ἐπίπλαστον δῆθεν ἐπιστροφὴν οἱ περὶ τὸν Νικομηδείας Εὐσέβιον ἅμα τοῖς Μελιτιανοῖς ὄργανον κακίας εὑρόντες τὰ κατὰ Ἀθανασίου
25συνεσκεύαζον. καὶ πρῶτον μὲν τὴν χειροτονίαν αὐτοῦ διέβαλλον, καίπερ Ἀπολιναρίου τοῦ Σύρου μεγάλα περὶ τῆς Ἀθανασίου χειρο‐ τονίας μαρτυροῦντος· δεύτερον δὲ περὶ τῆς λινῆς ἐσθῆτος, ἣν οἱ ἐχθροὶ ἐπιθεῖναι τὸν ἅγιον ἐσυκοφάντουν· τρίτον περὶ Φιλουμένου, ᾧ χρυσίον πολὺ πέμψαι ἔλεγον ψευδόμενοι εἰς ἐπιβουλὴν τοῦ βασι‐
30λέως. μετακαλεσάμενος δὲ ὁ βασιλεὺς Ἀθανάσιον καὶ πάντα ψευδῆ εὑρὼν μετὰ γραμμάτων καὶ τιμῆς πολλῆς εἰς Ἀλεξάνδρειαν τοῦτον ἀπέστειλεν. τῷ δ’ αὐτῷ ἔτει καὶ ἡ κατὰ Ἰσχύραν ἐπιβουλὴ Ἀθα‐ νασίου ἐτυρεύθη ἐν τῷ Μαρεώτῃ. οὗτος ὁ Ἰσχύρας ἱερέα ἑαυτὸν
σχηματίσας περιῄει ἱερουργῶν· ὅπερ μαθὼν Ἀθανάσιος τοῦτον ἐκώλυσε30

31

τοῦ τολμήματος διὰ Μακαρίου πρεσβυτέρου. ὁ δὲ φυγὼν ἦλθε πρὸς Εὐσέβιον τὸν Νικομηδείας, κατηγορῶν Ἀθανασίου ὡς ἱερὰ σκεύη τῷ καιρῷ τῆς μυσταγωγίας ἐκ τοῦ θυσιαστηρίου κατεάξαντος καὶ ἱερὰς βίβλους διὰ Μακαρίου καύσαντος· Ἀρσενίου τε τὴν περιβόητον
5χεῖρα κατεψεύσαντο πρὸς μαγείας ταύτῃ κεχρῆσθαι τὸν ἅγιον οὕτως ἀναιδῶς διαβάλλοντες. γνοὺς δὲ ὁ βασιλεὺς τὰς κατὰ Ἀθανασίου διαβολὰς Δαλματίῳ πρῶτον τῷ ἰδίῳ ἀνεψιῷ ἐπιτρέπει τὴν ζήτησιν εἰς Ἀντιόχειαν ὄντι. ὕστερον δὲ μεταφέρει τὴν δίκην εἰς Καισάρειαν, ἣν ὑπερθέμενος Ἀθανάσιος διὰ τὸν Παμφίλου Εὐσέβιον ἐν Τύρῳ
10κρίνεται ὑπὸ τῶν ἀντιδίκων τῆς ἀληθείας, Εὐσεβίου, φημί, τοῦ Νικομη‐ δείας ἀπατήσαντος τὸν βασιλέα ἐπιθυμίᾳ δῆθεν τῶν οἰκοδομηθέντων ἁγίων τόπων καὶ τοῦ εὑρεθῆναι εἰς τὸν ἐγκαινισμὸν αὐτῶν. ὃν καὶ μετὰ μεγάλης τιμῆς ἀπέλυσε κελεύσας λυθῆναι τὰς κατὰ Ἀθανασίου διαβολάς, καὶ οὕτω σὺν Ἀθανασίῳ εἰς τὴν ἑορτὴν τῶν ἐγκαινίων
15γενέσθαι. συνελθόντων οὖν αὐτῶν ἐν Τύρῳ, εὑρέθη καὶ Μάξιμος ὁ Ἱεροσολύμων ἀγνοῶν τὰς κατὰ Ἀθανασίου συσκευάς. εἰσελθὼν δὲ Ἀθανάσιος εἰς τὸ συνέδριον τῶν κακοφρόνων ἀράχνης δίκην τὰς συκοφαντίας τῶν κατηγόρων διέσπασεν, ὥστε αὐτούς, ἐφ’ οἷς ὤφθησαν ψευδόμενοι, μανέντας συγχεῖν ἅπαντα καὶ βοᾷν· “ἄρατε τὸν γοητείᾳ
20πάντας φιμώσαντα.” Δαλμάτιος δὲ ὁ καῖσαρ καὶ ἀνεψιὸς τοῦ βασιλέως μετὰ στρατιωτικῆς χειρὸς μόλις Ἀθανάσιον περιέσωσεν ἀναιρεῖσθαι ὑπ’ αὐτῶν μέλλοντα. τότε καὶ Ἀρσένιος κατὰ θεοῦ πρόνοιαν ἐν Τύρῳ παρεγένετο, καὶ τοῦ κατ’ αὐτὸν πλάσματος διελεγχθέντος, ἐπὶ τὴν κατὰ Ἰσχύραν συκοφαντίαν οἱ ἐχθροὶ ἐτρέποντο. Ἀθανάσιος δὲ
25διὰ τὰς ἀφορήτους κατ’ αὐτοῦ ἐπιβουλὰς ὑπεχώρησε τῆς Τύρου. πρᾶξιν δὲ κατὰ μονομέρειαν συστησάμενοι οἱ Ἀρειανόφρονες καθαιροῦσιν ἀπόντα τὸν Ἀθανάσιον, ἀρείῳ δὲ καὶ Εὐζωΐῳ συγκοινωνήσαντες εἰς Ἀλεξάνδρειαν τούτους ἐξέπεμψαν· καὶ οὕτως ἀνῆλθον ᾑμαγμέναις χερσὶν εἰς τὰ ἐγκαίνια. πάντων δὲ τῶν κακῶν ἦν ἀρχηγὸς ὁ Νικομηδείας
30Εὐσέβιος. λόγος δὲ ἀληθὴς κρατεῖ, ὅτι ὁ μέγας Ἀθανάσιος φυγὼν ἐκ Τύρου ἀνῆλθεν εἰς Ἱεροσόλυμα, καὶ ποιήσας εὐχὰς καὶ τῷ ἁγίῳ
χρίσας μύρῳ καὶ ἁγιάσας τοὺς εὐκτηρίους οἴκους πρὸ τῆς τῶν δυσσε‐31

32

βῶν παρουσίας οὗτος κατέλαβε τὸν βασιλέα καὶ πάντα καθ’ ἑαυτὸν ἐξ‐ ηγήσατο. ὁ δὲ πανεύφημος Κωνσταντῖνος θαυμάσας τὴν τῶν ἀντιδίκων αὐτοῦ πονηρίαν, τιμῆς μεγίστης ἀξιώσας αὐτὸν μετὰ γραμμάτων ἀπέλυσεν εἰς Ἀλεξάνδρειαν. μετὰ δὲ τὴν ἐκ τῶν ἐγκαινίων ἐπάνοδον ὁ πάσης
5εὐσεβείας ἀλλότριος Νικομηδείας Εὐσέβιος καὶ Θεόγνις καὶ Οὐρσάκιος καὶ Πατρόφιλος καταλαβόντες τὸ Βυζάντιον καὶ τὰς πρώτας κατὰ Ἀθανασίου διαβολὰς σιωπήσαντες μάρτυρας ψευδεῖς προεβάλοντο τέσσαρας ἐπισκόπων χειροτονίας ἔχοντας, οἵ τινες μεθ’ ὅρκου εἰπεῖν ἐτόλμησαν, ὅτι ἤκουσαν Ἀθανασίου ἀπειλοῦντος κωλύειν τὴν σιτοπομ‐
10πίαν τὴν ἐρχομένην ἐξ Αἰγύπτου εἰς τὸ Βυζάντιον. ὅθεν καὶ κινή‐ σαντες εἰς ὀργὴν τὸν φιλόχριστον βασιλέα παρεσκεύασαν ἐξορίσαι τὸν μέγαν Ἀθανάσιον εἰς Τρίβεριν τῆς Γαλλίας. Ἀθανασίου δὲ ἐξορισθέντος, Ἄρειος πάλιν ἐτάραττε τὴν Αἴγυπτον. γνοὺς δὲ ὁ βασιλεύς, μεταπεμψάμενος αὐτὸν ἠρώτα, εἰ τοῖς ἐν Νικαίᾳ δόγμασι
15συντίθεται περὶ τοῦ ὁμοουσίου· τοῦ δὲ μεθ’ ὅρκου εἰπόντος συντί‐ θεσθαι, δόλον τε καὶ νῦν, ὡς ἀεί, ἐργασαμένου· (δύο γὰρ χάρτας συντέθεικεν, ἕνα μὲν ὑπὲρ τοῦ ὁμοουσίου, θάτερον δὲ κατ’ αὐτοῦ· ὃν καὶ δι’ ἑαυτοῦ ἔγραψεν, τὸν πρῶτον δι’ ἑτέρου γράψας·) πείθει τοίνυν τὸν βασιλέα ὀμόσας οὕτω πιστεύειν κελεῦσαι δεχθῆναι αὐτοῦ·
20ἐν τῇ καθολικῇ ἐκκλησίᾳ. ὅπερ μαθὼν ὁ θεῖος Ἀλέξανδρος τῷ θεῷ προσέκλαυσεν εἰς τὴν καλουμένην Εἰρήνην ἐκκλησίαν· καὶ λόγου θᾶττον ἡ θεία δίκη μετῆλθε τὸν Ἄρειον ἐν τόποις ἀξίοις τῶν τῆς γλώσσης ἀμαρευμάτων ἐκκόψασα τοῦ ζῇν ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι, τῶν σπλάγχνων αὐτῷ κατενεχθέντων ἐν ἀφόδοις, καθ’ ἣν ὥραν
25ἔμελλε τῶν ἱερῶν ἀναξίως ἐπιβαίνειν περιβόλων. ταῦτα τῷ τριακοστῷ πρώτῳ ἔτει γέγονε τοῦ μεγάλου Κωνσταντίνου, τοῦ θείου Ἀλεξάνδρου ἐπισκοποῦντος τὴν Κωνσταντινούπολιν, καὶ οὐχ ὥς φησιν Εὐσέβιος μόνος, ὅτι ὁ Νικομηδείας Εὐσέβιος, ὅτε εἰς τὰ ἐγκαίνια τὰ κατὰ Ἀθανασίου ἐσκεύαζεν, τὸν Κωνσταντινουπόλεως θρόνον ἐπεῖχεν. τοῦτο
30γὰρ καὶ ἐκ τῆς τῶν χρόνων ὁμάδος δείκνυται ψεῦδος, ἐπείπερ Κων‐ σταντῖνος τὰ ὅλα ἔτη λβʹ ἐβασίλευσεν. ὃς μετὰ τὴν πρώτην δεκα‐ ετηρίδα, τῷ δεκάτῳ τρίτῳ αὐτοῦ ἔτει, καταλαβὼν τὸ Βυζάντιον Μητρο‐ φάνην τὸν πρὸ Ἀλεξάνδρου εὗρεν ἐπισκοποῦντα, εἶτα Ἀλέξανδρος
ἔτη τρία καὶ εἴκοσιν ἐπισκόπησεν· ὡς εἶναι ἀπὸ τῆς ἀρχῆς τῆς βασι‐32

33

λείας τοῦ μεγάλου Κωνσταντίνου ἕως κοιμήσεως Ἀλεξάνδρου ἔτη λζʹ, ἅπερ Κωνσταντῖνος οὐκ ἔφθασεν· καὶ οὕτω μὲν ἐκ τῆς χρονικῆς ὁμάδος δείκνυται μὴ ἄρξαι τὸν Εὐσέβιον ἐπὶ Κωνσταντίνου τοῦ θρόνου Κωνσταντινουπόλεως. δείκνυται δὲ καὶ ἐκ τῶν εἰρημένων
5ἀνωτέρω περὶ Ἀρείου καὶ Ἀθανασίου. ἥ τε γὰρ Ἀθανασίου ἐξορία καὶ ἡ Ἀρείου κατάλυσις μετὰ τὸ τριακοστὸν ἔτος Κωνσταντίνου γέγονε καὶ μετὰ τὰ ἐγκαίνια Ἱεροσολύμων· ὁ δὲ μέγας Ἀλέξανδρος ἔτι περιῆν. Ἀντιοχείας ἐπίσκοπος κεʹ Εὐφρόνιος ἔτη ηʹ.
10
λβʹ. λδʹ. ϛʹ. ιζʹ. βʹ. ζʹ. αʹ.
Τούτῳ τῷ ἔτει Εὐστάθιος, πρεσβύτερος Κωνσταντινουπόλεως, ἀποστολικὸν βίον ἐπανῃρημένος καὶ εἰς ἄκρον ἀρετῆς ἐληλακώς, διαπρέπων ἐγνωρίζετο, καὶ Ζηνόβιος ἀρχιτέκτων, ὁ τὸ Μαρτύριον ἐν Ἱεροσολύμοις οἰκοδομήσας τῇ Κωνσταντίνου ἐπιταγῇ.
15Τῷ δ’ αὐτῷ ἔτει πολλοὶ τῶν ἐν Πέρσαις Ἀσσυρίων ἐν Μεσοπο‐ ταμίᾳ ὑπὸ Σαρακηνῶν ἐπιπράσκοντο, Πέρσαι δὲ ἐδήλωσαν πόλεμον πρὸς Ῥωμαίους· καὶ ἐπιβὰς Κωνσταντῖνος ὁ εὐσεβὴς τῇ Νικομηδέων πόλει κατὰ Περσῶν παραταξάμενος, ἀσθενήσας ἐκοιμήθη ἐν εἰρήνῃ, ὥς τινές φασιν Ἀρειανόφρονες τότε καταξιωθεὶς τοῦ ἁγίου βαπτίσματος
20ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας μετατεθέντος ἐν Κωνσταντινουπόλει· ὅπερ ψευδές ἐστιν, ὡς ἀποδέδεικται· ἐν γὰρ Ῥώμῃ ὑπὸ Σιλβέστρου ἐβαπτίσθη, ὡς προαπεδείξαμεν. ἔζησε δὲ τὰ ὅλα τῆς ζωῆς αὐτοῦ ἔτη ξεʹ, βασιλεύσας ἔτη λαʹ καὶ μῆνας ιʹ. γράψας δὲ διαθήκας τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὴν βασιλείαν κατέλιπεν, Κωνσταντίνῳ, Κών‐
25στᾳ καὶ Κωνσταντίῳ, εὐσεβῶς καὶ πρᾴως τῇ ἀρχῇ χρησάμενος, πρῶτος βασιλεὺς Χριστιανῶν θεοῦ προνοίᾳ χρηματίσας πολλῶν βαρ‐ βάρων ἐκράτησεν ἀπὸ Βρεττανίας ἕως Περσικῆς καὶ τῶν ὁμοφύλων τυράννων, τῷ σημείῳ τοῦ ζωοποιοῦ σταυροῦ τοὺς ἐχθροὺς ὀλέσκων. τὰς δὲ διαθήκας αὐτοῦ Ἀρειανῷ τινι πρεσβυτέρῳ ὑπὸ Κωνσταντίας,
30τῆς ἀδελφῆς αὐτοῦ, κακοφρόνως παρεισαχθέντι παρέθετο, ἐντειλάμενος μηδενὶ ταύτας παρασχεῖν πλὴν Κωνσταντίῳ, τῷ τῆς ἑῴας βασιλεῖ· ἐκέλευσε δὲ Ἀθανάσιον τῆς ἐξορίας ἐπανελθεῖν. Κωνστάντιος δὲ κατα‐
λαβὼν ἐκ τῆς ἑῴας τὸ τοῦ πατρὸς σῶμα ἐν τοῖς ἀποστόλοις κατέθετο.33

34

ὁ δὲ ἀνόσιος Ἀρειανὸς πρεσβύτερος ἐπιδοὺς Κωνσταντίῳ τὰς διαθήκας πολλῆς ἔτυχε παρρησίας ἐν τοῖς βασιλείοις καὶ αὐτὴν τὴν βασιλίδα ἀρειανίζειν ἔπεισε συνεργὸν ἔχων Εὐσέβιον, τὸν τῶν εὐνούχων πρῶτον, καὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ τοὺς ὁμόφρονας αὐτῶν
5Ἀρειανούς. [Start of a diagram]Κόσμου ἔτη ͵εωκθʹ. Τῆς θείας σαρκώσεως ἔτη τκθʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. λεʹ.
10Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιηʹ. Ἱεροσολύμων ἐπίσκοπος Μάξιμος ἔτη ϛʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφρόνιος ἔτη ηʹ. βʹ.[End of a diagram]
16Τούτῳ τῷ ἔτει Κωνσταντίνου τοῦ μεγάλου καὶ ἁγίου ἀνα‐ παυσαμένου, οἱ τρεῖς υἱοὶ ἐκράτησαν τῶν Ῥωμαίων, τῆς μὲν ἑῴας Κωνστάντιος, τῶν δὲ Γαλλιῶν Κώνστας, καὶ Κωνσταντῖνος τῆς Ἰταλίας. Κωνστάντιος δὲ Ἀθανάσιον ἐκ τῆς ἐξορίας ἀνακαλεσάμενος μετὰ
20γραμμάτων συστατικῶν ἐν Ἀλεξανδρείᾳ ἀπέλυσεν· ὃν μετὰ πολλῆς χαρᾶς ἀπεδέξαντο οἱ Ἀλεξανδρεῖς, καὶ μάλιστα ὁ κλῆρος. Εὐσέβιος δὲ ὁ τοῦ Παμφίλου ἐν τῷ πρώτῳ λόγῳ κατὰ Μαρκέλλου καὶ ἐν τῷ τρίτῳ σφόδρα κατηγορεῖ τῶν τολμώντων κτίσμα λέγειν τὸν υἱὸν τοῦ θεοῦ· οὗ καὶ τὰς χρήσεις φέρων ὁ Σωκράτης ὑπεραπολογεῖται Εὐσε‐
25βίου σπουδάζων δεῖξαι, ὅτι οὐκ ἦν Ἀρειανόφρων. ἡ δὲ ἀλήθεια δείκνυσιν αὐτὸν ἀστατοῦντα τὸν λογισμὸν καὶ ἄλλοτε ἄλλως κατὰ τοὺς καιροὺς φερόμενον. εὐθὺς δὲ μετὰ τὸν μέγαν Κωνσταντῖνον ἀπέθανεν Ἀκάκιον μαθητὴν καὶ διάδοχον τοῦ θρόνου Καισαρείας ἐάσας, ἐλλόγιμον μὲν ἄνδρα, τὸν καὶ τὰ σύμμικτα συγγραψάμενον,
30τοῖς δὲ Ἀρειανοῖς λίαν συγκείμενον, δηλονότι τῇ πρὸς τὸν διδάσκαλον ὁμοφροσύνῃ. Τῷ δ’ αὐτῷ ἔτει Σαβώρης, ὁ Περσῶν βασιλεύς, ἐπῆλθε τῇ
Μεσοποταμίᾳ πορθήσων Νισίβιν, καὶ παρεκάθισεν αὐτὴν ἡμέρας ξγʹ,34

35

καὶ μὴ κατισχύσας λαβεῖν αὐτὴν ἀνεχώρησεν. Ἰάκωβος δέ, Νισιβη‐ νῶν ἐπίσκοπος, ἐν τῷ τῆς θεοσεβείας ἤθει διαμένων εὐχαῖς τὰ κατὰ γνώμην ῥᾳδίως ἐξήνυσεν· ὅστις καί, τῶν Περσῶν τὴν Νισίβιν ἐλπι‐ ζόντων καταστρέψασθαι, διημαρτηκέναι τῆς ἐλπίδος πεποίηκεν. αὐτί‐
5κα γὰρ τῆς μὲν πόλεως ὑπεχώρουν τῷ τῆς εὐχῆς πνεύματι διωκόμενοι, εἰς δὲ τὴν ἑαυτῶν χώραν ἐλθόντες λιμοῦ τε καὶ λοιμοῦ ὑπεδέξαντο μισθὸν τῆς ἀσεβείας, ἧσπερ ἔδρων, ἀντιλαμβάνοντες. Δαλμάτιος δὲ ὁ καῖσαρ εὐθὺς μετὰ τὴν τελευτὴν τοῦ μεγάλου Κωνσταντίνου ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθη, οὐ κελεύσαντος Κωνσταντίου τὴν σφαγήν,
10ἀλλὰ μὴ κωλύσαντος.
βʹ. λϛʹ. ηʹ. ιθʹ. δʹ. θʹ. γʹ. Τῷ δ’ αὐτῷ ἔτει τοῦ νέου Δαλματίου ὑπὸ τῶν στρατιωτῶν ἀναιρεθέντος, ἤμελλεν συναναιρεῖσθαι καὶ Γάλλος καὶ Ἰουλιανός, οἱ Κωνσταντίου, τοῦ ἀδελφοῦ Κωνσταντίνου τοῦ μεγάλου, παῖδες. ἀλλὰ
15τὸν μὲν Γάλλον νόσος, Ἰουλιανὸν δὲ ἡ νηπιότης διέσωσεν· ὀκταετὴς γὰρ ἦν. Κωνστάντιος δὲ πρότερον δεχόμενος τὸ ὁμοούσιον ὕστερον μετέθετο κουφότητι γνώμης καὶ ἀπάτῃ τοῦ Ἀρειανοῦ πρεσβυτέρου καὶ Εὐσεβίου, τοῦ τῶν εὐνούχων πρωτεύοντος, καὶ τοῦ Νικομηδείας Εὐσεβίου καὶ τῶν περὶ αὐτούς.
20[Start of a diagram]Κόσμου ἔτη ͵εωλαʹ. Τῆς θείας σαρκώσεως ἔτη τλαʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. γʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. λζʹ. Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. θʹ.
25Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. κʹ. Ἱεροσολύμων ἐπίσκοπος Μάξιμος ἔτη ϛʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφρόνιος ἔτη ηʹ. δʹ.[End of a diagram]
30Τούτῳ τῷ ἔτει Κωνσταντῖνος, ὁ υἱὸς τοῦ μεγάλου Κωνσταν‐ τίνου, ἐπελθὼν τοῖς Κώνσταντος, τοῦ ἰδίου ἀδελφοῦ, μέρεσι καὶ συμ‐ βαλὼν πόλεμον ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθη. καὶ ἐκράτησε Κώνστας μόνος πάσης τῆς ἑσπερίου γῆς. Κωνστάντιος δὲ τῆς ἑῴας βασιλεύων
Γάλλον καὶ Ἰουλιανὸν παιδευθῆναι παρέδωκεν ἐν χωρίῳ Δεμακέλλῃ35

36

καλουμένῳ, πλησίον Καισαρείας Καππαδοκίας ὄντι. οὗτοι οἱ δύο ἀδελφοὶ ἀναγνῶσται γεγόνασι καὶ ἐκκλησίαν κτίσαι τῷ ἁγίῳ μάρ‐ τυρι Μάμαντι προεθυμήθησαν. ἐν ᾧ δὲ μέρει κτίζειν Ἰουλιανὸς ἔλαχεν, τοῦτο ἡ γῆ οὐκ ἐδέχετο. ἀποκειράμενος δὲ τὰς τρίχας μοναχικὴν
5ἄσκησιν ὑπεκρίνατο. Κωνστάντιος καὶ Κώνστας ἐνομοθέτησαν Ἰου‐ δαῖον μὴ ὠνεῖσθαι δοῦλον, ἐπεὶ ἀφαιρεῖσθαι αὐτὸν εἰς τὸν δημόσιον λόγον· εἰ δὲ καὶ περιτεμεῖν τολμήσοι δοῦλον, ξίφει τιμωρεῖσθαι καὶ δημεύεσθαι.
δʹ. ληʹ ιʹ. καʹ. ϛʹ. ιαʹ. εʹ.
10Τούτῳ τῷ ἔτει Κωνστάντιος Ἄμιδαν οἰκοδομεῖ τειχίσας γεν‐ ναίως. κτίζει καὶ Κωνσταντίαν, τὴν πρώην Ἀντωνίου πόλιν λεγο‐ μένην, ἐπονομάσας αὐτὴν ἑαυτῷ, διεστῶσαν Ἀμίδης σταδίους ψʹ κατὰ μεσημβρίαν. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ.
15
εʹ. λθʹ. ιαʹ. κβʹ. αʹ. ιβʹ. ϛʹ.
Τούτῳ τῷ ἔτει συνόδου γενομένης ἐν Ἀντιοχείᾳ ἐπισκόπων ρϙʹ, ὧν ἡγεῖτο Εὐσέβιος ὁ Νικομηδείας, προχειρίζονται Ἀλεξανδρείας ἐπίσκοπον Εὐσέβιον τὸν Ἐμέσης. οὗ μὴ δεχθέντος, καίπερ Σαβελ‐ λιανοῦ ὄντος, Γρηγόριον τὸν Ἀρειανὸν σὺν πολλῷ στρατῷ καὶ στρατηγῷ
20τινι Συριανῷ ἐκπέμπουσιν ἐκδιῶξαι Ἀθανάσιον τοῦ θρόνου Ἀλε‐ ξανδρείας, ἢ καὶ ἀνελεῖν. τότε Ἀθανάσιος θεόθεν σοφῶς βουλευσά‐ μενος, μετὰ τῶν ψαλλόντων τῆς ἐκκλησίας ἐξελθὼν τὸν ἐπηρτημένον διέφυγε θάνατον. Εὐσέβιον δὲ τὸν μὴ δεχθέντα ὑπὸ τῶν ἐν Ἀλε‐ ξανδρείᾳ ......... τὴν πίστιν μεταποιοῦσιν οἱ αὐτοί, Ἄρειον
25μὲν φανερῶς δεχόμενοι καὶ μετὰ θάνατον· καὶ ἔκθεσιν πίστεως δευτέραν γράψαντες τὸ ὁμοούσιον παρεσιώπησαν. τότε τὰ ἐγκαίνια τῆς ἐκκλησίας Ἀντιοχείας, ἧς ἔκτισε Κωνσταντῖνος ὁ μέγας, ἐποίησαν. Τῷ δ’ αὐτῷ ἔτει Ἀντιόχεια ὑπὸ σεισμῶν μεγάλων ἐπὶ τρισὶν ἡμέραις ἐκινδύνευσεν. ἦν δὲ ἡ ἐγκαινισθεῖσα ἐκκλησία σφαιροειδὴς
30ἓξ ἔτεσι κτισθεῖσα, ὑπὸ μὲν Κωνσταντίνου τοῦ μεγάλου θεμελιωθεῖσα,
ὑπὸ Κωνσταντίου δὲ πληρωθεῖσα καὶ ἐγκαινισθεῖσα.36

37

[Start of a diagram]Κόσμου ἔτη ͵εωλδʹ. Τῆς θείας σαρκώσεως ἔτη τλδʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. ϛʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. μʹ.
5Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. κγʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος κεʹ Εὐφρόνιος ἔτη ηʹ. ζʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Κωνστάντιος Ἀσσυρίους νικήσας ἐθριάμβευσεν. Σαβώρης δέ, ὁ τῶν Περσῶν βασιλεύς, πρὸς τοῖς αὐτοῦ κακοῖς καὶ τοὺς ὑπὸ χεῖρα Χριστιανοὺς ἐδίωκεν. Κώνστας δὲ ἐν τῇ δύσει Φράγγους ἐπόρθησεν. σεισμοῦ δὲ γενομένου μεγάλου ἐν Κύπρῳ,
15Σαλαμίνης τῆς πόλεως τὰ πλεῖστα διαπέπτωκεν. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ὁ ὁμολογητὴς ἔτη γʹ.
ζʹ. μαʹ. ιγʹ. αʹ. γʹ. ιδʹ. ηʹ.
Τούτῳ τῷ ἔτει σεισμοῦ μεγάλου γενομένου, Νεοκαισάρεια Πόντου κατεπτώθη πλὴν τῆς ἐκκλησίας καὶ τοῦ ἐπισκοπείου καὶ τῶν ἐκεῖ
20εὑρεθέντων εὐλαβῶν ἀνδρῶν. οἱ δὲ Ῥωμαῖοι συνέβαλον πόλεμον μετὰ Περσῶν καὶ πολλοὺς αὐτῶν ἀνεῖλον. Τῷ δ’ αὐτῷ ἔτει καὶ Παῦλος ὁ ὁμολογητὴς χειροτονεῖται ἐπίσκοπος Κωνσταντινουπόλεως. Ἀντιοχείας ἐπίσκοπος κϛʹ Φλάκιτος ἔτη ιβʹ.
25
ηʹ. μβʹ. ιδʹ. βʹ. δʹ. ιεʹ. αʹ.
Τούτῳ τῷ ἔτει σεισμοῦ γενομένου μεγάλου, Ῥόδος ἡ νῆσος κατ‐ έπεσεν. οἱ δὲ Ἀλεξανδρεῖς. Γρηγόριον τὸν λῃστρικῶς ἐπιβάντα Ἀθα‐ νασίῳ καὶ τὸν θρόνον κατασχόντα τῆς Ἀλεξανδρείας ἐπὶ ἓξ ἔτεσιν ἀνεῖλον. καὶ χειροτονεῖται Γεώργιος Ἀρειανὸς ὑπὸ Ἀρειανῶν, τέρας
30τι Καππαδόκιον.
θ. μγʹ. ιεʹ. γʹ. εʹ. ιϛʹ βʹ. Τούτῳ τῷ ἔτει Δυρράχη τῆς Δαλματίας ὑπὸ σεισμοῦ διεφθάρη· καὶ Ῥώμη ἡμέρας τρεῖς ἐκινδύνευσε σειομένη· τῆς δὲ Καμπανίας ιβʹ πόλεις διεφθάρησαν. Παῦλον δέ, τὸν ἐπίσκοπον Κωνσταντινουπόλεως,
35ἐλθὼν Κωνστάντιος εἰς τὸ Βυζάντιον τοῦ θρόνου ἀπήλασε καὶ τὸν37

38

ἀσεβέστατον Εὐσέβιον τὸν Νικομηδείας ἀντεισήγαγε λῃστρικῶς καὶ ἀθέσμως, τὸ τῶν κακῶν καταγώγιον. Ῥώμης ἐπίσκοπος Λιβέριος ἔτη ϛʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐσέβιος ὁ Νικομηδείας ἔτη ιβʹ.
5
ιʹ. μδʹ. αʹ. αʹ. ϛʹ. ιζʹ. γʹ.
Τούτῳ τῷ ἔτει Κωνστάντιος τὸν ἐν Σελευκείᾳ τῆς Συρίας λιμένα πεποίηκεν ὄρος ἐπὶ πολὺ διατεμών, καὶ τὴν πόλιν ἀνῳκοδόμησεν. καὶ πόλιν ἔκτισεν ἐν τῇ Φοινίκῃ, ἣν Κωνσταντίαν κέκληκεν, τὸ πρό‐ τερον καλουμένην Ἀντάραδον. Σαβώρης δέ, ὁ τῶν Περσῶν βασι‐
10λεύς, ἐπελθὼν τῇ Μεσοποταμίᾳ Νισίβιν παρεκάθισεν ἡμέρας οηʹ καὶ πάλιν αἰσχυνθεὶς ἀνεχώρησεν. Τῷ δ’ αὐτῷ ἔτει ἔκλειψις ἡλίου ἐγένετο, ὥστε καὶ ἀστέρας φανῆναι ἐν τῷ οὐρανῷ ἐν ὥρᾳ τρίτῃ τῆς ἡμέρας μηνὶ Δαισίῳ ϛʹ. Ἀθανάσιος δὲ καὶ Παῦλος, καὶ ὅσοι ὑπὲρ τοῦ ὀρθοῦ λόγου ἐξεβλή‐
15θησαν, ἐν Ῥώμῃ πρὸς Ἰούλιον κατέφυγον, καὶ τὰ καθ’ ἑαυτὸν ἕκα‐ στος Ἰούλιον ἐδίδαξεν· ὧν ἕκαστον τῇ ἰδίᾳ ἐκκλησίᾳ μετὰ γραμμάτων ἀπεκατέστησεν. [Start of a diagram]Κόσμου ἔτη ͵εωλθʹ. Τῆς θείας σαρκώσεως ἔτη τλθʹ.
20Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. ιαʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. μεʹ. Ῥώμης ἐπίσκοπος Λιβέριος ἔτη ϛʹ βʹ. Κωνσταντ. ἐπίσκοπος Εὐσέβιος ἔτη ιβʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. ζʹ.
25Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ιηʹ. Ἀντιοχείας ἐπίσκοπος κϛʹ Φλάκιτος ἔτη ιβʹ. δʹ.[End of a diagram]
28Τούτῳ τῷ ἔτει Ἀθανάσιος καὶ Παῦλος καὶ οἱ σὺν αὐτοῖς τοῖς γράμμασιν Ἰουλίου, τοῦ πάπα Ῥώμης, θαρρήσαντες τοὺς ἰδίους θρό‐
30νους κατέλαβον. ὁ δὲ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων, μαθών, ὅτι Παύλῳ καὶ Ἀθανασίῳ διὰ γραμμάτων ὁ Ἰούλιος τοὺς ἰδίους ἀπέδωκε θρόνους, καὶ ὀργισθεὶς κελεύει αὐτοὺς ἀπελασθῆναι τῶν
ἰδίων θρόνων.38

39

Τῷ δ’ αὐτῷ ἔτει ὁ ἥλιος πάλιν αὐχμηρότερος γέγονεν ἐν ὥρᾳ δευτέρᾳ τῆς κυριακῆς ἡμέρας.
ιβʹ. μϛʹ. γʹ. γʹ. ηʹ. ιθʹ. εʹ. Τούτῳ τῷ ἔτει σεισμοῦ γενομένου μεγάλου ἐν Βηρυτῷ τῆς Φοινί‐
5κης, τὸ πλεῖστον τῆς πόλεως πέπτωκεν· ὥστε πλῆθος τῶν ἐθνικῶν εἰσεληλυθέναι εἰς τὴν ἐκκλησίαν ὁμοίως ἡμῖν χριστιανίζειν ἐπαγγελ‐ λόμενοι. ἐντεῦθεν νεωτερίσαντές τινες τοὺς τύπους τῆς ἐκκλησίας ὥσπερ ἀποσυλήσαντες ἐξῄεσαν, καὶ τόπον εὐχῆς ἐπονομάσαντες τὸ πλῆθος ἐν αὐτῷ ὑπεδέξαντο, ἅπαντα τὰ τῆς ἐκκλησίας μιμούμενοι,
10παραπλήσιον γεγονότες πρὸς ἡμᾶς, ὡς ἡ τῶν Σαμαρειτῶν πρὸς Ἰου‐ δαίους αἵρεσις, ἐθνικῶς ζῶντες.
ιγʹ. μζʹ. δʹ. δʹ. θʹ. κʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Σαβώρης πάλιν, ὁ βασιλεὺς Περσῶν, τὴν Νισίβιν παρακαθεσθεὶς ἱκανῶς αὐτῇ διηνόχλει, ὡς καὶ ἐλεφάντων πλῆθος ἀγα‐
15γεῖν ἐπιτηδείων πρὸς συμμαχίαν καὶ βασιλεῖς μισθωτοὺς μάγγανά τε παντοῖα, οἷς, εἰ μὴ βούλοιντο ἐκχωρήσειν, τὴν πόλιν ἐξαφανίζειν ἐκ βάθρων ἠπείλουν. τῶν δὲ Νισιβηνῶν ἀντεχόντων πρὸς τὴν παρά‐ δοσιν, τότε λοιπὸν ἐξυδατῶσαι ταύτην τῷ πρὸς αὐτῇ ποταμῷ διεγνώ‐ κει. οἱ δὲ ἄνδρες ταῖς εὐχαῖς ἐνίκων τοὺς πολεμίους εὐμενῆ τὸν
20θεὸν ἔχοντες. τῶν γὰρ ὑδάτων μελλόντων τὴν θέσιν τῶν τειχῶν ἐξομαλίζειν πρὸς τὴν πτῶσιν, μέρος μέν τι τοῦ τείχους ἐπεπόνθει, καὶ τοῦτο κατὰ θεοῦ συγχώρησιν, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. εὐθέως γὰρ γίνεται τήν τε πόλιν φυλαχθῆναι, καὶ τοὺς πολεμίους τοῖς ὕδασι νήχεσθαι καὶ πολλοὺς ὑπὸ τοῦ ὕδατος διεφθάρθαι. οἱ
25δὲ καὶ τοῦτο πεπονθότες ἠπείλουν διὰ τοῦ καταπεσόντος τείχους εἰσελθεῖν παραστήσαντες τοὺς ἐλέφαντας ἐνόπλους καὶ τὸν ὄχλον εὐτρεπίσαντες προσέχειν ἐμβριθέστερον τῷ πολέμῳ μαγγάνοις τε παν‐ τοίοις. οἱ δὲ τὴν πόλιν φρουροῦντες στρατιῶται ἐντεῦθεν τὴν νίκην θεοῦ προνοίᾳ ἐσχήκασι τόν τε τόπον ἐπλήρουν παντοίοις ὅπλοις,
30ὀνάγροις δὲ τοὺς πλείους ἐλέφαντας ἀπέκτειναν· ἕτεροι δὲ ἐν τοῖς κατατέλμασι τῶν τάφρων ἐνέπεσον· ἄλλοι δὲ κρουσθέντες ἀπεστρά‐
φησαν εἰς τὰ ὀπίσω, καὶ ὑπὲρ μυρίους αὐτῶν ὁπλῖται ἀπέθανον.39

40

τοῖς δὲ λοιποῖς σκηπτὸς οὐρανόθεν ἔπεσεν, καὶ νεφελῶν γνοφωδῶν καὶ ὑετῶν λάβρων καὶ βροντῶν φωναὶ ἅπαντας ἐξέπληττον, ὡς τοὺς πλείους τῷ φόβῳ διαφθαρῆναι. πάντοθεν δὲ ὁ νέος Φαραὼ Σαβώρης στενούμενος ἡττᾶτο τοῖς τοῦ φόβου κύμασιν· ὃς ἀτενίσας τοῖς ὀφθαλ‐
5μοῖς πρὸς τῷ καταπεσόντι τοῦ τείχους ὁρᾷ ἄγγελον ἐπὶ τὸ ἄκρον ἑστῶτα, λαμπρῶς ἐστολισμένον καὶ παρὰ χεῖρα τὸν βασιλέα Κωνστάν‐ τιον κρατοῦντα· ὃς εὐθέως ταραχθεὶς τοῖς μάγοις θάνατον ἠπείλει. μαθόντες δὲ τὴν αἰτίαν διεγνώκεισαν τοῦ φανέντος τὴν δύναμιν ἑρμηνεύειν τῷ βασιλεῖ, ὡς μείζων, ἢ κατ’ αὐτούς. [δι’ ἧς] ἐντεῦθεν
10ἐπιγνοὺς τοῦ κινδύνου τὴν αἰτίαν καὶ ἔμφοβος γεγονὼς ἐκέλευσε τά τε μάγγανα καῆναι, καὶ ὅσα πρὸς τὴν τοῦ πολέμου παρασκευὴν εὐτρέπισε διαλυθῆναι. αὐτὸς δὲ σὺν τοῖς ἰδίοις φυγῇ ἐδίωκε τὴν πατρίδα, πρότερον λοιμικῇ νόσῳ διαφθαρέντες.
ιδʹ. μηʹ. εʹ. εʹ. ιʹ. καʹ. ζʹ.
15Τούτῳ τῷ ἔτει Κωνστάντιος ὁ Αὔγουστος μόνος βασιλεύων Γάλλον, ἀνεψιὸν ἴδιον, κοινωνὸν τῆς ἑαυτοῦ βασιλείας καίσαρα ἀνα‐ γορεύσας, μετονομάσας αὐτὸν Κωνστάντιον ἐν τῇ ἀνατολῇ ἀπέστειλε κατὰ τὴν Ἀντιόχειαν, τῶν Περσῶν ἔτι ἐπικειμένων.
ιεʹ. μθʹ. ϛʹ. ϛʹ. ιαʹ. κβʹ. ηʹ.
20Τούτῳ τῷ ἔτει οἱ κατὰ Παλαιστίνην Ἰουδαῖοι ἀντῇραν· καὶ πολλοὺς τῶν ἀλλοεθνῶν, Ἑλλήνων τε καὶ Σαμαρειτῶν, ἀνεῖλον· καὶ αὐτοὶ δὲ παγγενεὶ ὑπὸ τοῦ στρατοῦ Ῥωμαίων ἀνῃρέθησαν, καὶ ἡ πόλις αὐτῶν Διοκαισάρεια ἠφανίσθη. Τῷ δ’ αὐτῷ ἔτει Κωνστάντιος Λιβερίῳ γράψαντι πρὸς αὐτὸν
25ὑπὲρ τοῦ ὁμοουσίου καὶ τοῦ ἱεροῦ Ἀθανασίου θυμωθεὶς καὶ ἀποστεί‐ λας ἐξώρισε τοῦτον κατὰ τὴν Βέροιαν τῆς Θρᾴκης, Εὐσεβίου, τοῦ πρώτου τῶν εὐνούχων, τοῦτο παρασκευάσαντος τοῦ Ἀρειανόφρονος· Φίλικα δὲ ἀντ’ αὐτοῦ ἐχειροτόνησαν, ὃς διάκονος μὲν τῆς αὐτῆς ἐκκλη‐ σίας ἦν, τὴν δὲ ἐν Νικαίᾳ σύνοδον ἀποδεχόμενος, Ἀρειανοῖς δὲ
30κοινωνῶν ἀλόγως. τούτῳ κοινωνεῖν οἱ κατὰ τὴν Ῥώμην οὐκ ἠν‐
έσχοντο, ἀλλ’ ἰδίᾳ καθ’ ἑαυτοὺς ἐκκλησίαζον. κατὰ δὲ κέλευσιν Κων‐40

41

σταντίου συνηθροίσθη σύνοδος ἐν Μεδιολάνῳ, τʹ μὲν ἐπισκόπων δυτικῶν, ἀνατολικῶν δὲ πάνυ ὀλίγων. διελύθη δὲ ἄπρακτος, τῶν δυτικῶν μὴ καταδεξαμένων πάλιν τὰς κατὰ τοῦ ἱεροῦ Ἀθανασίου συσκευάς. τῶν δὲ Ῥωμαίων αἰτησαμένων τῷ βασιλεῖ, βιασθεὶς ἀνα‐
5καλεῖται Λιβέριον καὶ ἀποκαθιστᾷ τῷ θρόνῳ· Φίλιξ δὲ ἐξελθὼν τῆς Ῥώμης οὐκ ἔτι ἐπανῆλθεν. Ῥώμης ἐπίσκοπος λεʹ Φίλιξ ἔτος αʹ.
ιϛʹ. νʹ. αʹ. ζʹ. ιβʹ. κγʹ. θʹ. Ῥώμης ἐπίσκοπος λϛʹ Δάμασος ἔτη κηʹ.
10
ιζʹ. ναʹ. αʹ. ηʹ. ιγʹ. κδʹ. ιʹ.
ιηʹ. νβʹ. βʹ. θʹ. ιδʹ. κεʹ. ιαʹ.
Τούτῳ τῷ ἔτει Γάλλος, ὁ καὶ Κωνστάντιος, καῖσαρ ὢν καὶ ἐν πολέμοις ἀριστεύων, τὴν εὐπραγίαν μὴ ἐνεγκὼν τυραννίδα μελετᾷ, κτείνει τε Δομετιανόν, ἔπαρχον τῆς ἑῴας, καὶ Μάγνον κυαίστορα,
15μηνύσαντας Κωνσταντίῳ τὰ τῆς ἐπιβουλῆς. τοῦτον μεταπεμψάμενος ὁ Κωνστάντιος περὶ Θαλμῶνα τὴν νῆσον ἀναιρεθῆναι ἐκέλευσεν, Ἰουλιανὸν δέ, τὸν τούτου ἀδελφόν, ἐν φρουρᾷ κατέσχεν. Εὐσεβία δέ, ἡ γαμετὴ Κωνσταντίου, τοῦτον ἐξαιτησαμένη ἐν Ἀθήναις ἀπ‐ έστειλεν.
20[Start of a diagram]Κόσμου ἔτη ͵εωμζʹ. Τῆς θείας σαρκώσεως ἔτη τμζʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. ιθʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. νγʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. γʹ.
25Κωνσταντιν. ἐπίσκοπος Εὐσέβιος ἔτη ιβʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. κϛʹ. Ἀντιοχείας ἐπίσκοπος Φλάκιτος ἔτη ιβʹ. ιβʹ.[End of a diagram]
30Τούτῳ τῷ ἔτει Μάξιμον τὸν Ἱεροσολύμων καθεῖλεν Ἀκάκιος ὁ Καισαρείας καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως Ἀρειανοὶ ὄντες, καὶ ἀντεισήγαγον Κύριλλον δοκοῦντες ἔχειν αὐτὸν ὁμόφρονα. ἐν τούτῳ τῷ χρόνῳ, Κυρίλλου ἐπισκοποῦντος Ἱεροσολύμων, τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ ἐφάνη ἐν τῷ οὐρανῷ τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς,
35φωτοειδές, τεταμένον ἀπὸ τοῦ Γολγοθᾶ, ἔνθα ἐσταυρώθη ὁ Χριστός, ἕως τοῦ ὄρους τῶν ἐλαιῶν, ὅθεν ἀνελήφθη. κύκλῳ δὲ τοῦ φανέντος
σημείου στέφανος, ὡς ἴρις τὸ εἶδος ἔχων. καὶ τῇ αὐτῇ δὲ ἡμέρᾳ καὶ41

42

Κωνσταντίῳ ὤφθη. περὶ τούτου δὲ φέρεται Κυρίλλου ἐπιστολὴ πρὸς τὸν βασιλέα Κωνστάντιον, ἐν ᾗ εὐσεβέστατον αὐτὸν καλεῖ. ὅθεν τινὲς Ἀρειανόφρονα διαβάλλουσι τὸν αὐτὸν Κύριλλον λέγοντες, καὶ τὴν τοῦ ὁμοουσίου φωνὴν παρασεσιγηκέναι αὐτὸν ἐν ταῖς κατηχήσεσιν,
5αἷς ἐξέθετο ἐπ’ ὠφελείᾳ τῶν ἀπείρων λαῶν, τῶν τῷ θείῳ προσελ‐ θόντων βαπτίσματι διὰ τὸ θαῦμα τοῦ ζωοποιοῦ σταυροῦ. σφάλλονται δὲ καὶ ἁμαρτάνουσιν. ἐχρῆν γὰρ καὶ τὸν βασιλέα ἐξ ἁπλότητος, καὶ οὐκ ἐκ διαθέσεως τῇ κακουργίᾳ τῶν Ἀρειανῶν ὑποκλαπέντα εἰς τὴν αἵρεσιν, καὶ τοῦ ἑλληνισμοῦ μήπω τελείως καταστραφέντος, εὐσεβέ‐
10στατον οἰκονομικῶς λέγειν, καὶ τὴν τοῦ ὁμοουσίου φωνὴν σιγῆσαι τέως ταράττουσαν τοὺς πολλοὺς καὶ τῇ ἀντιθέσει τῶν ἐχθρῶν ἐκκόπτου‐ σαν τοὺς βαπτιζομένους, διὰ δὲ τῶν ἰσοδυναμούντων λέξεων τὸ τοῦ ὁμοουσίου τρανῶσαι· ὃ καὶ πεποίηκεν ὁ μακάριος Κύριλλος τὴν ἐν Νικαίᾳ πίστιν κατὰ λέξιν ἀναπτύξας καὶ θεὸν ἀληθινὸν τὸν υἱὸν ἐκ
15θεοῦ ἀληθινοῦ τοῦ πατρὸς κηρύξας. Ἀντιοχείας ἐπίσκοπος κζʹ Στέφανος αʹ Ἀρειανὸς ἔτη γʹ.
κʹ. νδʹ. δʹ. ιαʹ. βʹ. λʹ. αʹ.
καʹ. νεʹ. εʹ. ιβʹ. γʹ. λαʹ. βʹ.
Τούτῳ τῷ ἔτει Ἀθανάσιος καὶ Παῦλος, τελευτήσαντος Εὐσε‐
20βίου τοῦ δυσσεβῶς ἄρξαντος τὸν θρόνον Κωνσταντινουπόλεως, κατῆλ‐ θον πάλιν εἰς Ῥώμην πρὸς Ἰούλιον τὸν πάπαν καὶ Κώνσταντα τὸν βασιλέα, ἀδελφὸν Κωνσταντίου. τοῦ γὰρ Εὐσεβίου θανόντος, ὁ λαὸς τὸν Παῦλον τῷ θρόνῳ Κωνσταντινουπόλεως ἀπεκατέστησεν, οἱ δὲ Ἀρειανοὶ τὸν Μακεδόνιον ἀντεχειροτόνησαν, ὡς ἐντεῦθεν ἐμφύλιον
25γενέσθαι πόλεμον. ὅπερ μαθὼν ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων Ἑρμογένει στρατηλάτῃ κατὰ τὴν Θρᾴκην πεμφθέντι κελεύει ὁδοῦ πάρεργον ποιήσασθαι καὶ ἐκβαλεῖν Παῦλον τῆς ἐκκλησίας· ὅπερ τοῦ Ἑρμογένους πληρῶσαι δοκιμάσαντος, ὁ δῆμος τὸν οἶκον αὐτοῦ ἐν‐ έπρησε καὶ αὐτὸν Ἑρμογένην ἀπέκτεινε καὶ εἰς τὴν θάλασσαν ἔρριψεν.
30τότε οὖν ὁ βασιλεὺς μαθὼν ἐξ Ἀντιοχείας εἰς τὴν βασιλεύουσαν ἤλασε καὶ τὸν Παῦλον τοῦ θρόνου ἐκβαλὼν Μακεδόνιον τέως οὐκ ἐνεθρόνισεν. τότε ὀργιζόμενος διὰ τὸν Ἑρμογένους φόνον τὴν πόλιν ἐζημίωσε τέσσαρας μυριάδας ἄρτων ἡμερησίων ἐκ τῶν δωρηθέντων ὑπὸ τοῦ πατρὸς αὐτοῦ μυριάδων ηʹ. τότε οὖν ὁ Παῦλος, ὡς προεί‐
35ρηται, πρὸς Ἰούλιον ἦλθε Ῥώμης καὶ ἐπανῆλθε μετὰ γραμμάτων αὐτοῦ42

43

ἐν Κωνσταντινουπόλει. ὁ δὲ Κωνστάντιος καὶ τότε ἐν Ἀντιοχείᾳ διάγων, μαθών, ὅτι τὸν Παῦλον Ἰούλιος τῷ θρόνῳ ἀπεκατέστησεν, ὀργισθεὶς κελεύει Φιλίππῳ τῷ ἐπάρχῳ Παῦλον ἐκδιῶξαι καὶ Μακε‐ δόνιον ἀντικαταστῆσαι τῷ θρόνῳ. ὁ δὲ ἔπαρχος φόβῳ τῶν γεγονότων
5εἰς Ἑρμογένην διὰ τὸν Παῦλον εἰς τὸ κατὰ τὸν Ζεύξιππον λουτρὸν μεταστειλάμενος τὸν Παῦλον, διὰ θυρίδος χαλάσας εἰς Θεσσαλονίκην ἐξώρισεν, ὅθεν καὶ ὡρμᾶτο. Μακεδόνιον δὲ τῷ ἑαυτοῦ ὀχήματι ἀνα‐ λαβὼν ἀπεκατέστησεν ὡς τύραννον τῆς ἐκκλησίας λῃστρικῶς, τῶν ὀρθοδόξων ἀντιστάντων ἐπὶ τοσοῦτον, ὡς ἀναιρεθῆναι ͵γρνʹ ἄνδρας,
10καὶ οὕτω τῆς ἐκκλησίας Ἀρειανοὺς κρατῆσαι. τότε καὶ Ἀθανασίῳ θάνατον ἠπείλησε Κωνστάντιος, ὅπερ φοβηθεὶς φυγὰς αὖθις τὴν Ῥώμην κατέλαβεν, παραυτὰ δὲ καὶ Παῦλος ἀπὸ Θεσσαλονίκης· οἳ καὶ προσελθόντες τῷ Κώνσταντι τὰ καθ’ ἑαυτοὺς διηγήσαντο. ὁ δὲ Κώνστας ἐπαλγήσας τοῖς ἁγίοις γράφει Κωνσταντίῳ τῷ ἀδελφῷ λυπού‐
15μενος, ἢ ἀποδοῦναι Παύλῳ καὶ Ἀθανασίῳ τοὺς ἰδίους θρόνους, ἢ πόλεμον ἀπειλῶν κινεῖν κατ’ αὐτοῦ. προετρέψατο δὲ αὐτὸν καὶ τοῦ γενέσθαι σύνοδον ἐν Σερδικῇ, ἐν ᾗ τῶν ἑσπερίων συνῆλθον ἐπίσκοποι τʹ, ἀνατολικοὶ δὲ λϛʹ. οὗτοι τοῖς δυτικοῖς ἀντέπιπτον αἰτοῦντες ἐξελα‐ σθῆναι πρότερον Ἀθανάσιον καὶ Παῦλον· ὁ δὲ Ὅσιος, ὁ Κουδρούβης
20ἐπίσκοπος, καὶ Πρωτογένης Σερδικῆς οὐκ ἠνέσχοντο μὴ παρεῖναι τοὺς ἁγίους Ἀθανάσιον καὶ Παῦλον. τότε οἱ ἀνατολικοὶ ἐν Φιλιππουπόλει γενόμενοι ἀναιδῶς τὸ ὁμοούσιον ἀνεθεμάτισαν. οἱ δὲ ἐν Σερδικῇ ὀρθόδοξοι τὸν ὀρθὸν τῆς ἐν Νικαίᾳ πίστεως ὅρον ἐκύρωσαν τὸ ἀν‐ όμοιον ἀναθεματίσαντες· ἀποδεδώκασι δὲ καὶ τοὺς θρόνους Ἀθανασίῳ
25καὶ Παύλῳ καὶ Μαρκέλλῳ τῷ Ἀγκύρας ὁμολογοῦντι τὸ ὁμοούσιον καὶ ἀπολογουμένῳ, μὴ ἐννοεῖσθαι τὰ συγγραφέντα αὐτῷ τοῖς δια‐ βάλλουσιν αὐτόν. οὕτω τῆς ἐν Σερδικῇ συνόδου πραξάσης κατὰ τῶν ἀποδιαστάντων ἀνατολικῶν καὶ κυρωσάσης τὸ ὁμοούσιον, Κωνστάν‐ τιος δῆθεν Ἀθανάσιον καὶ Παῦλον ἐντίμως ἐδέξατο καὶ τοὺς ἰδίους
30θρόνους ἀποδέδωκεν· καὶ οὕτως Ἀθανάσιος ἐν Ἀλεξανδρείᾳ ἦλθε καὶ ἀπεδέχθη μετὰ χαρᾶς μεγάλης ἐξώσας Γεώργιον τὸν Ἀρειανόν.
Μαγνεντίου δὲ ἐν Γαλλίαις τυραννήσαντος καὶ Κώνσταν τὸν43

44

εὐσεβῆ ἀνελόντος, Κωνστάντιος ὁ Αὔγουστος διατρίβων ἐν Ἀντιοχείᾳ καὶ μαθών, παρευθὺ τὸν Παῦλον ἀποστείλας τῆς πόλεως ἐξώρισεν ἐν Κουκουσῷ· κἀκεῖ ὑπὸ Ἀρειανῶν ἀναιρεῖται. καὶ τότε Μακεδόνιος τοῦ θρόνου ἐπιλαμβάνεται· Κωνστάντιος δὲ κατὰ Μαγνεντίου ἐπὶ
5τὴν Ἰταλίαν ἐξώρμησεν. ἡ δὲ σύγκλητος ἐν Ῥώμῃ Νεπωτιανὸν ἐνδύσασα κατὰ Μαγνεντίου ἀπέλυσεν. ὃς συμβαλὼν τῷ Μαγνεντίῳ ἐν Ῥώμῃ ἀναιρεῖται ὑπ’ αὐτοῦ βασιλεύσας μῆνας τρεῖς. πρὶν ἢ δὲ φθάσαι ἀπελθεῖν τὸν βασιλέα ἐν Ῥώμῃ, Κωνσταντία, ἡ καὶ Ἑλένη, ἡ Κωνσταντίου ἀδελφή, ἀνηγόρευσε Βρετανίωνα εἰς βασιλέα, ἄνδρα
10ἔντιμον, καὶ ἀντέστησε τῷ Μαγνεντίῳ πρὸς τὴν μάχην. φθάσας δὲ Κωνστάντιος ἐν Ῥώμῃ καὶ ἀποδεξάμενος τὸν Βρετανίωνα μετὰ πολλῆς τιμῆς, ἐπολέμησαν ἄμφω τὸν Μαγνέντιον περὶ Μοῦρσαν. καὶ ἡττη‐ θεὶς ὁ Μαγνέντιος ἔφυγεν ἐπὶ Ἰταλίαν. πολλάκις δὲ ὑπὸ τῶν στρα‐ τηγῶν Κωνσταντίου πολεμηθείς, συμβαλὼν ἐν Μόντῳ Σελεύκῳ
15καὶ ἡττηθεὶς ἔφυγεν εἰς Λογδοῦνον· καὶ τὸν ἀδελφὸν ἑαυτοῦ πρῶτον σφάξας καὶ τὴν ἰδίαν μητέρα, ὕστερον καὶ ἑαυτὸν ἀνήλωσεν· καὶ Δικέντιος καῖσαρ, ὁ τούτου ἀδελφός, ἀγχόνῃ ἐχρήσατο. Τότε καὶ Σιλβανὸς τυραννήσας ἐν Γαλλίαις ἀνῃρέθη ὑπὸ τῶν στρατηγῶν Κωνσταντίου. ἐλθὼν δὲ ἐν Ῥώμῃ Κωνστάντιος εἰσῆλθε
20μετὰ πολλῆς φαντασίας καὶ παρατάξεως ὀνομασθεὶς ὑπὲρ τοὺς πρὸ ἑαυτοῦ βασιλεῖς· συνῆλθε δὲ αὐτῷ καὶ ἡ γυνὴ αὐτοῦ Εὐσεβία, καὶ ἐποίησε ιδʹ ἡμέρας ἐν τῇ Ῥώμῃ. ἐν δὲ τῷ εἶναι αὐτὸν ἐν Ῥώμῃ ἐξελθὼν ἐν τῷ Τριβουναλίῳ Κάμπῳ καὶ στὰς ἐφ’ ὕψους συμπαρόντος αὐτῷ τοῦ στρατοπέδου καὶ τοῦ Βρετανίωνος, ἐδημηγόρει πείθων τὸν
25λαόν, ἀκόλουθον εἶναι τῆς βασιλείας τὴν ἐξουσίαν ὑπάρχειν τῷ ἐκ προγόνων βασιλέων διαδεξαμένῳ ταύτην, συμφέρειν δὲ καὶ τῷ κοινῷ ὑπὸ μίαν ἐξουσίαν διοικεῖσθαι τὰ δημόσια, καὶ ὅσα τούτοις ἀκόλουθα.
τότε ἀποδύσας τὸν Βρετανίωνα βασιλεύσαντα μῆνας ιʹ κατ’ αὐτὴν44

45

τὴν ὥραν τραπέζης αὐτῷ πρὸς ἑστίασιν ἐκοινώνησεν, καὶ μετὰ πάσης τιμῆς καὶ δορυφορίας καὶ πολλῶν χαρισμάτων ἐν Προύση τῆς Βιθυνίας ἀπέστειλεν. Χριστιανὸς δὲ ὢν τῇ ἐκκλησίᾳ ἐσχόλαζε καὶ πολλὰς ἐλεημο‐ σύνας ἐποίει εἰς τοὺς πένητας· ἐτίμα δὲ καὶ τοὺς ἱερεῖς ἕως ἡμέρας
5τελευτῆς αὐτοῦ. ὁ δὲ Κωνστάντιος ὑποστρέψας εἰς τὸ Βυζάντιον, παρακληθεὶς ὑπὸ Εὐσεβίας, τῆς ἰδίας γυναικός, Ἰουλιανόν, τὸν ἀδελ‐ φὸν Γάλλου, ἐκ τῆς φυλακῆς ἐξαγαγὼν καίσαρα προβάλλεται καὶ εἰς Γαλλίας ἐκπέμπει ζεύξας αὐτῷ πρὸς γάμον καὶ τὴν ἰδίαν ἀδελφὴν Ἑλένην, τὴν καὶ Κωνσταντίαν.
10Τῷ δ’ αὐτῷ ἔτει καὶ Ἰούλιος ὁ πάπας ἐν Ῥώμῃ ἐκοιμήθη, καὶ ἐχειροτονήθη ἀντ’ αὐτοῦ Λιβέριος, ἀνὴρ τὰ πάντα θαυμαστὸς καὶ ὀρθόδοξος. οἱ δὲ Ἀρειανοὶ τὸν βασιλέα κατὰ Ἀθανασίου οὕτω παρέπεισαν, ὡς κεφαλικὴν αὐτοῦ τιμωρίαν καταψηφίσασθαι. ἀλλὰ καὶ τότε φυγῇ ὁ ἅγιος τὴν σωτηρίαν ἐπραγματεύσατο.
15[Start of a diagram]Κόσμου ἔτη ͵εωνʹ. Τῆς θείας σαρκώσεως ἔτη τνʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. κβʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. νϛʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. ϛʹ.
20Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτος αʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. λβʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη γʹ. γʹ.[End of a diagram]
25Τούτῳ τῷ ἔτει σεισμοῦ μεγάλου γενομένου ἐν Νικομηδείᾳ περὶ ὥραν τρίτην νυκτερινὴν τὴν πόλιν κατέβαλε καὶ πλήθη πολλὰ διέφθειρεν· συναπώλετο δὲ καὶ ὁ ἐπίσκοπος τῆς πόλεως Κεκρόπιος. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ.
κγʹ. νζʹ. ζʹ. βʹ. εʹ. λγʹ. αʹ.
30Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐδόξιος, ἐκβληθέντος Μακεδονίου.
κδʹ. νηʹ. ηʹ. αʹ. ϛʹ. λδʹ. βʹ.45

46

Μακεδονίου τοίνυν τυραννικῶς τὸν θρόνον Κωνσταντινου‐ πόλεως κατέχοντος, μετήγαγε τὸ σῶμα τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸν ἅγιον Ἀκάκιον ἀπὸ τῶν ἁγίων ἀποστόλων πτῶσιν προφασι‐ ζόμενος τοῦ ναοῦ. τοῦ δὲ λαοῦ κωλύοντος, φόνος γέγονε πολύς,
5ὥστε πληρωθῆναι τὸ φρέαρ καὶ τὴν αὐλὴν τοῦ μαρτυρίου αἱμάτων καὶ τὰς περικειμένας πλατείας· ὅπερ γνοὺς ὁ Κωνστάντιος ἠγανάκτησε κατὰ Μακεδονίου, καὶ τοῦτον καθαιρεθῆναι κελεύσας Εὐδόξιον ἀντ‐ εκατέστησεν, μείζονι κακῷ μέγα κακὸν ἀμειψάμενος. Τούτῳ τῷ ἔτει Πέρσαι τὸ Βεδζάβδη καλούμενον παρέλαβον
10κάστρον. Κωνστάντιος δὲ ἀκηκοώς, ὅτι Ἰουλιανὸς ἐν Γαλλίαις ἐν πολέμοις εὐδοκιμήσας ὑπὸ τοῦ στρατοῦ βασιλεὺς ἀνηγορεύθη, ἐν Ἀντιοχείᾳ διάγων διὰ τὸν Περσικὸν πόλεμον, ἐξώρμησε κατὰ Ἰουλιανοῦ τοῦ τυράννου· καὶ ἐλθὼν ἐν Μαμψουκρήναις, πρώτῃ μονῇ ἀπὸ Ταρσοῦ τῆς Κιλικίας, ἐτελεύτησε μηνὶ Δίῳ γʹ, πολλὰ τῆς ἑαυτοῦ
15ἀνοίας καταγνούς. ἐβαπτίσθη δὲ τότε εἰς Ἀντιόχειαν ὑπὸ Εὐζωΐου τοῦ Ἀρειανοῦ, τοῦ καθολικοῦ κοσμικοῦ ἔτους ͵εωνβʹ, τῆς δὲ ιαʹ περιόδου φλβʹ, ἀρχομένης τῆς ιβʹ. τότε λοιπὸν Ἰουλιανὸς μονο‐ κράτωρ γενόμενος ἀναιδῶς ἑλλήνιζεν, αἵματι θυσιῶν τὸ ἅγιον βάπ‐ τισμα ἀποπλυνάμενος καὶ πάντα ποιῶν, ὅσοις οἱ δαίμονες θεραπεύ‐
20ονται. [Start of a diagram]Κόσμου ἔτη ͵εωνγʹ. Τῆς θείας σαρκώσεως ἔτη τνγʹ. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς ἔτη γʹ. αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. νθʹ.
25Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. λεʹ. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. γʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει ἐβασίλευσεν Ἰουλιανὸς ὁ παραβάτης μοναρ‐ χήσας διὰ πλῆθος ἁμαρτιῶν ἡμῶν. ἐπαρθεὶς γὰρ τῇ τῶν βαρ‐
βάρων νίκῃ, ἑαυτῷ τὸ κράτος ἐπιστρέψας καὶ διάδημα περιθέμενος46

47

πρὸ τῆς Κωνσταντίου τελευτῆς εἰς ἑλληνισμὸν ἀναιδῶς ἐξετράπη. ὅπερ Κωνστάντιος πλεῖστα μεταμελούμενος ἀπέδωκε τὸ πνεῦμα ἐπί τε τῷ τοῦ γένους φόνῳ καὶ τῇ καινοτομίᾳ τῆς πίστεως καὶ τῇ ἀναρρήσει τοῦ ἀποστάτου. Ἰουλιανοῦ δὲ τοῦ ἀποστάτου θείοις
5κρίμασι μονοκρατορήσαντος, παντοδαποὶ θεήλατοι ὀργαὶ τὴν Ῥωμαίων γῆν κατειλήφασιν. θέλων δεῖξαι τὸν Κωνστάντιον ἄδικον καὶ ἀπάν‐ θρωπον, ὑποκρινόμενος δικαιοσύνην ὁ παράνομος τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο, Εὐσέβιον δέ, τὸν πρῶτον τῶν βασιλικῶν εὐνούχων, ἀνεῖλεν ὡς δῆθεν ἄδικον. ἐδίωξε δὲ καὶ τοὺς ἄλλους
10εὐνούχους τοῦ παλατίου διὰ τὸ ἀποβαλεῖν τὴν γαμετήν, ἣν συνῆψεν αὐτῷ Κωνστάντιος ἀδελφὴν ἑαυτοῦ· ὁμοίως καὶ μαγείρους διὰ τὸ λιτὸν τῆς διαίτης καὶ κουρίσκους διὰ τὸ ἕνα πολλοῖς ἀρκεῖν, ὡς ἔλεγεν. τοῦ δὲ δημοσίου δρόμου τάς τε καμήλους καὶ ὄνους, βόας καὶ ἡμιόνους ἐξέβαλεν, μόνους ἵππους συγχωρήσας ὑπουργεῖν διὰ
15πολλὴν φιλαργυρίαν ἧς δοῦλος ἦν, ὡς πρὸς τῆς εἰδωλολατρείας. τότε οἱ κατὰ τὴν ἀνατολὴν Ἕλληνες ἐπαρθέντες εὐθέως ἐν Ἀλεξαν‐ δρείᾳ Γεώργιον τὸν ἐπίσκοπον σύροντες ἀνεῖλον, καὶ τὸ λείψανον αὐτοῦ ἀθέως ἐνυβρίζοντες καὶ καμήλῳ ἐπιθέντες ἐπόμπευον διὰ τῆς πόλεως, καὶ μετὰ νεκρῶν ἀλόγων ὀστέων μίξαντες αὐτοῦ τὸ λείψανον
20κατέκαυσαν καὶ διεσκόρπισαν. τότε Ἀθανάσιος πρός τινα παρθένον κρυπτόμενος χρόνον πολύν, ἐξελθὼν σύνοδον ἐν Ἀλεξανδρείᾳ ἐκρό‐ τησε καὶ τὰ κατὰ Νίκαιαν κυρώσας δόγματα τὰς ἐκκλησίας ἀπέλαβεν. οἱ δὲ Ἀρειανοὶ μετὰ Γεώργιον Λούκιον προεχειρίσαντο ἑαυτοῖς καὶ ἐν οἴκῳ κοινῷ συνήγοντο. πολλοὺς δὲ καὶ ἄλλους Χριστιανοὺς οἱ
25Ἕλληνες ἀνεσταύρωσαν καὶ κατέσφαξαν. τὰ δὲ τοῦ ἁγίου Πατρο‐ φίλου, τοῦ ἐν Σκυθοπόλει ἐπισκόπου, λείψανα ἀνορύξαντες τὰ μὲν ἄλλα διεσκόρπισαν, τὸ δὲ κρανίον ἐφυβρίστως κρεμάσαντες ἐνέπαι‐ ζον. ἐν δὲ Γάζῃ καὶ Ἀσκάλωνι πρεσβυτέρους καὶ ἀειπαρθένους ἀναι‐ ροῦντες ἀνέπτυσσον τὰ σπλάγχνα αὐτῶν, καὶ κριθῶν πληροῦντες τοῖς
30χοίροις παρέβαλον. ἐν δὲ Φοινίκῃ Κύριλλον διάκονον Ἡλιουπολῖται ἀνελόντες τοῦ ἥπατος αὐτοῦ ἀπεγεύσαντο, ἐπειδὴ τὰ εἴδωλα αὐτῶν
ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου κατέστρεψεν. ὁ δὲ ἀνατεμὼν τὸν47

48

διάκονον καὶ ἀπογευσάμενος τοῦ ἥπατος αὐτοῦ πέπονθε ταῦτα· τὴν μὲν γλῶσσαν σαπεῖσαν κατέρρευσε καὶ τοὺς ὀδόντας ἀπέβαλε καὶ τοὺς ὀφθαλμοὺς ἐπηρώθη, καὶ οὕτω βασανιζόμενος ἀπέθανεν. τοῖς δὲ ἐν Καισαρείᾳ Καππαδοκίας Χριστιανοῖς πολλὰ κακὰ ἐνεδείξατο Ἰου‐
5λιανός, ἀφείλατο δὲ καὶ τὰ δίκαια τῆς πόλεως καὶ τὸ ὄνομα τοῦ καλεῖσθαι αὐτὴν Καισάρειαν, Μάζακα δὲ αὐτὴν ὡς τὸ πρὶν ἐκέλευσε λέγεσθαι, ὅτι οἱ αὐτόθι Χριστιανοὶ ἐπὶ Κωνσταντίου πολλὰ κακὰ τοῖς Ἕλλησιν ἐποίησαν καὶ τὸν ναὸν τῆς Τύχης κατέσπασαν. ἐν δὲ Ἀρε‐ θούσῃ φοβερὰ κατὰ Χριστιανῶν διεπράξατο· ἐν οἷς καὶ Μάρκον
10τὸν ἁγιώτατον μοναχόν, τὸν καὶ σώσαντα καὶ κρύψαντα Ἰουλιανὸν ἐν τῷ ἀνελεῖν τὸν στρατὸν τὸ γένος Κωνσταντίου, τούτου τὰ σπλάγχνα ζῶντος .... ἐν Ἐμέσῃ ἐν τῇ μεγάλῃ ἐκκλησία τὸ τοῦ Διονύσου εἴδωλον ἵδρυσεν, τὴν δὲ παλαιὰν ἐκκλησίαν κατέστρεψεν. Μάρις. δὲ ὁ Χαλκηδόνος πολλὰς ὕβρεις τῷ Ἰουλιανῷ κατὰ πρόσωπον εἰς
15τὸν οἶκον τῆς Τύχης θύσοντι ἐπήγαγεν, ὁ δὲ ὡς φιλόσοφος δῆθεν τὰς ὕβρεις ὑπήνεγκεν.
βʹ. ξʹ. ιʹ. γʹ. ηʹ. λϛʹ. δʹ. Τούτῳ τῷ ἔτει ὁ δυσσεβὴς Ἰουλιανὸς ἐνομοθέτησε μὴ μετέχειν Χριστιανοὺς Ἑλληνικῶν μαθημάτων. Ἀπολινάριος δὲ τῇ μὲν θείᾳ
20γραφῇ χρησάμενος ὕλῃ, τοὺς χαρακτῆρας δὲ τῶν ἀρχαίων μιμησάμενος καὶ κατὰ Ἰουλιανοῦ λόγον συγγράψας, ὃν “ὑπὲρ ἀληθείας” ἐπέγραψεν, πολλὰ τὴν ἐκκλησίαν ὠφέλησεν. Ἀθανάσιον δὲ τὸν μέγαν Ἀλεξαν‐ δρείας ἐξελαθῆναι, ἐκέλευσεν, τῶν Ἑλλήνων σφοδρῶς αὐτὸν παρ‐ οξυνάντων κατ’ αὐτοῦ. ὁ δὲ ἐξερχόμενος θαρρεῖν εἶπε Χριστιανοῖς
25τοῖς ὑπὲρ αὐτοῦ δακρύουσι φήσας· “θαρσεῖτε, νεφύδριόν ἐστι καὶ παρέρχεται.” καὶ Τίτον, τὸν ἱερὸν ἐπίσκοπον Βόστρων, Ἰουλιανὸς ἔγραψε Βοστρηνοῖς ἐξελάσαι τοῦτον τῆς πόλεως. Δωρόθεον δέ, τὸν πολύαθλον ἐπίσκοπον Τύρου, τὸν πολλὰς ἱστορίας γράψαντα ἐκκλη‐ σιαστικὰς καὶ ἐν λόγοις διαπρέποντα, τὸν ἐπὶ Διοκλητιανοῦ ὁμολο‐
30γητὴν γεγονότα καὶ αὖθις ἐπὶ Λικινίου, ἐν γήρᾳ βαθεῖ φθάσαντα
ἐν τῷ δευτέρῳ χρόνῳ τοῦ παραβάτου οἱ τούτου ἄρχοντες ἐν Ὀδυσσο‐48

49

πόλει τοῦτον εὑρόντες ἰδιάσαντα, πολλοὺς αἰκισμοὺς διὰ τὴν εἰς Χριστὸν πίστιν ἐπαγαγόντες ἐθανάτωσαν αὐτὸν ρζʹ χρόνων ὑπάρ‐ χοντα. τὰς δὲ Χριστιανῶν εὐποιΐας μιμούμενος ξενῶσι καὶ πτωχοῖς τὰ πρὸς τὴν χρείαν χορηγεῖσθαι ἐκέλευσεν ἀπατῶν τοὺς ἁπλουστέρους.
5ταῖς εἰκόσιν αὐτοῦ Δία καὶ Ἄρεα καὶ Ἑρμῆν συγγράφεσθαι προσ‐ έταξεν ὁ δυσσεβὴς καὶ τοὺς λοιποὺς δαίμονας, καὶ τοὺς ἀναβαλλομένους τὴν τούτων προσκύνησιν ὡς ἐχθροὺς τοῦ βασιλέως κολάζεσθαι. τῷ δὲ στρατῷ τὴν ῥόγαν διανέμων πῦρ προετίθει καὶ λίβανον καὶ θυμιᾷν τὸ στράτευμα ἠνάγκαζεν. ἐν Καισαρείᾳ τῇ Φιλίππου, τῇ νῦν Πανεάδι,
10ὅθεν κατήγετο ἡ αἱμορροοῦσα, ἀνδριὰς ἵστατο πρὸ τοῦ οἴκου αὐτῆς τοῦ κυρίου, ὃν ἐθνικῷ ἔθει εὐχαριστήριον ἀνέστησεν. τοῦτον κατ‐ ενεχθῆναι προσέταξεν ὁ δυσσεβὴς Ἰουλιανός· ὃ καὶ γέγονεν, κατ’ ἐμπαιγμὸν δῆθεν συράντων Ἑλλήνων τὸν ἀνδριάντα καὶ ἀντ’ αὐτοῦ ξόανον ὀνόματι Ἰουλιανοῦ στησάντων. τοῦτον δὲ Χριστιανοὶ λαβόντες
15τὸν ἀνδριάντα εἰς ἐκκλησίαν ἀπέθεντο. τὸ δὲ τοῦ παραβάτου ξόανον κατελθὸν πῦρ ἐκ τοῦ οὐρανοῦ κατέφλεξεν. βοτάνη δὲ ἐφύετο ὑπὸ τὴν βάσιν τοῦ ἀνδριάντος πάσης νόσου ἀλεξητήριος, ἥτις καὶ πρὸς φθόνον ἐκίνησε τὸν ἀποστάτην Ἰουλιανὸν καταστρέψαι τὸν τοῦ κυρίου ἀνδριάντα. ἐν Νικοπόλει τῆς Παλαιστίνης, τῇ λεγομένῃ τὸ πρὶν
20Ἐμμαούς, πηγή ἐστι παντοίων παθῶν ἀνθρώπων τε καὶ ἀλόγων ἰάσεις παρέχουσα· ἐν αὐτῇ γάρ φασι τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν τοὺς πόδας ἀπονίψασθαι ἐξ ὁδοιπορίας· καὶ ταύτην κατα‐ χωσθῆναι ἐπέτρεψεν. ἐν Ἑρμουπόλει τῆς Θηβαΐδος δένδρον ἵσταται περσέα. ταύτης φύλλον ἢ κάρφος εἰ λάβοι τις, πρὸς πᾶσαν ἀνθρώ‐
25πων ἐστὶν ἴασιν. φασὶ δέ, ὅτι, ἡνίκα ὁ κύριος εἰς Αἴγυπτον ἔφυγε τὸν Ἡρώδην σὺν τῇ θεοτόκῳ καὶ τῷ Ἰωσὴφ κατὰ τὸν τόπον ἐκεῖνον γενόμενος, κλιθὲν τὸ δένδρον ἐπὶ τὴν γῆν προσεκύνησεν αὐτῷ καὶ μέχρι τοῦ νῦν σώζει τὸ σχῆμα τῆς προσκυνήσεως. Ἰουλιανὸς δὲ διάγων ἐν Ἀντιοχείᾳ καὶ συνεχῶς ἐν Δάφνῃ ἀνιὼν καὶ τὸ τοῦ
30Ἀπόλλωνος θεραπεύων εἴδωλον οὐδεμιᾶς ἀποκρίσεως, ὡς ᾤετο, ἐτύγ‐ χανεν ὑπὸ τοῦ εἰδώλου. νοήσας δέ, ὅτι διὰ τὰ ἀποκείμενα ἐν τῇ
Δάφνῃ λείψανα τοῦ ἁγίου μάρτυρος Βαβυλᾶ ἀποσιωπᾷ τὸ εἴδωλον,49

50

δόγμα ἐξέπεμψε πάντα τὰ ἀποκείμενα ἐκεῖ τῶν νεκρῶν λείψανα μετατε‐ θῆναι σὺν τοῖς τοῦ μάρτυρος· καὶ τούτου γενομένου ἀθρόως τῇ νυκτὶ κατεφλέχθη οὐρανόθεν ὁ ναός, τὸ δὲ εἴδωλον οὕτω κατεκάη, ὥστε μηδὲ ἴχνος αὐτοῦ φανῆναι, (ἐλέγετο δὲ πρὸ ἐτῶν ἑστηκέναι), ὁ
5δὲ ναὸς οὕτω κατεριπώθη, ὥστε τοὺς μετέπειτα ὁρᾷ τὴν τούτου τέ‐ φρωσιν καὶ ἐπὶ τῷ παραδόξῳ ἐκθαμβεῖσθαι τῆς τοῦ θεοῦ παραδοξο‐ ποιΐας. ἐπὶ τούτῳ ἔκθαμβος γενόμενος Ἰουλιανός, ὑπονοήσας κατ’ ἐπιβουλὴν τῶν Χριστιανῶν τοῦτο γενέσθαι, ἐπὶ ἐξέτασιν τῶν παρα‐ μενόντων ἱερέων ἐχώρει, καὶ παντοίαις βασάνοις αὐτοὺς ὑποβαλών,
10ὡς καὶ ἀποθανεῖν ἐξ αὐτῶν, τοῦτο μόνον ἤκουσε παρ’ αὐτῶν, ὅτι οὔτε ὑπὸ Χριστιανῶν, οὔτε ἀπὸ ἀνθρωπίνης ἐπιβουλῆς τοῦτο γέγονεν, ἀλλ’ ἐκ τοῦ οὐρανοῦ πῦρ κατελθὸν ἐνέπρησε τὸν ναὸν καὶ τὰ ἀγάλ‐ ματα· ὡς καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τισὶ φανῆναι ἐν τῇ ἀγροικίᾳ τὸ πῦρ καταφερόμενον. θυμωθεὶς οὖν ὁ βασιλεὺς καὶ ὥσπερ τῷ θεῷ
15μαχόμενος τὴν μεγάλην ἐκκλησίαν ἀπέκλεισε καὶ πάντα τὰ ἱερὰ ἐδή‐ μευσεν. τῶν δὲ ἀποσταλέντων ἐπὶ τούτῳ κομήτων δύο, Φίλικος καὶ Ἰουλιανοῦ ἀποστατῶν, ἔλεγον ταῦτα· “ἐνομίζομεν ἐποπτικήν τινα εἶναι δύναμιν τὴν ὀφείλουσαν ἡμᾶς κωλῦσαι.” ὁ δὲ Φίλιξ· “ἴδε εἰς ποταπὰ σκεύη ὑπηρετεῖτο ὁ υἱὸς Μαρίας.” καὶ μετ’ ὀλίγον ὁ μὲν Φίλιξ ἀθρόως
20διὰ στόματος αἷμα ἀναγαγών, βασανιζόμενος κατέστρεψε τὸν βίον· Ἰουλιανὸς δὲ ὁ κόμης κατ’ αὐτὴν τὴν ἡμέρα νόσῳ χαλεπωτάτῃ περι‐ πεσών, ὡς καὶ τὰ ἐντὸς αὐτοῦ διαφθαρῆναι καὶ κόπρον διὰ στόματος ἀναγαγεῖν, βασανιζόμενος ἀπέθανεν. [Start of a diagram]Κόσμου ἔτη ͵εωνεʹ.
25Τῆς θείας σαρκώσεως ἔτη τνεʹ. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς ἔτη γʹ. γʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξαʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. δʹ.
30Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. λζʹ. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. εʹ.[End of a diagram]
34Τούτῳ τῷ ἔτει τινὲς ἠπατήθησαν τῶν ἐν στρατείαις ἐξετα‐
35ζομένων πρὸς ἀποστασίαν, οἱ μὲν ἐπαγγελίαις δόσεων καὶ ἀξιωμάτων, οἱ δὲ καὶ ἀνάγκαις ἐπιτιθεμέναις ὑπὸ τῶν ἰδίων ἀρχόντων. καὶ
Θεότεκνος πρεσβύτερος ἐν προαστείῳ Ἀντιοχείας ἐκκλησίαν πεπιστευ‐50

51

μένος ἐξ ὑποσχέσεως ἀπατηθεὶς αὐτομάτως ἐπὶ τὴν εἰδωλολατρείαν ἐχώρησεν· ὃν ὁ θεὸς ἐτιμωρήσατο παραχρῆμα. σκωληκόβρωτος γὰρ γενόμενος καὶ τὰς ὄψεις ἀποβαλών, τὴν γλῶσσαν ἐσθίων ἀπέθανεν. καὶ Ἥρων, ἐπίσκοπος τῆς Θηβαΐδος, αὐτομάτως ἀπεστάτησεν ἐν τῇ
5Ἀντιοχέων πόλει, ὃν ὁ θεὸς παρευθὺ εἰς παράδειγμα καὶ φόβον πολ‐ λῶν ἐτιμωρήσατο οὕτως· σηπεδόνος νοσήματι διαλυθέντων αὐτοῦ τῶν μελῶν ἐν τῇ πλατείᾳ ἐρριμμένος ἐν ὀφθαλμοῖς πάντων ἐξέψυξεν. ἀλλ’ ἐν τούτοις διέπρεψαν ὁμολογίᾳ τῇ εἰς Χριστὸν Οὐαλεντινιανός, τριβοῦνος τότε ὢν τάγματος, Κορνούτων λεγομένων νουμέρου, οὐ μόνον τοῦ ἀξιώ‐
10ματος καταφρονήσας, ἀλλὰ καὶ ἐξορίᾳ ὑποβληθείς, ὅστις μετὰ ταῦτα ὑπὸ θεοῦ βασιλεὺς ἀνεδείχθη· ὁμοίως καὶ Ἰουβιανὸς τὴν ζώνην ἔλυσε κράζων· Χριστιανός εἰμι· ὃν ὁ λαὸς ἀγαπῶν στρατοπεδάρχην ὄντα ἐξῃ‐ τήσατο τὸν βασιλέα μὴ ἀδικῆσαι αὐτόν· ὅστις καὶ βασιλεὺς μετὰ Ἰου‐ λιανὸν ἀνηγορεύθη. Ἀρτέμιός τε, ὁ δοὺξ τῆς κατ’ Αἴγυπτον διοική‐
15σεως, ἐπειδήπερ ἐπὶ Κωνσταντίου ζῆλον κατὰ τῶν εἰδώλων πολὺν ἐνε‐ δείξατο ἐν Ἀλεξανδρείᾳ, ἐδημεύθη τὴν κεφαλὴν ἀποτμηθείς. ἐμαρτύ‐ ρησε δὲ καὶ ἐν Δοροστόλῳ τῆς Θρᾴκης Αἰμιλιανὸς ἀπὸ στρατιωτῶν, πυρὶ παραδοθεὶς ὑπὸ Καπετωλίνου· καὶ πολλοὶ ἄλλοι κατὰ διαφόρους τόπους καὶ τρόπους διέπρεψαν ἐν τῇ εἰς Χριστὸν ὁμολογίᾳ. Θαλάσσιος
20δέ τις ἐπ’ ἀσελγείαις καὶ ἀσωτίαις ἐπίσημος, ὁ καὶ τῆς ἑαυτοῦ θυγατρὸς ἐπ’ αἰσχρουργίᾳ προαγωγεύς, ἐτιμᾶτο ὑπὸ τοῦ βασιλέως ὡς σπλαγ‐ χνοσκόπος, οἰκῶν ἐν Ἀντιοχείᾳ πλησίον τοῦ παλατίου. συμπεσόντος οὖν αὐτῷ τοῦ οἴκου μόνος ἀπώλετο μετὰ ἑνὸς εὐνούχου, ᾧ καὶ συμπεπλεγμένος εὑρέθη. ἐσώθησαν δὲ πάντες οἱ σὺν αὐτῷ εὑρεθέντες,
25οἱ ἴδιοι αὐτοῦ Χριστιανοὶ ὄντες, ἥ τε τούτου γυνὴ καὶ οἱ σὺν αὐτῇ. παιδίον δὲ ὡς ἐτῶν ἑπτὰ ἐκεῖ εὑρεθὲν καὶ σωθέν, ἐρωτώμενον, πῶς ἐσώθη, εἴρηκεν, ὡς ὑπὸ ἀγγέλου βασταχθέν. ὁ δὲ δυσώνυμος Ἰου‐ λιανὸς ἐπ’ ἀνατροπῇ τῆς θείας ἀποφάσεως τὸν Ἰουδαίων ναὸν οἰκο‐ δομηθῆναι προσέταξεν, Ἀλύπιον Ἕλληνά τινα σπουδαῖον κατὰ Χριστοῦ
30προστησάμενος τοῦ ἔργου. τοῦ δὲ καὶ τὰ ἀφανῆ τῶν θεμελίων κατορύ‐51

52

ξαντος, διὰ τὸν ἐκχοϊσμὸν ἄνεμος βιαιότατος ἐπιπνεύσας σὺν λαίλαπι τὴν παρεσκευασμένην ἄσβεστον ἐξηφάνισε μοδίων μυριάδων κʹ οὖσαν· ἐπιμενόντων δὲ τῶν Ἰουδαίων τῇ ἐγχειρήσει τοῦ ἔργου, πῦρ ἐξελθὸν τούτους κατέφλεξεν, καὶ οὕτως ἐπαύσαντο τῆς τόλμης. ἀνα‐
5τροπὴν δὲ Ἰουλιανὸς ὁ δυσσεβὴς ἔγραψε τῶν θείων εὐαγγελίων, ἣν ὁ μέγας Κύριλλος Ἀλεξανδρείας ἐν ἐξαιρέτῳ πραγματείᾳ λαμπρῶς ἐπαν‐ έτρεψεν. Πορφύριος δέ, ὁ καθ’ ἡμῶν λυττήσας, Τύριος μὲν ἦν τῷ γένει, Χριστιανὸς δὲ τὸ πρὶν ὁ ἄθλιος· τυφθεὶς δὲ ὑπὸ Χριστιανῶν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης κατ’ ὀργὴν μετῆλθεν εἰς τὸν ἑλληνισμόν,
10καὶ τότε γράψαι κατὰ τῆς ἀληθείας ὁ κύων ἐτόλμησεν. ἐπὶ τούτοις ὤφθη ὁ θεῖος σταυρὸς ἐν τῷ οὐρανῷ φωτοειδὴς κυκλούμενος ὑπὸ στεφάνου φωτὸς ἀπὸ τοῦ Γολγοθᾶ ἕως τοῦ ἁγίου ὄρους τῶν ἐλαιῶν, λαμπρότερος μᾶλλον ἢ ἐπὶ Κωνσταντίου· αὐτομάτως τε τοῖς ἁπλώ‐ μασι τῶν θυσιαστηρίων καὶ βίβλοις καὶ ἄλλοις ἐσθήμασι τῶν ἐκκλη‐
15σιῶν καὶ ἐν ἱματίοις οὐ μόνον Χριστιανῶν, ἀλλὰ καὶ Ἰουδαίων, ἐπε‐ πόλαζε τὸ σημεῖον τοῦ σταυροῦ, οὐ μόνον ἐν Ἱεροσολύμοις, ἀλλὰ καὶ ἐν Ἀντιοχείᾳ καὶ ἄλλαις πόλεσιν· καὶ ὧν ἀναισχύντως ἠπίστουν Ἰουδαῖοι καὶ Ἕλληνες, εὑρίσκοντο τὰ ἱμάτια αὐτῶν πεπληρωμένα σταυ‐ ρῶν· ἔν τισι δὲ καὶ ἐμελάνιζον. Ἰουλιανὸς πολλοὺς ἐν διαφόροις
20τόποις ἀπέστειλεν εἴς τε μαντείας καὶ χρηστήρια, ὅπως ἂν δόξῃ μετ’ ἐπιτροπῆς τῶν δαιμόνων ἐπὶ Πέρσας πόλεμον ἐγχειρεῖν. καὶ πολλῶν ἐκ διαφόρων κομισθέντων αὐτῷ χρησμῶν, ἑνὸς ἐπιμνησθήσομαι. ἔχει δὲ οὕτως· νῦν πάντες ὡρμήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ θηρὶ ποταμῷ, τῶν δὲ ἐγὼ ἡγεμονεύω θοῦρος πολεμόκλονος
25Ἄρης. τούτοις βεβαιωθεὶς πρὸς τὸν κατὰ Περσῶν ὁπλίζεται πόλεμον πολλὰ χρήματα τοὺς Χριστιανοὺς ζημιώσας. ἐν Ἀντιοχείᾳ δὲ γενόμενος προφάσει τῶν ὠνίων ὑβρίσθη σφοδρῶς παρὰ τῶν Ἀντιοχέων. ὅτε καὶ τὸν Μισοπώγωνα λόγον Ἀντιοχικὸν πρὸς ἄμυναν δῆθεν ἐπόνεσεν· Θεόδωρον δέ τινα νεανίαν προκατάρξαντα τῶν κατ’ αὐτοῦ ὕβρεων
30πικρῶς ᾐκίσατο. πολλὰ δὲ καὶ μεγάλα κατὰ Χριστιανῶν ποιήσας καὶ
πλείονα ποιεῖν μετὰ τὸν Περσικὸν πόλεμον ἐπαγγειλάμενος κακῶς52

53

τὸν παμμίαρον αὐτοῦ βίον ἐν αὐτῷ πεπλήρωκεν· ὑπερόριος γὰρ θείᾳ δίκῃ ἀνῃρέθη. τούτῳ τῷ ἔτει, βασιλεύσας ἔτη βʹ μῆνας θʹ, κατὰ τὴν Περσικὴν θεόκταντος γέγονε τῇ κϛʹ τοῦ Ἰαννουαρίου μηνὸς ἰνδικτιῶνος ἕκτης ἐτῶν ὑπάρχων λαʹ. ἐγένετο δὲ σημεῖον ὄντος
5αὐτοῦ ἐν τῇ Περσίδι μηνὶ Δαισίῳ. ὑδρία πεπληρωμένη ὕδατος ἐν οἰκίᾳ ἀγροικίδος τινὸς Χριστιανῆς μετεβλήθη εἰς οἶνον βράζοντα μοῦστον κατὰ τὴν δειλινὴν ὥραν. αὐτῇ δὲ τῇ ὥρᾳ τὸ ἀγγεῖον πεπλη‐ ρωμένον προσήνεγκαν τῇ ἐκκλησίᾳ τοῦ χωρίου. ὁ δὲ κατὰ τὸν τόπον πρεσβύτερος πληρώσας μικρὸν ἀγγεῖον ἐξ αὐτοῦ ἐκόμισε τῷ ἐπισκόπῳ
10Αὐγάρῳ. ἐν Κάρραις εὑρέθη γυνὴ ἐκ τῶν τριχῶν κρεμαμένη, καὶ ἐν Ἀντιοχείᾳ κρανία ἀνθρώπων πολλά, δι’ ὧν ὁ παραβάτης τὰ μαντεῖα τοῦ κατὰ Περσῶν πολέμου ποιούμενος σφραγῖδας καὶ κλεῖθρα τοῖς τόποις ἐπέθηκεν. [Start of a diagram]Κόσμου ἔτη ͵εωνϛʹ.
15Τῆς θείας σαρκώσεως ἔτη τνϛʹ. Ῥωμαίων βασιλεὺς Ἰουβιανὸς ἔτος αʹ. αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξβʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. εʹ.
20Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ληʹ. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. ϛʹ.[End of a diagram]
24Τούτῳ τῷ ἔτει Ἰουβιανὸς χιλίαρχος, ἀνὴρ πρᾳότατος καὶ ὀρθό‐
25δοξος Χριστιανός, βασιλεὺς Ῥωμαίων ὑπὸ παντὸς τοῦ στρατοῦ καὶ τῶν στρατηγῶν καὶ τῶν ὑπάτων ἀνηγορεύθη ἐν τῷ αὐτῷ τόπῳ τῆς Περσῶν γῆς, ἐν ᾧ ὁ παραβάτης ἀνῃρέθη. καὶ μετὰ μίαν συμβολὴν πολέμου εἰρήνη ὡς ἀπὸ θεοῦ συμφώνως ἀνεβοήθη ὑπό τε Ῥωμαίων καὶ Περσῶν καὶ ὡρίσθη ἔτη λʹ. ὁ δὲ παρῃτεῖτο τὴν βασιλείαν φάσκων
30μὴ δύνασθαι αὐτὸν ἄρχειν στρατοῦ ἑλληνίσαντος ἐπὶ Ἰουλιανοῦ. πρὸς ὃν πάντες ὁμοφώνως ἐβόησαν Χριστιανοὶ ὑπάρχειν. Ἰουβιανὸς πόλιν μεγάλην Νισίβιν Πέρσαις παρεχώρησε σωτήρια τοῦ περιλειφ‐ θέντος λαοῦ καὶ εἰρήνευσεν. νόμους δὲ γενικοὺς κατέπεμψεν ὑπὲρ
τῶν ἐκκλησιῶν εἰς πᾶσαν γῆν Ῥωμαίων, τὴν ἐπὶ τοῦ μακαρίου Κων‐53

54

σταντίνου τοῦ μεγάλου κατάστασιν καὶ τιμὴν τῇ καθολικῇ ἐκκλησίᾳ ἀποδιδούς· τοὺς δὲ ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο καὶ τῷ ἱερῷ Ἀθανασίῳ ἔγραψε τῆς ἀμωμήτου πίστεως ἐγγράφως σημᾶναι αὐτῷ ἀκρίβειαν· ὅπερ καὶ πέπραχε πάσης ὀρθοδοξίας Ἰουβιανῷ ἐπιστολὴν
5γράψας. ὅθεν Ἰουβιανὸς βεβαιότερος εἰς ὀρθοδοξίαν γενόμενος τοῖς δοξάζουσι τὸ ὁμοούσιον ἐδωρήσατο πολλὰ καὶ ἀτελεῖς ἐποίησεν. Ἀκάκιος δέ, ὁ κάκιστος Καισαρείας Ἀρειανός, συνελθὼν μεθ’ ἑτέρων ἐπισκόπων εἰς Ἀντιόχειαν λίβελλον ὀρθοδοξίας δῆθεν συνέταξε τὸ ὁμοούσιον καὶ τὴν ἐν Νικαίᾳ σύνοδον ὁμολογῶν φόβῳ τοῦ εὐσε‐
10βοῦς βασιλέως, καὶ οὐ κατὰ θεόν. ὁ δὲ αὐτοκράτωρ Ἰουβιανὸς ἐπέβη τῇ Ἀντιοχέων μηνὶ Ὑπερβερεταίῳ. καὶ ἐγεννήθη παιδίον ἔξω τῆς πύλης τῆς πόλεως ἐπὶ τὸ λεγόμενον Τρίπυλον ἀγροίκῳ κηπωρῷ θῆλυ ἑπταμηναῖον ἔχον κεφαλὰς δύο διωρισμένας, ἑκάστῃ τὸ πλάσμα τετελειω‐ μένον, ὡς ἀπὸ τοῦ τραχήλου ἑκάστης κεφαλῆς κεχωρισμένης. νεκρὸν
15δὲ τοῦτο ἐτέχθη μηνὶ Δίῳ, ὅ ἐστι Νοέμβριος. ἐξώρμησεν Ἰουβιανὸς ἀπὸ τῆς Ἀντιοχέων ἐπὶ Κωνσταντινούπολιν καὶ ἐλθὼν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ὕπατος προῆλθε σὺν τῷ αὐτοῦ υἱῷ Οὐαρωνιανῷ ἐπι‐ φανέντα τὸν αὐτὸν ἀναγορεύσας ἄνευ τοῦ ἐνδῦσαι αὐτῷ πορφύραν. Τῷ δ’ αὐτῷ ἔτει βασιλεύσας μῆνας θʹ ἡμέρας ιεʹ Ἰουβιανὸς ὁ
20χριστιανικώτατος ἐν Δαδασθάνοις, χωρίῳ τῆς Βιθυνίας, γενόμενος ἐτελεύτησεν· καὶ ἀνηγορεύθη βασιλεὺς Οὐαλεντινιανὸς Αὔγουστος ἔτη ιαʹ ὑπὸ τοῦ στρατοπέδου διὰ τὸ εὐδοκιμῆσαι αὐτὸν ὡς Χριστιανὸν ἐν τῇ ὁμολογίᾳ καὶ εὐθέως ἐξώρμησεν ἐπὶ Κωνσταντινούπολιν καὶ φθάσας τὴν βασιλεύουσαν Οὐάλεντα, τὸν ἴδιον ἀδελφόν, κοινωνὸν
25τῆς αὐτοῦ βασιλείας ἀνηγόρευσεν, ἀπονείμας αὐτῷ τὰ ἀνατολικὰ μέρη, αὐτὸς δὲ τὰ δυτικὰ κατέσχεν. [Start of a diagram]Κόσμου ἔτη ͵εωνζʹ. Τῆς θείας σαρκώσεως ἔτη τνζʹ. Ῥωμαίων βασιλεὺς Οὐαλεντινιανὸς ἔτη ιʹ. αʹ.
30Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξγʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. ιγʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. ϛʹ Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. λθʹ.
35Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. ζʹ.[End of a diagram]54

55

Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς ὁ Αὔγουστος Γρατιανὸν τὸν ἑαυτοῦ υἱὸν Αὔγουστον ἀνηγόρευσεν, κοινωνὸν τῆς βασιλείας ὁμοῦ καὶ ὕπατον, προαναγορεύσας καὶ Οὐάλεντα τὸν ἀδελφὸν βασιλέα, ὡς προλέλεκται, διάπυρον Ἀρειανὸν ὑπάρχοντα καὶ ὑπὸ Εὐδοξίου
5βαπτισθέντα. οἱ δὲ ὀρθόδοξοι προσῆλθον Οὐαλεντινιανῷ δι’ Ὑπατίου, ἐπισκόπου Ἡρακλείας, δεόμενοι ἐπιτραπῆναι συνελθεῖν ἐπὶ διορθώσει τοῦ ὁμοουσίου δόγματος. πρὸς οὓς Οὐαλεντινιανὸς ἀπεκρίνατο. “ἐμοὶ μετὰ λαοῦ τεταγμένῳ περὶ τοιούτων πολυπραγμονεῖν οὐ θέμις. ὡς οὖν δοκεῖ ὑμῖν τοῖς ἱερεῦσι διαγίνεσθε.” τότε συνελθόντες εἰς Λάμψα‐
10κον καὶ δύο μῆνας ἐκεῖ διατρίψαντες τελευταῖον ἠκύρωσαν τὰ ὑπὸ Εὐδοξίου καὶ Ἀκακίου ἐν Κωνσταντινουπόλει πραχθέντα, κρατεῖν δὲ τὴν ἐν Σελευκείᾳ πίστιν. Οὐάλης δὲ ὁ δυσσεβὴς τὰ ἐν Λαμψάκῳ πραχθέντα ἀνέτρεψε καὶ τοὺς συνελθόντας ἐκεῖ ἐπισκόπους ἐξορίᾳ παρέπεμψεν, Εὐδοξίῳ δὲ τῷ ὁμόφρονι τὰς ἐκκλησίας παρέδωκε
15Κωνσταντινουπόλεως· καὶ οἱ ὀρθόδοξοι οὔτε ποιμένα οὔτε ἐκκλησίαν εἶχον.
βʹ. ξδʹ. ιδʹ. ζʹ. ιβʹ. μʹ. ηʹ. Τούτῳ τῷ ἔτει Λιβέριος, ἐπίσκοπος Ῥώμης, καὶ Ἀθανάσιος Ἀλεξανδρείας καὶ Μελέτιος Ἀντιοχείας καὶ ὁ Σαμοσάτων Εὐσέβιος
20ἀνακληθέντες ἐκ τῆς ἐξορίας ὑπὸ Ἰουβιανοῦ ἐν τῷ ὀρθῷ λόγῳ διέπρε‐ πον καὶ ὁ Ἱεροσολύμων Κύριλλος καὶ ἕτεροι ἐπίσκοποι τῆς ὀρθοδοξίας πρόμαχοι. Ἀρειανῶν δὲ προΐστατο ἐν Ἀλεξανδρείᾳ Λούκιος καὶ ἐν Ἀντιοχείᾳ Εὐζώϊος, Παυλῖνος δὲ τοῦ ἑνὸς μέρους τῶν ὀρθοδόξων εἰς δύο διῃρημένων, καὶ τοῦ ἄλλου Μελέτιος.
25Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐδόξιος ἔτη βʹ.
γʹ. ξεʹ. ιεʹ. ηʹ. αʹ. μαʹ. αʹ.
Τούτῳ τῷ ἔτει Προκόπιος ἀντῇρεν ἐν Κωνσταντινουπόλει μηνὶ Σεπτεμβρίῳ, καὶ ἐξελθὼν ἐπὶ Νακόλειαν καὶ πλείστῳ στρατῷ φραξά‐
30μενος φόβον ἐποίησε τῷ Οὐάλεντι· καὶ τὸν κατὰ τῶν ἐκκλησιῶν πόλεμον ἀνῆκε πρὸς βραχύ, ἕως Προκόπιον προέδωκαν οἱ ἴδιοι στρατη‐ γοὶ Ἀγέλων καὶ Γομάρις. ὅν τινα Προκόπιον εἰς δύο δένδρα ἐγγίζοντα πρὸς ἄλληλα ἐξαρτήσας τῶν σκελῶν ἀφεθῆναι κλιθέντα ἐκέλευσεν, ἅ τινα βιαίως ὀρθωθέντα διέσπασαν τὸν τύραννον. τοὺς δὲ προδεδωκότας
35αὐτὸν στρατηγοὺς Ἀγέλωνα καὶ Γομάριν πρισθῆναι ἐκέλευσεν, ὃ καὶ55

56

πεπόνθασιν οἱ τάλανες ἀναξίῳ εὐνοήσαντες. τότε καὶ Χαλκηδόνος τὰ τείχη καθεῖλε φόβῳ Προκοπίου. ἀνελὼν δὲ τὸν Προκόπιον κατὰ τῆς ἀληθείας πάλιν κεκίνηται. τότε καὶ Ἐλεύσιον τὸν Κυζίκου ἠνάγ‐ καζεν ὁμολογῆσαι τὸ ἑτερούσιον. οὗτος δὲ ὁ Ἐλεύσιος ἐλθὼν ἐν
5Κυζίκῳ καὶ ἐξαγγείλας τὴν ἑαυτοῦ παρανομίαν ἀνάξιόν τε τοῦ ἱερα‐ τεύειν εἰπὼν ἑαυτὸν ἕτερον προβληθῆναι ἐπίσκοπον τῇ Κυζίκῳ προέτρεψεν. τοῦτο μαθὼν ὁ Εὐδόξιος ὁ κακόφρων Εὐνόμιον ἀντ’ αὐτοῦ κατέστησε τῆς Κυζίκου ἐπίσκοπον. Τῷ δ’ αὐτῷ χρόνῳ διῆγεν Οὐάλης ὁ βασιλεὺς ἐν Μαρκιανουπόλει
10τῆς Μυσίας. σεισμὸς δὲ μέγας γέγονε καθ’ ὅλης τῆς γῆς ἐν τῇ ηʹ ἰνδικτιῶνι ἐν νυκτί, ὡς καὶ ἐν Ἀλεξανδρείᾳ πλοῖα προσωρμισμένα τῷ αἰγιαλῷ ἐπαρθῆναι εἰς ὕψος καὶ ὑπερβῆναι τὰς ὑψηλὰς οἰκοδομὰς καὶ τὰ τείχη καὶ μετατεθῆναι ἔνδον εἰς τὰς αὐλὰς καὶ τὰ δώματα τὰ πλοῖα· ὑπαναχωρησάσης δὲ τῆς θαλάσσης, ἔμειναν ἐπὶ ξηρᾶς.
15οἱ δὲ λαοὶ ἐκ τῆς πόλεως φυγόντες διὰ τὸν σεισμόν, θεωρήσαντες τὰ πλοῖα ἐπὶ τῆς ξηρᾶς εἰς ἁρπαγὴν τῶν ἐν τοῖς πλοίοις φορτίων ἐπῆλθον· καὶ ἐπιστρέψαν τὸ ὕδωρ πάντας ἐκάλυψεν. ἄλλους δὲ ναυτικοὺς διηγήσασθαι, ὡς κατ’ ἐκείνην τὴν ὥραν ἐν μέσῳ τοῦ Ἀδρία πλέοντες καταληφθῆναι, ἐξαίφνης δὲ ἐν τῷ πελάγει εἰς τὸ ἔδαφος
20καθίσαι τὸ πλοῖον· καὶ μετὰ βραχὺ πάλιν ἐπανελθεῖν τὸ ὕδωρ, καὶ οὕτω πλεῦσαι.
δʹ. ξϛʹ. ιϛʹ. θʹ. βʹ. μβʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς ὁ μέγας ζώσης τῆς αὐτοῦ γαμετῆς Σευήρας, τῆς μητρὸς Γρατιανοῦ, ἔγημε παρανόμως Ἰουστῖναν διὰ
25κάλλος μαρτυρηθεῖσαν ὑπὸ Σευήρας, ἐξ ἧς ἔσχε τέκνα Οὐαλεντινιανὸν νέον λεγόμενον, ὃν ὁ στρατὸς μετὰ θάνατον τοῦ πατρὸς βασιλέα ἀνηγόρευσεν, καὶ θυγατέρας τρεῖς, Ἰοῦσταν, Γρᾶταν, Γάλλαν, ἣν καὶ ἔγη‐ μεν ὁ μέγας Θεοδόσιος κατὰ δεύτερον γάμον, ἐξ ἧς ἐτέχθη αὐτῷ ἡ Πλα‐ κιδία· Ἀρκάδιος γὰρ καὶ Ὀνώριος ἐκ Πλακίλλης ἦσαν Θεοδοσίῳ τῆς
30πρώτης γαμετῆς. ἔγραψε δὲ καὶ νόμον παράνομον τῷ θέλοντι δύο
γυναῖκας ἔχειν κατ’ αὐτὸν μὴ κωλύεσθαι. Οὐάλης δὲ ὁ δυσσεβὴς56

57

δύο θυγατέρας ἔσχεν, Ἀναστασίαν καὶ Καρῶσσαν, ὧν καὶ ἐπ’ ὀνόμασι δύο λοετρὰ ἔκτισε καὶ τὸν ἀγωγόν, τὸν μέχρι νῦν Οὐαλεντινιακὸν λεγόμενον. τινὲς δέ φασιν, ὅτι Δομνίκα, ἡ γυνὴ Οὐάλεντος, ἔπεισεν αὐτὸν ἀρειανίζειν οὕτω σφοδρῶς. ἄλλοι δὲ ἱστοροῦσιν, ὅτι μετὰ τὸ
5βασιλεῦσαι βαπτισθεὶς ὑπὸ Εὐδοξίου ὅρκῳ διεβεβαιώσατο αὐτὸν ἐν αὐτῷ τῷ βαπτίσματι τὰ Ἀρείου φρονεῖν καὶ μὴ δέχεσθαι τὸ ὁμοού‐ σιον, καὶ οὕτως οἱ ἀμφότεροι μυρίους διωγμοὺς κατὰ τῶν ὀρθο‐ δόξων ἐκίνησαν οἱ ἀνόσιοι. πέμπουσι δὲ καὶ πρὸς Λιβέριον τὸν Ῥώμης Εὐστάθιον τὸν Ἀρμένιον καὶ Σιλβανὸν τὸν Ταρσοῦ καὶ
10Θεόφιλον Κασταβάλων ὑπισχνούμενοι δι’ αὐτῶν δέχεσθαι τὸ ὁμοού‐ σιον. οὗτοι Λιβερίῳ ἔγγραφον ὑπὲρ τοῦ ὁμοουσίου λίβελλον ἐπ‐ έδωκαν ὁμολογήσαντες πᾶσαν αἵρεσιν ἀποστρέφεσθαι ἐναντιουμένην τῇ ἐν Νικαίᾳ συνόδῳ· οὓς καὶ ἀποδεξάμενος Λιβέριος ἐκοινώνησε γράψας τοῖς τῆς ἀνατολῆς, μαρτυρῶν αὐτοῖς ὀρθοδοξίαν. ἐν Μαρ‐
15κιανουπόλει δὲ Οὐάλης στρατεύων κατὰ Γότθων παρεχείμαζεν ἐκεῖ. [Start of a diagram]Κόσμου ἔτη ͵εωξαʹ. Τῆς θείας σαρκώσεως ἔτη τξαʹ. Ῥωμαίων βασιλεὺς Οὐαλεντινιανὸς ἔτη ιαʹ. εʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξζʹ.
20Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. ιζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. μγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀνιανὸς ἔτη δʹ. αʹ.[End of a diagram]
26Τούτῳ τῷ ἔτει σύνοδος ἐν Τυάνοις γέγονεν, ἐν ᾗ εὑρέθησαν Εὐσέβιος ὁ Καισαρείας Καππαδοκίας καὶ Γρηγόριος ὁ Ναζιανξοῦ, ὁ πατὴρ τοῦ Θεολόγου καὶ ὁ Μελιτηνῆς Ὁτρήϊος καὶ ἕτεροι, οἵ τινες τοῖς Λιβερίου γράμμασιν ἀγαλλιασάμενοι πᾶσι τοῖς ὀρθοδόξοις ἐπι‐
30σκόποις ἐσήμαναν παραγενέσθαι εἰς Ταρσὸν ἐπὶ βεβαιώσει τῆς ὀρθῆς πίστεως· ὅπερ ἀκούσας Οὐάλης ἐκώλυσε γενέσθαι. Εὐδόξιος δὲ πάλιν Οὐάλεντα παρεσκεύασε κελεῦσαι τοῖς κατὰ τόπον ἄρχουσιν ἐξορισθῆναι
πάντας τοὺς ὑπὸ Κωνσταντίου ἐξορισθέντας ἐπισκόπους καὶ ὑπὸ Ἰου‐57

58

λιανοῦ καὶ Ἰουβιανοῦ ἀνακληθέντας. τότε Ἀθανάσιος ἑκουσίως ἐξῆλθεν Ἀλεξανδρείας, μὴ συγχωροῦντος τοῦ δήμου τῷ ἄρχοντι ἐκβαλεῖν αὐτόν, ὃς καὶ πολὺν χρόνον ἐκρύπτετο ἐν πατρῴῳ μνήματι· ὕστερον δὲ Οὐάλης φόβῳ στάσεως τῶν Ἀλεξανδρέων ἔγραψεν ἐπανελθεῖν
5τὸν Ἀθανάσιον. τῆς δὲ κοινωνίας Εὐδοξίου ἀπέσχισεν Εὐνόμιος διὰ τὸ μὴ κοινωνεῖν Εὐδόξιον Ἀετίῳ, τῷ διδασκάλῳ Εὐνομίου. εἰ γὰρ καὶ ἀμφότεροι ὁμόφρονες ἦσαν, ἀλλὰ διὰ τὸ παρὰ πάντων μισεῖσθαι Ἀέτιον Εὐδόξιος ἀπεστρέφετο αὐτόν, μὴ αἰσχυνόμενος προδήλως τοῖς οἰκείοις δόγμασιν ὡς ἀσεβέσιν ἀποστρέφεσθαι. Εὐνό‐
10μιος γὰρ ὑπογραφεὺς γέγονε τοῦ ἀθέου Ἀετίου σοφιστικοὺς λόγους μαθών, ἐξ ὧν δῆθεν ἐκόμπαζεν, τῶν θείων γραφῶν ἀμύητος ὢν πάντη, ὡς δηλοῦσι μάλιστα οἱ ἑπτὰ αὐτοῦ τόμοι. οἱ δὲ Κυζικηνοὶ ἐδίωξαν Εὐνόμιον ὡς αἱρετικὸν καὶ βλάσφημον. οὗτος δὲ ἐλθὼν ἡνώθη Εὐδοξίῳ. δεινῶς δὲ ἦν βλάσφημος τολμῶν λέγειν, ὅτι ὁ θεὸς
15περὶ τῆς ἰδίας οὐσίας οὐδὲν οἶδε πλέον ἡμῶν. ἑλληνικοῦ δὲ διωγμοῦ πλείονα συνέβη τοῖς ὀρθοδόξοις ἐπὶ Οὐάλεντος καὶ Εὐδοξίου τῶν ἀσεβῶν. Τούτῳ δὲ τῷ χρόνῳ Εὐδοξίου τελευτήσαντος Δημόφιλον Ἀρειανοὶ προεβάλοντο ἐπίσκοπον, οἱ δὲ ὀρθόδοξοι Εὐάγριόν τινα,
20ὃν ἐχειροτόνησεν Εὐστάθιος ὁ ἱερὸς Ἀντιοχείας λαθραίως διάγων ἐν Κωνσταντινουπόλει, ἐπανελθὼν ἐκ τῆς ἐξορίας ἐπὶ Ἰουβιανοῦ· μὴ εὑρὼν δὲ αὐτὸν ζῶντα ἐν τῇ πόλει ἐκρύπτετο. τὴν δὲ Εὐαγρίου χειροτονίαν ἀκούσας Οὐάλης ἐν Μαρκιανουπόλει διάγων Εὐστάθιον μὲν τὸν ἱερὸν εἰς Βιζύην ἐξώρισεν, Εὐάγριον δὲ τῆς πόλεως ἐκβαλὼν
25Δημοφίλῳ τὰς ἐκκλησίας παρέδωκε τῷ Ἀρειανῷ. Κωνσταντινουπόλεως ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ.
ϛʹ. ξηʹ. ιηʹ. αʹ. δʹ. μδʹ. βʹ.
Τούτῳ τῷ ἔτει Οὐάλεντι τῷ δυσσεβεῖ πρεσβείαν ἀπέστειλαν οἱ ὀρθόδοξοι ἐν Νικομηδείᾳ ἐλθόντι ἄνδρας ἱερατικοὺς πʹ πέμψαντες,
30ὧν προηγοῦντο Θεόδωρος καὶ Οὐρβανὸς καὶ Μενέδημος, οὓς πάντας σὺν τῷ πλοίῳ ὑφαφθῆναι ὁ Οὐάλης ἐκέλευσεν· καὶ πάντες σὺν τῇ νηῒ κατεφλέχθησαν, μέχρι Δακιδίζων τοῦ πλοίου διαρκέσαντος.
͵εωξγʹ. τξγʹ. ζʹ. ξθʹ. ιθʹ. βʹ. εʹ. μεʹ. γʹ.
Τούτῳ τῷ ἔτει Οὐάλης ὁ μιαρὸς τοῖς Ἕλλησιν ἄδειαν δέδωκε58

59

θυσίας καὶ πανηγύρεις ἐπιτελεῖν· ὡσαύτως δὲ καὶ Ἰουδαίους ἔθαλπε καὶ ἐτίμα, μόνους τοὺς ὀρθοδόξους καὶ τῆς ἀποστολικῆς ἐκκλησίας δεινῶς διώκων.
ηʹ. οʹ. κʹ. γʹ. ϛʹ. μϛʹ. δʹ.
5Τούτῳ τῷ ἔτει Οὐάλης ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐλθὼν πάν‐ δεινα τοῖς ὀρθοδόξοις ἐνεδείξατο πολλοὺς ἀνελὼν μαχαίρᾳ καὶ ἄλλους ἀποπνίξας εἰς τὸν παραρρέοντα Ὀρέντην ποταμόν. ὡσαύτως δὲ καὶ τὴν Ἔδεσαν καταλαβὼν χείρονα ἔπραξε κελεύσας Μοδέστῳ τῷ ἐπάρχῳ τὸ πλῆθος τῶν ὀρθοδόξων συλλαβεῖν εἰς τὸν ναὸν τοῦ ἁγίου Θωμᾶ
10συνερχόμενον καὶ φονεῦσαι. τὸ δὲ κατὰ τὴν γυναῖκα συμβάν, τὴν ἕλκουσαν τὸ τέκνον σπουδῇ ἐπὶ τὸν θάνατον, τόν τε Οὐάλεντα ᾔσχυνε καὶ τὸν ἔπαρχον κατέπληξε καὶ τὸ ἄγος ἐκώλυσεν, θεοῦ δηλονότι τοῦτο οἰκονομήσαντος. Εὐσέβιον δὲ τὸν Σαμοσάτων ἐξώρισεν εἰς τὴν Θρᾴκην, ὅτε καὶ πλέον ἐθαυμάσθη ὁ ἅγιος ἑκουσίως τῆς πόλεως
15ἐξελθὼν καὶ ἀκολουθήσας τοῖς ἐλαύνουσιν, μὴ συγχωροῦντος τοῦ λαοῦ· ἀντ’ αὐτοῦ δὲ οἱ Ἀρειανοὶ Εὐνόμιόν τινα, Ἀρειανὸν διάπυρον, προεβάλοντο, ᾧ οὐδεὶς τῶν Σαμοσατέων ἐκοινώνησεν. τούτου λουο‐ μένου καὶ τὸν λαὸν συλλούσασθαι προτρεπομένου, εἰ μὴ τὸ ὕδωρ τῆς ἐμβατῆς, ἐν ᾗ εἰσῆλθεν Εὐνόμιος, ἐκένωσαν καὶ ἄλλου ἐπλήρωσαν,
20οὐκ ἠνείχοντο λούσασθαι, μεμιάνθαι λέγοντες ὑπὸ Εὐνομίου τὸ πρότερον. ὅπερ μαθὼν ἔφυγε τῆς πόλεως ἀσπόνδως μισούμενος. τούτου δὲ ὑποχωρήσαντος, Λούκιόν τινα προφανῆ λύκον Ἀρειανοὶ προεβάλοντο. ὁμοίως καὶ ἐν Καππαδοκίᾳ τὰς ἐκκλησίας Ἀρειανοῖς παραδοῦναι ἐσπούδαζε τῆς ἐναντιώσεως δραξάμενος, ἧς ἔσχε παρὰ
25τοῦ μεγάλου Βασιλείου, πρεσβυτέρου τότε τῆς ἐκκλησίας Καισαρείας ὑπάρχοντος καὶ Εὐσέβιον τὸν ἐπίσκοπον διεγείροντος εἰς ζῆλον ὀρθο‐ δοξίας, μὴ ὑπείκειν τῇ δυσσεβείᾳ Οὐάλεντος. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτος αʹ.
30Ἀντιοχείας ἐπίσκοπος λαʹ πάλιν Μελέτιος ἔτη κεʹ.
θʹ. αʹ. καʹ. δʹ. ζʹ. αʹ. αʹ.
Τούτῳ τῷ ἔτει Οὐάλεντος ἐν Ἀντιοχείᾳ διάγοντος εὑρέθησάν
τινες ἐπιβουλὴν κατ’ αὐτοῦ μελετῶντες, καὶ ἀνῃρέθησαν στῖφος ἀσεβῶν·59

60

διὰ γὰρ μαντειῶν καὶ θυσιῶν τὴν συσκευὴν κατειργάζοντο. τοῦ δὲ πολυάθλου καὶ πολλὰ καμόντος Ἀθανασίου μεταστάντος πρὸς κύριον, ἐπισκοπήσαντος ἔτη μϛʹ, ἐν διωγμοῖς δὲ καὶ τοῖς ὑπὲρ εὐσεβείας κινδύνοις τὰ μʹ, Πέτρος τὴν ἐπισκοπὴν διεδέξατο, ὃν οἱ Ἀρειανοὶ
5διά τινος Μάγνου, τῶν βασιλικῶν θησαυρῶν ταμία, ἀπήλασαν· Λούκιον δὲ ἀντεκατέστησαν. τότε πολλοὶ τῶν ὀρθοδόξων ἀνδρῶν καὶ γυναικῶν παρθένων ἀθέως ᾐκίσθησαν, πολλοὶ δὲ καὶ ἐν βασάνοις ἐτελειώθησαν. ὁ δὲ Πέτρος φυγὰς εἰς Ῥώμην ᾤχετο πρὸς Δάμασον ὡς ὁμόδοξον· ὅτε καὶ τὰ γενόμενα ἐν Ἀλεξανδρείᾳ δι’ ἐπιστολῆς
10ἔγραψε φρικώδη ὑπὸ Ἀρειανῶν. Τῷ δ’ αὐτῷ ἔτει καὶ Βασίλειος [ὁ] τῆς Καισαρέων ἐπισκόπησεν, Εὐσεβίου εὐσεβῶς κοιμηθέντος. [Start of a diagram]Κόσμου ἔτη ͵εωξϛʹ. Τῆς θείας σαρκώσεως ἔτη τξϛʹ.
15Ῥωμαίων βασιλεὺς Οὐαλεντινιανὸς ἔτη ιαʹ. ιʹ. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. αʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ηʹ.
20Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. βʹ.[End of a diagram]
23Τούτῳ τῷ ἔτει Ἀμβρόσιος μετὰ Αὐξέντιον τῆς ἐκκλησίας Μεδιολάνων ἡγήσατο οὕτως· τοῦ δήμου στασιάζοντος περὶ προβο‐
25λῆς ἐπισκόπου, Ἀμβρόσιος ἡγεμὼν τῆς χώρας τελῶν ἐπέμφθη ὑπὸ Οὐαλεντινιανοῦ τοῦ βασιλέως ἐκεῖσε διάγοντος κωλῦσαι τὴν στάσιν, ἀβάπτιστος μὲν ἔτι ὤν, πάνυ δὲ τοῦ δικαίου φροντίζων καὶ τοὺς μείζονας ἄρχοντας γενναίως διελέγχων ἀδικοῦντας. ὁ οὖν δῆμος παυσάμενος τῆς ἔριδος, ὁμοφώνως τὸν Ἀμβρόσιον ἐπίσκοπον ἐψη‐
30φίσαντο· ὅπερ ἀκούσας Οὐαλεντινιανὸς ἐκέλευσε μυηθέντα χειρο‐ τονηθῆναι τὸν Ἀμβρόσιον ἐπίσκοπον, εὐχαριστῶν ἐπ’ ὄψεσι πάντων τῷ θεῷ καὶ λέγων· “χάρις σοι, δέσποτα παντοκράτορ, σῶτερ ἡμέ‐ τερε, ὅτι ψυχὰς ἐνεχείρισας τῷδε τῷ ἀνδρὶ σωμάτων ἄρχοντι παρ’ ἐμοῦ γενομένῳ, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας.” Λούκιος
35δὲ ἐν Ἀλεξανδρείᾳ πολλὰ κακὰ σὺν τοῖς Ἀρειανοῖς διεπράξατο.
ᾠδὰς γὰρ δαιμόνων εἰς τὴν Θεωνᾶ ἐκκλησίαν ᾖδον καὶ ὀρχηστὰς60

61

εἰσῆγον, τῶν παρθένων τε τὰς ἐσθῆτας ἀποσκεπάζοντες, σὺν θυμῷ ῥινοκτυποῦντες γυμνὰς διὰ τῆς πόλεως περιῆγον, ἀσελγῶς αὐταῖς χρώμενοι· τὰς δὲ καὶ ἀνεῖλον μηδὲ πρὸς ταφὴν δόντες τοῖς γονεῦσι τὰ σώματα αὐτῶν λίαν ὀδυρομένοις. εἰς δὲ τὸ θυσιαστήριον ἔνδον
5μειράκιον ἀσελγὲς αἰσχρουργῆσαι ἀνήγαγον. τῆς δὲ δύσεως πάσης τριάδα ὁμοούσιον πρεσβευούσης, ᾐτήσαντο Οὐαλεντινιανὸν καὶ ἐποίησαν σύνοδον ἐν τῷ Ἰλλυρικῷ καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐκύ‐ ρωσαν. ἴδικτον δὲ Οὐαλεντινιανὸς ἔγραψε τοῖς ἐν Ἀσίᾳ καὶ Φρυγίᾳ καὶ πάσῃ τῇ ἀνατολῇ ἐπισκόποις ἐμμένειν τοῖς ὡρισμένοις παρὰ τῆς
10συνόδου παρεγγυώμενος, κοινωνὸν καὶ Οὐάλεντα τὸν ἀδελφὸν καὶ Γρατιανὸν τὸν υἱὸν ἐν τῷ ἰδίκτῳ προσλαβόμενος. τότε καὶ Γρη‐ γόριος ὁ Θεολόγος τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας προέστη ταῖς Βασιλείου καὶ Μελετίου καὶ τῶν λοιπῶν τῆς εὐσεβείας ὑπερ‐ μάχων εἰσηγήσεσιν. καὶ εἰ μὴ φθάσας τὴν πόλιν ἀνεκαλέσατο, πᾶσα
15ἂν τῆς Ἀρείου καὶ Εὐνομίου λώβης ἐπεπλήρωτο· πάσας γὰρ τὰς ἐκκλησίας αὐτοὶ κατεῖχον πλὴν τοῦ εὐκτηρίου Ἀναστασίας τῆς μάρ‐ τυρος· ἐπισκόπει δὲ τῶν Ἀρειανῶν Δημόφιλος. Γρηγόριος τότε ὁ Νύσης καὶ Πέτρος, ἀδελφοὶ Βασιλείου, διέλαμπον Ὄπτιμός τε ἐν Πισιδίᾳ καὶ Ἀμφιλόχιος ἐν Ἰκονίῳ. Βάρσην δέ, τὸν ἐπίσκοπον
20Ἐδέσης, καὶ Πελάγιον Λαοδικείας ὡς προμάχους τῆς ὀρθοδοξίας ὁ Οὐάλης ἐξώρισεν. Οὐαλεντινιανὸς ὠνείδισεν Οὐάλεντα τὸν ἀδελφὸν ὡς κακόδοξον, μὴ πέμψας αὐτῷ βοήθειαν κατὰ τῶν Γότθων αἰτοῦντι, ἀλλ’ εἰπών· “οὐ θέμις ἐπαμύνειν ἀνδρὶ θεομάχῳ.”
ιαʹ. βʹ. κγʹ. εʹ. θʹ. βʹ. γʹ.
25Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς ὁ μέγας ἐτελεύτησεν ἐτῶν πδʹ, βασιλεύσας ἔτη ιαʹ, τρόπῳ τοιῷδε· Σαυρομάται, ἔθνος [μικρόν τε καὶ] οἰκτρόν, ἐπαναστάντες αὐτῷ καὶ ἡττηθέντες πρέσβεις ἔπεμψαν αἰτοῦντες τὴν εἰρήνην. Οὐαλεντινιανοῦ δὲ τοὺς πρέσβεις ἐρωτῶν‐ τος, εἰ πάντες οἱ Σαυρομάται τοιοῦτοί εἰσι τοῖς σώμασιν οἰκτροί,
30καὶ αὐτῶν εἰπόντων, ὅτι “τοὺς κρείττονας πάντων ὧδε ἔχεις καὶ ὁρᾷς,” ἀνακράξας βιαίως ἔφη· “δεινὰ Ῥωμαίων ἡ βασιλεία ὑπο‐ μένει εἰς Οὐαλεντινιανὸν λήξασα, εἰ Σαυρομάται τοιοῦτοι ὄντες
Ῥωμαίων κατεξανίστανται.” ἐκ δὲ τῆς διατάσεως καὶ τοῦ κρότου61

62

τῶν χειρῶν φλεβὸς ῥαγείσης καὶ πλείστου ἀναδοθέντος αἵματος, ἔν τινι φρουρίῳ Γαλλίας θνήσκει μηνὶ Δίῳ ιζʹ ἰνδικτιῶνος γʹ. Γρα‐ τιανοῦ δέ, τοῦ υἱοῦ αὐτοῦ, μὴ εὑρεθέντος ἐκεῖσε, καὶ Οὐάλεντος ἐν Ἀντιοχείᾳ διάγοντος, τὸ εὑρεθὲν στρατόπεδον ἐν τῷ τόπῳ, ἐν
5ᾧ ἐτελεύτησεν Οὐαλεντινιανὸς ὁ μέγας, Οὐαλεντινιανόν, τὸν υἱὸν αὐτοῦ, ὡς ἐτῶν δ’ ἀνηγόρευσαν Αὔγουστον, συμπαρούσης καὶ Ἰουστίνης, τῆς μητρὸς αὐτοῦ, ἐν τῇ Πανονίᾳ. τοῦτο μαθὼν Γρα‐ τιανὸς τὸν μὲν ἀδελφὸν αὐτοῦ εἶχε συμβασιλεύοντα μεθ’ ἑαυτοῦ, τοὺς δὲ ἀναγορεύσαντας διαφόροις τρόποις ἐτιμωρήσατο διὰ τὸ παρὰ
10γνώμην αὐτοῦ τοῦτο γενέσθαι. Οὐάλης δὲ κατὰ Γότθων Τραϊανὸν στρατηγὸν πέμπει, ὃς ἡττηθεὶς ἀτίμως ἀνέκαμψεν. ὀνειδιζόμενος δὲ μαλακίαν ὑπὸ Οὐάλεντος ἀπεκρίνατο· “οὐκ ἐγὼ ἥττημαι, βασιλεῦ, ἀλλὰ σύ, ὁ κατὰ θεοῦ στρατευόμενος καὶ τὴν αὐτοῦ ῥοπὴν προξενῶν τοῖς βαρβάροις.” πολλοὺς δὲ ἀνεῖλεν Οὐάλης διὰ τοὺς ἐκ τῶν μαν‐
15τειῶν ὑπονοηθέντας βασιλεύειν ἀπὸ τοῦ Θ στοιχείου, ἐν οἷς καὶ Θεόδωρόν τινα, πρῶτον ἐν πατρικίοις. Ἐν τῷ αὐτῷ δὲ χρόνῳ τινὲς τῶν Ναυατιανῶν ἐν Φρυγίᾳ τὸ πάσχα ἤρξαντο ποιεῖν μετὰ Ἰουδαίων συνελθόντες ἐν Παζῷ τῇ κώμῃ, καὶ νόμον ἐξέθεντο μετὰ Ἰουδαίων πασχάζειν. ἐκ τούτων οἱ
20λεγόμενοι Σαββατιανοὶ ἀπὸ Σαββατίου τινὸς ἀνεφύησαν ὕστερον. καὶ Ἀπολινάριος ὁ Σύρος τότε φανερῶς ἀπέστη τῆς ἐκκλησίας, Δά‐ μασός τε ὁ Ῥώμης καὶ Πέτρος Ἀλεξανδρείας πρῶτοι τούτους ἀπ‐ εκήρυξαν. καὶ Εὐνόμιος ὁ δυσσεβὴς ἐτόλμησε τὸ βάπτισμα ἐν μιᾷ καταδύσει τελεῖν, “οὐκ εἰς τριάδα, ἀλλ’ εἰς τὸν θάνατον τοῦ Χριστοῦ
25δεῖ βαπτίζεσθαι,” λέγων· καὶ τοὺς ἐν τριάδι βαπτιζομένους ἀν‐ εβάπτιζεν. Ἰουλιανός, ὁ καὶ Σάβας, ἱερὸς ἀσκητὴς εἰς Ἀντιόχειαν ἐλθὼν ἀπὸ Ἐδέσης τοὺς τὸ ὁμοούσιον δοξάζοντας ὀρθοδόξους ὑπ‐ εστήριζε προφανῶς ἀναθεματίζων τοὺς Ἀρειανούς. Ἀφραάτης ὁ θεῖος μετὰ πολλῆς παρρησίας κατὰ πρόσωπον ἐν Ἀντιοχείᾳ διήλεγξε τὴν
30τοῦ Οὐάλεντος ἀσέβειαν. εἷς δὲ τῶν εὐνούχων θρασέως τῷ Ἀφραάτῃ λοιδορήσας καὶ ἀπειλήσας, κατελθὼν ἑτοιμάσαι βαλανεῖον τῷ βασιλεῖ, πληγεὶς τὴν διάνοιαν ἑαυτὸν εἰς τὸ θερμὸν ὕδωρ βαλὼν ἀπώλετο. καὶ Ἐφραῒμ ὁ μέγας ἐν ἀσκήσει καὶ θείᾳ διδασκαλίᾳ διέλαμπεν, πολ‐
λοὺς μὲν λόγους ἀσκητικούς, πλείστους δὲ καὶ δογματικοὺς ἐκ θείου62

63

πνεύματος ἀναβλύσας· τινὰ δὲ τῶν πονημάτων καὶ ᾄδεσθαι Σύροις παρέδωκε διὰ τοῦ μέλους τοὺς ἀργοτέρους ἐφελκόμενος· φασὶ γοῦν τριακοσίας μυριάδας στίχων αὐτὸν ἐκδεδωκέναι τὸν ὄντως θεόσοφον. [Start of a diagram]Κόσμου ἔτη ͵εωξηʹ.
5Τῆς θείας σαρκώσεως ἔτη τξηʹ. Ῥωμαίων βασιλεὺς Οὐάλης ἔτη γʹ. αʹ. Περσῶν βασιλεὺς Ἀρταξὴρ ἔτη δʹ. γʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. κδʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. ϛʹ.
10Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. δʹ.[End of a diagram]
14Τούτῳ τῷ ἔτει ἡ τῶν Μεσαλιανῶν αἵρεσις ἤγουν Εὐχητῶν
15καὶ Ἐνθουσιαστῶν ἀνεφύη. οὗτοι ψάλλοντες βαλλίζουσι καὶ κροτα‐ λίζουσι τὰ παρὰ τῷ Δαβὶδ παχέως ἐκλαμβάνοντες καὶ ἀνοήτως. ταύτης αἱρεσιάρχαι Δαδώης καὶ Σάβας καὶ Ἀδέλφιος, φασὶ δέ τινες, ὅτι καὶ ὁ Σεβαστείας Εὐστάθιος· οἷς ἀντέστησαν γενναίως Ἀμφι‐ λόχιος Ἰκονίου, Λητώϊος Μελιτηνῆς, ὕστερον δὲ καὶ Φλαβιανὸς
20Ἀντιοχείας. Οὐάλης δὲ πᾶσαν ἐκκλησίαν πορθήσας ἧκεν εἰς Καισά‐ ρειαν ἐξ ἀνατολῆς κατὰ τοῦ θείου Βασιλείου μαινόμενος· ἔπραξε δὲ ἃ καὶ ὁ μέγας Γρηγόριος εἰς τὸν Βασιλείου ἐπιτάφιον ἔλεξεν· ἡνίκα καὶ Γαλάτης, ὁ Οὐάλεντος υἱός, χαλεπῶς χειμασθεὶς ἀπέθανεν, καὶ ἡ σύμβιος Δομνίκα δεινῶς ἐνόσησεν. Δημοσθένους δέ, ἑνὸς
25τῶν ὀψοποιῶν Οὐάλεντος, ἐν τῇ πρὸς τὸν βασιλέα συντυχίᾳ τοῦ θείου Βασιλείου καταδραμόντος καὶ βαρβαρίσαντος, μικρὸν μειδιάσας ἔφη πρὸς αὐτὸν ὁ διδάσκαλος· “ἰδού· ἐθεασάμεθα καὶ Δημοσθένην ἀγράμματον.” Οὐάλης αἰδεσθεὶς Βασίλειον πολλὰ χωρία καὶ κάλ‐ λιστα τοῖς ὑπ’ αὐτοῦ φροντιζομένοις λελωβημένοις ἐδωρήσατο·
30καὶ τὸ στερρὸν καὶ ἀκλινὲς Βασιλείου ὁρῶν ἐξορίαν κατ’ αὐτοῦ63

64

ἐψηφίσατο· τὸ δὲ γράμμα τῆς ἐξορίας ὑπογράψαι θελήσας οὐκ ἴσχυσεν, τριῶν μὲν καλάμων συντριβέντων, ἔσχατον δὲ καὶ τῆς χειρὸς αὐτοῦ παρεθείσης.
βʹ. δʹ. κεʹ. ζʹ. ιαʹ. δʹ. εʹ.
5Τούτῳ τῷ ἔτει Μαυΐα, Σαρακηνῶν βασίλισσα, πολλὰ κακὰ Ῥωμαίοις ποιήσασα εἰρήνην ᾐτήσατο καὶ Μωσῆν τινα τῶν ἀσκούν‐ των κατὰ τὴν ἔρημον ἐπίσκοπον δοθῆναι τοῖς χριστιανίζουσι παρ’ αὐτῇ Σαρακηνοῖς ᾔτησεν. τοῦ δὲ βασιλέως σπουδαίως τοῦτο ποιή‐ σαντος, Μωσῆς οὐ κατεδέξατο ὑπὸ Λουκίου τοῦ Ἀρειανοῦ χειρο‐
10τονηθῆναι, ἀλλ’ ὑπό τινος τῶν ἐν ἐξορίᾳ ὀρθοδόξων· ὅπερ καὶ γέγονεν. τοῦτον λαβοῦσα Μαυΐα πολλοὺς Χριστιανοὺς ἀπὸ Σαρα‐ κηνῶν ἐποίησεν. φασὶ δέ, ὅτι καὶ αὐτὴ Χριστιανὴ ἦν, Ῥωμαία τῷ γένει, καὶ ληφθεῖσα αἰχμάλωτος ἤρεσε διὰ κάλλος τῷ βασιλεῖ τῶν Σαρακηνῶν· καὶ οὕτω τῆς βασιλείας ἐκράτησεν. ἱστορεῖ δὲ πολλὰ
15περὶ τοῦ ἔθνους ὁ Σωζομενός, ὅθεν τε ἤρξατο, καὶ ὀνομάζεται, καὶ ὅτι ιγʹ ἐτῶν περιτέμνεται. οἱ δὲ Γότθοι ὑπὸ Οὔννων πολεμηθέντες βοήθειαν αἰτοῦνται παρὰ Οὐάλεντος δι’ Εὐφίλα, ἐπισκόπου αὐτῶν Ἀρειανόφρονος, προσυνδιατρίψαντος ἐπὶ Κωνσταντίου Εὐδοξίῳ καὶ Ἀκακίῳ τοῖς Ἀρειανοῖς. οὗτος ἀρειανίζειν τοὺς Γότθους ἐδίδαξεν.
20οἱ δὲ Γότθοι διῃρέθησαν εἰς δύο· καὶ τῶν μὲν ἐστρατήγει Ἀθα‐ νάριχος, τῶν δὲ Φριτιγέρνης· οὗτος ἡττηθεὶς καὶ βοήθειαν λαβὼν παρὰ Οὐάλεντος νικᾷ τοὺς περὶ Ἀθανάριχον· Οὐάλεντι δὲ χαριζό‐ μενος ἀρειανίζειν ἐπὶ πλεῖον τοὺς Γότθους ἐδίδαξεν. [Start of a diagram]Κόσμου ἔτη ͵εωοʹ.
25Τῆς θείας σαρκώσεως ἔτη τοʹ. Ῥωμαίων βασιλεὺς Οὐάλης ἔτη γʹ. γʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. αʹ. Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. κϛʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. ηʹ.
30Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ϛʹ.[End of a diagram]
34Τούτῳ τῷ ἔτει οἱ Γότθοι πάλιν ἑνωθέντες ἐξῆλθον εἰς τὴν64

65

γῆν τῶν Ῥωμαίων καὶ ἠρήμωσαν πολλὰς ἐπαρχίας, Σκυθίαν, Μυ‐ σίαν, Θρᾴκην, Μακεδονίαν, καὶ Ἀχαΐαν, καὶ πᾶσαν τὴν Ἑλλάδα, περὶ τὰς εἴκοσιν ἐπαρχίας. ἐθεάθησαν δὲ ἐν τούτῳ τῷ χρόνῳ ἐν τῷ ἀέρι [ἐν] ταῖς νεφέλαις ἐσχηματισμένοι ἄνδρες ἔνοπλοι. ἐγεννήθη
5δὲ καὶ ἐν Ἀντιοχείᾳ παιδίον ἐντελῆ μὲν τὰ ἄλλα μέρη, ὀφθαλμὸν δὲ ἕνα ἔχον ἐν μέσῳ τῷ μετώπῳ, χεῖρας δὲ τέσσαρας καὶ πόδας τέσσαρας καὶ πώγωνα. Οὐάλης δὲ διάγων ἐν τῇ Ἀντιοχέων καὶ μαθὼν περὶ τῶν Γότθων ἦλθεν ἐπὶ Κωνσταντινούπολιν, οἱ δὲ Βυζάντιοι ὕβριζον αὐτὸν ὡς ἄνανδρον καὶ φυγοπόλεμον. Ἰσαάκιος
10δέ, ὁ ἱερὸς μοναχός, κρατήσας τοῦ χαλινοῦ τοῦ ἵππου Οὐάλεντος ἐξερχομένου κατὰ Γότθων τὸ ἔσχατον εἰς πόλεμον ἔφη πρὸς αὐτόν· “ποῦ βαδίζεις, βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ θεὸν ἔχων ἀντίπαλον;” ᾧ τινι ὀργισθεὶς φρουρᾷ παρέδωκεν ἀπειλήσας αὐτῷ θάνατον, εἰ ἐπανέλθοι, ὡς τῷ Μιχαίᾳ ποτὲ Ἀχαάβ. μετὰ δὲ τὴν
15ἔξοδον αὐτοῦ ἐξωμολογήσαντό τινες τῶν περὶ αὐτόν, ὡς κατ’ ἐπι‐ τροπὴν αὐτοῦ γενέσθαι μαντείας περὶ τῆς προκειμένης αὐτῷ ὁρμῆς ἐν τῷ πολέμῳ. ἐν ᾧ συμβαλὼν τοῖς Γότθοις Οὐάλης καὶ ἡττη‐ θεὶς φεύγει σὺν ὀλίγοις ἐν οἰκίσκῳ. τοῦτον δὲ καταλαβόντες οἱ βάρβαροι καὶ τὴν οἰκίαν ἀνάψαντες, ἀγνοοῦντες τοὺς ἐν αὐτῇ πάν‐
20τας κατέκαυσαν. φασὶ δὲ ὅτι ὁ θεῖος Ἰσαάκιος ἐν τῇ φρουρᾷ τῆς δυσωδίας Οὐάλεντος ἐμπριζομένου ἀντελάβετο θείῳ χαρίσματι καὶ ψυχῆς καθαρότητι προεῖπέ τε τὴν ἀναίρεσιν αὐτοῦ τοῖς συνοῦσιν, πρὶν ἢ παραγενέσθαι τοὺς ἀπαγγέλλοντας ἐκ τοῦ πολέμου τὰ πε‐ πραγμένα. μετὰ δὲ τὴν ἧτταν καὶ τὸν διὰ πυρὸς θάνατον Οὐάλεν‐
25τος ἐπαρθέντες οἱ Γότθοι τῇ νίκῃ δεινῶς τὰ προάστεια Κωνσταν‐ τινουπόλεως ἐδῄουν. Μαυΐα δέ, ἡ τῶν Σαρακηνῶν βασίλισσα, πέμψασα Σαρακηνῶν στρατόν, καὶ Δομνίκα, ἡ γαμετὴ Οὐάλεντος, ἐξαγαγοῦσα τὸν δῆμον τῆς πόλεως τοὺς βαρβάρους ἐδίωξεν. τού‐ των δὲ οὕτω διατεθέντων, γνοὺς Γρατιανὸς ὁ Αὔγουστος, ἐν τῇ
30Πανονίᾳ κατερχόμενος ὡς πρὸς βοήθειαν ἀντὶ Οὐάλεντος ἐνέδυσε65

66

Θεοδόσιον Αὔγουστον καὶ ἀνηγόρευσε βασιλέα καὶ ἀπέστειλεν εἰς τὸν κατὰ τῶν Γότθων πόλεμον. Γότθους δὲ ἐπιχωρίως τοὺς Σκύ‐ θας λέγεσθαι Τραϊανὸς ὁ πατρίκιος ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ φησίν. Δωρόθεος ὁ ἐν ἁγίοις ἐπὶ τοῦ δυσσεβοῦς Οὐάλεντος ἐμαρτύρησεν
5ἐν Ἀλεξανδρείᾳ θηρίοις παραδοθεὶς ἐν τῷ Κυνηγίῳ ὑπὸ Ἀρειανῶν. [Start of a diagram]Κόσμου ἔτη ͵εωοαʹ. Τῆς θείας σαρκώσεως ἔτη τοαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ αʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. βʹ.
10Ῥώμης ἐπίσκοπος Δάμασος ἔτη κηʹ. κζʹ. Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Λούκιος ἔτη ϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ζʹ[End of a diagram]
16Τούτῳ τῷ ἔτει Γρατιανὸς ὁ βασιλεὺς κοινωνὸν τῆς βασιλείας Θεοδόσιον προσελάβετο, τῷ γένει μὲν Ἴβηρα Ἑσπέριον, εὐγενῆ δέ τινα καὶ θαυμάσιον περὶ τοὺς πολέμους γενόμενον. οὗτος εὐθὺς τοὺς ἐν Θρᾴκῃ βαρβάρους κατὰ κράτος ἐνίκησεν, εὐσεβὴς ὢν καὶ
20ὀρθόδοξος. Γρατιανὸς δὲ καὶ Οὐαλεντινιανὸς νόμῳ τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσαντο, τοὺς δὲ ἀρειανίζοντας ἐδίωξαν, Δαμάσου, τοῦ πάπα Ῥώμης, συμπράττοντος. τότε καὶ Πέτρος, Ἀλεξανδρείας ἐπίσκοπος, ὑποστρέψας καὶ Λούκιον ἀπελάσας τὸν ἴδιον θρόνον ἀπέλαβεν, ὀλίγον δὲ χρόνον ἐπιβιοὺς ἐτελεύτησεν. Τιμόθεος δέ,
25ὁ ἀδελφὸς αὐτοῦ, ἀντ’ αὐτοῦ χειροτονεῖται τῆς ἐν Ἀλεξανδρείᾳ ἐκ‐ κλησίας τῶν ὀρθοδόξων ἐπίσκοπος. ἐν δὲ Ἀντιοχείᾳ τῆς Συρίας διχῇ διῃρημένων τῶν ὀρθοδόξων μετὰ τὰ κατὰ τὸν θεῖον Εὐστάθιον, οἱ μὲν Παυλῖνον εἶχον ἐπίσκοπον, οἱ δὲ Μελέτιον τὸν ἱερὸν μετὰ τὴν προαγωγὴν Εὐζωΐου, τοῦ Ἀρειανῶν ἐπισκόπου ἐν Ἀντιοχείᾳ
30ἐξ αὐτῶν ἀποσχίσαντος. οἱ δὲ βασιλεῖς νόμον ἔγραψαν ὑπὲρ τῶν ὀρθοδόξων καὶ ἐξέπεμψαν διὰ Σάπωρός τινος στρατηγοῦ κατὰ τὴν ἑῴαν, ὃς καταλαβὼν Ἀντιόχειαν εὗρεν ἔριδα Παυλίνου, τῆς ἐπισκο‐
πῆς ἀντιποιουμένου, καὶ Ἀπολιναρίου ἐπιτρέχοντος τῷ θρόνῳ, Με‐66

67

λέτιον δὲ τὸν ἱερὸν ἀμάχως ἡσυχάζοντα, Φλαβιανὸν δὲ τότε πρεσβύ‐ τερον ὄντα καὶ Παυλίνῳ μὲν ἀντιταττόμενον, Ἀπολινάριον δὲ καταισχύνοντα καὶ Μελετίῳ τὸν θρόνον ἀποδοῦναι τὸν στρατηγὸν Σάπωρα παρεγγυώμενον· καὶ τοῦτον κυρώσας ἀνεχώρησεν. τότε
5Διόδωρον, τὸν ἐπίσκοπον Ταρσοῦ, ὁ μέγας Μελέτιος ἐχειροτόνησεν. Εὐσέβιός τε, ὁ Σαμοσάτων ἐπίσκοπος, ἐκ τῆς ἐξορίας ἐπανελθὼν πολλοὺς ἐπισκόπους ἐχειροτόνησε διαφόροις πόλεσιν. ἐλθὼν δὲ καὶ ἐν Δολίχῃ χειροτονῆσαι Μάριν ἐπίσκοπον, εἰσερχόμενος ἐν τῇ πόλει φονεύεται, γυναικὸς Ἀρειανῆς ἐξ ὕψους ῥιψάσης κεραμίδα κατὰ τῆς
10ἱερᾶς τοῦ ἁγίου κεφαλῆς, θεοῦ συγχωρήσαντος οἵοις οἶδε κρίμασιν· περὶ οὗ καὶ ὁ θεολόγος Γρηγόριός φησιν· “ζητῶ μου τὸ χθὲς ὑμῶν σφάγιον, τὸν Ἀβραμιαῖον γέροντα.” τότε καὶ Γρηγόριος ὁ Θεολόγος παρρησιαστικώτερον ἐδίδασκεν ἐν τῇ Κωνσταντινουπόλει εἰς τὸ εὐκτήριον τῆς ἁγίας Ἀναστασίας, ἔνθα καὶ παράδοξα γίνεσθαι θαύ‐
15ματα ἐξ ἐμφανείας τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου λέγουσιν. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ηʹ.
βʹ. γʹ. κηʹ. ιʹ. ιδʹ. αʹ. ηʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ.
γʹ. δʹ. αʹ. ιαʹ. ιεʹ. βʹ. θʹ.
20[Start of a diagram]Κόσμου ἔτη ͵εωοδʹ. Τῆς θείας σαρκώσεως ἔτη τοδʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. δʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη εʹ. εʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. βʹ.
25Κωνσταντ. ἐπίσκοπος Δημόφιλος ἔτη ιβʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ηʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ιʹ.[End of a diagram]
30Τούτῳ τῷ ἔτει Γρατιανὸς ὁ βασιλεὺς ἀνῃρέθη δόλῳ Ἀνδρα‐
γαθίου, τοῦ στρατηγοῦ Μαξίμου τοῦ τυράννου. οὗτος γὰρ ἐφ’67

68

ἁμάξης εἰσελθὼν ὑπεκρίθη εἶναι ἡ γαμετὴ Γρατιανοῦ, καὶ οὕτως ὑπαντήσας ἀφυλάκτῳ αὐτῷ ἀνεῖλεν αὐτὸν ὁ Ἀνδραγάθιος. τούτου δὲ ἀναιρεθέντος, ἐκράτησεν Οὐαλεντινιανὸς τὴν Ῥωμαίων βασιλείαν. Τῷ δ’ αὐτῷ χρόνῳ Θεοδόσιος ὁ μέγας νόσῳ περιπεσὼν ἐν
5Θεσσαλονίκῃ βαπτίζεται ὑπὸ Ἀχολίου τοῦ ἐπισκόπου, καὶ νόμον ὑπὲρ τῶν ὀρθοδόξων τοῦ ὁμοουσίου ἔγραψεν, ὃν ἐν Κωνσταντινου‐ πόλει ἀπέστειλεν. ἐλθὼν δὲ ἐν Κωνσταντινουπόλει ἐδήλωσε Δημο‐ φίλῳ, ἢ ἀποστῆναι τῆς Ἀρείου πλάνης, ἢ ταχέως τῶν ἐκκλησιῶν ἐξελθεῖν. ὁ δὲ τὸ πλῆθος τῶν Ἀρειανῶν συνάξας ἔξω τῆς πόλεως
10ἐκκλησίαζεν, ἔχων καὶ Λούκιον, τὸν Ἀλεξανδρείας ἐπίσκοπον Ἀρεια‐ νόν, σὺν αὐτῷ· καὶ οὕτω λοιπὸν ὁ θεῖος Γρηγόριος, μεθ’ ὧν αὐ‐ τὸς εἰς τὴν ὀρθόδοξον πίστιν ἐφώτισεν, τὰς ἐκκλησίας πάσας παρ‐ έλαβεν, μʹ ἔτη τῶν Ἀρειανῶν καὶ μικρὸν πρὸς κατασχόντων αὐτάς. Περσῶν βασιλεὺς ιβʹ Οὐαραράνης ἔτη ιαʹ.
15Κωνσταντινουπόλεως ἐπίσκοπος Γρηγόριος ὁ Θεολόγος ἔτη βʹ.
εʹ. αʹ. γʹ. αʹ. ιζʹ. δʹ. ιαʹ.
Τούτῳ τῷ ἔτει ἐν Ἀντιοχείᾳ, ἐν γειτονίᾳ Ἰοβιτῶν οὕτω α· μένων, γυνὴ ἔτεκεν ὁμοῦ κατὰ τὸ αὐτὸ παιδία τέσσαρα ἀρσενικά· καὶ ἐπέζησαν μῆνας δύο καὶ ἀπέθανον, ἓν ἐπὶ τὸ ἓν, τὰ τέσσαρα.
20
ϛʹ. βʹ. δʹ. βʹ. ιηʹ. εʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἡ μεγάλη καὶ οἰκουμενικὴ ἁγία δευτέρα σύν‐ οδος τῶν ρνʹ ὀρθοδόξων ἐπισκόπων ἐν Κωνσταντινουπόλει ὑπὸ Θεο‐ δοσίου τοῦ μεγάλου συνηθροίσθη πρὸς βεβαίωσιν τῶν ἐν Νικαίᾳ δογμάτων. μετεστείλατο δὲ καὶ ἐκ τῆς Μακεδονίου αἱρέσεως ἐπισκό‐
25πους λϛʹ, ὧν ἡγεῖτο Ἐλεύσιος. τῶν δὲ ρνʹ ἁγίων πατέρων προηγοῦντο Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος, ὁ ἱερώτατος Ἀντιοχείας, Κύριλλος, ὁ ἱερώτατος Ἱεροσολύμων, καὶ ὁ θεῖος Γρηγόριος Κωνσταντινου‐ πόλεως. οἱ δὲ τὰ Μακεδονίου φρονοῦντες λϛʹ ἐπίσκοποι προτραπέντες ὑπὸ τῶν πατέρων τὰ ἐν Νικαίᾳ δέξασθαι δόγματα, καθὰ καὶ
30Λιβερίῳ ἐπὶ Οὐάλεντος συνθέμενοι λιβέλλους ἐπέδωκαν οἱ περὶ68

69

Σιλβανὸν ἐν Ῥώμῃ πεμφθέντες, ἀπηνήναντο τῇ ἀληθείᾳ συνθέσθαι καὶ ἀνεχώρησαν γέλως ἅπασι γεγονότες, ἄλλα μὲν φρονοῦντες, ἄλλα δὲ συνθέμενοι, ἀπατηλῶς τὰς Λιβερίου ἐπιστολὰς ἐπαγόμενοι μαρτυ‐ ρούσας αὐτοῖς ὀρθοδοξίαν. ἡ δὲ ἁγία σύνοδος Γρηγορίῳ τῷ Θεο‐
5λόγῳ τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως ἐκύρωσεν, καὶ ἄκοντα τοῦτον τῷ θρόνῳ ἐνίδρυσαν ὡς πολλὰ καμόντα καὶ τῆς λώβης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώσαντα. τινὰς δὲ τῶν ἐξ Αἰγύπτου μαθὼν ὁ τὰ πάντα σοφὸς καὶ μακαριώτατος φθονήσαντας τῷ πράγ‐ ματι, τὸν συντακτήριον λόγον ἐπιδειξάμενος ἑκουσίως τοῦ θρόνου
10τῆς βασιλίδος ὑπεχώρησεν. τούτου δὲ ἀποταξαμένου, Νεκτάριον ὁ βασιλεὺς καὶ ἡ σύνοδος προχειρίζεται, Ταρσέα μὲν τῷ γένει, τὴν τοῦ πραίτωρος δὲ ἀρχὴν τότε διέποντα, ἀβάπτιστον μὲν ἕως τότε τυγχάνοντα, σεμνὸν δὲ καὶ εὐλαβῆ περὶ βίον. ἡ δὲ ἁγία καὶ οἰκου‐ μενικὴ σύνοδος τὸ ὁμοούσιον ἐκύρωσεν, προσέθηκε δὲ τῷ συμβόλῳ
15καὶ τὴν θεολογίαν τοῦ πνεύματος. ἐξέθετο δὲ καὶ κανόνας, ἐν οἷς τῷ θρόνῳ Κωνσταντινουπόλεως τὰ πρεσβεῖα νέας Ῥώμης ἀπένειμεν. τότε Γρηγόριος ὁ Νύσης καὶ Πελάγιος Λαοδικείας, Εὐλόγιός τε Ἐδέσης καὶ Ἀμφιλόχιος Ἰκονίου ἐν ταύτῃ διέλαμπον σὺν τῷ μεγάλῳ Γρηγορίῳ καὶ τοῖς προρρηθεῖσιν. ἡ δὲ ἁγία σύνοδος Ἄρειόν τε
20καὶ Εὐσέβιον τὸν Νικομηδείας, Εὐζώϊόν τε καὶ Ἀκάκιον, Θεόγνιν καὶ Εὐφρόνιον καὶ τοὺς λοιποὺς ἀνεθεμάτισεν, πρὸς τούτοις δὲ καὶ Μακεδόνιον τὸν πνευματομάχον, Εὐδόξιόν τε καὶ Ἀέτιον καὶ Εὐνό‐ μιον ἀπεκήρυξεν. Μελέτιος δὲ ὁ μέγας μετὰ τὸ πληρωθῆναι τὴν σύνοδον ἐν Κωνσταντινουπόλει ἐν εἰρήνῃ ἐκοιμήθη. τὸ δὲ ἱερὸν
25αὐτοῦ σῶμα διεκομίσθη εἰς Ἀντιόχειαν καὶ ἐτέθη πλησίον τῆς θήκης τοῦ ἁγίου μάρτυρος Βαβυλᾶ. ἐχειροτονήθη δὲ Φλαβιανὸς Ἀντιοχείας ἐπίσκοπος, ζῶντος καὶ Παυλίνου, καίπερ ὅρκων δεδομένων, ὅτι οὐ καταδέξεται ἐπισκόπου χειροτονίαν Φλαβιανός. πάλιν οὖν ταραχὴ τὴν ἐκκλησίαν Ἀντιοχείας εἶχεν, τῶν μὲν Παυλίνῳ, τῶν δὲ Φλαβιανῷ
30ὑπεικόντων. τότε καὶ Παύλου τοῦ ὁμολογητοῦ τὸ σῶμα ὁ βασιλεὺς εἰς Κωνσταντινούπολιν ἤγαγε καὶ ἀπέθετο εἰς τὴν ἐκκλησίαν, ἣν
ᾠκοδόμησε Μακεδόνιος ἐπιβουλεύων Παύλῳ.69

70

Κωνσταντινουπόλεως ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ.
ζʹ. γʹ. εʹ. αʹ. ιθʹ. ϛʹ. ιγʹ.
Τούτῳ τῷ ἔτει Θεοδόσιος Αὔγουστος Ὀνώριον, υἱὸν αὐτοῦ, τὸν γεννηθέντα ἐκ Πλακίλλης τῆς εὐσεβεστάτης, ἐπιφανέστατον καὶ ὕπατον
5ἀνέδειξεν. εὐτρεπίσθη δὲ πολεμεῖν τῷ τυράννῳ Μαξίμῳ. καὶ πολε‐ μοῦντος πρὸς αὐτὸν ἐπὶ τὰ ἑσπέρια μέρη, φήμης ψευδοῦς ἐξελθούσης, ὅτι νενίκηκε Μάξιμος, οἱ Ἀρειανοὶ ἀνασυρθέντες τὴν οἰκίαν Νεκταρίου ἐνέπρησαν, τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως.
ηʹ. δʹ. ϛʹ. βʹ. κʹ. ζʹ. ιδʹ.
10Τούτῳ τῷ ἔτει ἐν Ἀντιοχείᾳ ἐπεκτίσθη ἐν τῇ Ταυριανῇ λεγομένῃ πύλῃ προσθήκη εἰς πλάτος τῆς γεφύρας καὶ ἐπεστεγάσθη· ἐπεκτίσθη δὲ καὶ μικρὰ βασιλικὴ ἐν τῇ παλαιᾷ πλησίον τῆς μεγάλης. ἐν δὲ Πα‐ λαιστίνῃ, Ἐμμαοὺς κώμῃ, παιδίον ἐγεννήθη τέλειον ἀπὸ τοῦ ὀμφαλοῦ, καὶ ἄνω διῃρημένον, ὡς εἶχε δύο στήθη, δύο κεφαλάς, καὶ ἕκαστον
15τὰς αἰσθήσεις ἔχον. τὸ ἓν ἤσθιε καὶ ἔπινεν, καὶ τὸ ἕτερον οὐκ ἤσθιεν· τὸ ἓν ἐκάθευδεν, καὶ τὸ ἕτερον ἐγρηγόρει· ἔστι δὲ ὅτε καὶ συνέπαιζον πρὸς ἄλληλα, καὶ ἔκλαιον ἀμφότερα, καὶ ἔκλαιον ἀμφότερα, καὶ ἔτυπτον ἄλληλα. ἔζησαν δὲ μικρὸν πρὸς ἔτη δύο. καὶ τὸ μὲν ἓν ἀπέθανεν, τὸ δὲ ἕτερον ἔζησεν ἡμέρας τέσσαρας, καὶ ἀπέθανε καὶ αὐτό.
20Τῷ δ’ αὐτῷ ἔτει ἔστησεν ὁ βασιλεὺς Θεοδόσιος τὸν κίονα τοῦ Ταύρου.
θʹ. εʹ. ζʹ. γʹ. καʹ. ηʹ. ιεʹ. Τούτῳ τῷ ἔτει, Τιμοθέου τελευτήσαντος τοῦ ἐπισκόπου Ἀλεξαν‐ δρείας μηνὶ Ἐπιφὶ εἰκάδι ἕκτῃ, χειροτονεῖται ἀντ’ αὐτοῦ Θεόφιλος.
25Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ.
ιʹ. ϛʹ. ηʹ. δʹ. κβʹ. αʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος, ὁ εὐσεβὴς βασιλεύς, νικήσας Μάξιμον τὸν τύραννον ἀνεῖλε πρὸ ιβʹ καλανδῶν Αὐγούστου, καὶ Ἀνδραγάθιον, τὸν στρατηγὸν αὐτοῦ, ὡς δολοφονήσαντα Γρατιανόν.
30
ιαʹ. ζʹ. θʹ. εʹ. κγʹ. βʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ἦλθε Θεοδόσιος ἐν Ῥώμῃ μετὰ Ὀνωρίου, τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐκάθισεν αὐτὸν βασιλέα ἐν αὐτῇ πρὸ εʹ ἰδῶν Ἰουνίου,
καὶ ἀνῆλθεν ἐπὶ Κωνσταντινούπολιν.70

71

ιβʹ. ηʹ. ιʹ. ϛʹ. κδʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Εὐγένιος ἐτυράννησεν, ὁ ἀπὸ γραμματικῶν ἀντιγραφεὺς καὶ σχῆμα βασιλικὸν περιθέμενος, συνόντος αὐτῷ καὶ Ἀργαβάστου τοῦ ἀπὸ τῆς μικρᾶς Γαλατίας. καὶ ἀκούσας Οὐαλεντι‐
5νιανὸς ὁ μικρός, ὁ υἱὸς Οὐαλεντινιανοῦ τοῦ μεγάλου καὶ Ἰούστας, ἑαυτὸν ἀνεῖλεν ἀγχόνῃ. ὁ δὲ Θεοδόσιος τοῦτο μαθὼν ἐξωπλίζετο τοῦ κατελθεῖν εἰς ἐκδίκησιν αὐτοῦ. Θεόφιλος δέ, ὁ ἐπίσκοπος Ἀλε‐ ξανδρείας, αἰτήσας Θεοδόσιον τὸν βασιλέα τὸ ἐν Ἀλεξανδρείᾳ ἱερὸν τῶν Ἑλλήνων ἐξεκάθηρε καὶ εἰς ἐκκλησίαν μετεσκεύασεν, τὰ δὲ ὄργια
10τῶν Ἑλλήνων ἐδημοσίευσεν, φαλλούς τε καὶ εἴ τι τούτων ἀσελγέστερον καὶ βεβηλότερον. ὅθεν τὸ πλῆθος τῶν Ἑλλήνων αἰσχυνθὲν πολλοὺς φόνους εἰργάσατο. Θεοδόσιος δὲ μαθὼν τοὺς γεγονότας ὑπ’ αὐτῶν φόνους, τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ὡς μάρτυρας ἐμακάρισεν· τοῖς δὲ Ἕλλησι συγχωρεῖν ἐπηγγείλατο, εἰ πρὸς χριστιανισμὸν μετα‐
15θεῖντο· τὰ δὲ ἱερὰ αὐτῶν καθαιρεθῆναι καὶ τὰ εἴδωλα χωνευθῆναι καὶ εἰς χρείας πενήτων δοθῆναι ἐκέλευσεν. τοῦ δὲ ναοῦ τοῦ Σερά‐ πιδος ἐν Ἀλεξανδρείᾳ λυομένου, ἱερογλυφικὰ γράμματα εὑρέθησαν σταυροῦ τύπον ἔχοντα, ἅπερ οἱ ἐξ Ἑλλήνων πιστεύσαντες θεασάμενοι εἶπον σημαίνειν τὸν σταυρὸν κατὰ τὴν τῶν ἱερογλυφικῶν γραμμάτων
20ἔννοιαν ζωὴν ἐπερχομένην. [Start of a diagram]Κόσμου ἔτη ͵εωπγʹ. Τῆς θείας σαρκώσεως ἔτη τπγʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. ιγʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη ιαʹ. θʹ.
25Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. κεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ιθʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει Μάρκελλος, ὁ Ἀπαμείας τῆς Συρίας ἐπίσκοπος, ζήλῳ θείῳ κινούμενος τὰ ἱερὰ τῶν Ἑλλήνων ἐν Ἀπαμείᾳ κατέστρεψε καὶ διὰ τοῦτο ἀνῃρέθη ὑπὸ Ἑλλήνων. Νεκτάριος δὲ ὁ Κωνσταντινου‐
πόλεως ἐκώλυσε τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον διὰ τὸ γεγονὸς71

72

ἁμάρτημα ἐν τῇ ἐκκλησίᾳ ὑπό τινος διακόνου εἰς τὴν γυναῖκα τὴν ἐπὶ τῇ μετανοίᾳ σχολάζουσαν. ἐν δὲ Ῥώμῃ καὶ πάσῃ τῇ δύσει ἐπι‐ μελῶς φυλάττεται ἕως τοῦ νῦν, καὶ τόπος ἠφόρισται τοῖς μετανοοῦ‐ σιν. Θεοδόσιος ὁ βασιλεὺς νόμον ἔγραψε γυναῖκα εἰς διακονίαν μὴ
5προβαίνειν, εἰ μὴ ὑπερβῇ τὰ ξʹ ἔτη κατὰ τὸν ἀπόστολον. Εὐνόμιον δὲ ἐξώρισε παρασυναγωγὰς ποιοῦντα καὶ λαοὺς ἀπατῶντα, καὶ ἐν τῇ ἐξορίᾳ ἀπέθανεν. Τῷ δ’ αὐτῷ ἔτει Πλακίλλα, ἡ γαμετὴ Θεοδοσίου, ἐκοιμήθη εὐσεβὴς οὖσα καὶ φιλόπτωχος οἰκείαις χερσὶ λωβοῖς καὶ νοσοῦσιν
10ὑπηρετοῦσα. ταύτης ἀνδριάντα κατέαξαν οἱ Ἀντιοχεῖς καὶ ἔσυραν ἀγανακτοῦντες διὰ τὰ ἐπιτεθέντα δημόσια παρὰ τοῦ βασιλέως τελεῖν αὐτοῖς. οἷς καὶ ὀργισθεὶς σφόδρα πόθῳ τῷ πρὸς Πλακίλλαν τὴν εὐσεβεστάτην ἤμελλε πάντας ἀπολλύειν, εἰ μὴ Φλαβιανός, ὁ ἐπίσκο‐ πος Ἀντιοχείας, ἐλθὼν ὑπὲρ Ἀντιοχέων ἐπρέσβευσεν· Ἰωάννης δὲ
15ὁ Χρυσόστομος πρεσβύτερος ὢν Ἀντιοχείας τότε καὶ παρὼν λόγους θαυμαστοὺς πρὸς παραίνεσιν τῶν τολμησάντων κατὰ τῶν βασιλικῶν ἀνδριάντων ἐπεδείξατο.
ιδʹ. ιʹ. ιβʹ. ηʹ. κϛʹ. εʹ. κʹ. Τούτῳ τῷ ἔτει ἐπιστρατεύσαντος Θεοδοσίου κατὰ Εὐγενίου
20τοῦ τυράννου καὶ κατελθόντος ἐν Θεσσαλονίκῃ μετὰ τοῦ στρατοῦ αὐτοῦ καὶ εἰσελθόντος ἐν τῇ πόλει, ἐταράχθη ἡ πόλις διὰ τὰ μη‐ τάτα τοῦ στρατοῦ καὶ διὰ πρόφασιν ἡνιόχου καὶ τοῦ παιδὸς τοῦ ἐπάρχου· καὶ ὕβρισαν τὸν βασιλέα καὶ τὸν ἔπαρχον ἐφόνευσαν. τοῦ δὲ βασιλέως μακροθυμήσαντος πρὸς βραχὺ καὶ τὸν λαὸν κατα‐
25σιγήσαντος, ἱππικὸν γενέσθαι ἐκέλευσεν· καὶ συναχθέντων τῶν λαῶν καὶ τῶν δήμων εἰς τὴν τοῦ ἱππικοῦ θέαν, ἐκέλευσε τὸν στρατὸν τοξεῦσαι αὐτούς· καὶ ἀπέθανον τοῦ λαοῦ χιλιάδες δεκαπέντε. ἐλ‐ θόντος δὲ αὐτοῦ ἐν Μεδιολάνῳ, Ἀμβρόσιος ὁ ἐπίσκοπος ἐκώλυσεν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. ἐν δὲ τῇ τοῦ σωτῆρος γενεθλίῳ
30ἑορτῇ Ῥουφίνῳ μαγίστρῳ εἰς παράκλησιν ἐλθόντι δεινῶς ἐπέπληξεν72

73

Ἀμβρόσιος. νόμον δὲ ἐκθεμένου Θεοδοσίου τοῖς καταδικαζομένοις θανάτῳ ἢ δημεύσει προθεσμίαν λʹ ἡμερῶν εἰς διάσκεψιν δίδοσθαι ἐξ ἐπιτροπῆς Ἀμβροσίου, τότε προσεδέξατο αὐτὸν εἰς τὴν ἐκκλησίαν ἔξωθεν τοῦ θυσιαστηρίου, καὶ οὐ κατὰ τὴν προτέραν συνήθειαν
5ἔσω· ὅθεν καὶ μέχρι νῦν καλῶς ἐκράτησε τὸ ἔθος ἔξω τοῦ θυσι‐ αστηρίου τοὺς βασιλεῖς ἵστασθαι μετὰ τοῦ λαοῦ. Τῷ δ’ αὐτῷ ἔτει τοῦ Νείλου ποταμοῦ κατὰ τὸ ἔθος μὴ ἀνελθόντος, ἔχαιρον οἱ Ἕλληνες λέγοντες αἴτιον εἶναι τούτου τὸ κωλυθῆναι θύειν τοῖς θεοῖς αὐτῶν. ὅπερ μαθὼν ὁ εὐσεβὴς βασι‐
10λεὺς ἀπεκρίθη· “μὴ γένοιτό ποτε ποταμὸν θυσίαις χαίροντα ἐπὶ τὴν γῆν πλημμυρῆσαι.” ὁ δὲ θεὸς τοῦτο ἀποδεξάμενος ἐπὶ τοσοῦ‐ τον εὐλόγησε τὴν ἀνάβασιν τοῦ ποταμοῦ, ὥστε πάντας τοὺς κατ’ Αἴγυπτον φοβηθῆναι, μὴ καὶ αὐτὴν Ἀλεξάνδρειαν κατακλύσῃ ἡ τοῦ ὕδατος πλημμύρα.
15[Start of a diagram]Κόσμου ἔτη ͵εωπεʹ. Τῆς θείας σαρκώσεως ἔτη τπεʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. ιεʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη ιαʹ. ιαʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. ιγʹ.
20Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. κζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. καʹ.[End of a diagram]
25Τούτῳ τῷ ἔτει Θεοδόσιος, ὁ εὐσεβὴς βασιλεύς, Εὐγενίῳ κραταιῶς μαχησάμενος ἐν ταῖς Ἀλπίσι πύλαις ζῶντά τε συλλαβὼν αὐτὸν ἀνεῖλεν. Ἀργαβάστης δὲ διαδρὰς ἑαυτὸν διεχειρίσατο. Τῷ δ’ αὐτῷ ἔτει τὰ τῶν προφητῶν Ἀμβακοὺμ καὶ Μιχαίου λείψανα θεόθεν εὑρέθη Ζεβένῳ, τῷ ἐπισκόπῳ Ἐλευθεροπόλεως τῆς
30Παλαιστίνης χρηματισθέντι, ἐν δυσὶ χωρίοις τῆς περιοικίδος Ἐλευ‐ θεροπόλεως. ἐλθόντι δὲ τῷ βασιλεῖ ἐν Ῥώμῃ προσῆλθον αὐτῷ ἐπίσκοποι γνώμῃ Ἰννοκεντίου τοῦ Ῥώμης κατὰ Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. ὁ δὲ χριστιανικώτατος βασιλεὺς τὰ πρὸς εἰρήνην παρ‐
αινέσας αὐτοῖς ἥνωσε διὰ ιζʹ ἐτῶν, κελεύσας ἐπισκόπους ἐκ τῆς73

74

ἀνατολῆς ἐν Ῥώμῃ εἰς τοῦτο παραγενέσθαι, μεθ’ ὧν καὶ Ἀκάκιος ὁ Βεροίας ἐστάλη. πολλὰ δὲ χαρίσματα δέδωκε τῇ Ῥώμῃ Θεοδόσιος, περιελὼν καὶ τὰ γινόμενα ἐν τοῖς μαγκιπίοις ἄτοπα κατὰ τῶν ἐμπιπτόντων ξένων καὶ ἀποκλειομένων ἕως γήρους ἐν τοῖς μύλωσιν,
5ὁμοίως δὲ καὶ τὴν τῶν μοιχευομένων γυναικῶν ὕβριν ἐν τοῖς πορ‐ νείοις, μὴ συγχωρήσας ταύτας ἔτι συγκλείεσθαι καὶ διὰ κώδωνος τὴν πρᾶξιν ἐλέγχεσθαι.
ιϛʹ. ιβʹ. ιδʹ. ιʹ. κηʹ. ζʹ. κβʹ. Τούτῳ τῷ ἔτει μετὰ τὴν Εὐγενίου τοῦ τυράννου ἀναίρεσιν καὶ
10τὴν τῶν πραγμάτων κατάστασιν ἀπῆρεν ἀπὸ Ῥώμης ὁ εὐσεβὴς βα‐ σιλεὺς Θεοδόσιος καὶ ἤρχετο ἐπὶ Κωνσταντινούπολιν. ἐλθὼν δὲ ἐν Μεδιολάνῳ ἀρρωστήσας Ὀνώριον τὸν υἱὸν μετεστείλατο καὶ θεασά‐ μενος αὐτὸν ῥᾷον ἔσχεν. ἱπποδρομίαν δὲ ἰδὼν μετὰ τὸ ἄριστον κακῶς διετέθη ἀθρόως, καὶ μὴ ἰσχύσας τῇ δείλῃ ἀνελθεῖν τῷ υἱῷ
15ἐκέλευσε ταύτην πληρῶσαι· καὶ τῇ ἐπελθούσῃ νυκτὶ ἐκοιμήθη ἐν κυρίῳ ὑπάρχων ἐτῶν ξʹ, βασιλεύσας ἔτη ιϛʹ, καταλείψας βασιλεῖς τοὺς δύο αὐτοῦ υἱούς, Ἀρκάδιον μὲν τὸν πρεσβύτερον τῆς ἑῴας, Ὀνώριον δὲ τῶν ἑσπερίων. τὸ δὲ σῶμα αὐτοῦ μετήνεγκεν Ἀρκάδιος ἐν Κωνσταντινουπόλει καὶ ἔθαψεν εἰς τοὺς ἁγίους ἀποστόλους.
20Ῥωμαίων βασιλεὺς Ἀρκάδιος, υἱὸς Θεοδοσίου, ἔτη ιδʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ.
αʹ. αʹ. ιεʹ. ιαʹ. κθʹ. ηʹ. κγʹ.
Τούτῳ τῷ ἔτει Ἀρκάδιος αὐτοκράτωρ ἀναδειχθεὶς τὸν μέγαν ἔμβολον ἄντικρυς τοῦ πραιτωρίου ἔκτισεν.
25Ῥώμης ἐπίσκοπος ληʹ Ἀναστάσιος ἔτη γʹ.
βʹ. βʹ. αʹ. ιβʹ. λʹ. θʹ. κδʹ.
γʹ. γʹ. βʹ. ιγʹ. λαʹ. ιʹ. κεʹ.74

75

[Start of a diagram]Κόσμου ἔτη ͵εωϙʹ. Τῆς θείας σαρκώσεως ἔτη τϙʹ. Ῥωμαίων βασιλεὺς Ἀρκάδιος ἔτη ιδʹ. δʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. δʹ.
5Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. λβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. αʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει μετετέθη τὰ λείψανα τοῦ ἁγίου προφήτου προ‐ δρόμου καὶ βαπτιστοῦ Ἰωάννου ἐν Ἀλεξανδρείᾳ πρὸ ἓξ καλανδῶν Ἰουλίου, μηνὶ Παυνὶ βʹ.
εʹ. εʹ. βʹ. ιεʹ. λγʹ. ιβʹ. βʹ.
15Τούτῳ τῷ ἔτει ἐκάη Ἀνατόλιος ὁ λαμπρότατος ἐν Ἀλεξανδρείᾳ. Ἀρκάδιος δὲ ὁ βασιλεὺς ἐποίησεν ἴδιον ἀριθμὸν ἐν Κωνσταντινου‐ πόλει, οὓς ἐκάλεσεν Ἀρκαδιακούς.
ϛʹ. ϛʹ. γʹ. ιϛʹ. λδʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει Νεκτάριος, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως,
20ἐκοιμήθη. Θεόφιλος δέ, ὁ Ἀλεξανδρείας ἐπίσκοπος, παρὼν ἐσπού‐ δασε κωλῦσαι τὴν Ἰωάννου τοῦ Χρυσοστόμου ψῆφον, Ἰσίδωρόν τινα ἴδιον πρεσβύτερον μαρτυρῶν ἐπίσκοπον τῆς βασιλίδος διακονήσαντα αὐτῷ, ἡνίκα Θεοδόσιος πρὸς Μάξιμον τὸν τύραννον ἐπολέμει, δισσὰς ἐπιστολὰς καὶ δῶρα ὑπ’ αὐτοῦ ἐγχειρισθείς. ὁ δὲ βασιλεὺς
25καὶ πᾶσα ἡ πόλις τὸν Ἰωάννην ἀπὸ Ἀντιοχείας ὑπ’ αὐτοῦ ἐπὶ τοῦτο προσκληθέντα χειροτονηθῆναι εὐδόκησαν. ἦν δὲ Ἰωάννης τῶν περι‐ φανεστάτων Ἀντιοχείας, Σεκούνδου πατρὸς καὶ μητρὸς Ἀνθούσης. οὗτος ἐλλογιμώτατος σφόδρα τυγχάνων ἐκ θείας τὸ πλεῖστον χάριτος καὶ τοῖς δεινοτάτοις τῶν Ἑλλήνων σοφισταῖς ἐθαυμάζετο· ὅθεν Λι‐
30βάνιος περὶ τὸν θάνατον ἐρωτηθεὶς ὑπὸ τῶν φοιτητῶν, τίς ἄρα διαδέξοιτο τὴν διατριβὴν μετ’ αὐτόν, ἔφη· “Ἰωάννην ἔλεγον, εἰ μὴ τοῦτον ἡμῶν οἱ Χριστιανοὶ ἀπεσύλησαν.” τὰς μέντοι θείας γραφὰς ὁ Χρυσόστομος παρὰ Καρτερίῳ τινὶ ἡγουμένῳ μοναστηρίου ἐπαι‐
δεύθη, τὰ δὲ ἐγκύκλια παρὰ Λιβανίῳ τῷ προειρημένῳ.75

76

Τῷ δ’ αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ Ἀρκαδίῳ υἱὸς ἐξ Εὐδοξίας τῆς Αὐγούστης Θεοδόσιος ὁ μικρός, ὃν ἐδέξατο Ἰωάννης ἐν τῷ βαπτίσματι ὁ Χρυσόστομος. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ὁ Χρυσόστομος ἔτη ϛʹ.
5
ζʹ. ζʹ. δʹ. αʹ. λεʹ. ιδʹ. δʹ.
Τῷ ἑβδόμῳ ἔτει Ἀρκαδίου γεννᾶται υἱὸς αὐτῷ Θεοδόσιος ὁ μικρὸς ἐξ Εὐδοξίας. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ.
ηʹ. ηʹ. εʹ. βʹ. αʹ. ιεʹ. εʹ.
10Τούτῳ τῷ ἔτει Γαϊνᾶς ἐτυράννησε κατὰ Ἀρκαδίου καὶ πολλὰ κακὰ τῷ Βυζαντίῳ ἐπεδείξατο. ὅρκους δὲ λαβὼν παρὰ Ἀρκαδίου καὶ δοὺς ἐν τῷ ναῷ τῆς ἁγίας Εὐφημίας ἐν Χαλκηδόνι, τούτους παρέβη καὶ πλείονα δράσας κακὰ εἰσῆλθεν ἐν τῇ πόλει χωρήσας πρὸς ἁρπαγὰς καὶ ἑτέρας ἀτοπίας. οὗτος ἐξελθὼν εἰς τὴν Χερρόνησον
15τῆς Θρᾴκης σχεδίας ποιήσας κατεσκεύασεν, ἵνα πρὸς τὴν Ἀσίαν διαπεράσας τὰς ἀνατολικὰς πόλεις χειρώσηται. ἔνθα πολέμου σφο‐ δροῦ συρραγέντος κατά τε γῆν καὶ θάλασσαν, ἀπώλετο σὺν τῷ στρατεύματι.
θʹ. θʹ. ϛʹ. γʹ. βʹ. ιϛʹ. ϛʹ.
20Τούτῳ τῷ ἔτει Ὀνώριος ἐν Ῥώμῃ ταραχὰς καὶ στάσεις ἐκίνη‐ σεν. ἐπὶ σμικροῖς γάρ τισι πράγμασι κινηθεὶς πρὸς τοὺς πολίτας καὶ μὴ κατασχὼν τῆς ὀργῆς εἰς Ῥάβενναν μεθίσταται, πόλιν τῆς Ἰταλίας παράλιον. πέμψας δέ τινα τῶν παραδυναστευόντων αὐτῷ βάρβαρον τὸ γένος Γάλλον μετὰ πλήθους στρατοῦ ἐκέλευσε πραι‐
25δεῦσαι καὶ λυπῆσαι τοὺς εἰς αὐτὸν ἁμαρτήσαντας· ὑφ’ οὗ μικροῦ δεῖν ἡ Ῥώμη πολιορκουμένη διεφθάρη πᾶσα. ὁ δὲ Ἀλάριχος παρ‐ έθετο ἑαυτὸν τοῖς συγκλητικοῖς τῆς πόλεως καὶ πάντα τὰ χρήματα τοῦ παλατίου λαβὼν καὶ τὴν ἀδελφὴν Ὀνωρίου ἀπὸ πατρὸς Πλακι‐ δίαν, μικρὰν οὖσαν παρθένον, πρὸς τὸ οἰκεῖον ἔθνος ἀπῆλθεν εἰς
30τὰς Γαλλίας. Κωνστάντιος δέ τις κόμης ὢν μετὰ Ἀλαρίχου, πιστευ‐ θεὶς τὴν κόρην Πλακιδίαν ἔλαβεν αὐτὴν καὶ φυγὼν ἤγαγεν αὐτὴν πρὸς τὸν βασιλέα Ὀνώριον. καὶ ἀποδεξάμενος ὁ βασιλεὺς τὸν Κων‐
στάντιον ἐποίησεν αὐτὸν συγκλητικόν. μετ’ ὀλίγον δὲ χρόνον ἔδωκεν76

77

αὐτῷ τὴν κόρην πρὸς γάμον καὶ ἀνηγόρευσεν αὐτὸν βασιλέα· ἐξ ἧς ἔσχεν υἱόν, ὃν ἐκάλεσεν Οὐαλεντινιανὸν νέον. καὶ ἀγωνισάμενος Κωνστάντιος σὺν Ὀνωρίῳ ἀνεῖλεν ἐν Ῥώμῃ τοὺς τυράννους· καὶ ἐδήμευσαν τοὺς οἴκους αὐτῶν καὶ εἰρήνευσαν τὴν πόλιν. Ἰωάννης
5δέ, ὁ μέγας διδάσκαλος, κατεφώτισεν οὐ μόνον τὴν ἐκκλησίαν Κων‐ σταντινουπόλεως, ἀλλὰ καὶ Θρᾴκης καὶ Ἀσίας καὶ Πόντου, ὥστε καὶ πρὸ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου τῶν ἐκκλησιῶν τούτων ὁ Κωνσταντινουπόλεως ἦρχεν. Μακεδονιανὸς δέ τις διὰ τῆς τοῦ πατρὸς διδασκαλίας προσῆλθε τῇ ἐκκλησίᾳ· παραινέσας δὲ καὶ τῇ
10ἰδίᾳ γυναικὶ ἐπιστρέψαι καὶ κοινωνῆσαι μόλις ἔπεισεν. ἡ δὲ κοινω‐ νίαν δοῦσα τῇ ἰδίᾳ παιδίσκῃ ἐκ τῶν Μακεδονιανῶν ἐκέλευσεν ἔχειν μεθ’ ἑαυτῆς. καὶ δὴ προσελθοῦσα τῷ Χρυσοστόμῳ καὶ δεξαμένη τὴν κοινωνίαν ἐκ τῶν ἁγίων αὐτοῦ χειρῶν, ὑποκριθεῖσα ταύτην μεταλαμβάνειν ἐσχάτως ἀπέδωκε ταύτην τῇ παιδίσκῃ, καὶ λαβοῦσα
15τὴν τῶν Μακεδονιανῶν προσάγει τῷ στόματι καὶ εὗρεν αὐτὴν λίθον γεγονυῖαν· καὶ φρίξασα προσῆλθεν ὑπότρομος τοῖς ποσὶν Ἰωάννου ἐξαγορεύουσα τὸ τόλμημα καὶ εἰλικρινῶς προσερχομένη τῇ ἐκκλησίᾳ· ὁ δὲ λίθος ἐν τῷ σκευοφυλακίῳ ἀπετέθη φυλάττεσθαι. ἡ δὲ τοῦ Χρυσοστόμου ἐπιστολή, ἡ πρὸς Θεόδωρον Μομψουεστίας, οὐχὶ πρὸς
20τὸν πρῶτον, ἀλλὰ πρὸς τὸν ἔσχατον γενόμενόν ἐστιν. Ἀρσένιος ὁ μέγας κατὰ κόσμον γεγονὼς καὶ πάντων καταφρονήσας τὴν θείαν φιλοσοφίαν ἐν Αἰγύπτῳ μετήρχετο, βίῳ καὶ λόγῳ καὶ θαύμασι διαλάμπων ἐν τῷ μοναχικῷ τάγματι. Τῷ δ’ αὐτῷ ἔτει Ἀρκάδιος ἔστησε τὸν κίονα τοῦ Ξηρολόφου,
25καὶ τὴν Ἀρκαδιούπολιν ἔκτισε τῆς Θρᾴκης. [Start of a diagram]Κόσμου ἔτη ͵εωϙϛʹ. Τῆς θείας σαρκώσεως ἔτη τϙϛʹ. Ῥωμαίων βασιλεὺς Ἀρκάδιος ἔτη ιδʹ. ιʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. ιʹ.
30Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. ζʹ.[End of a diagram]
36Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Χρυσόστομος πολὺς ἦν ἐν βίῳ καὶ77

78

λόγῳ καὶ θείοις χαρίσμασι διαλάμπων καὶ ἀκριβὴς περὶ πᾶσαν ἀρε‐ τήν. τοῦτον ἠγάπα πᾶς ὁ λαὸς οἰκοδομούμενος σφόδρα ταῖς δι‐ δασκαλίαις αὐτοῦ, οἱ δὲ ζῶντες ἀσώτως ἀπεστρέφοντο αὐτόν· οἳ καὶ εἰς τὸν κατ’ αὐτοῦ πόλεμον συνήργησαν. ἐν οἷς συνέβη καὶ τὰ
5κατὰ Εὐτρόπιον τὸν εὐνοῦχον, ἔτι δὲ καὶ ἡ φιλονεικία Σευηριανοῦ τοῦ Γαβάλων πρὸς Σαραπίωνα τὸν ἀρχιδιάκονον Ἰωάννου, καὶ τὸ τῶν Μακρῶν, τῶν ἐξ Αἰγύπτου φυγόντων διὰ Θεόφιλον, καὶ τὰ παρὰ Θεοφίλου πρὸς Ἐπιφάνιον γράμματα· ἐξ ὧν ἁπάντων ὁ θε‐ ράπων τοῦ θεοῦ Ἰωάννης ἐπεβουλεύετο. Ἐπιφάνιος δὲ ὁ Κύπρου
10ἐλθὼν ἐν τῷ Ἑβδόμῳ χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου γνώμην ἐποίησεν. τοῦ δὲ Ἰωάννου τοῦτο παρορῶντος διὰ τὴν θείαν ἀγάπην καὶ μᾶλλον προτρεψαμένου τὸν Ἐπιφάνιον ἐν τῷ ἐπισκοπείῳ συμμεῖναι αὐτῷ, οὐχ εἵλατο προκαταληφθεὶς ταῖς διαβολαῖς Θεοφί‐ λου ταῖς κατὰ τοῦ μακαρίου Ἰωάννου.
15
ιαʹ. ιαʹ. ηʹ. εʹ. δʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Χρυσόστομος λόγον κατὰ γυναικῶν πονηρῶν ἐποίησεν, ὃν οἱ δυσμενεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ τὴν Εὐδοξίαν παρώξυναν λέγοντες κατ’ αὐτῆς εἰρῆσθαι τὸν λόγον. ἡ δὲ πρὸς Ἀρκάδιον δεινὰ πεπονθέναι παρὰ Ἰωάννου λέγουσα τοῦτον
20παρεσκεύασε μετασταλῆναι Θεόφιλον πρόδηλον ὄντα τοῦ Ἰωάννου ἐχθρόν· ὃς παραγενόμενος ἐν τῇ Δρυΐ, τῇ νῦν Ῥουφινιαναῖς λεγο‐ μένῃ, τὴν κατὰ Ἰωάννου ἐπιβουλὴν εἰργάσατο· καὶ τοῦτον τῆς πό‐ λεως ἐξέβαλον. τοῦτο δὲ γνοὺς ὁ λαὸς στάσιν μεγάλην ἐποίησε μὴ συγχωρῶν ἐκβληθῆναι τὸν Ἰωάννην. ἐν οἷς καὶ Εὐδοξία τοῖς ὀδυρ‐
25μοῖς τοῦ λαοῦ ἐπικαμφθεῖσα παρεκάλεσεν Ἀρκάδιον τὸν βασιλέα, καὶ πέμψας Βρίσωνα εὐνοῦχον ἀπὸ Πραινέτου τὸν Ἰωάννην ἀνέκαμ‐ ψεν. ὁ δὲ πρὸ δοκιμασίας συνόδου εἰσελθεῖν οὐκ ἠνέσχετο, εἰς προάστειον δὲ κατὰ τὸν Ἀνάπλουν διέτριβεν. ὁ δὲ λαὸς καταβοῶν τῶν βασιλέων εἰσαγαγεῖν τὸν Ἰωάννην ἠνάγκασε καὶ τῷ θρόνῳ
30ἐγκαταστῆσαι· ὥστε Θεόφιλον καὶ τοὺς σὺν αὐτῷ φοβηθέντας φυγεῖν
ἐκ τῆς πόλεως. τότε ξʹ ἐπίσκοποι συνελθόντες ἄκυρα πάντα τὰ κατὰ78

79

τοῦ θείου Ἰωάννου παρὰ Θεοφίλου καὶ τῶν σὺν αὐτῷ ἐκύρωσαν δικαίως.
ιβʹ. ιβʹ. θʹ. ϛʹ. εʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει ἡ βασίλισσα Εὐδοξία ἀργυρέαν στήλην ἰδίαν
5ποιήσασα ἔστησεν ἐν τόπῳ λεγομένῳ τὰ Πιττάκια πλησίον τῆς ἁγίας Εἰρήνης. ὁ δὲ τῆς πόλεως ἔπαρχος, Μανιχαῖος καὶ ἑλληνόφρων ὤν, κρότους καὶ χοροὺς καὶ ὀρχήσεις ἐνώπιον τῆς στήλης ἐπιτελῶν θορύ‐ βους τε ποιῶν ἐλύπει τὸν Ἰωάννην, μὴ συγχωρῶν αὐτὸν ἡσύχως τὰς θείας λειτουργίας ἐπιτελεῖν· πολλάκις γὰρ ἔφυρε τοὺς ψάλλον‐
10τας. ὁ δὲ ἱερὸς Ἰωάννης ἐπηνέχθη τούτῳ διὰ τοῦ λόγου. αὐτὸς δὲ τὴν Εὐδοξίαν κατὰ τοῦ Ἰωάννου διήγειρεν ὡς δυσχεραίνοντος ἐπὶ τῇ τιμῇ τῆς στήλης αὐτῆς. καὶ λοιπὸν πάλιν μῖσος κατὰ Ἰωάν‐ νου, πάλιν ὀργή. αὐτὸς δὲ τότε τὸν λόγον ἐπεδείξατο, οὗ ἡ ἀρχή· “πάλιν Ἡρωδιὰς μαίνεται.” τότε ἔχθρα τελεία τῆς βασιλίσσης κατ’
15αὐτοῦ ἐκινήθη, καὶ πάλιν καθαίρεσις καὶ ἐξορία. ὁ δὲ λαὸς τὴν ἐκκλησίαν ἐνέπρησεν· πολλοί τε ὑπὲρ Ἰωάννου ἐκινδύνευσαν. Ἰω‐ άννης δὲ ἐξηλάθη τῆς πόλεως καὶ ἐξωρίσθη εἰς Κουκουσόν, ἐκεῖθέν τε μετηνέχθη εἰς Πιτυοῦντα. γενόμενος δὲ ἐν Κομάνοις κατὰ πάρ‐ οδον τῆς Ἀρμενίας ἐτελειώθη ἐν κυρίῳ. τούτου δὲ ἐξορισθέντος
20Ἀρσάκιος ἐχειροτονήθη, ὁ ἀδελφὸς Νεκταρίου τοῦ πρὸ τοῦ Χρυσοστό‐ μου. Ἰννοκέντιος δὲ ὁ Ῥώμης καὶ Φλαβιανὸς Ἀντιοχείας οὐκ ἐκοι‐ νώνησαν τῇ ἐκβολῇ Ἰωάννου, ἀλλὰ διὰ γραμμάτων τὸν κλῆρον τῆς πόλεως παρεμυθήσαντο καὶ ἐδυσχέραινον ἐπὶ τοῖς τολμήμασιν. Ἐπι‐ φάνιος δὲ ἐπὶ Κύπρον ἀπέπλευσεν, τοῦ θεοῦ, ὡς ἔοικεν, τὴν με‐
25τάστασιν αὐτοῦ προμηνύσαντος. φασὶ δὲ ὅτι καὶ Ἰωάννῃ τὴν ἐν τῇ ἐξορίᾳ τελευτὴν ἐδήλωσεν, καὶ Ἰωάννης Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ. Ἐπιφάνιος τοῖς προπέμπουσιν εἶπεν· “σπεύδω ἐγώ, ἀφίημι δὲ ὑμῖν τὰ βιβλία τὴν πόλιν καὶ τὴν ὑπόκρισιν.” Τῷ δ’ αὐτῷ ἔτει τελευτᾷ καὶ ἡ Εὐδοξίᾳ.
30Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀρσάκιος ἔτη βʹ.
ιγʹ. ιγʹ. ιʹ. αʹ. ϛʹ. κʹ. ιʹ.
Τούτῳ τῷ ἔτει Ἀρκάδιος ὁ βασιλεὺς γενόμενος ἐν Καρύᾳ,
ἐν ᾗ καὶ τὸν ἅγιον μάρτυρα Ἀκάκιον λέγουσι παθεῖν, εὐξάμενός τε79

80

καὶ ἐξελθὼν ἐκ τοῦ ναοῦ, εὐθέως ὁ μέγιστος οἶκος ὁ ἐν τῇ Καρύᾳ κατέπεσεν. τὸ δὲ πλῆθος σωθὲν τῇ εὐχῇ τοῦ βασιλέως τὴν σωτη‐ ρίαν ἐπέγραψεν.
ιδʹ. ιδʹ. ιαʹ. βʹ. ζʹ. καʹ. ιαʹ.
5Τούτῳ τῷ ἔτει ἐν Ῥώμῃ ἐμυκήθη ἡ γῆ ἐπὶ ἡμέρας ζʹ. καὶ ἐσφάγη Στιλίχων ὁ λαμπρότατος ἐν Ῥαβέννῃ, καὶ ἄλλοι δὲ δυνάσται. αὐτῷ δὲ τῷ ἔτει Ἀρκάδιος ἐτελεύτησε πρὸ ιαʹ καλανδῶν Σεπτεμβρίου. Τὸν δὲ νέον Θεοδόσιον μικρότατον ὄντα καὶ ἀπερίστατον κατα‐ νοήσας Ἀρκάδιος ὁ πατήρ, καὶ δείσας, μὴ ἀπό τινος ἐπιβουλευθῇ,
10βασιλέα αὐτὸν ἀναγορεύσας κουράτορα αὐτοῦ κατὰ διαθήκας κατέστη‐ σεν Ἰσδιγέρδην, τὸν τῶν Περσῶν βασιλέα. Ἰσδιγέρδης δέ, ὁ τῶν Περσῶν βασιλεύς, τὴν Ἀρκαδίου διαθήκην δεξάμενος εἰρήνῃ ἀφθόνῳ πρὸς Ῥωμαίους χρησάμενος Θεοδοσίῳ τὴν βασιλείαν διεσώσατο· καὶ Ἀντίοχόν τινα θαυμαστόν τε καὶ λογιώτατον ἐπίτροπόν τε καὶ παιδ‐
15αγωγὸν ἀποστείλας γράφει τῇ συγκλήτῳ Ῥωμαίων τάδε· Ἀρκαδίου κοιμηθέντος κἀμὲ κουράτορα τοῦ παιδὸς καταστήσαντος, τὸν ἀναπλη‐ ροῦντα τὸν ἐμὸν τόπον ἀπέστειλα. μή τις οὖν εἰς ἐπιβουλὴν τοῦ παιδὸς ἐπιχειρήσῃ, ἵνα μὴ πόλεμον ἄσπονδον κατὰ Ῥωμαίων ἀνα‐ καινίσω. ὁ δὲ Ἀντίοχος ἐλθὼν ἦν σὺν τῷ βασιλεῖ· ὑπὸ δὲ τῷ αὐτοῦ
20θείῳ Ὀνωρίῳ καὶ Πουλχερίᾳ τῇ ἀδελφῇ αὐτοῦ τὰ Χριστιανῶν ἐπι‐ στημόνως ἐπαιδεύετο. καὶ ἦν εἰρήνη ἀναμεταξὺ Ῥωμαίων καὶ Περσῶν, μάλιστα τοῦ Ἀντιόχου πολλὰ ὑπὲρ Χριστιανῶν γράφοντος· καὶ οὕτως ἐπλατύνθη ἐν Περσίδι ὁ χριστιανισμός, Μαρουθᾶ, τοῦ ἐπισκόπου Μεσοποταμίας, μεσιτεύοντος.
25[Start of a diagram]Κόσμου ἔτη ͵εϡαʹ. Τῆς θείας σαρκώσεως ἔτη υαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. αʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. ιεʹ. Ῥώμης ἐπίσκοπος Ἰννοκέντιος ἔτη ιεʹ. ιβʹ.
30Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. κβʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. ιβʹ.[End of a diagram]
35Τούτῳ τῷ ἔτει Ἀρκαδίου τοῦ βασιλέως τελευτήσαντος, ὃς ἐβα‐80

81

σίλευσε μετὰ τὴν τελευτὴν Θεοδοσίου τοῦ πατρὸς ἔτη ιδʹ, μῆνας γʹ, ἡμέρας ιδʹ, συμβασιλεύσας καὶ τῷ πατρὶ αὐτοῦ ἔτη ιβʹ, κατέλιπε Θεοδόσιον τὸν υἱὸν αὐτοῦ βασιλέα ἐτῶν ηʹ ὄντα, συμβασιλεύσαντα δὲ τῷ πατρὶ Ἀρκαδίῳ ἔτη ϛʹ. Θεοδοσίου δὲ αὐτοκράτορος γενο‐
5μένου, Πουλχερία, ἡ τούτου ἀδελφή, παρθένος δέκα καὶ πέντε ἐτῶν οὖσα τὴν βασιλείαν σὺν θεῷ καλῶς διῴκει. εἶχε δὲ καὶ ἄλλας δύο ἀδελφάς, Ἀρκαδίαν καὶ Μαρίναν· καὶ ταύτας παρθενεύειν ἡ Πουλχερία ἔπεισεν. Θεοδόσιον δὲ τὸν ἀδελφὸν ἐπαίδευσε σοφωτάτη τυγχάνουσα καὶ θεῖον νοῦν κεκτημένη. τὸν δὲ ἀδελφὸν Θεοδόσιον
10πρὸ πάντων μὲν εἰς τὴν κατὰ θεὸν εὐσέβειαν, ἔπειτα δὲ καὶ εἰς ἦθος καὶ λόγον καὶ βάδισμα καὶ γέλωτα καὶ στολὴν καὶ καθέδραν καὶ στάσιν βασιλικῶς ἐξεπαίδευσεν. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα ξενῶνάς τε καὶ μοναστήρια κτίσασα πᾶσι καὶ τὰς ἁρμοδίους προσ‐ όδους βασιλικῶς ἀπένειμεν. ὁ δὲ Σωζομενός φησι περὶ αὐτῆς, ὅτι
15καὶ θείας ἐμφανείας ἠξιοῦτο.
βʹ. ιϛʹ. ιγʹ. βʹ θʹ. κγʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Ἀττικός, ἐπίσκοπος Κωνσταντινουπόλεως, Ἰουδαῖόν τινα παραλυτικὸν νουθετήσας, πείσας τε καὶ βαπτίσας ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἀνήγαγεν. κατὰ θεὸν γὰρ λέγεται βεβιωκέναι.
20
γʹ. ιζʹ. ιδʹ. γʹ. ιʹ. κδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει Ῥώμη παρελήφθη ὑπὸ Ἀλαρίχου πρὸ θʹ κα‐ λανδῶν Σεπτεμβρίου· καὶ μεθ’ ἡμέρας ὀλίγας Κωνσταντῖνος ὁ λαμπρότατος ἐσφάγη καὶ ἄλλοι πολλοί.
δʹ. ιηʹ. ιεʹ. δʹ. ιαʹ. κεʹ. ιεʹ.
25Τούτῳ τῷ ἔτει ἐσφάγησαν ἐν Γαλλίαις Ἰοβιανὸς καὶ Σεβαστια‐ νὸς οἱ λαμπρότατοι. καὶ ἦλθον αἱ κεφαλαὶ αὐτῶν ἐν Ῥώμῃ, καὶ μεθ’ ἡμέρας ιεʹ ἐσφάγησαν Σαλούστιος καὶ Ἡρακλειανός. Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ.
εʹ. ιθʹ. αʹ. εʹ. ιβʹ. κϛʹ. ιϛʹ.
30Τούτῳ τῷ ἔτει οἱ Ἰουδαῖοι ἐν Ἀλεξανδρείᾳ κακὰ πολλὰ Χριστιανοῖς ἐνεδείξαντο. συνθέμενοι γὰρ πρὸς ἀλλήλους φορεῖν δακτύλιον ἀπὸ φοίνικος, τῇ νυκτὶ βοᾷν παρεσκεύασαν κήρυκας, ὅτι
ἡ ἐκκλησία ἐνεπρήσθη. τῶν δὲ Χριστιανῶν συνδραμόντων, τούτους81

82

οἱ Ἰουδαῖοι κατέσφαζον. τοῦ δὲ δράματος φωραθέντος, οἱ Χριστια‐ νοὶ ἄρχοντες τούτους τῆς Ἀλεξανδρείας ἐξήλασαν καὶ τὰς ὑποστάσεις αὐτῶν ἐδήμευσαν. Τῷ δ’ αὐτῷ ἔτει Ἀντίοχος ὁ Πέρσης ἐκποδὼν γέγονεν, καὶ ἡ
5μακαρία Πουλχερία τελείως τῶν πραγμάτων ἐκράτησεν. [Start of a diagram]Κόσμου ἔτη ͵εϡϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υϛʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ϛʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. κʹ.
10Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιϛʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. κζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη κβʹ. ιζʹ.[End of a diagram]
16Τούτῳ τῷ ἔτει Ὑπατίαν τὴν φιλόσοφον, θυγατέρα Θέωνος τοῦ φιλοσόφου, βιαίῳ θανάτῳ τινὲς ἀνεῖλον. Τῷ δ’ αὐτῷ ἔτει Ἰσδιγέρδης, ὁ τῶν Περσῶν βασιλεύς, πρό‐ τερον Μαρουθᾶ, τοῦ ἐπισκόπου Μεσοποταμίας, ταῖς παραινέσεσι
20πειθόμενος καὶ Ἀβδαᾶ, τοῦ τῆς βασιλευούσης ἐν Περσίδι πόλεως ἐπισκόπου, εἰς ἄκρον θεοσεβὴς γέγονεν, ὥστε ἔμελλε σχεδὸν βαπτί‐ ζεσθαι διὰ τὰς θαυματουργίας τοῦ Μαρουθᾶ, καὶ τοὺς μάγους ὡς ἀπατεῶνας ἐκόλαζεν. τῷ δὲ κʹ ἔτει ὑπὸ τῶν μάγων ἀπατηθεὶς μέγαν κατὰ τῶν ἐν Περσίδι Χριστιανῶν διωγμὸν ἀνεκίνησεν· τῷ δὲ καʹ
25ἔτει τετελεύτηκεν. αἰτία δὲ τοῦ διωγμοῦ αὕτη γέγονεν· Ἀβδαᾶς, ὁ τῆς βασιλευούσης ἐν Περσίδι ἐπίσκοπος, ζήλῳ μὲν θεοῦ φερόμενος, οὐκ εἰς δέον δὲ τῷ ζήλῳ χρησάμενος τὸν ναὸν τοῦ Πυρὸς ἐνέπρησεν. τοῦτο δὲ γνοὺς ὁ βασιλεὺς τὰς ἐν Περσίδι ἐκκλησίας καταλυθῆναι προσέταξε καὶ τὸν Ἀβδαᾶν διαφόροις κολάσεσιν ἐτιμωρήσατο. τοῦ δὲ
30διωγμοῦ ἐπὶ εʹ χρόνους κρατήσαντος, πολλοὶ μάρτυρες καὶ ἀναρίθμη‐ τοι ἀνεδείχθησαν· οἱ γὰρ μάγοι κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρευον τοὺς λανθάνοντας. ἄλλοι δὲ καὶ αὐτομάτως ἑαυτοὺς κατ‐
εμήνυον, ὥστε μὴ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι. ἀφειδῶς δὲ82

83

τῶν Χριστιανῶν κτεινομένων, πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις ἀνῃρέθησαν. πολλοὶ δὲ καὶ τοῖς Ῥωμαίοις προσέφυγον.
ζʹ. καʹ. γʹ. ζʹ. ιδʹ. κηʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Θεόφιλος, ἐπίσκοπος Ἀλεξανδρείας, ἀπεβίω,
5καὶ Κύριλλος, ἀνεψιὸς αὐτοῦ, ἀντ’ αὐτοῦ προεχειρίσθη. Τῷ δ’ αὐτῷ ἔτει ἤνθει ταῖς διδασκαλίαις Ἡσύχιος, πρεσβύτερος Ἱεροσολύμων. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ.
10
ηʹ. αʹ. δʹ. ηʹ. ιεʹ. αʹ. ιθʹ.
Τούτῳ τῷ ἔτει Ἰουδαῖοι εἰς τὸ Ἰμμὸν παιδίον Χριστιανὸν συλλαβόντες, ὡς παίζοντες δῆθεν καὶ τὸν σταυρὸν διασύροντες, τὸν αὐτὸν παῖδα ἐκρέμασαν ἐπὶ ξύλου ἀνελόντες βασάνοις. τοῦτο γνοὺς ὁ βασιλεὺς Ἰουδαίους πρεπόντως ἐκόλασεν.
15
θʹ. βʹ. εʹ. θʹ. ιϛʹ. βʹ. κʹ.
ιʹ. γʹ. ϛʹ. ιʹ. γʹ. καʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ.
ιαʹ. δʹ. ζʹ. ιαʹ. αʹ. δʹ. κβʹ.
Τούτῳ τῷ ἔτει Λεοντίου τοῦ φιλοσόφου θυγατέρα Ἀθηναΐδα
20λεγομένην ἐβάπτισεν Ἀττικὸς καὶ Εὐδοκίαν μετωνόμασεν, ἥτις κατὰ γνώμην Πουλχερίας γημᾶται Θεοδοσίῳ, κάλλει σώματος καὶ συνέσει ψυχῆς καὶ ἐν λόγοις διαπρέπουσα. Τῷ δ’ αὐτῷ ἔτει ἐγεννήθη Οὐαλεντινιανός, ὁ υἱὸς Κωνσταντίου καὶ Γάλλας Πλακιδίας ἐν Ῥαβέννῃ.
25[Start of a diagram]Κόσμου ἔτη ͵εϡιβʹ. Τῆς θείας σαρκώσεως ἔτη υιβʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιβʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. εʹ. Ῥώμης ἐπίσκοπος Ζώσιμος ἔτη ηʹ. ηʹ.
30Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Θεόδοτος ἔτη δʹ. αʹ.[End of a diagram]
35Τούτῳ τῷ ἔτει Ἀττικὸς ὁ ἐπίσκοπος τοὺς Ἰωαννίτας ὁρῶν
ἔξω τῆς ἐκκλησίας συνάγοντας, τὸ ὄνομα Ἰωάννου τοῦ Χρυσοστόμου83

84

ἐν τοῖς διπτύχοις ἐν τῇ ἐκκλησίᾳ μνημονεύεσθαι προσέταξε καὶ πολ‐ λοὺς τῇ ἐκκλησίᾳ ἥνωσεν. Τῷ δ’ αὐτῷ ἔτει ἐγεννήθη Οὐαλεντινιανὸς ὁ μικρός, υἱὸς Κων‐ σταντίου, ἐν Ῥαβέννῃ, ἐξάδελφος Θεοδοσίου.
5Ῥώμης ἐπίσκοπος Βονιφάτιος ἔτη δʹ.
ιγʹ. ϛʹ. αʹ. ιγʹ. γʹ. ϛʹ. βʹ.
Τούτῳ τῷ ἔτει Κωνστάντιος, ὁ πατὴρ Οὐαλεντινιανοῦ, ἐβασί‐ λευσε πρὸ ϛʹ ἰδῶν Φεβρουαρίων· καὶ ἐσφάγη πρὸ δʹ νώνων Σεπτεμ‐ βρίων.
10
ιδʹ. ζʹ. βʹ. ιδʹ. δʹ. ζʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐσφάγη Κάλλιστος ὁ αὐγουστάλιος ἐν Ἀλεξαν‐ δρείᾳ ὑπὸ τῶν ἰδίων δούλων μηνὶ Θὼθ ιʹ.
ιεʹ. ηʹ. γʹ. ιεʹ. εʹ. ηʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐτελεύτησεν Ὀνώριος ὁ βασιλεὺς ἐν Ῥώμῃ τῇ
15ιεʹ τοῦ Αὐγούστου μηνός, καὶ ἐδηλώθη ἐν Κωνσταντινουπόλει· καὶ ἐκλείσθη ἡ πόλις ἡμέρας ζʹ. τούτου δὲ τελευτήσαντος, Ἰωάννης τις ἐκ τῶν βασιλικῶν ὑπογραφέων τὴν ἐν Ῥώμῃ βασιλείαν ἁρπάζει καὶ πρεσβείαν πρὸς Θεοδόσιον ἀποστέλλει δεχθῆναι εἰς βασιλέα δεόμενος. ὁ δὲ Θεοδόσιος τοὺς πρεσβευτὰς ἐν φρουρᾶ κατακλείσας
20Ἀρδαβούριον τὸν στρατηγὸν ἀποστέλλει κατ’ αὐτοῦ· ὅν τινα ὁ τύ‐ ραννος εἰς Ῥάβενναν χειρωσάμενος κατέκλεισεν. τοῦτο μαθὼν Θεο‐ δόσιος Ἄσπαρα, τὸν τούτου υἱόν, ἀποστέλλει κατ’ αὐτοῦ, καὶ τῇ τοῦ θεοφιλοῦς βασιλέως εὐχῇ ἄγγελος κυρίου ἐν σχήματι ποιμένος φανεὶς ὡδήγησε τὸν Ἄσπαρα καὶ τοὺς σὺν αὐτῷ· καὶ ἄγει αὐτοὺς
25διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης ἀβάτου οὔσης, ἣν ὁ θεὸς βατὴν εἰργάσατο ὥσπερ ἐπὶ τῶν Ἰσραηλιτῶν. καὶ διαβάντες διὰ ξηρᾶς, ἀνεῳγμένας τὰς πύλας τῆς πόλεως εὑρόντες, τὸν μὲν τύραννον ἀνεῖλον, τὸν δὲ Ἀρδαβούριον τῶν δεσμῶν ἀπέλυσαν. τούτου δὲ
ἀναιρεθέντος, ὁ βασιλεὺς Θεοδόσιος Οὐαλεντινιανόν, τὸν υἱὸν84

85

Κωνσταντίου καὶ Γάλλας Πλακιδίας, καίσαρα ποιήσας ἐπὶ τὰ ἑσπέρια ἀπέστειλε μετὰ τῆς ἰδίας μητρός, Ἡλίωνα δὲ τὸν πατρίκιον συν‐ απέστειλεν ὡς ὀφείλοντα καταστῆσαι αὐτόν· καὶ ἐβασίλευσεν ἔτη λβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ.
5
ιϛʹ. θʹ. δʹ. ιϛʹ. ϛʹ. θʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἀκαταστασίαι καὶ ἀλληλοκτονίαι ἐν Ἀλεξανδρείᾳ γεγόνασι πολλαί. Τῷ δ’ αὐτῷ ἔτει Θεοδόσιος διὰ Ἡλίωνος πατρικίου στέφανον βασιλικὸν ἔπεμψε τῷ Οὐαλεντινιανῷ ἐν Ῥώμῃ. Μαρουθᾶς δέ, ὁ
10ἐπίσκοπος Μεσοποταμίας, τὸν υἱὸν τοῦ βασιλέως Περσῶν Ἰσδιγέρδην δαιμονῶντα ἰάσατο διὰ προσευχῆς καὶ νηστείας, ὅθεν ὁ Ἰσδιγέρδης πολλὴν πληροφορίαν εἰς τὸν χριστιανισμὸν προσελάβετο. [Start of a diagram]Κόσμου ἔτη ͵εϡιζʹ. Τῆς θείας σαρκώσεως ἔτη υιζʹ.
15Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιζʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιζʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ζʹ.
20Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. βʹ.[End of a diagram]
ιηʹ. ιαʹ. βʹ. ιηʹ. ηʹ. ιαʹ. γʹ.
24Τούτῳ τῷ ἔτει τοῦ Ἰσδιγέρδου θανόντος, Οὐαραράνης, ὁ
25τούτου παῖς, σὺν τῇ βασιλείᾳ καὶ τὸν τῆς εὐσεβείας διωγμὸν διεδέξατο καὶ πρὸς Θεοδόσιον πρέσβεις ἔπεμψε τοὺς φυγάδας ἐξαι‐ τούμενος. Θεοδόσιος δέ, ὁ τῶν Ῥωμαίων βασιλεύς, οὐ κατεδέξατο τούτους προδοῦναι. ἐκ τούτου ἀρθεισῶν τῶν σπονδῶν πόλεμος δεινὸς συνεκροτήθη. καὶ ὁ μὲν Θεοδόσιος ἀποστέλλει Ἀρδαβούριον
30στρατηγὸν μετὰ δυνάμεως Ῥωμαϊκῆς, Οὐαραράνης δὲ ἀποστέλλει Ναρσαῖον στρατηγὸν σὺν δυνάμει Περσικῇ, καὶ πολλὰς μυριάδας Σαρακηνῶν πρὸς βοήθειαν ἔχων. ὁ δὲ Ἀρδαβούριος καταλαβὼν
τὴν Περσίδα καὶ πορθήσας τὴν λεγομένην Ἀρζανηνὴν ἐπαρχίαν ἐπὶ85

86

τὴν Μεσοποταμίαν ἔρχεται, ὁμοίως καὶ ὁ τῶν Περσῶν στρατηγὸς κατέλαβε τὴν Μεσοποταμίαν πλησίον τοῦ Εὐφράτου· καὶ νομίσαντες τὴν Ῥωμαίων δύναμιν ἐπέρχεσθαι αὐτοῖς, ἐκ θεοῦ δειλανθέντες εἰς τὸν ποταμὸν ἑαυτοὺς ἔνοπλοι ἔρριπτον· καὶ οὕτω περὶ τὰς ιʹ μυ‐
5ριάδας πνιγέντες διεφθάρησαν. οἱ δὲ Ῥωμαῖοι τοὺς λοιποὺς μεσο‐ λαβήσαντες πάντας αὐτῶν καὶ τὴν μυριάδα τῶν παρ’ αὐτοῖς λεγομένων Ἀθανάτων ἀνεῖλον καὶ τοὺς στρατηγοὺς αὐτῶν, τοῦ Χριστοῦ δίκην εἰσπραξαμένου τοὺς Πέρσας, ἀνθ’ ὧν πολλοὺς τῶν εὐσεβῶν ἀπέκτει‐ ναν ἀδίκως.
10[Start of a diagram]Κόσμου ἔτη ͵εϡιθʹ. Τῆς θείας σαρκώσεως ἔτη υιθʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιθʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. γʹ.
15Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιθʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. δʹ.[End of a diagram]
20Τούτῳ τῷ ἔτει τοῦ προφήτου Ζαχαρίου τὰ λείψανα εὑρέθησαν ἐν κώμῃ τινὶ κατὰ τὴν περιοικίδα Ἐλευθεροπόλεως, ὁμοίως καὶ Στεφάνου τοῦ πρωτομάρτυρος ἐν κώμῃ Καπαργαμάλα, ἐν ᾗ Γα‐ μαλιήλ, ὁ διδάσκαλος Παύλου τοῦ ἀποστόλου, σὺν Ἀβίβῳ, τῷ υἱῷ αὐτοῦ, ἔθαψαν κηδεύσαντες τὸ σῶμα τοῦ πρωτομάρτυρος.
25
κʹ. ιγʹ. δʹ. κʹ. ιʹ. ιγʹ. εʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ εὐσεβὴς κατὰ μίμησιν τῆς μακαρίας Πουλχερίας πολλὰ χρήματα τῷ ἀρχιεπισκόπῳ Ἱεροσολύμων ἀπέστειλεν εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, καὶ σταυρὸν χρυσοῦν διάλιθον πρὸς τὸ παγῆναι ἐν τῷ ἁγίῳ κρανίῳ. ὁ δὲ ἀρχιεπίσκοπος ἀντίδωρον
30ἀποστέλλει λείψανα τῆς δεξιᾶς χειρὸς τοῦ πρωτομάρτυρος Στεφάνου διὰ τοῦ ἐν ἁγίοις Πασσαρίωνος. τούτου δὲ εἰς Χαλκηδόνα φθάσαν‐
τος, θεωρεῖ ἡ μακαρία Πουλχερία αὐτῇ τῇ νυκτὶ ἐν ὁράματι τὸν86

87

ἅγιον Στέφανον λέγοντα αὐτῇ· “ἰδού, ἡ προσευχή σου εἰσηκούσθη, καὶ ἡ αἰτησίς σου γέγονεν, καὶ ἦλθον εἰς Χαλκηδόνα.” ἡ δὲ ἀναστᾶσα καὶ τὸν ἀδελφὸν αὐτῆς λαβοῦσα ἐξῆλθεν εἰς συνάντησιν τῶν ἁγίων λειψάνων, καὶ ταῦτα εἰς τὸ παλάτιον λαβοῦσα κτίζει οἶκον ἔνδοξον
5τῷ ἁγίῳ πρωτομάρτυρι κἀκεῖ τὰ ἅγια κατέθετο λείψανα. Κωνσταντινουπόλεως ἐπίσκοπος Σισίννιος ἔτη βʹ.
καʹ. ιδʹ. εʹ. αʹ. ιαʹ. ιδʹ. ϛʹ.
Τούτῳ τῷ ἔτει ἀγαθότητι πολλῇ κινούμενος Θεοδόσιος ὁ βασιλεύς, καίπερ νικήσας κατὰ κράτος τοὺς Πέρσας, φειδοῖ τῶν
10κατοικούντων ἐν Περσίδι Χριστιανῶν εἰρήνην ἀσπάζεται καὶ ἀπο‐ στέλλει πρεσβευτὰς Ἡλίωνά τε τὸν πατρίκιον, ὃν πάνυ διὰ τιμῆς ἦγεν, καὶ Ἀνατόλιον, τὸν τῆς ἀνατολῆς στρατηγόν, εἰρήνην σπείσασθαι. Οὐαραράνης δὲ γνοὺς τὴν ἑαυτοῦ ἧτταν δέχεται τὴν πρεσβείαν, καὶ οὕτως ὁ κατὰ τῶν Χριστιανῶν ἐπαύσατο διωγμός. ὁ δὲ βασιλεὺς
15Θεοδόσιος ἐπὶ ταῖς τοιαύταις εὐεργεσίαις τὸν θεὸν εὐχαριστῶν γε‐ ραίρειν τοῖς ὕμνοις οὐκ ἐπαύετο, κοινωνοὺς ἔχων τῆς ὑμνῳδίας τὰς ἰδίας ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκούσας. Τῷ δ’ αὐτῷ ἔτει Σισίννιος, ὁ ἐπίσκοπος Κωνσταντινου‐ πόλεως, Πρόκλον χειροτονεῖ ἐπίσκοπον Κυζίκου· ὅν τινα οἱ Κυζι‐
20κηνοὶ μὴ δεξάμενοι μοναχόν τινα παρὰ γνώμην Σισιννίου Δαλ‐ μάτιον λεγόμενον χειροτονοῦσιν. ὁ δὲ Πρόκλος ἐκκλησίαν ἰδίαν μὴ ἔχων ἐν Κωνσταντινουπόλει προτροπῇ Σισιννίου ταῖς διδασκαλίαις ἦν διαπρέπων. Τῷ δ’ αὐτῷ ἔτει ὁ κατὰ τῶν Χριστιανῶν διωγμὸς ἐν Περσίδι
25ἐπαύσατο.
κβʹ. ιεʹ. ϛʹ. βʹ. ιβʹ. ιεʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φίλιππος, πρεσβύτερος Σίδης, χριστιανικὴν ἱστορίαν συγγραψάμενος ἐν λϛʹ βιβλίοις πολλὰ καθάπτεται Σισιννίου διὰ τὸ προκριθῆναι τὸν Σισίννιον Φιλίππου εἰς τὴν ἐπισκοπὴν ἅμα
30καὶ Πρόκλῳ· εὐθὺς δὲ Σισίννιος ἐτελεύτησεν.87

88

[Start of a diagram]Κόσμου ἔτη ͵εϡκγʹ. Τῆς θείας σαρκώσεως ἔτη υκγʹ Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. κγʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιϛʹ.
5Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Νεστόριος ἔτη γʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιϛʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ηʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Σισιννίου, ἐπισκόπου Κωνσταντινουπόλεως, κοιμηθέντος, Νεστόριος τὴν ἐπισκοπὴν διαδέχεται Γερμανικεὺς τῷ γένει. ἅμα δὲ τῷ θρόνῳ ἐπέβη, παραυτίκα ἡ αὐτοῦ κακοπιστία, καὶ τὸ ἐν τοῖς δόγμασι διεστραμμένον φρόνημα ἐδείκνυτο. ὁμιλίαν
15γὰρ περὶ πίστεως ἐκδέδωκε τῷ ἑαυτοῦ συγκέλλῳ, κελεύσας αὐτῷ ταύτην ἐπ’ ἐκκλησίας κηρῦξαι ἔχουσαν οὕτως· “θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς· Μαρία γὰρ ἄνθρωπος ἦν, καὶ ὑπὸ ἀνθρώπου θεὸν τεχθῆναι ἀδύνατον.” ταύτης ἐπελάβετο πρῶτον τῆς φωνῆς Εὐσέβιός τις, σχολαστικὸς τῆς βασιλικῆς Κωνσταντινουπόλεως, ὅθεν πολλοὶ
20τῶν Βυζαντίων ἐταράχθησαν. ὁ δὲ Νεστόριος τὸν λόγον κυρῶσαι σπεύδων πανταχοῦ τὴν θεοτόκον φωνὴν ἐξέβαλε ψιλὸν ἄνθρωπον λέγων τὸν κύριον. ἐν μιᾷ δὲ κυριακῇ προκαθημένου Νεστορίου, προτραπεὶς Πρόκλος τοῦ ἐξηγήσασθαι εἶπεν ὁμιλίαν εἰς τὴν θεοτόκον, ἧς ἡ ἀρχή· “παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί.” τότε μιση‐
25τὸς γενόμενος παρὰ πᾶσιν ὁ δυσσεβὴς Νεστόριος διὰ τῦφον καὶ κακοπιστίαν· εἶχε γὰρ καὶ Ἀναστάσιόν τινα, πρεσβύτερον Ἀντιοχέα, ὃν σφόδρα περιεποιεῖτο ὡς ὁμόφρονα, ἄνδρα τολμηρότατον, ἐπ’ ἐκκλησίας βλασφημοῦντα τὴν ἀειπάρθενον θεοτόκον. τούτου δὲ Εὐσέβιος, ὁ τοῦ Δορυλαίου, πρῶτος κατεῖπεν. οὕτω δὲ διαπραττό‐
30μενος πολλοὺς θορύβους ἤγειρε καὶ ταραχάς. Τῷ δ’ αὐτῷ ἔτει καὶ τὸ φοβερὸν θαῦμα τῶν ἁγίων ἑπτὰ παίδων ἐν Ἐφέσῳ γέγονεν, ἀναστάντων αὐτῶν διὰ ρπβʹ ἐτῶν.
κδʹ. ιζʹ. ηʹ. βʹ. ιδʹ. ιζʹ. θʹ. Τούτῳ τῷ ἔτει μαθὼν Κύριλλος, ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος,
35τὰς τοῦ Νεστορίου βλασφημίας γράφει αὐτῷ παρακαλῶν καὶ νουθε‐88

89

τῶν ὡς ἀδελφὸν ἀπέχεσθαι τῶν διεστραμμένων αὐτοῦ δογμάτων καὶ τῆς ὀρθῆς ἀντέχεσθαι πίστεως. ὁ δὲ Νεστόριος ἀνταπέστειλεν ὑβρί‐ ζων ἅμα καὶ βλασφημῶν. τότε Κύριλλος γράφει τῷ πάπᾳ Ῥώμης Κελεστίνῳ τὰ περὶ Νεστορίου καὶ τὰ πρὸς αὐτὸν γραφέντα παρὰ
5Νεστορίου βλάσφημα κατάδηλα αὐτῷ ποιεῖ. τότε Κελεστῖνος γράφει Νεστορίῳ ὁρίσας αὐτῷ ἡμερῶν ιʹ προθεσμίαν, ἵνα παύσηται τῶν βλασφημιῶν καὶ μετανοήσῃ· ἐπιμένοντα δὲ τῇ κακοδοξίᾳ μηκέτι εἶναι αὐτὸν κοινωνικὸν ἱερέα. γράφουσι δὲ ὁμοίως Κελεστῖνός τε καὶ Κύριλλος Ἰωάννῃ, τῷ ἀρχιεπισκόπῳ Ἀντιοχείας, καὶ Ἰουβεναλίῳ τῷ
10Ἱεροσολύμων περὶ Νεστορίου καὶ τῆς κατ’ αὐτὸν αἱρέσεως. Ἰωάννης δὲ γράφει Νεστορίῳ συμβουλεύων αὐτῷ ἀποστῆναι τῆς αἱρέσεως, ὑπο‐ μνήσκων αὐτὸν τὸ τοῦ ἀποστόλου ῥητὸν τό· “ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός.” γνοὺς δὲ ὁ Νεστόριος, ὅτι οὐκ ἀνέχονται οἱ πατριάρχαι παρασιωπῆσαι οὕτω τεταραγμένων
15τῶν ἐκκλησιῶν, παρεσκεύασε τὸν βασιλέα γράψαι σάκραν πρὸς Κύ‐ ριλλον πλήρη στιγμάτων, καὶ δοκῶν αὐτὸν ἐκ τούτου κτυπεῖν, μᾶλ‐ λον διήγειρεν. διαναστὰς γὰρ γράφει τῷ βασιλεῖ καὶ ταῖς τούτου ἀδελφαῖς περί τε τῆς ὀρθῆς πίστεως καὶ τῆς Νεστορίου κακοδοξίας, ἅμα καὶ αἰτούμενος σύνοδον οἰκουμενικὴν γενέσθαι εἰς τὸ γυμνασθῆναι
20κανονικῶς τὰ κατὰ Νεστόριον. τότε ὁ βασιλεὺς Θεοδόσιος γράφει πᾶσι τοῖς ὑπ’ αὐτὸν ἐπισκόποις παραγενέσθαι εἰς Ἔφεσον χωρὶς πάσης ὑπερθέσεως μετὰ τὸ πάσχα, ὁρίσας ὅτι “οὐδεμίαν ἕξει πρὸς θεὸν οὐδὲ πρὸς ἡμᾶς ἀπολογίαν ὁ μὴ τὴν ἡμέραν τῆς ἁγίας πεν‐ τηκοστῆς εὑρισκόμενος ἐν τῇ συνόδῳ εἰς Ἔφεσον.” ὁ δὲ τῆς Ῥώμης
25Κελεστῖνος γράφει Κυρίλλῳ τῷ Ἀλεξανδρείας τὸν αὐτοῦ τόπον ἐπέχειν ἐν τῇ συνόδῳ, διὰ τὸν τῆς θαλάσσης κόπον τοῦ χειμῶνος μὴ δυνη‐ θεὶς εὑρεθῆναι.
κεʹ. ιηʹ. θʹ. γʹ. ιεʹ. ιηʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἡ ἐν Ἐφέσῳ ἁγία καὶ οἰκουμενικὴ τρίτη σύν‐
30οδος τῶν σʹ πατέρων συνηθροίσθη. πάντων τοίνυν τῶν ἐπισκόπων89

90

ἐλθόντων, Ἰωάννης ὁ Ἀντιοχείας καὶ οἱ ἀνατολικοὶ οὐκ ἀπήντησαν τῇ ὡρισμένῃ προθεσμίᾳ, καὶ τῇ ιϛʹ ἡμέρᾳ μετὰ τὴν ὡρισμένην, τοῦ Ἰωάννου μὴ ἐλθόντος, ἔφθασεν ὁ Νεστόριος μετὰ πολλῆς τῆς ἀλα‐ ζονείας. καὶ τῇ εἰκάδι τοῦ Ἰουνίου μηνὸς ἐκροτήθη ἡ σύνοδος,
5Νεστορίου καὶ Κυρίλλου καὶ Ἰουβεναλίου προκαθεσθέντων, τοῦ δὲ Κυρίλλου τὸν τόπον τοῦ Ῥώμης ἐπέχοντος. καὶ πάντων θεολογούν‐ των λέγει ὁ Νεστόριος [μετὰ πολλῆς τῆς ἀλαζονείας]· “ἐγὼ τὸν γενόμενον διμηναῖον καὶ τριμηναῖον οὐκ ἂν θεὸν ὀνομάσοιμι. καὶ διὰ τοῦτο καθαρός εἰμι ἀπὸ τοῦ αἵματος ὑμῶν· καὶ ἀπὸ τοῦ νῦν
10πρὸς ὑμᾶς οὐκ ἐπανέρχομαι.” καὶ ταῦτα εἰπὼν ἐξῆλθε μετὰ ἓξ ἐπισκόπων τῶν γνώμῃ ἀκολουθησάντων αὐτῷ. οἱ δὲ περὶ Κύριλλον τῇ ἑξῆς συνελθόντες ἀπέστειλαν τρεῖς ἐπισκόπους καλέσαι αὐτόν, καὶ οὐχ ὑπήκουσεν. ὁμοίως καὶ δεύτερον καὶ τρίτον [καὶ τέταρτον] προσκληθεὶς ὑπὸ τῆς συνόδου οὐ παρεγένετο, ἀλλὰ καὶ τοὺς σταλέντας
15ὑβρισθῆναι καὶ ἀτιμασθῆναι παρεκέλευσεν. τότε ἡ ἁγία καὶ οἰκου‐ μενικὴ σύνοδος ὑβρισμένους καὶ ἠτιμασμένους δεξαμένη τοὺς ἀπο‐ σταλέντας ἐπισκόπους ἀπεφήνατο κατ’ αὐτοῦ καὶ ἀλλότριον αὐτὸν ὥρισε παντὸς ἱερατικοῦ ἀξιώματος· καὶ ἀπέστειλαν αὐτῷ εἰς πρόσ‐ ωπον τὴν οἰκείαν καθαίρεσιν. τούτων οὕτω τελεσθέντων, ἦλθε
20μετὰ τρεῖς ἡμέρας Ἰωάννης, ὁ Ἀντιοχείας ἐπίσκοπος, κϛʹ ἐπισκόπους ἔχων μεθ’ ἑαυτοῦ, οἵ τινες μαθόντες καθαιρεθέντα Νεστόριον, ἀποσχίσαντες τῆς ἁγίας συνόδου καὶ μετὰ Νεστορίου συνεδρεύσαντες καθεῖλαν, ὡς ἐνόμισαν, Κύριλλον καὶ Μέμνονα τὸν Ἐφέσιον. Θεο‐ δώρητος μέντοι νομίσας Κύριλλον καταδραμεῖν, τὰ δώδεκα κεφάλαια
25παρεξηγησάμενος ἐκεῖσε τὸν Νεστορίου ἐξήμεσεν ἰόν. ὁ δὲ ἐν ἁγίοις Κύριλλος γενναίως διαναστὰς ὑπὲρ τῶν αὐτῶν κεφαλαίων ἀπελογή‐ σατο, ἑρμηνεύων αὐτὰ καὶ τὸν ἐν αὐτοῖς ἐκκλησιαστικὸν θησαυρὸν ἀνακαλύπτων καὶ τὸν οἰκεῖον εὐσεβῆ σκοπὸν φανεροποιῶν πᾶσιν. ὑπὸ δὲ τῆς ἁγίας συνόδου κληθεὶς ὁ Ἰωάννης, ὁ τῆς Ἀντιοχέων,
30ἐκ τρίτου καὶ μὴ ὑπακούσας τοῦ παραγενέσθαι, ἀπόφασιν ἐδέξατο90

91

σὺν τοῖς μετ’ αὐτοῦ ὡς ἀλλοτριοῦσθαι πάσης ἐκκλησιαστικῆς κοινω‐ νίας, ἄχρις ἂν ἑαυτῶν καταγνόντες τὸ οἰκεῖον ὁμολογήσωσι σφάλμα. καὶ τοῦτο δὲ ἡ ἁγία ὥρισε σύνοδος, ὥστε τὰ παρὰ τῶν ἀνατολικῶν ἀθέσμως καὶ ἀκανονίστως ἐφ’ ὕβρει τῶν ἁγιωτάτων τῆς ἐκκλησίας
5προέδρων Κυρίλλου καὶ Μέμνονος ἰσχύν τινα μηδ’ ὅλως ἔχειν. τούτων τοίνυν πάντων δι’ ἀναφορᾶς τῷ βασιλεῖ Θεοδοσίῳ ἀνενεχθέν‐ των, ἐκελεύσθησαν ἐκ τῶν ἀμφοτέρων μερῶν ἐπίσκοποι ἀνελθεῖν ἐν Κωνσταντινουπόλει, καὶ ἀνελθόντες τῇ συνεργίᾳ τοῦ θεοῦ ἐνίκησαν οἱ τῆς ἁγίας συνόδου· καὶ κυρωθείσης τῆς καθαιρέσεως Νεστορίου,
10Μαξιμιανὸς χειροτονεῖται ἐπίσκοπος ἐν Κωνσταντινουπόλει, πρεσβύ‐ τερος ὢν τῆς αὐτῆς ἐκκλησίας. οἱ δὲ ἀνατολικοὶ ἔλαβον τὸν Νεστό‐ ριον μεθ’ ἑαυτῶν εἰς ἀνατολήν. τῷ δὲ τετάρτῳ χρόνῳ τῆς Νεστορίου καθαιρέσεως Ἰωάννης, ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, τὸν τοῦ θεοῦ φόβον κεκτημένος, βλέπων πολλοὺς τῶν κατὰ τὴν Ἀντιόχειαν λογά‐
15δων ὑπὸ Νεστορίου νοθευομένους γράφει παρακαλῶν τὸν βασιλέα τοῦτον ἐξεῶσαι τῆς ἀνατολῆς. ὁ δὲ βασιλεὺς τὸν μὲν Νεστόριον ἐξώρισεν ἐν τῇ Ὀάσει, προστάγματα δὲ ἐκπέμπει Κυρίλλῳ καὶ Ἰωάννῃ ἀνυπερθέτως ἑνωθῆναι πρὸς τὸ ἀπαλλάξαι τὰς ἐκκλησίας διχονοίας ἁπάσης. εἶξε δὲ τῷ προστάγματι Ἰωάννης καὶ γράφει
20Κυρίλλῳ τὴν ἑαυτοῦ πίστιν καὶ τὴν τῶν ἐν Νικαίᾳ πατέρων ὁμο‐ λογίαν καὶ τῶν ρνʹ τῶν ἐν Κωνσταντινουπόλει ἀποδεχόμενος καὶ τὰ ἐν Ἐφέσῳ πεπραγμένα. τότε ὁ θεῖος Κύριλλος ἀποδεξάμενος γράφει Ἰωάννῃ καὶ τοῖς ἀνατολικοῖς ἐπιστολήν, ἧς ἡ ἀρχή· “εὐφραινέσθω‐ σαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ.” καὶ τῇ αὐτῇ ὁμολογίᾳ
25συνθέμενοι ἀμφότεροι ἡνώθησαν πρὸς εἰρήνην καὶ ὁμόνοιαν αἱ παρ’ ἑκατέροις ἁγίαι ἐκκλησίαι. κατὰ τοῦτον δὲ τὸν χρόνον Νόννος ὁ θεοφόρος ἐποίμαινε τὴν τῶν Ἐδεσηνῶν ἐκκλησίαν, ὁ τὴν πρώτην τῶν μιμάδων Ἀντιοχείας τῷ θεῷ ἀφιερώσας καὶ ἀντὶ Μαργαριτοῦς πόρνης ἁγίαν αὐτὴν Πελαγίαν παραστήσας τῷ Χριστῷ. οὗτος οὖν
30ὁ ἐν ἁγίοις ἀγαλλιώμενος ἐπὶ τῇ τῶν ἁγίων ὁμονοίᾳ γράφει τῷ ἀρχιεπισκόπῳ Ἰωάννῃ νουθεσίας καὶ διδασκαλίας ῥήματα, ἐν οἷς καὶ
τοῦτο· “κάθαρον τὴν ἐκκλησίαν, ὦ ἄνθρωπε τοῦ θεοῦ, ἀπὸ τῶν91

92

Νεστοριανῶν ζιζανίων καὶ τῆς αὐτῶν δεινότητος.” τὸν δὲ ἀσεβῆ καὶ βλάσφημον Νεστόριον ἐν τῇ ἐξορίᾳ ἡ θεία δίκη μετῆλθεν· σηπεδόνι τῶν μελῶν πάντων, μάλιστα δὲ τῆς μιαρᾶς γλώσσης περιπεσὼν διεφθάρη τῷ θανάτῳ, προλαβὼν τὴν ἀπὸ Ὀάσεως ἀνάκλη‐
5σιν εἰς ἕτερον τόπον. [Start of a diagram]Κόσμου ἔτη ͵εϡκϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υκϛʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. κϛʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιθʹ.
10Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Μαξιμιανὸς ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ιαʹ.[End of a diagram]
16Τούτῳ τῷ ἔτει ἦλθεν Οὐαλεντινιανὸς ἀπὸ Ῥώμης, ὁ Γάλλας Πλακιδίας καὶ Κωνσταντίου υἱός, ἐν Κωνσταντινουπόλει καὶ ἔγημε γυναῖκα τὴν θυγατέρα Θεοδοσίου τοῦ βασιλέως Εὐδοξίαν, τὴν ἐξ Εὐδοκίας γεννηθεῖσαν αὐτῷ, καὶ ἐπανῆλθεν ἐν Ῥώμῃ.
20Τῷ δ’ αὐτῷ ἔτει Ἡσύχιος, ὁ πρεσβύτερος Ἱεροσολύμων, ἐτελεύ‐ τησεν. καὶ ἡ μακαρία Μελάνη, ἡ τῆς μεγάλης ἐγγόνη, ἐν ἀσκήσει ἐκοιμήθη ἐν βίῳ τελείῳ ἐν Ἱερουσαλήμ. Ῥώμης ἐπίσκοπος Ξύστος ἔτη ηʹ.
κζʹ. κʹ. αʹ. βʹ. ιζʹ. κʹ. ιβʹ.
25Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ βασιλεὺς τὴν γαμετὴν Εὐδοκίαν εἰς Ἱεροσόλυμα ἀπέστειλεν εὐχαριστηρίους ὕμνους προσάξουσαν τῷ θεῷ· ἥτις πάμπολλα ταῖς ἐκκλησίαις ἐδωρήσατο καὶ προσκυνήσασα τόν τε ἅγιον σταυρὸν καὶ τοὺς σεβασμίους τόπους ὑπέστρεψεν εἰς τὰ βασίλεια.
30Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Πρόκλος ἔτη ιβʹ.
κηʹ. αʹ. βʹ. αʹ. ιηʹ. καʹ. ιγʹ.
Τούτῳ τῷ ἔτει σύμπτωσις ἐγένετο ἐν τῷ θεάτρῳ Ἀλεξανδρείας, καὶ ἀπέθανον ἄνδρες φοβʹ τῇ παννυχίδι τῶν Νειλώων.
35
κθʹ. βʹ. γʹ. βʹ. ιθʹ. κβʹ. ιδʹ.
λʹ. γʹ. δʹ. γʹ. κʹ. κγʹ. ιεʹ.
Τούτῳ τῷ ἔτει Πρόκλος, ὁ ἁγιώτατος ἐπίσκοπος Κωνσταντι‐
νουπόλεως, αἰτήσας τὸν βασιλέα Θεοδόσιον τὸ λείψανον Ἰωάννου92

93

τοῦ Χρυσοστόμου ἀπὸ Κομάνων εἰς τὴν βασιλεύουσαν μετεκόμισεν. καὶ τῷ ἐχομένῳ ἔτει διὰ λγʹ ἐτῶν τοῦτο δημοσίᾳ ἐπὶ προελεύσεως πομπεύσας σὺν τῷ βασιλεῖ καὶ τῇ μακαρίᾳ Πουλχερίᾳ εἰς τὴν τῶν ἀποστόλων ἀπέθετο ἐκκλησίαν, καὶ οὕτω τοὺς διὰ τὴν ἐκείνου καθαί‐
5ρεσιν τῆς ἐκκλησίας χωρισθέντας ἥνωσεν. ἐπὶ τούτου τοῦ ἐν ἁγίοις Πρόκλου σεισμοὶ γεγόνασι μεγάλοι ἐν Κωνσταντινουπόλει ἐπὶ τέσ‐ σαρας μῆνας, ὥστε φοβηθέντες οἱ Βυζάντιοι ἔφυγον ἔξω τῆς πόλεως ἐν τῷ λεγομένῳ Κάμπῳ καὶ ἦσαν διημερεύοντες σὺν τῷ ἐπισκόπῳ ἐν ταῖς πρὸς θεὸν δεήσεσι λιτανεύοντες. ἐν μιᾷ οὖν κυμαινομένης
10τῆς γῆς, καὶ παντὸς τοῦ λαοῦ κράζοντος τὸ “κύριε ἐλέησον” ἐκτενῶς, περὶ ὥραν τρίτην ἄφνω πάντων ὁρώντων συέβη ὑπὸ θείας δυνά‐ μεως ἀρθῆναί τινα νεανίσκον εἰς τὸν ἀέρα καὶ ἀκοῦσαι θείας φωνῆς παρεγγυώσης αὐτὸν ἀναγγεῖλαι τῷ ἐπισκόπῳ καὶ τῷ λαῷ λιτανεύειν οὕτω καὶ λέγειν· “ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος,
15ἐλέησον ἡμᾶς.” μηδὲν ἕτερον προστιθέντας. ὁ δὲ ἐν ἁγίοις Πρόκλος ταύτην δεξάμενος τὴν ἀπόφασιν ἐπέτρεψε τῷ λαῷ ψάλλειν οὕτῳ, καὶ εὐθέως ἔστη ὁ σεισμός. ἡ δὲ μακαρία Πουλχερία καὶ ὁ ταύτης ἀδελφὸς ὑπεραγασθέντες τῷ θαύματι ἐθέσπισαν κατὰ πᾶσαν τὴν οἰκουμένην τὸν θεῖον τοῦτον ψάλλεσθαι ὕμνον· καὶ ἀπὸ τότε παρ‐
20έλαβον πᾶσαι αἱ ἐκκλησίαι καθ’ ἑκάστην ἡμέραν ᾄδειν αὐτὸν τῷ θεῷ. [Start of a diagram]Κόσμου ἔτη ͵εϡλαʹ. Τῆς θείας σαρκώσεως ἔτη υλαʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. λαʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. δʹ.
25Ῥώμης ἐπίσκοπος Ξύστος ἔτη ηʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Πρόκλος ἔτη ιβʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. κδʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ιϛʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς οὐ μόνον Βρετανίαν καὶ Γαλλίαν καὶ Ἱσπανίαν ἀνασώσασθαι οὐκ ἴσχυσεν, ἀλλὰ καὶ τὴν ἑσπέριον Λιβύην, τὴν τῶν Ἄφρων καλουμένην χώραν, προσαπώλεσε τρόπῳ
τοιῷδε. δύο στρατηγοὶ ἦσαν Ἀέτιος καὶ Βονιφάτιος, οὓς Θεοδόσιος93

94

κατὰ αἴτησιν Οὐαλεντινιανοῦ εἰς Ῥώμην ἀπέστειλεν. Βονιφατίου δὲ τὴν ἀρχὴν τῆς ἑσπερίου Λιβύης λαβόντος, φθονήσας ὁ Ἀέτιος δια‐ βολὴν ποιεῖται κατ’ αὐτοῦ ὡς ἀνταρσίαν μελετῶντος καὶ τῆς Λιβύης κρατῆσαι σπεύδοντος· καὶ ταῦτα μὲν πρὸς Πλακιδίαν ἔλεγεν, τὴν
5τοῦ Οὐαλεντινιανοῦ μητέρα. γράφει δὲ Βονιφατίῳ ὅτι· “ἐὰν μετα‐ πεμφθῇς, παραγενέσθαι μὴ θελήσῃς, διεβλήθης γάρ, καὶ δόλῳ σε οἱ βασιλεῖς βούλονται χειρώσασθαι.” ταῦτα δεξάμενος Βονιφάτιος καὶ ὡς γνησίῳ φίλῳ Ἀετίῳ πιστεύσας μεταπεμφθεὶς οὐ παρεγένετο. τότε οἱ βασιλεῖς τὸν Ἀέτιον ὡς εὐνοοῦντα ἀπεδέξαντο. ἦσαν δὲ τότε
10Γοτθικὰ ἔθνη πολλά τε καὶ μέγιστα πέραν τοῦ Δανουβίου ἐν τοῖς ὑπερβορείοις τόποις κατῳκισμένα. τούτων δὲ ἀξιολογώτερά εἰσι τέσ‐ σαρα, Γότθοι, Ἰσίγοτθοι, Γήπαιδες καὶ Οὐανδῆλοι ἐν ὀνόμασι μόνον καὶ οὐδενὶ ἑτέρῳ διαλλάττοντες, μιᾷ διαλέκτῳ κεχρημένοι· πάντες δὲ τῆς Ἀρείου ὑπάρχουσι κακοπιστίας. οὗτοι ἐπὶ Ἀρκαδίου καὶ
15Ὀνωρίου τὸν Δανοῦβιν διαβάντες ἐν τῇ τῶν Ῥωμαίων γῇ κατῳκίσ‐ θησαν. καὶ οἱ μὲν Γήπαιδες, ἐξ ὧν ὕστερον διῃρέθησαν Λογγίβαρδοι καὶ Ἄβαρεις, τὰ περὶ Σιγγιδόνα καὶ Σέρμιον χωρία ᾤκησαν. οἱ δὲ Ἰσίγοτθοι μετὰ Ἀλάριχον τὴν Ῥώμην πορθήσαντες εἰς Γαλλίας ἐχώ‐ ρησαν καὶ τῶν ἐκεῖ ἐκράτησαν. Γότθοι δὲ Πανονίαν ἔσχον πρῶτον,
20ἔπειτα τῷ ιθʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ νέου ἐπιτρέψαντος τὰ τῆς Θρᾴκης χωρία ᾤκησαν καὶ ἐπὶ νηʹ χρόνους ἐν τῇ Θρᾴκῃ διατρίψαντες Θευδερίχου ἡγεμονεύοντος αὐτῶν, πατρικίου καὶ ὑπάτου, Ζήνωνος αὐτοῖς ἐπιτρέψαντος, τῆς ἑσπερίου βασιλείας ἐκράτησαν. οἱ δὲ Οὐανδῆλοι Ἀλανοὺς ἑταιρισάμενοι καὶ Γερμανοὺς τοὺς νῦν
25καλουμένους Φράγγους, διαβάντες τὸν Ῥῆνον ποταμόν, ἡγούμενον94

95

ἔχοντες Γοδιγίσκλον κατῴκησαν ἐν Ἱσπανίᾳ, πρώτῃ οὔσῃ χώρᾳ τῆς Εὐρώπης ἀπὸ τοῦ ἑσπερίου Ὠκεανοῦ. Βονιφάτιος δὲ φοβηθεὶς τοὺς τῶν Ῥωμαίων βασιλεῖς, περάσας ἀπὸ Λιβύης εἰς Ἱσπανίαν πρὸς τοὺς Οὐανδήλους ἦλθεν. καὶ εὑρὼν τὸν μὲν Γοδιγίσκλον τελευτήσαντα,
5τοὺς δὲ ἐκείνου παῖδας Γόνθαρίν τε καὶ Γιζέριχον τὴν ἀρχὴν δι‐ έποντας, τούτους προτρεψάμενος τὴν ἑσπέριον Λιβύην εἰς τρία μέρη διελεῖν ὑπέσχετο, ἐφ’ ᾧ ἕκαστον τοῦ τρίτου μέρους ἄρχειν σὺν αὐτῷ, κοινῇ δὲ ἀμύνεσθαι τὸν οἷον δήποτε πολέμιον. ἐπὶ ταύταις ταῖς ὁμολογίαις οἱ Οὐανδῆλοι τὸν πορθμὸν διαβάντες τὴν Λιβύην κατῴ‐
10κησαν ἀπὸ τοῦ Ὠκεανοῦ μέχρι Τριπόλεως τῆς κατὰ Κυρήνην. οἱ δὲ Ἰσίγοτθοι ἀναστάντες ἀπὸ Γαλλίας ἐκράτησαν καὶ τὴν Ἱσπανίαν. τινὲς δὲ τῆς συγκλήτου Ῥωμαίων, φίλοι Βονιφατίου, τὴν Ἀετίου ψευδοκατηγορίαν ἀνήγγειλαν τῇ Πλακιδίᾳ, ἐμφανῆ ποιήσαντες καὶ τὴν πρὸς Βονιφάτιον Ἀετίου ἐπιστολήν, τοῦ Βονιφατίου ταύτην
15αὐτοῖς ἀποστείλαντος. ἡ δὲ Πλακιδία ἐκπλαγεῖσα τὸν μὲν Ἀέτιον οὐδὲν ἠδίκησεν, Βονιφατίῳ δὲ λόγον προτρεπτικὸν μεθ’ ὅρκων ἀπ‐ έστειλεν. τοῦ δὲ Γονθαρίου τελευτήσαντος, Γιζέριχος τῶν Οὐανδήλων γέγονεν αὐτοκράτωρ. Βονιφάτιος οὖν τὸν λόγον δεξάμενος τῶν Οὐανδήλων κατεστράτευσεν, στρατοῦ μεγάλου ἐλθόντος αὐτῷ ἀπό
20τε Ῥώμης καὶ τοῦ Βυζαντίου, στρατηγοῦντος Ἄσπαρος. πολέμου δὲ κροτηθέντος πρὸς Γιζέριχον, ἡττήθη ὁ τῶν Ῥωμαίων στρατός· καὶ οὕτω Βονιφάτιος μετὰ Ἄσπαρος εἰς Ῥώμην ἐλθὼν τὴν ὑποψίαν δι‐ έλυσεν, ἀποδείξας τὴν ἀλήθειαν· ἡ δὲ Ἀφρικὴ ὑπὸ Οὐανδήλους γέγονεν. τότε καὶ Μαρκιανὸς στρατιώτης ὢν καὶ δουλεύων τῷ Ἄσπαρι, ζῶν
25συνελήφθη ὑπὸ Γιζερίχου, ὁ μετὰ ταῦτα βασιλεύσας.
λβʹ. εʹ. ϛʹ. εʹ. βʹ. κεʹ. ιζʹ. Τούτῳ τῷ ἔτει μετετέθη ἐν Ἀλεξανδρείᾳ ἡ ἁγία μάρτυς Εὐφημία
πρὸ ϛʹ καλανδῶν Ὀκτωβρίων.95

96

λγʹ. ϛʹ. ζʹ. ϛʹ. γʹ. κϛʹ. ιηʹ. Τούτῳ τῷ ἔτει ὁ Κάνθαρος τὸ βαλανεῖον ἐν Ἀλεξανδρείᾳ ἐπλη‐ ρώθη. μοναχοὶ δέ τινες ἐλθόντες ἐν Κωνσταντινουπόλει παρηνόχλουν τῷ βασιλεῖ κατὰ Θεοδώρου τοῦ γενομένου ἐπισκόπου Μομψουεστίας
5μετὰ θάνατον αὐτοῦ, ὡς αἱρετικὸν διαβάλλοντες. ὁ δὲ βασιλεὺς Πρόκλῳ ἐπέτρεψε τοῖς τῆς ἀνατολῆς ἐπισκόποις γράψαι τὴν ζήτησιν ποιήσασθαι καί, εἰ ἀληθεύουσιν, ἀναθεματίσαι Θεόδωρον. Ἰωάννης δὲ ὁ Ἀντιοχείας ἀντέγραψε Πρόκλῳ μετὰ τῆς ἰδίας συνόδου καὶ τῷ βασιλεῖ ὀρθοδοξίαν μαρτυρῶν Θεοδώρῳ.
10Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ηʹ.
λδʹ. ζʹ. ηʹ. ζʹ. δʹ. κζʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐσείσθη ἡ γῆ καὶ ἐμυκήθη πρὸ ιεʹ καλανδῶν Μαΐων. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ.
λεʹ. ηʹ. αʹ. ηʹ. εʹ. κηʹ. βʹ.
15Τούτῳ τῷ ἔτει Χαρμόσυνος ὁ αὐγουστάλιος ἐν Ἀλεξανδρείᾳ ἐκροταφίσθη ἐν τῷ Κυνηγίῳ, καὶ ἀπέθανε μηνὶ Ἐπιφὶ αʹ.
λϛʹ. θʹ. βʹ. θʹ. ϛʹ. κθʹ. γʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ βασιλεὺς Ἀντίοχον τὸν πραιπόσιτον καὶ πατρίκιον, τὸν καὶ βάγυλον αὐτοῦ, ἐποίησε παπᾶν, δημεύσας
20καὶ τὸν οἶκον αὐτοῦ ὡς κατεπαιρομένου τοῦ βασιλέως καὶ καταφρο‐ νοῦντος αὐτοῦ. διὸ καὶ νόμον ἔθετο μὴ εἰσέρχεσθαι εἰς πατρικίου ἀξίαν εὐνοῦχον. [Start of a diagram]Κόσμου ἔτη ͵εϡλζʹ. Τῆς θείας σαρκώσεως ἔτη υλζʹ.
25Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. λζʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. γʹ. Κωνσταντινουπ. ἐπίσκοπος Πρόκλος ἔτη ιβʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ζʹ.
30Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. λʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ηʹ. δʹ.[End of a diagram]
33Τούτῳ τῷ ἔτει Κῦρον, τὸν ἔπαρχον τῆς πόλεως καὶ τῶν
πραιτωρίων, ἄνδρα σοφώτατον καὶ ἱκανὸν κτίσαντά τε τὰ τείχη τῆς96

97

πόλεως καὶ ἀνανεώσαντα πᾶσαν Κωνσταντινούπολιν, περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι ἐπὶ τοῦ ἱππικοῦ καθεζομένου τοῦ βασιλέως καὶ ἀκούον‐ τος. “Κωνσταντῖνος ἔκτισεν, Κῦρος ἀνενέωσεν.” καὶ ἐχόλεσεν ὁ βασιλεὺς ὅτι ταῦτα εἶπον περὶ αὐτοῦ, καὶ προφασισάμενος αὐτὸν
5ἑλληνόφρονα εἶναι καθεῖλεν αὐτὸν τῆς ἀρχῆς καὶ ἐδήμευσεν αὐτόν. ὁ δὲ προσφυγὼν τῇ ἐκκλησίᾳ ἐγένετο παπᾶς καὶ αὐτός. ὁ δὲ βασι‐ λεὺς σπλαγχνισθεὶς ἐπ’ αὐτῷ ἐκέλευσε γενέσθαι αὐτὸν ἐπίσκοπον Σμύρνης τῆς ἐν Ἀσίᾳ. οἱ δὲ Σμυρναῖοι καταλαβόντα αὐτὸν πρὸ τῶν ἁγίων θεοφανίων ὑφορώμενοι αὐτὸν ὡς ἑλληνόφρονα ἠβούλοντο
10αὐτὸν ἀνελεῖν. τοῦ δὲ εἰσελθόντος ἐν τῇ ἐκκλησίᾳ καὶ προτραπέντος λαλῆσαι τῷ λαῷ, ἔφη· “ἄνδρες ἀδελφοί, ἡ γέννησις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σιωπῇ τιμάσθω, ὅτι ἀκοῇ καὶ μόνῃ συνελήφθη ἐν τῇ ἁγίᾳ παρθένῳ ὁ τοῦ θεοῦ λόγος· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.” καὶ ἐχάρη ὁ λαός, καὶ εὐφήμησαν αὐτόν,
15καὶ ἐπισκόπησεν αὐτοὺς εὐσεβῶς.
ληʹ. ιαʹ. δʹ. ιαʹ. ηʹ. λαʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐτυράννησεν Ἰωάννης ἕτερος, ὁ λεγόμενος Οὐαν‐ δαλός, κατὰ Οὐαλεντινιανοῦ ἐν Ῥώμῃ· καὶ ἀποστείλας Θεοδόσιος δύναμιν σὺν τῷ Ἄσπαρι καὶ Ἀρδαβουρίῳ τοῖς στρατηγοῖς, καὶ πολέμου
20κροτηθέντος, ἡττήθη Ἰωάννης καὶ λαβὼν λόγον παρέδωκεν ἑαυτὸν ζῶντα. καὶ εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα Θεοδόσιον, καὶ τιμῆς ἀξιωθῆναι αὐτὸν παρασκευάζουσιν. ὁ δὲ Χρυσάφιος, εὐνοῦχος ὢν καὶ παραδυναστεύων ἐν τοῖς βασιλείοις, δολοφονήσας ἀνεῖλεν αὐτόν· ἀλλ’ οὐκ εἰς μακρὰν τοῦτον ἡ δίκη μετῆλθεν.
25
λθʹ. ιβʹ. εʹ. ιβʹ. θʹ. λβʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Κύριλλος Ἀλεξανδρείας καὶ Πρόκλος Κωνσταν‐ τινουπόλεως εὐσεβῶς ἐκοιμήθησαν. καὶ τὸν μὲν Πρόκλον Φλαβιανὸς ὁ πρεσβύτερος καὶ σκευοφύλαξ τῆς ἐκκλησίας Κωνσταντινουπόλεως διεδέξατο, ἀνὴρ ἱερώτατος καὶ ἐνάρετος. Κύριλλον δὲ Διόσκορος ὁ
30δυσσεβὴς διεδέξατο, μηδ’ ὅλως ὢν διδασκαλικός, ἄγριος δὲ καὶ ἀν‐ ήμερός τις, ἐξαιρέτως δὲ ἐν τοῖς συγγενέσι Κυρίλλου γενόμενος, ὡς καὶ τὴν οἰκίαν αὐτῶν καίπερ οὖσαν ἐν ὕψει πολλῶ ἐπάνω τρίστεγον
οἶκον καθιερῶσαι.97

98

[Start of a diagram]Κόσμου ἔτη ͵ε ϡμʹ. Τῆς θείας σαρκώσεως ἔτη υμʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. μʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. ιγʹ.
5Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Φλαβιανὸς ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη εʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ηʹ. ζʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Χρυσάφιος εὐνοῦχος τοῦ τε παλατίου καὶ τοῦ βασιλέως Θεοδοσίου κρατῶν, τῇ Φλαβιανοῦ χειροτονίᾳ φθονήσας, ὑπέθετο τῷ βασιλεῖ ἀκάκῳ ὄντι καὶ εἰς Χαλκηδόνα διάγοντι δηλῶσαι τῷ πατριάρχῃ ἀποστεῖλαι τὰς ὑπὲρ τῆς χειροτονίας εὐλογίας. ὁ δὲ
15Φλαβιανὸς καθαροὺς ἄρτους ἀπέστειλεν εὐλογίας. ὁ δὲ Χρυσάφιος ἀποστρέψας ταύτας ἐδήλωσε χρυσᾶς εὐλογίας ζητεῖν τὸν βασιλέα. ὁ δὲ ἐπίσκοπος ἀντεδήλου μὴ ἔχειν χρήματα ἀποστεῖλαι, εἰ μή τισι χρήσομαι τῶν ἱερῶν σκευῶν. γίνεται οὖν ἐκ τούτου οὐ μικρὰ λύπη ἐν μέσῳ αὐτῶν, Πουλχερίας ταῦτα μὴ εἰδυίας. καὶ ταῦτα μὲν ἐν
20Κωνσταντινουπόλει. ἐν Ἀλεξανδρείᾳ δὲ Διόσκορος εὐθὺς ἐκ προοι‐ μίων τοὺς συγγενεῖς Κυρίλλου πορθεῖ καὶ τὰ τούτων ληΐζεται, τὸν δὲ ἀδελφιδοῦν αὐτοῦ Ἀθανάσιον πρεσβύτερον ὄντα καθεῖλεν ἀναιτίως, δημεύσας αὐτὸν ἐσχάτως. ταῦτα ἐποίει ἐναντιούμενος τῇ ὀρθῇ πίστει Κυρίλλου αἱρετικὸς ὢν καὶ ἐξ ἁπαλῶν ὀνύχων τὰ Ὠριγένους φρονῶν.
25ἐνεῖχε δὲ καὶ Φλαβιανῷ, διότι μικρὰν ἐπικουρίαν παρέσχε τοῖς συγγε‐ νέσι τοῦ μακαρίου Κυρίλλου. ὁ δὲ Χρυσάφιος δυσσεβὴς ὢν καὶ μὴ φέρων ὁρᾷν τὴν τῶν ἐκκλησιῶν ὁμόνοιαν σπουδὴν ποιεῖται ταύτας ταράξαι, καὶ παντοῖος γίνεται εἰς τὸ Φλαβιανὸν τῆς ἐπισκοπῆς ἐξεῶσαι, βουλόμενος Εὐτύχην τινὰ ἀρχιμανδρίτην ὁμόφρονα αὐτοῦ εἰς τὴν
30ἐπισκοπὴν προχειρίσασθαι. καὶ ἐπειδὴ Πουλχερίας κρατούσης τῶν πραγμάτων οὐδὲν ἴσχυσεν, πρῶτον ὑπεισέρχεται τῇ Εὐδοκίᾳ ἀπείρῳ οὔσῃ, καὶ εἰς φθόνον αὐτὴν ἐρεθίζει κατὰ τῆς ἰδίας μητρὸς καὶ ὑποτί‐ θεται αὐτῇ λοιδορῆσαι αὐτὴν παρὰ τῷ βασιλεῖ πρὸς τὸ λαβεῖν αὐτὴν τὸν πραιπόσιτον, ἐπειδὴ ἡ Πουλχερία τὴν διοίκησιν τῶν πραγμάτων
35ἐκράτει καὶ ἀναγκαίως εἶχε τὸν πραιπόσιτον. ὁ δὲ βασιλεὺς ὑπὸ τῆς98

99

γυναικὸς ἐνοχλούμενος διαπέμπεται αὐτῇ λέγων· “μή σε τοῦτο λυ‐ πήσῃ· πραιπόσιτον γὰρ ἔχειν σε οὐκ ἔστι δυνατόν· οὐδὲ τὴν ἐμὴν ἀδελφὴν καλῶς διοικοῦσαν καὶ ἐμπείρως καὶ εὐσεβῶς ἐγὼ παραστέλλω.” τούτου δὲ ἀποτυχὼν ὁ Χρυσάφιος ἐφ’ ἑτέραν μετέρχεται συσκευὴν
5καὶ ὑποτίθεται τῇ Εὐδοκίᾳ ὀχλῆσαι τῷ βασιλεῖ, καὶ ἐπιτρέψαι τῷ πατριάρχῃ χειροτονῆσαι αὐτὴν διάκονον ὡς παρθενεύειν ᾑρημένην. καὶ ἐπὶ πλεῖον τῆς Εὐδοκίας ὀχλούσης, ἔπεισε τὴν κουφότητα τοῦ βασιλέως. καὶ τοῦτο προτραπεὶς ὁ μακάριος Φλαβιανὸς παρὰ τοῦ βασιλέως ποιῆσαι ἐλυπήθη σφόδρα προβλέπων τὰ μέλλοντα ἐκ τούτου
10ἀναφυῆναι σκάνδαλα. καὶ τῷ μὲν βασιλεῖ ὑπέσχετο, τῇ δὲ Πουλχερίᾳ ἔγραψε παρακαλῶν αὐτὴν μὴ δεχθῆναι εἰς πρόσωπον αὐτῆς, “ἵνα μὴ ἀναγκασθῶ,” φησίν, “τῶν λυπούντων σε πρᾶξαί τι.” ἡ δὲ ἐκ τῶν γραφέντων νοήσασα τὸ μελετώμενον τὸν μὲν πραιπόσιτον τῇ Εὐδοκίᾳ ἀπέστειλεν, εἰς δὲ τὸ Ἕβδομον ἐξελθοῦσα ἡσύχαζεν. ἐκ
15τούτου ὁ βασιλεὺς καὶ ἡ Εὐδοκία σφόδρα κατὰ Φλαβιανοῦ ἐλυπή‐ θησαν ὡς τὸ μυστήριον ἐκκαλύψαντος. τῆς δὲ Πουλχερίας ἡσυχα‐ ζούσης, καὶ Εὐδοκίας τὴν βασιλείαν ἰθυνούσης, συνηνέχθη τι τοιοῦ‐ τον. Παυλῖνός τις μάγιστρος ἠγαπᾶτο παρὰ τῆς Εὐδοκίας ὡς λογιώ‐ τατος καὶ ὡραιότατος, ᾧ τινι συχνῶς ἰδίως συνετύγχανεν. τῇ οὖν
20ἡμέρᾳ τῶν ἁγίων θεοφανίων προσήγαγέ τις τῷ βασιλεῖ μῆλον μέγα τε καὶ θαυμαστόν. ὁ δὲ βασιλεὺς τοῦτο θαυμάσας ἀπέστειλεν αὐτὸ τῇ Εὐδοκίᾳ, κἀκείνη ἀπέστειλεν αὐτὸ τῷ Παυλίνῳ· ὁ δὲ Παυλῖνος μετὰ δύο ἡμέρας ἀπέστειλεν αὐτὸ τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τοῦτο γνωρίσας ἔκρυψεν. καὶ ἀπελθὼν λέγει τῇ αὐγούστῃ· “τὴν σωτηρίαν
25μου, τὸ μῆλον, ὃ ἔπεμψά σοι, ποῦ ἔστιν;” ἡ δὲ ἔφη· “μὰ τὴν σωτη‐ ρίαν σου, ἔφαγον αὐτό.” τότε εἰς ὀργὴν κινηθεὶς κελεύει τὸ μῆλον ἐνεχθῆναι καὶ τὸν Παυλῖνον ἐξορισθῆναι εἰς Καππαδοκίαν κἀκεῖ σφαγῆναι. ὁ δὲ ἀνωτέρω μνημονευθεὶς Εὐσέβιος ὁ σχολαστικός, ὁ πρῶτος Νεστορίου λαβόμενος, προαχθεὶς εἰς ἐπισκοπὴν τοῦ Δορυ‐
30λαίου καὶ πρὸς Εὐτύχην τὸν ἀρχιμανδρίτην περὶ πίστεως διαλεγό‐ μενος εὗρεν οὐκ ὀρθὰ φρονοῦντα αὐτόν. πολλὰ δὲ παραινέσας ὠφε‐ λῆσαι αὐτὸν οὐκ ἴσχυσεν. τότε ὁ Εὐσέβιος ἀνήγαγε τὰ περὶ αὐτοῦ Φλαβιανῷ τῷ ἐπισκόπῳ, ὅστις συγκροτήσας σύνοδον μʹ ἐπισκόπων
μεταστέλλεται τὸν Εὐτυχέα καὶ κατὰ πᾶσαν ἀκολουθίαν τῶν ἐκκλη‐99

100

σιαστικῶν κανόνων ἀνακρίνας καὶ εὑρὼν αὐτὸν αἱρετικὸν καὶ ὕπουλον καθεῖλεν αὐτόν. Χρυσάφιος δέ, ὁ τούτου σύμφρων, τοῦ παλατίου κρατῶν καὶ ταῦτα μαθὼν ἐξάπτεται εἰς ὀργὴν ἐπὶ πλεῖον κατὰ Φλα‐ βιανοῦ καὶ δηλοῖ Διοσκόρῳ τῷ Ἀλεξανδρείας εἰς πάντα αὐτῷ συνερ‐
5γεῖν τὰ καταθύμια, εἰ ταῖς κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου συνδράμῃ αὐτῷ κατηγορίαις καὶ ὑπὲρ Εὐτυχοῦς ἀγωνίσηται. κινεῖ δὲ πρὸς τοῦτο καὶ τὴν αὐγούσταν Εὐδοκίαν τὰ περὶ Πουλχερίας λυπηρὰ κατὰ Φλαβιανοῦ ὑπομιμνήσκων αὐτήν· καὶ παρασκευάζουσιν ἀμφότεροι τὸν βασιλέα θεσπίσαι δευτέραν ἐν Ἐφέσῳ συγκροτηθῆναι σύνοδον,
10καὶ παρέχουσι Διοσκόρῳ ἐξάρχειν τῆς συνόδου, ἀποστείλαντες αὐτῷ στρατὸν πλεῖστον πρὸς βοήθειαν.
μαʹ. ιδʹ. ζʹ. βʹ. ιαʹ. βʹ. ηʹ. Τούτῳ τῷ ἔτει κελεύσει τοῦ βασιλέως Θεοδοσίου ἡ λῃστρικὴ καὶ παράνομος συνηθροίσθη σύνοδος ἐν Ἐφέσῳ τοῦ κριθῆναι τὰ
15περὶ Φλαβιανοῦ καὶ Εὐτυχοῦς ὑπὸ Διοσκόρου τοῦ δυσσεβοῦς κατὰ παραίνεσιν Χρυσαφίου τοῦ εὐνούχου, τοῦ ἐπίκλην Τζουμᾶ, τὴν τοῦ βασιλέως κουφότητα παραπείσαντος. συναθροισθέντων δὲ πάντων ἐν Ἐφέσῳ, προκαθίσας ὁ Διόσκορος οὐ συνεχώρησε παρεῖναι νοτά‐ ριον ἕτερον τῇ συνόδῳ, ἀλλὰ τοὺς ἰδίους μόνους ἐποίησε γράφειν
20τὰ πραττόμενα. ζητήσεως οὖν γενομένης ἀπῃτεῖτο Εὐτύχης τὴν ἰδίαν δόξαν ἐκφάναι, καὶ ἀπεκρίνατο λέγων· “ὁμολογῶ ἐκ δύο φύσεων γενέσθαι τὸν κύριον ἡμῶν πρὸ τῆς ἑνώσεως· μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ.” τότε Διόσκορος εἶπεν· “καὶ ἡμεῖς τούτοις συντιθέμεθα πάντες.” καὶ οἱ μὲν τοποτηρηταὶ τοῦ πάπα Λέοντος
25Ῥώμης θεασάμενοι τὴν Διοσκόρου ὁρμήν, καὶ ὅτι τὴν ἐπιστολὴν τοῦ πάπα τὴν πρὸς Φλαβιανὸν οὐ συνεχώρησεν ἀναγνωσθῆναι οὔτε τὴν πρὸς τὴν σύνοδον, ἀλλὰ παρωράθησαν, ἔφυγον καὶ κατῆλθον ἐν Ῥώμῃ. ὁ δὲ Διόσκορος τῷ Εὐτυχίῳ μὲν τὴν ἱερωσύνην ἀποδίδωσιν, Εὐσέβιον δὲ τὸν τοῦ Δορυλαίου καὶ Φλαβιανὸν τὸν Κωνσταντινου‐
30πόλεως ἑτοίμως καθεῖλεν. ὃς καὶ πρὸς τῇ καθαιρέσει ὠθισμοῖς καὶ
λακτίσμασι τῶν ὑπὸ Διοσκόρου ἐκβαλλόμενος τριταῖος τὸν βίον μετήλ‐100

101

λαξεν. καὶ τῇ ἑξῆς βίᾳ στρατιωτῶν καὶ ξιφῶν ὑπογράψαι οἱ ἐπί‐ σκοποι κατηναγκάσθησαν. ὁ δὲ Δόμνος, Ἀντιοχέων ἐπίσκοπος, βίᾳ ὑπογράψας καὶ εἰς ἑαυτὸν ἐλθὼν ἀντέστη Διοσκόρῳ καὶ τοῖς ἄρχουσι καταβοῶν τῶν πραχθέντων καὶ ἀσέβειαν τὴν σύνοδον ὀνομάζων καὶ
5τὴν ἑαυτοῦ ὑπογραφὴν ζητῶν ἀναλαβεῖν. ταῦτα μαθὼν ὁ πάπας Λέων πρόσεισι τῷ βασιλεῖ Οὐαλεντινιανῷ καὶ ταῖς αὐγούσταις μετὰ δακρύων αἰτῶν ἐπιστολὰς Θεοδοσίῳ τῷ βασιλεῖ, διόρθωσιν γενέσθαι τῶν ἐν Ἐφέσῳ ἀθέσμως καὶ ἀκανονίστως πραχθέντων. ὁ δὲ ἀντι‐ γράφει τῇ θυγατρὶ Εὐδοξίᾳ οὕτως· “τοῦτο τῇ σῇ γλυκύτητι γνω‐
10ρίσαι βούλομαι, ὅτι ὁ Φλαβιανὸς θείᾳ κρίσει τῶν ἐκκλησιῶν ἐξεβλήθη ὡς ταραχῶν πολλῶν αἴτιος.” ὁ δὲ Διόσκορος καθῇρε καὶ Θεοδώ‐ ρητον καὶ Ἴβαν καὶ Ἀνδρέαν καὶ Δόμνον τὸν Ἀντιοχείας καὶ ἄλλους ἀνατολικοὺς ἐπισκόπους ἀπόντας. Θεοδόσιος δὲ ὁ βασιλεὺς εὐρί‐ πιστος ἦν, παντὶ ἀνέμῳ φερόμενος, ὅθεν καὶ χάρταις ἀπαραναγνώστοις
15πολλάκις ὑπέγραφεν· ἐν οἷς καὶ Πουλχερία ἡ σοφωτάτη δωρεὰν ὑπέβαλεν ἀπαρανάγνωστον ἐκχωροῦσαν πρὸς δουλείαν Εὐδοκίαν, τὴν γαμετὴν αὐτοῦ, καὶ ὑπέγραψε δεινῶς παρὰ Πουλχερίας ὀνειδισθείς. Τῷ δ’ αὐτῷ ἔτει Γιζέριχος τῷ Οὐανδαλικῷ πλήθει πολὺς γενόμενος καὶ ῥῆγα καλέσας ἑαυτὸν γῆς τε καὶ θαλάσσης καὶ νήσων
20πολλῶν τοῖς Ῥωμαίοις ὑποτελῶν κατασχὼν ἐλύπει τὸν Θεοδόσιον. καὶ ἀποστέλλει χιλίας ρʹ ὁλκάδας μετὰ δυνάμεως Ῥωμαϊκῆς Ἀρεοβίν‐ δου καὶ Ἀνσίλα καὶ Ἰνοβίνδου καὶ Ἀρινθέου καὶ Γερμανοῦ τῶν στρατηγῶν. ταύτης οὖν τῆς δυνάμεως τῇ Σικελίᾳ προσορμισθείσης, καταπλαγεὶς ὁ Γιζέριχος πρεσβεύεται Θεοδοσίῳ περὶ σπονδῶν.
25Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ.
μβʹ. ιεʹ. ηʹ. αʹ. ιβʹ. γʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐπιλογισάμενος Θεοδόσιος καὶ γνοὺς ἑαυτὸν ἀπα‐ τηθέντα ὑπὸ τῆς Χρυσαφίου πανουργίας ἐλυπεῖτο περὶ τῆς εἰς Φλα‐
30βιανὸν γεγενημένης ἀσεβείας καὶ τῆς εἰς τοὺς λοιποὺς ἐπισκόπους ἀδικίας. καὶ ἀγανακτήσας σφόδρα πρῶτον μὲν Χρυσάφιον ἐξώρισεν εἴς τινα νῆσον, τῇ δὲ Εὐδοκίᾳ ἐπιφέρεται σφοδρῶς πάντων τῶν
κακῶν αἰτίαν αὐτὴν ἀποκαλῶν, ὡς καὶ Πουλχερίαν τῶν βασιλείων101

102

ἀποδιώξασαν, ἅμα δὲ καὶ τὰ κατὰ τὸν Παυλῖνον ὀνειδίζων αὐτῇ. ἡ δὲ ἀπογνοῦσα παρεκάλεσεν ἐπὶ τὰ Ἱεροσόλυμα ἀπολυθῆναι αὐτήν. καὶ λαβοῦσα μεθ’ ἑαυτῆς Σευῆρον τὸν πρεσβύτερον καὶ Ἰωάννην τὸν διάκονον ἦλθεν εἰς Ἱεροσόλυμα. καὶ μαθὼν ὁ βασιλεύς, ὅτι
5οὗτοι καὶ ἐν τῇ πόλει αὐτῇ ἐσύχναζον καὶ ἐν Ἱεροσολύμοις μετ’ αὐτῆς εἰσιν, καὶ πολλὰ αὐτοῖς δωρεῖται, ἀποστείλας ἀπεκεφάλισεν αὐτούς. τότε ὁ βασιλεὺς τὴν μακαρίαν Πουλχερίαν πολλὰ παρακαλέσας ἤγαγεν εἰς τὰ βασίλεια· ἥτις εὐθέως ἀποστείλασα εἰς Ἔφεσον ἤγαγε τὸ λεί‐ ψανον τοῦ ἁγίου Φλαβιανοῦ· καὶ μετὰ δορυφορίας διὰ τῆς Μέσης
10ἐκκομίσασα ἔθαψεν ἐν τοῖς ἁγίοις ἀποστόλοις. τότε τὴν τῶν Χαλ‐ κοπρατείων ἐκκλησίαν τῇ ἁγίᾳ θεοτόκῳ ἀνήγειρε συναγωγὴν Ἰου‐ δαίων πρότερον οὖσαν. Τοῦ δὲ στόλου, ὡς προέφημεν, ἐν Σικελίᾳ ἐκδεχομένου τὴν τῶν πρεσβευτῶν Γιζερίχου ἄφιξιν καὶ τὴν τοῦ βασιλέως κέλευσιν, ἐν τῷ
15μεταξὺ Ἀττίλας, ὁ Μουνδίου παῖς, Σκύθης, γενόμενος ἀνδρεῖος καὶ ὑπερήφανος, ἀποβαλὼν Βδελλάν, τὸν πρεσβύτερον ἀδελφόν, καὶ μόνος ἄρχων τὸ τῶν Σκυθῶν βασίλειον, οὓς καὶ Οὔννους καλοῦσιν, κατα‐ τρέχει τὴν Θρᾴκην. δι’ ὃν μάλιστα Θεοδόσιος σπένδεται Γιζέριχον καὶ ἐπανάγει τὸν στόλον ἐκ Σικελίας. ἀποστέλλει δὲ τὸν Ἄσπαρα
20σὺν τῇ ὑπ’ αὐτὸν δυνάμει καὶ Ἀρεόβινδον καὶ Ἀργαγίσκλον ἐπὶ τὸν Ἀττίλαν Ῥατιαρίαν ἤδη καὶ Νάϊσον καὶ Φιλιππούπολιν καὶ Ἀρκα‐ διούπολιν καὶ Κωνσταντίαν καὶ ἕτερα πλεῖστα πολίσματα καταστρε‐ ψάμενον καὶ σὺν αἰχμαλώτοις πολλοῖς ὑπέρογκον συμφορήσαντα λείαν. τῶν οὖν στρατηγῶν ἐλαττωθέντων σφόδρα ταῖς μάχαις, προῆλθεν
25Ἀττίλας καὶ μέχρι θαλάσσης ἑκατέρας, τῆς τε τοῦ Πόντου καὶ τῆς
πρὸς Καλλιπόλει καὶ Σηστῷ κεχυμένης, πᾶσαν πόλιν καὶ φρούρια102

103

δουλούμενος πλὴν Ἀδριανουπόλεως καὶ Ἡρακλείας, τῆς ποτε Πει‐ ρίνθου κληθείσης, ὥστε καὶ εἰς τὸν Ἀθύραν αὐτὸν φρούριον ἐλθεῖν. ἀναγκάζεται οὖν Θεοδόσιος πρεσβεύσασθαι πρὸς Ἀττίλαν καὶ ἑξακισ‐ χιλίας χρυσίου λίτρας ὑπὲρ τῆς ἀναχωρήσεως παρασχεῖν, χιλίων δὲ
5χρυσίου λιτρῶν ἐτήσιον φόρον αὐτῷ ἠρεμοῦντι προσομολογῆσαι τελεῖν. τότε τοίνυν ἐπανελθούσης τῆς Ῥωμαϊκῆς δυνάμεως ἐκ τοῦ πολέμου τοῦ πρὸς Ἀττίλαν, μετὰ βραχὺ τελευτᾷ Θεοδόσιος ὁ βασι‐ λεὺς μηνὶ Ἰουλίῳ κʹ, ἰνδικτιῶνι γʹ. ἡ δὲ μακαρία Πουλχερία, μήπω τινὶ τῆς τοῦ βασιλέως τελευτῆς γνωσθείσης, μεταστειλαμένη Μαρ‐
10κιανόν, ἄνδρα ἐν σωφροσύνῃ καὶ σεμνότητι διαπρέποντα γέροντά τε ὄντα καὶ ἱκανώτατον, λέγει πρὸς αὐτόν· “ἐπειδὴ ὁ βασιλεὺς ἐτε‐ λεύτησεν, ἐγὼ δέ σε ἐξελεξάμην ἐκ πάσης τῆς συγκλήτου, ὡς ἐνάρε‐ τον, δός μοι λόγον, ὅτι φυλάττεις τὴν παρθενίαν μου, ἣν τῷ θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε βασιλέα.” τοῦ δὲ συνθεμένου
15τοῦτο, μεταστέλλεται τὸν πατριάρχην καὶ τὴν σύγκλητον καὶ ἀν‐ αγορεύει αὐτὸν βασιλέα Ῥωμαίων. [Start of a diagram]Κόσμου ἔτη ͵εϡμγʹ. Τῆς θείας σαρκώσεως ἔτη υμγʹ. Ῥωμαίων βασιλεὺς Μαρκιανὸς ἔτη ϛʹ. αʹ.
20Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. ιϛʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη εʹ. δʹ.
25Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ. βʹ.[End of a diagram]
27Τούτῳ τῷ ἔτει Μαρκιανὸς ὁ εὐσεβὴς θείᾳ ψήφῳ αὐτοκράτωρ ἀναδειχθεὶς τοὺς ἐν ἐξορίᾳ πάντας ἀνεκαλέσατο. ἡ δὲ μακαρία Πουλ‐ χερία τὸν παμμίσητον Χρυσάφιον τὸν εὐνοῦχον ἐκδέδωκεν Ἰορδάνῃ,
30τῷ παιδὶ Ἰωάννου, τοῦ ἐν Ῥώμῃ τυραννήσαντος καὶ προσχωρήσαντος πρὸς Ἀρδαβούριον καὶ Ἄσπαρα καὶ εἰς τὸ Βυζάντιον ἐλθόντος καὶ τιμῆς ἀξιωθέντος, ἀναιρεθέντος τε δόλῳ ὑπὸ Χρυσαφίου· ὃν λαβὼν
Ἰορδάνης ἀνεῖλεν. ἄξιον δέ ἐστι καὶ τὴν ἐξ ἀρχῆς τοῦ θεοῦ εἰς103

104

Μαρκιανὸν τὸν βασιλέα ἐκλογὴν σημᾶναι. ἐν τοῖς παρῳχηκόσι χρόνοις, ἐν οἷς ὁ Περσικὸς ἐκινήθη πόλεμος, στρατιώτης ὢν λιτὸς ὁ Μαρκιανὸς μετὰ τοῦ ἰδίου νουμέρου ἀπὸ τῆς Ἑλλάδος κατὰ Περσῶν ἀπῄει καὶ γενόμενος ἐν Λυκίᾳ ἀρρωστίᾳ περιέπεσεν. καὶ καταλειφθεὶς ἐν πόλει
5Σιδήμᾳ κἀκεῖσε χρονοτριβήσας προσκολλᾶται δύο ἀδελφοῖς τισιν, Ἰουλίῳ καὶ Τατιανῷ καλουμένοις, οἵ τινες εἰς τὸν ἴδιον οἶκον λαβόν‐ τες αὐτὸν διανέπαυον· εἰς θήραν δὲ ἐξελθόντες ἔλαβον αὐτὸν μεθ’ ἑαυτῶν. κοπιάσαντες δὲ περὶ μεσημβρίαν ἐκοιμήθησαν. προεξυπνισ‐ θεὶς δὲ ὁ Τατιανὸς θεωρεῖ τὸν Μαρκιανὸν εἰς τὸν ἥλιον κοιμώμενον,
10καὶ ἀετὸν παμμεγεθέστατον ἐπ’ αὐτὸν ἐλθόντα καὶ τὰς ἑαυτοῦ πτέρυγας διαπετάσαντα καὶ σκιὰν ἐπ’ αὐτῷ περιποιούμενον. καὶ τοῦτο θεασά‐ μενος ἐγείρει τὸν ἑαυτοῦ ἀδελφὸν καὶ τὸ θαῦμα ὑποδείκνυσιν· καὶ ἐπὶ πολὺ θαυμάζοντες τὴν τοῦ πετεινοῦ εὐνοϊκὴν δουλείαν ἐξυπνί‐ ζουσιν αὐτὸν καὶ λέγουσιν· “ἐὰν βασιλεύσῃς, τί ἡμῖν χαρίζῃ;” ὁ
15δὲ εἶπεν· “τίς γάρ εἰμι, ἵνα εἰς ἐμὲ τοῦτο γένηται;” οἱ δὲ ἐκ δευ‐ τέρου τὸν λόγον εἶπον. λέγει ὁ Μαρκιανός· “ἐὰν τοῦτο ἐκ θεοῦ γένηται, πατέρας ὑμᾶς ἀνακηρύξω.” τότε διδόασιν αὐτῷ σʹ νομίσματα λέγοντες· “πορεύου ἐν Κωνσταντινουπόλει καὶ μέμνησο ἡμῶν, ὅταν ὁ θεός σε ὑψώσῃ.” ὁ δὲ ἀπελθὼν προσκολλᾶται Ἀρδαβουρίῳ καὶ
20Ἄσπαρι τοῖς στρατηγοῖς Ἀρειανοῖς οὖσιν, καὶ ποιήσας παρ’ αὐτοῖς ιεʹ χρόνους καὶ δομέστικος αὐτῶν γεγονὼς κατῆλθε μετὰ τοῦ Ἄσπαρος εἰς Ἀφρικὴν παρατάξασθαι πρὸς Γιζέριχον, καὶ ἐν τῷ πολέμῳ ἐκρα‐ τήθη ὑπὸ Γιζερίχου· τοῦ δὲ Γιζερίχου ἐν τῇ ἰδίᾳ αὐλῇ τοὺς αἰχ‐ μαλωτισθέντας ἀποκλείσαντος ἐκ τῶν ὑπερῴων κατανοεῖ αὐτούς, καὶ
25περὶ μεσημβρίαν παρακύψας ὁρᾷ τὸν Μαρκιανὸν καθεύδοντα, καὶ ἀετὸν ἐλθόντα καὶ τὰς πτέρυγας ἐκτείνοντα καὶ σκιάζοντα αὐτόν· καὶ τοῦτον ἰδὼν ὁ Γιζέριχος θείαν εἶναι οἰκονομίαν ἐλογίσατο ταύτην. καὶ μεταπεμψάμενος τὸν ἄνδρα καὶ γνοὺς εἶναι αὐτὸν δομέστικον τοῦ Ἄσπαρος ἔγνω, ὅτι εἰς βασιλείαν ἀνάγεσθαι μέλλει. καὶ ἀποκτεῖναι
30αὐτὸν οὐκ ἠθέλησε λογισάμενος, ὅτι τὴν τοῦ θεοῦ βουλὴν οὐδεὶς
δύναται κωλῦσαι, ὅρκον δὲ αὐτὸν ἀπῄτησεν, ὅτι, εἰ τῷ θεῷ φίλον104

105

βασιλεύειν αὐτόν, οὐ πολεμήσει ποτὲ Οὐανδήλοις. καὶ οὕτως ἀβλαβὴς ἀπολυθεὶς ὁ Μαρκιανὸς ἦλθεν εἰς τὸ Βυζάντιον. χρόνου δὲ ὀλίγου διελθόντος, καὶ Θεοδοσίου τελευτήσαντος, βασιλεὺς ἀνεδείχθη, ὡς προέφημεν. ἐγένετο δὲ χρηστὸς περὶ πάντας τοὺς ὑπηκόους. ὁ δὲ
5Ἀττίλας ἐπανίσταται τοῖς βασιλεῦσι ..... Ῥώμης Οὐαλεντινιανῷ, διότι οὐκ ἔδωκεν αὐτῷ εἰς γυναῖκα τὴν οἰκείαν ἀδελφὴν Ὀνωρίαν· καὶ ἐλθὼν μέχρι πόλεως Αὐρηλίας, συμπλακεὶς Ἀετίῳ, τῷ στρατηγῷ Ῥωμαίων καὶ ἡττηθείς, πλείστους ἀποβαλὼν τῆς δυνάμεως παρὰ Λίγυν ποταμὸν ὑπέστρεψε κατῃσχυμμένος. ὁ δὲ Μαρκιανὸς τῆς ἐν
10Λυκίᾳ γεγενημένης αὐτῷ ἀναμνησθεὶς εὐεργεσίας, Τατιανὸν καὶ Ἰού‐ λιον μεταπεμψάμενος πατέρας αὐτοὺς ἀνεκήρυξεν. καὶ τὸν μὲν Τα‐ τιανὸν ἔπαρχον ἐποίησε τῆς πόλεως, τῷ δὲ Ἰουλίῳ τὴν τῶν Λυκίων ἐνεχείρισεν ἀρχήν. ἡ δὲ μακαρία Πουλχερία πολλὰς μὲν καὶ ἄλλας ἀνήγειρε τῷ Χριστῷ ἐκκλησίας, ἐξαιρέτως δὲ τὴν ἐν Βλαχέρναις τῆς
15πανυμνήτου δεσποίνης ἡμῶν θεοτόκου ἐν ἀρχῇ τῆς βασιλείας τοῦ εὐσεβοῦς Μαρκιανοῦ. Λέων δέ, ὁ μακάριος πάπας Ῥώμης, ἔγραψε Μαρκιανῷ αἰτῶν τὰ τολμηθέντα παρὰ Διοσκόρου καὶ Εὐτυχοῦς ἐν Ἐφέσῳ εἰς τὸν ἅγιον Φλαβιανὸν ζητηθῆναι ἐπὶ οἰκουμενικῆς συν‐ όδου· καὶ ἐκέλευσεν ὁ βασιλεὺς συναχθῆναι πάντας τοὺς ἐπισκόπους.
20
βʹ. ιζʹ. ιʹ. γʹ. ιδʹ. εʹ. γʹ. Τούτῳ τῷ ἔτει ἡ ἐν Χαλκηδόνι ἁγία τετάρτη γέγονε σύνοδος μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνι εʹ μετὰ ἐνιαυτὸν καὶ μῆνας δύο τῆς ἀν‐ αγορεύσεως Μαρκιανοῦ· πάντων δὲ τῶν ἐπισκόπων συνελθόντων ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας καὶ τῆς συγκλήτου, καὶ γυμνασ‐
25θέντων τὰ ἐπὶ τῆς πρώτης ἰνδικτιῶνος κατὰ Εὐτυχοῦς πραχθέντα καὶ τὰ ἐν Ἐφέσῳ ὑπὸ Διοσκόρου νεωτερισθέντα, ἐγκαλούμενος ὁ Διόσκορος περὶ τούτων ἐπὶ τὴν ἄγνοιαν τῶν πεπραγμένων καταφεύγει
καὶ μὴ δυνηθεὶς ἐκφυγεῖν τὸν ἐν τοῖς πραχθεῖσιν ἔλεγχον ἠπορεῖτο,105

106

καὶ ἡ ἀλήθεια παρεγυμνοῦτο. τότε μὴ ἔχων ἀπολογίαν κατῃσχύνθη. οἱ δὲ συνεδρεύσαντες αὐτῷ ἐν τῇ λῃστρικῇ συνόδῳ ἤλεγχον αὐτῷ τὴν βίαν καὶ τὴν ἀνάγκην, ἣν ὑπέμειναν παρ’ αὐτοῦ, καὶ συγγνώμην τῇ συνόδῳ αἰτήσαντες ἐδέχθησαν· ὧν εἷς ὑπῆρχε καὶ Ἰουβενάλιος,
5ὁ Ἱεροσολύμων ἐπίσκοπος. ἀπορήσας δὲ ὁ Διόσκορος καὶ μὴ ἔχων ἀπολογίαν οὐκέτι ἐτόλμησεν ἐμφανισθῆναι τῇ συνόδῳ. τότε ἡ σύνοδος, συμπαρόντος καὶ τοῦ βασιλέως Μαρκιανοῦ ἅμα τῇ συγκλήτῳ, ἀπ‐ εφήναντο κατὰ Διοσκόρου καὶ Εὐτυχοῦς, καὶ τούτους καθεῖλαν. ὁ δὲ βασιλεὺς τὸν μὲν Διόσκορον εἰς Γάγγραν ἐξώρισεν, τὴν δὲ σύν‐
10οδον ἐπαινέσας εἶπεν· “χάριν μεγίστην ὁμολογῶ τῷ πάντων ἡμῶν θεῷ, ὅτι ἀναιρεθείσης τῆς διχονοίας, εἰς μίαν καὶ τὴν αὐτὴν ὁμο‐ λογίαν πάντες συνεληλύθαμεν.” καὶ φιλοφρονήσας τοὺς χλʹ ἁγίους πατέρας ἀπέλυσεν ἕκαστον εἰς τὰ ἴδια ἐν εἰρήνῃ. ἐχειροτονήθη δὲ Προτέριος ἀντὶ Διοσκόρου ἐπίσκοπος Ἀλεξανδρείας.
15[Start of a diagram]Κόσμου ἔτη ͵εϡμεʹ. Τῆς θείας σαρκώσεως ἔτη υμεʹ. Ῥωμαίων βασιλεὺς Μαρκιανὸς ἔτη ϛʹ. γʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. αʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ιαʹ.
20Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Προτέριος ἔτη ϛʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ. δʹ.[End of a diagram]
25Τούτῳ τῷ ἔτει Πουλχερία ἡ μακαρία καὶ εὐσεβὴς ἐκοιμήθη ἐν κυρίῳ πολλὰ ποιήσασα κατορθώματα καὶ πάντα τὰ ἑαυτῆς πτωχοῖς καταλείψασα· ἅπερ Μαρκιανὸς πλεῖστα ὄντα προθύμως διέδωκεν. ἔκτισε δὲ ἡ αὐτὴ πολλοὺς εὐκτηρίους οἴκους καὶ πτωχεῖα καὶ ξενῶνας καὶ ξενοτάφια, ἐν οἷς καὶ τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Λαυρεντίου.
30τοῦ δὲ Διοσκόρου ἐξορισθέντος καὶ Προτερίου προβληθέντος, οἱ σύμφρονες Διοσκόρου καὶ Εὐτυχοῦς στάσιν μεγίστην ἐποίησαν ἀπει‐ λήσαντες κωλύειν καὶ τὴν σιτοπομπίαν. Μαρκιανὸς δὲ μαθὼν ἐκέ‐
λευσεν οὐκ εἰς Ἀλεξάνδρειαν, ἀλλ’ εἰς τὸ Πηλούσιον τὸν σῖτον τῆς106

107

Αἰγύπτου κατάγεσθαι διὰ τοῦ Νείλου, καὶ οὕτως εἰς τὴν βασιλίδα πλωΐζεσθαι. ὅθεν Ἀλεξανδρεῖς λιμώξαντες Προτέριον ᾔτησαν δεηθῆναι περὶ αὐτῶν τοῦ βασιλέως, καὶ οὕτω τῆς ἀταξίας ἐπαύσαντο. Τούτῳ τῷ ἔτει ἐκτίσθη τὸ Διοκλητιανοῦ βαλανεῖον ἐν Ἀλεξαν‐
5δρείᾳ· καὶ Ἀττίλας ἔκαυσε τὴν Ἀκυλίαν πόλιν. Τῷ δ’ αὐτῷ ἔτει Θεοδόσιός τις μοναχός, ἀνὴρ λυμεών, κατελ‐ θὼν δρομαῖος μετὰ τὴν ἐν Χαλκηδόνι σύνοδον εἰς Ἱεροσόλυμα καὶ μαθὼν Εὐδοκίαν τὴν αὐγούσταν προσκεῖσθαι Διοσκόρῳ τῷ καθαι‐ ρεθέντι ὑπὸ τῆς συνόδου, ἤρξατο καταβοᾷν τῆς συνόδου ὡς τὴν
10ὀρθὴν διαστρεψάσης πίστιν καὶ συναρπάζει τὴν αὐγούσταν καὶ τοὺς μοναχούς, καὶ ταῖς ἰδίαις μιαιφονίαις χρησάμενος βαρβαρικῷ τρόπῳ τὸν ἀρχιερατικὸν θρόνον ἁρπάζει, καὶ τοὺς τῆς αὐγούστης ἀνθρώπους ὑπουργοὺς ἔχων ἐπισκόπους χειροτονεῖ κατὰ πόλιν, τῶν ἐπισκόπων ἔτι ὄντων ἐν τῇ συνόδῳ. Σευηριανὸν δέ, τὸν ἐπίσκοπον Σκυθοπό‐
15λεως, μὴ ὑπαχθέντα τῇ αὐτοῦ κακοδοξίᾳ τῆς πόλεως ἐξαγαγὼν κα‐ τασφάττει καὶ ἐγείρει διωγμὸν κατὰ τῶν μὴ κοινωνούντων αὐτῷ, καὶ πολλοὺς μὲν ἐβασάνισεν, ἄλλους δὲ ἐδήμευσε καὶ ἑτέρων τοὺς οἴκους πυρὶ παρέδωκεν, ὥστε νομισθῆναι τὴν πόλιν ὑπὸ βαρβάρων ἑαλωκέναι. ἀπέσφαξε δὲ καὶ Ἀθανάσιον, διάκονον τῆς ἁγίας Ἀνα‐
20στάσεως, ὀνειδίσαντα καὶ ἐλέγξαντα τὴν αὐτοῦ ἀθεΐαν, καὶ τὸ τούτου ἅγιον σῶμα κατὰ τὴν πόλιν πομπεύσας τοῖς κυσὶ παρέδωκεν. Δόμνος δέ, Ἀντιοχείας ἐπίσκοπος, εἰς τὴν ἔρημον ἔφυγε καὶ Ἰουβενάλιος Ἱεροσολύμων. τοῦ δὲ λυμεῶνος Θεοδοσίου ἐπὶ κʹ μῆνας τὸν θρόνον Ἱεροσολύμων κρατήσαντος, γνοὺς ὁ βασιλεὺς Μαρκιανὸς ἐκέλευσεν
25αὐτὸν συλληφθῆναι· ὁ δὲ φυγὰς ᾤχετο ἐπὶ τὸ Σιναῖον ὄρος. τούτου δὲ ἐκποδὼν γεγονότος καὶ τῶν ὑπ’ αὐτοῦ χειροτονηθέντων, πάλιν
Ἰουβενάλιος τὸν ἴδιον θρόνον ἀπέλαβεν.107

108

Ἀντιοχείας ἐπίσκοπος Βασίλειος ἔτη βʹ. δʹ. βʹ. ιβʹ. εʹ. ιϛʹ. βʹ. αʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανός, ὁ βασιλεὺς ἐν Ῥώμῃ, ὑφορώμενος τὴν Ἀετίου τοῦ πατρικίου καὶ στρατηγοῦ δύναμιν δολοφονεῖ τοῦτον,
5Ἡρακλείου τινὸς τῶν εὐνούχων συμπράξαντος αὐτῷ. ὁ δὲ Ἀττίλας εὐτρεπίζετο πολεμῆσαι Μαρκιανῷ μὴ ἀνεχομένῳ τὸν φόρον αὐτῷ παρασχέσθαι τὸν ὑπὸ Θεοδοσίου ταχθέντα. μεταξὺ δὲ κόρης εὐπρε‐ ποῦς τινος ἐρασθεὶς καὶ τὸν πρὸς αὐτὴν γάμον ἐπιτελῶν οἰνωθείς τε σφόδρα καὶ ὕπνῳ βαρηθείς, αἵματος ἀθρόον διὰ ῥινῶν τε καὶ
10τοῦ στόματος ἐνεχθέντος, τελευτᾷ τὸν βίον. τὴν δὲ τοσαύτην αὐτοῦ δυναστείαν οἱ παῖδες τούτου διαδεξάμενοι καὶ στασιάσαντες πρὸς ἀλλήλους διαφθείρονται. οἱ μέντοι γε κατὰ τὴν ἑῴαν Ῥωμαῖοι, Μαρκιανοῦ βασιλεύοντος, πάσης ἀπήλαυον εἰρήνης καὶ δικαιοσύνης καὶ εὐφροσύνης. καὶ ἦν ἐκεῖνα τὰ ἔτη κυρίως χρυσᾶ τῇ τοῦ βασι‐
15λέως χρηστότητι, γαλήνης πάντα ἐπικεχυμένης τὰ πράγματα.
εʹ. γʹ. ιγʹ. ϛʹ. ιζʹ. γʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανός, ὁ τῆς Ῥώμης βασιλεύς, τῶν μὲν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων ἀντελαμβάνετο, πολλῇ δὲ τῇ παρανομίᾳ ἐν τῇ ἑαυτοῦ ἐκέχρητο διαίτῃ. εὐπρεπεστάτῃ γὰρ γυναικὶ
20Εὐδοξίᾳ, τῇ θυγατρὶ Θεοδοσίου τοῦ βασιλέως, συνοικῶν ἀλλοτρίαις δαιμονιωδῶς ἐκέχρητο, ὡμίλει δὲ συνεχῶς καὶ τοῖς τὰ περίεργα πράττουσιν. διὸ καὶ αἰσχίστῳ παραδίδοται θανάτῳ. Μαξίμου γάρ, τοῦ ἐπὶ Θεοδοσίου τοῦ μεγάλου τυραννήσαντος, ἔγγων καὶ ὁμώνυμος ἐν τοῖς κατὰ Ῥώμην πατρικίοις τελῶν, ἔνδον τοῦ παλατίου γενόμενος
25τὸν Οὐαλεντινιανὸν ἀπέσφαξε καὶ τῇ Εὐδοξίᾳ βίᾳ συνεγένετο καὶ τῆς βασιλείας ἐκράτησεν· δι’ ὧν γάρ τις ἁμαρτάνει, δι’ αὐτῶν καὶ παιδεύεται. ἐπὶ τούτοις ἡ Εὐδοξία ἀχθομένη καὶ μηδεμίαν βοήθειαν ἐκ τοῦ Βυζαντίου ἔσεσθαι αὐτῇ λογισαμένη, Θεοδοσίου τοῦ πατρὸς αὐτῆς τελευτήσαντος καὶ Πουλχερίας, μεταπέμπεται Γιζέριχον εἰς
30Ῥώμην παρακαλοῦσα λυτρωθῆναι ἐκ τῆς τοῦ Μαξίμου τυραννίδος. Γιζερίχου δὲ στόλῳ μεγάλῳ ἐκπλεύσαντος εἰς Ῥώμην, Μάξιμος φο‐ βηθεὶς φυγῇ ἐχρήσατο· οἱ δὲ συνόντες αὐτῷ ἀνεῖλον αὐτὸν βασι‐
λεύσαντα ἔτος ἕν. ὁ δὲ Γιζέριχος, μηδενὸς αὐτῷ ἀντιστάντος, εἰσῆλθεν108

109

εἰς Ῥώμην τῇ τρίτῃ ἡμέρᾳ τῆς σφαγῆς Μαξίμου καὶ λαβὼν πάντα τὰ χρήματα καὶ τὰ τῆς πόλεως θεάματα εἰς τὰ πλοῖα ἐμβαλών, ἐν οἷς ἦσαν κειμήλια ὁλόχρυσα καὶ διάλιθα ἐκκλησιαστικά, καὶ σκεύη Ἑβραϊκά, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν ἅλωσιν Ἱεροσο‐
5λύμων εἰς Ῥώμην ἤγαγεν, σὺν τούτοις λαβὼν καὶ Εὐδοξίαν τὴν βασίλισσαν καὶ τὰς θυγατέρας αὐτῆς, εἰς Ἀφρικὴν ἀπέπλευσεν· καὶ τὴν μὲν Εὐδοκίαν Ὀνωρίχῳ, τῷ πρωτοτόκῳ υἱῷ αὐτοῦ, συνέζευξεν, τὴν δὲ Πλακιδίαν ἄνδρα ἔχειν μαθὼν Ὀλύβριον τὸν πατρίκον μετὰ τῆς μητρὸς ἐφύλαξεν Εὐδοξίας. μαθὼν δὲ τὸν Μαξίμου θάνατον
10Μαϊορῖνος ἐβασίλευσεν ἔτη βʹ, καὶ μετὰ αὐτὸν Ἄβητος τὴν τῆς Ῥώμης βασιλείαν ἐκράτησεν ἐνιαυτοὺς βʹ, καὶ μετὰ τοῦτον Σευῆρος ἔτη γʹ, καὶ μετὰ τούτους οὐκ ἔστι βασιλεύς, ἀλλὰ Ῥεκίμερ ἐδιοίκει τὰ πράγματα στρατηγῶν καὶ μεγάλην περικείμενος δύναμιν. Τῷ δ’ αὐτῷ ἔτει ἐτελεύτησεν Εὐδοκία ἐν Ἱεροσολύμοις πολλὰ
15καταλείψασα ταῖς ἐκκλησίαις. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ.
ϛʹ. δʹ. ιδʹ. ζʹ. ιηʹ. δʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐκάη ἡ Ῥάβεννα, καὶ μετ’ ὀλίγας ἡμέρας ἐσφάγη ὁ πατρίκιος Ῥαμίτος εἰς Κλάσας. καὶ μεθ’ ἡμέρας κθʹ ἐνι‐
20κήθη Ἄμιτος ὑπὸ Ῥεμίκου καὶ γέγονεν εἰς πόλιν Πλακεντίαν εἰς Γαλλίας.
ζʹ. εʹ. ιεʹ. ηʹ. ιθʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει Μαρκιανὸς ὁ βασιλεὺς ἐτελεύτησε πρὸ αʹ καλανδῶν Μαΐων· καὶ ἐβασίλευσε Λέων ὁ μέγας. αὐτῷ δὲ τῷ ἔτει ἀνενεώθη
25ἐν Ἀλεξανδρείᾳ τὸ Τραϊανὸν βαλανεῖον καὶ ἡ βασιλικὴ ἡ μεγάλη εἰς τὸ Στοιχεῖον. πάνυ δὲ ἦν εὐλαβὴς καὶ φοβούμενος τὸν θεὸν ὁ Μαρκιανός, ὅστις ἐν ταῖς λιταῖς τοῦ Κάμπου πεζὸς ἐξῄει πολλὰ τοῖς δεομένοις εὖ ποιῶν· ὅθεν τοῦτον ὁρῶν ὁ πατριάρχης Ἀνατό‐ λιος καὶ αὐτὸς οὐκέτι φορείῳ φερόμενος κατὰ τὸ ἔθος ἐλιτάνευεν,
30ἀλλὰ πεζός. Τούτῳ τῷ ἔτει Τιμόθεος ὁ Ἐλοῦρος μαγγανείᾳ χρησάμενος
νυκτὸς ἐν τοῖς κελλίοις τῶν μοναχῶν περιήρχετο, ἐξ ὀνόματος καλῶν109

110

ἕκαστον. τοῦ δὲ ἀποκριναμένου ἔλεγεν· “ἐγὼ ἄγγελός εἰμι, καὶ ἀπ‐ εστάλην εἰπεῖν πᾶσιν ἀποστῆναι μὲν τῆς κοινωνίας Προτερίου καὶ τῶν ἐν Χαλκηδόνι, Τιμόθεον δὲ τὸν Ἐλοῦρον ἐπίσκοπον προχει‐ ρίσασθαι Ἀλεξανδρείας.”
5Τῷ δ’ αὐτῷ ἔτει Εὐδοξία, ἡ θυγάτηρ Θεοδοσίου τοῦ βασιλέως, γυνὴ δὲ Οὐαλεντινιανοῦ τοῦ τρίτου, μετὰ μιᾶς θυγατρὸς Πλακιδίας, γυναικὸς Ὀλυβρίου, ἐπανῆλθεν ἐξ Ἀφρικῆς. ἡ γὰρ Εὐδοκία τῷ υἱῷ Γιζερίχου Ὀνωρίχῳ ἐζεύχθη καὶ οὐκ ἐπανῆλθεν. [Start of a diagram]Κόσμου ἔτη ͵εϡνʹ.
10Τῆς θείας σαρκώσεως ἔτη υνʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. αʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ϛʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ιϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. θʹ.
15Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. κʹ. Ἀλεξανδρείας ἐπίσκοπος Προτέριος ἔτη ϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. γʹ.[End of a diagram]
19Τούτῳ τῷ ἔτει Λέων ἐβασίλευσεν, Θρᾷξ τῷ γένει, τριβοῦνος
20τὴν ἀξίαν, μηνὶ Φεβρουαρίῳ, ἰνδικτιῶνι ιʹ στεφθεὶς ὑπὸ Ἀνατολίου τοῦ πατριάρχου. Τῷ δ’ αὐτῷ ἔτει σεισμοῦ φοβεροῦ γενομένου ἐν Ἀντιοχείᾳ, σχεδὸν πᾶσα ἡ πόλις κατέπεσεν. ἦλθε δὲ ἐν Ἀλεξανδρείᾳ καμηλο‐ πάρδαλις καὶ ταυρέλαφοι καὶ ἄλλα θηρία. σὺν αὐτοῖς δὲ καὶ Τιμό‐
25θεος, ὁ ἐπίκλην Ἐλοῦρος, τὴν Ἀλεξανδρέων πόλιν διετάραττεν. πλήθη γὰρ ἀτάκτων ἀνδρῶν ὠνησάμενος τυραννικῶς τὸν θρόνον Ἀλεξανδρείας ἐκράτησεν, καὶ καθῃρημένος ὢν ὑπὸ δύο καθῃρημένων χειροτονεῖται. ἐντεῦθεν πάντα τὰ σκάνδαλα ἀνεφύη ἐν Ἀλεξανδρείᾳ. πάντων γὰρ τῶν τῆς οἰκουμένης ἱερέων τὸν ὅρον τῆς εν Χαλκηδόνι
30συνόδου ἀποδεξαμένων, οὗτος ὁ μιαρὸς μετὰ λύττης τινὸς ἀσχέτου ταύτην καθύβριζε καὶ χειροτονίας ἐπισκόπων ἐποίει ἀχειροτόνητος ὢν καὶ βαπτίσματα ἐπετέλει πρεσβύτερος μὴ ὤν. ὁ δὲ μακάριος Προτέριος αἰσθόμενος τὴν κατ’ αὐτοῦ σκευαζομένην ὑπὸ τοῦ Ἐλούρου ἐπιβουλὴν δίδωσι τόπον τῇ ὀργῇ καὶ τῷ σεπτῷ προσφεύγει βαπτιστηρίῳ
35εν τῇ πρώτῃ τῆς πασχαλίας ἡμέρᾳ. ὁ δὲ τοῦ Ἀντιχρίστου πρόδρομος110

111

μὴ αἰδεσθεὶς μήτε τὴν ἁγίαν ἡμέραν, μήτε τοὺς σεβασμίους τόπους, ἀποστείλας κατασφάζει τὸν ἀνεύθυνον ἀρχιερέα μετὰ καὶ ἄλλων ἓξ τῶν σὺν αὐτῷ. καὶ σχοινίοις περισύραντες τούτου τὸ λείψανον ἀπὸ τῆς ἁγίας ἐξέβαλον κολυμβήθρας, καὶ πομπεύσαντες αὐτὸ κατὰ πᾶσαν
5τὴν πόλιν ᾔκιζον αὐτὸ ἀνηλεῶς· τέλος πυρὶ κατέκαυσαν καὶ τὴν σποδὸν τῷ ἀέρι παρέπεμπον. Τῷ δ’ αὐτῷ ἔτει ἠνέχθη τὸ λείψανον τῆς ἁγίας Ἀναστασίας ἀπὸ τοῦ Σερμίου καὶ κατετέθη ἐν τῷ ναῷ αὐτῆς ἐν τοῖς Δομνίνου ἐμβόλοις. Τιμόθεος δὲ ὁ Ἐλοῦρος τὰ συγγράμματα Κυρίλλου τοῦ
10μεγάλου μὴ ἐκδοθέντα εὑρὼν ἐνόθευσεν ἐν πολλοῖς τόποις, ὡς ἱστορεῖ Πέτρος, ὁ πρεσβύτερος Ἀλεξανδρείας. Κωνσταντινουπόλεως ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. Ἀλεξανδρείας ἐκράτησε λῃστρικῶς Τιμόθεος ὁ Ἐλοῦρος ἔτη βʹ.
βʹ. ζʹ. ιζʹ. αʹ. καʹ. αʹ. δʹ.
15Τούτῳ τῷ ἔτει μαθὼν Λέων ὁ βασιλεὺς τὸν ἄδικον θάνατον Προτερίου καὶ τὴν τοῦ Ἐλούρου ἄθεσμον προαγωγήν, πέμψας Καισάρειον ἐγλωσσοτόμησε καὶ ἀμφοτέρους ἐξώρισεν, ὡς κοινωνήσαντας τῷ φόνῳ Προτερίου· Τιμοθέῳ δὲ τῷ ἀνιέρῳ οὐκ ἐπεξῆλθεν, τὴν ἐπ’ αὐτῷ κρίσιν ἐπισκόποις εἰπὼν ἁρμόζειν.
20Τῷ δ’ αὐτῷ ἔτει καὶ Ζήνων ἐζεύχθη Ἀρεάδνῃ, τῇ θυγατρὶ Λέοντος.
γʹ. ηʹ. ιηʹ. βʹ. κβʹ βʹ. εʹ. Τούτῳ τῷ ἔτει γράμματα πρὸς τοὺς ἑκάστης ἐπαρχίας ἀπ‐ έστειλεν ἐπισκόπους ὁ βασιλεύς, γράψαι αὐτῷ τὴν οἰκείαν γνώμην
25ἕκαστον, πότερον εἰ τοῖς ἐν Χαλκηδόνι ὁρισθεῖσιν ἀρέσκοιντο, καὶ περὶ τῆς τοῦ Ἐλούρου χειροτονίας τί λέγοιεν; ἐν οἷς καὶ τῷ ἁγίῳ Συμεῶνι τῷ Στυλίτῃ καὶ Βαραδάτῳ μοναχῷ καὶ Ἰακώβῳ θαυματουργῷ, διαμαρτυρόμενος ὡς τῷ θεῷ τῶν ὅλων παρέχειν μέλλοντας τὴν
κρίσιν τῶν ἀμφισβητουμένων ποιήσασθαι. οἱ δὲ παμψηφεὶ ὁμοφρόνως111

112

κυροῦσι μὲν τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν εἶναι, καὶ τὸν ὑπ’ αὐτῆς ἐκτεθέντα ὅρον ἀποδέχονται, Τιμοθέου δὲ συμφώνως κατα‐ ψηφίζονται ὡς φονέως καὶ αἱρετικοῦ. ἐσπούδασε δὲ καὶ Γεννάδιος πρὸς τὸν βασιλέα ἐκδικῆσαι τὰ τολμηθέντα. ἀντεπράττετο δὲ αὐτῷ
5Ἄσπαρ ὁ Ἀρειανός. ὁ δὲ εὐσεβὴς βασιλεὺς τὸν μὲν Ἐλοῦρον ἐξώ‐ ρισεν εἰς Γάγγραν, ἔνθα ποτὲ καὶ Διόσκορος, ὁ τούτου διδάσκαλος. ὁ αὐτὸς δὲ κἀκεῖ ἤρξατο παρασυναγωγὰς ποιεῖν καὶ ταραχάς, ἃς μαθὼν ὁ βασιλεὺς μετεξώρισεν αὐτὸν ἐν Χερσῶνι. Τιμόθεος δὲ ἄλλος, ὁ ἐπίκλην Λευκός, ὁ καὶ Σαλοφακίαλος, ὀρθόδοξος καὶ ἀγα‐
10θὸς ἀνήρ, ὑπὸ πάντων φιλούμενος ἐχειροτονήθη ἀντ’ αὐτοῦ ἐπίσκοπος Ἀλεξανδρείας. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ὁ Λευκὸς ἔτη ιεʹ.
δʹ. θʹ. ιθʹ. γʹ. κγʹ. αʹ. ϛʹ.
Τούτῳ τῷ ἔτει Ἰουβενάλιος, ὁ ἁγιώτατος ἐπίσκοπος Ἱεροσολύμων,
15ἐτελεύτησεν, καὶ ἀντ’ αὐτοῦ ἐχειροτονήθη Ἀναστάσιος. καὶ τῷ αὐτῷ χρόνῳ ἐκοιμήθη καὶ Συμεὼν ὁ μέγας Στυλίτης, ὁ τῆς μάνδρας, πρῶτος καταδείξας τὴν τοιαύτην ἀρετὴν καὶ σημειοφόρος γενόμενος.
εʹ. ιʹ. κʹ. δʹ. κδʹ. βʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐμπρησμὸς μέγας γέγονεν ἐν Κωνσταντινουπόλει
20τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος ιεʹ, ἀρξάμενος ἀπὸ τοῦ νεωρίου καὶ φθάσας ἕως τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ τῶν Ἀμαντίου. Μαρκιανὸς δὲ οἰκονόμος ἀνελθὼν εἰς τοὺς κεράμους τῆς ἁγίας Ἀνα‐ στασίας, κατέχων τὸ εὐαγγέλιον εὐχαῖς καὶ δάκρυσιν ἀβλαβῆ τὸν οἶκον διεφύλαξεν.
25
ϛʹ. ιαʹ. καʹ. εʹ. κεʹ. γʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐσφάγη Μαϊορῖνος εἰς Ταρτίωνα ὑπὸ Ῥεμικίου πατρικίου, καὶ ἐπήρθη εἰς βασιλέα Σευῆρος καὶ Σερπέντιος νώναις Ἰουλίαις. Τῷ δ’ αὐτῷ ἔτει ζωγράφου τινὸς τὸν σωτῆρα γράψαι τολμή‐
30σαντος καθ’ ὁμοιότητα τοῦ Διὸς ἐξηράνθη ἡ χείρ· ὃν ἐξαγορεύσαντα δι’ εὐχῆς ἰάσατο Γεννάδιος. φασὶ δέ τινες τῶν ἱστορικῶν, ὅτι τὸ οὖλον καὶ ὀλιγότριχον σχῆμα ἐπὶ τοῦ σωτῆρος οἰκειότερόν ἐστιν. τοῦ δὲ Γενναδίου τῇ νυκτὶ εὐχομένου ἐντὸς τοῦ θυσιαστηρίου, ἰδεῖν λέγεται φάντασμα δαιμονίου, ᾧ καὶ ἐπιτιμήσας ἤκουσεν αὐτοῦ κρά‐
35ζοντος, ὡς αὐτοῦ μὲν ζῶντος ἐνδίδωσιν, μετὰ δὲ θάνατον αὐτοῦ112

113

κρατήσει πάντως τῆς ἐκκλησίας· ὅπερ δείσας Γεννάδιος πολλὰ ὑπὲρ τούτου τὸν θεὸν ἐδυσώπει. Τῷ δ’ αὐτῷ ἔτει καὶ Στούδιος τὸν ναὸν ἔκτισε τοῦ Προδρό‐ μου καὶ μοναχοὺς ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἐν αὐτῷ κατέστησεν.
5καὶ Γρατίσιμος πραιπόσιτος τὸν ναὸν τοῦ ἁγίου Κυριακοῦ ἔξω τῆς Χρυσῆς πόρτης ἔκτισε καὶ ἀπετάξατο ἐν αὐτῷ. [Start of a diagram]Κόσμου ἔτη ͵εϡνϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υνϛʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. ζʹ.
10Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Ἱλαρίων ἔτη ϛʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. κϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. δʹ.
15Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. θʹ.[End of a diagram]
17Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα τὸν γαμβρὸν στρατη‐ γὸν τῆς ἑῴας πάσης πεποίηκε καὶ Βασιλίσκον, τὸν ἀδελφὸν Βερίνης τῆς αὐγούστης, στρατηγὸν τῆς Θρᾴκης. Ζήνων δὲ ἐλθὼν εἰς Ἀν‐
20τιόχειαν εὗρεν ἐπίσκοπον ἐν αὐτῇ τὸν ἱερὸν Μαρτύριον. Πέτρος δὲ ὁ Κναφεὺς ἠκολούθει τῷ Ζήνωνι πρεσβύτερος ὢν τοῦ ἐν Χαλκηδόνι ναοῦ Βάσσης τῆς μάρτυρος· ὃς καὶ πείσας Ζήνωνα συνεργῆσαι αὐτῷ μισθοῦται τῶν Ἀπολιναρίου τινὰς ὁμοδόξων καὶ θορύβους μυρίους ἐγείρει κατὰ τῆς πίστεως καὶ Μαρτυρίου τοῦ ἐπισκόπου. καὶ ἀνα‐
25θεματίζει τοὺς μὴ λέγοντας τὸν θεὸν σταυρωθῆναι, καὶ σχίσας τὸν λαὸν Ἀντιοχείας προστίθησιν ἐν τῷ τρισαγίῳ ὕμνῳ τό· “ὁ σταυρω‐ θεὶς δι’ ἡμᾶς.” ὅπερ ἕως σήμερον ἔκτοτε καιροῦ παρὰ τοῖς Θεο‐ πασχίταις ἐκράτησε λέγεσθαι. Μαρτύριος δὲ πρὸς Λέοντα τὸν βασιλέα παρεγένετο, καὶ ἀπεδέχθη μετὰ πολλῆς τιμῆς σπουδῇ Γενναδίου ἐπι‐
30σκόπου Κωνσταντινουπόλεως. ἐπανελθὼν δὲ εἰς Ἀντιόχειαν καὶ εὑρὼν τοὺς λαοὺς στασιάζοντας καὶ Ζήνωνα τούτοις συμπράττοντα ἐπ’ ἐκκλη‐ σίας τῇ ἐπισκοπῇ ἀπετάξατο εἰπών· “κλήρῳ ἀνυποτάκτῳ, καὶ λαῷ ἀπειθεῖ, καὶ ἐκκλησίᾳ ἐρρυπωμένῃ ἀποτάττομαι, φυλάττων ἑαυτῷ τὸ ἀξίωμα τῆς ἱερωσύνης.” τούτου δὲ ὑποχωρήσαντος, Πέτρος ὁ Κνα‐
35φεὺς τῷ θρόνῳ Ἀντιοχείας ἐπεπήδησεν, χειροτονήσας εὐθὺς Ἰωάννην113

114

Ἀπαμείας ἐπίσκοπον ἀπὸ καθαιρέσεως ὄντα. γνοὺς δὲ ταῦτα Γεννάδιος. ἅπαντα τῷ βασιλεῖ ἀνατίθεται· καὶ κελεύει Πέτρον τὸν Κναφέα ἐξ‐ ορισθῆναι. ὅπερ ἀκούσας Πέτρος φυγῇ τὴν ἐξορίαν διέφυγεν· ψήφῳ δὲ κοινῇ Ἰουλιανός τις ἐπίσκοπος Ἀντιοχείας προεχειρίσθη.
5Τῷ δ’ αὐτῷ ἔτει μετετέθη ἐν Ἀλεξανδρείᾳ ὁ προφήτης Ἐλισσαῖος πρὸ εʹ ἰδῶν Μαΐων ἐν τῇ μονῇ Παύλου τοῦ Λεπροῦ. λεπρὸν γὰρ ἰάσατο καὶ λεπρὸν ἐποίησε καὶ εἰς τὰ τοῦ Λεπροῦ ἐτέθη.
ηʹ. ιγʹ. βʹ. ζʹ. κζʹ. εʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐκτίσθη τὸ τετράστωον τοῦ ἁγίου Ἰωάννου ἐν
10Ἀλεξανδρείᾳ καὶ τὸ ἁγιαστήριον· καὶ Ἑπτάβιζος τὸ δημόσιον βαλα‐ νεῖον ἀπεδόθη τῇ πόλει. τούτοις δὲ τοῖς χρόνοις καὶ Δανιὴλ ὁ Στυλίτης ἐν τῷ Ἀνάπλῳ τῷ στύλῳ ἐπέβη, ἀνὴρ θαυμάσιος. Ἰωάννης δὲ ὁ ὑπατικός, ὁ ἐπίκλην τῶν Βιγκομάλου, δυσωπήσας Βασιανὸν τὸν ὅσιον παρ’ αὐτῷ ὡς μοναχὸς ἐτέτακτο. προήρχετο δὲ ἀεὶ ἐν τῷ
15παλατίῳ εἷς τῶν συγκλητικῶν. καὶ ἀναχωρῶν μέχρι τῆς μονῆς τῶν Βασιανοῦ ὡς ὑπατικὸς ὠψικεύετο· ἔνδον δὲ γενόμενος εὐθὺς μονα‐ δικὴν σισύραν περιβαλλόμενος μαγειρείου καὶ σταύλου καὶ τῶν παρα‐ πλησίων τὴν διακονίαν ἐπλήρου. Τῷ δ’ αὐτῷ ἔτει Ἄνθιμος καὶ Τιμοκλῆς οἱ τῶν τροπαρίων
20ποιηταί, ἐγνωρίζοντο. Τῷ δ’ αὐτῷ ἔτει κατὰ πρεσβείαν τῆς συγκλήτου Ῥώμης ἀπέστειλε Λέων ὁ βασιλεὺς Ἀνθίμιον, τὸν γαμβρὸν Μαρκιανοῦ τοῦ προβασιλεύσαντος, βασιλέα ἐν Ῥώμῃ, ἄνδρα χριστιανικώτατον καὶ εὐσεβῶς τὴν βασιλείαν ἰθύνοντα ἔτη ϛ
25[Start of a diagram]Κόσμου ἔτη ͵εϡνηʹ. Τῆς θείας σαρκώσεως ἔτη υνηʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. θʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. ιδʹ. Ῥώμης ἐπίσκοπος Ἱλαρίων ἔτη ϛʹ. γʹ.
30Κωνσταντ. ἐπίσκοπος Γεννάδιος ἔτη ιγʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ κηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη εʹ. ϛʹ.
Ἀντιοχείας ἐπίσκοπος Μαρτύριος ἔτη ιγʹ. ιαʹ.[End of a diagram]114

115

Τούτῳ τῷ ἔτει σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ, νεφέλη ὥσπερ σάλπιγγος ἐκτύπωμα ἔχουσα ἐπὶ ἡμέρας μʹ καθ’ ἑσπέραν.
ιʹ. ιεʹ. δʹ. θʹ. κθʹ. ζʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσεν Ἀλεξάνδρεια ἄνδρας τρισχιλίους,
5καὶ ὁ μέγας λάκκος ἐκτίσθη εἰς τὰ Ἰωάννου καὶ τὰ δύο βαλανεῖα, ἡ Ὑγεία καὶ ἡ Ἴασις· καὶ ὁ ποταμὸς ὠρύχθη ἐν Ἀλεξανδρείᾳ ἀπὸ τῆς Χερσαίου ἕως τοῦ Κοπρεῶνος.
ιαʹ. ιϛʹ. εʹ. ιʹ. λʹ. ηʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Ἰσοκάσιος ὁ κυαίστωρ, Ἀντιοχεὺς καὶ φιλό‐
10σοφος, διεβλήθη τῷ βασιλεῖ ὡς Ἕλλην· καὶ ἐκέλευσεν ὁ βασιλεὺς ἐξετασθῆναι αὐτὸν παρὰ τῷ ἐπάρχῳ τῶν πραιτωρίων ἐν Κωνσταν‐ τινουπόλει. ἐνεχθέντος δὲ αὐτοῦ ἐν τῷ Ζευξίππῳ δεδεμένου ὀπισθ‐ άγκωνα, ἔφη πρὸς αὐτὸν Πουσαῖος ὁ ἔπαρχος· “ὁρᾷς ἑαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας;” ὁ δὲ εἶπεν· “ὁρῶ, καὶ
15οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις ἐνέπεσα συμφοραῖς· ἀλλὰ δίκασον ἐπ’ ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί.” καὶ ταῦτα ἀκούσας ὁ δῆμος εὐφήμησε τὸν βασιλέα. καὶ μαθὼν ὁ βασιλεὺς ἐχάρη καὶ ἀπέλυσεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ.
20
ιβʹ. ιζʹ. ϛʹ. ιαʹ. λαʹ. θʹ. αʹ.
Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς κατὰ Γιζερίχου, τοῦ τῶν Ἄφρων κρατοῦντος, στόλον μέγαν ἐξοπλίσας ἀπέστειλεν. ὁ γὰρ Γιζέριχος μετὰ τὴν τελευτὴν Μαρκιανοῦ πολλὰ δεινὰ ἐνεδείξατο εν ταῖς ὑπὸ τὴν τῶν Ῥωμαίων βασιλείαν χώραις ληϊζόμενος καὶ αἰχμα‐
25λωτίζων πολλοὺς καὶ τὰς πόλεις κατασκάπτων. ὅθεν ζήλῳ κινηθεὶς ὁ βασιλεὺς ἐκ πάσης τῆς ἀνατολικῆς θαλάσσης ρʹ χιλιάδας πλοίων ἀθροίσας καὶ στρατῶν καὶ ὅπλων ταύτας πληρώσας κατὰ Γιζερίχου ἀπέστειλεν. φασὶ γὰρ αὐτὸν ͵ατʹ κεντηνάρια δεδαπανηκέναι χρυσίου ἐν τούτῳ τῷ στόλῳ. στρατηγὸν δὲ καὶ ἔξαρχον τοῦ στόλου κατ‐
30έστησε Βασιλίσκον, τὸν Βερίνης τῆς αὐγούστης ἀδελφόν, τῆς
ὑπάτου τιμῆς ἤδη μετασχόντα καὶ Σκύθας πολλάκις νικήσαντα εν115

116

τῇ Θρᾴκῃ. ὃς δή, συνδραμούσης αὐτῷ καὶ ἐκ τῆς ἑσπερίου οὐκ ὀλίγης δυνάμεως, συμπλακεὶς εἰς ναυμαχίας πολλάκις τῇ Γιζερίχου * μετὰ τῶν νηῶν τῷ βυθῷ παραδούς, εἶτα καὶ αὐτὴν ἠδυνήθη Καρ‐ χηδόνα κρατῆσαι. ὕστερον δὲ δώροις ὑπὸ Γιζερίχου καὶ πλείστοις
5χρήμασι δελεασθεὶς ἐνέδωκε καὶ ἡττήθη ἑκών, ὡς Περσικὸς ἱστόρη‐ σεν ὁ Θρᾷξ. φασὶ δέ τινες, ὅτι Ἄσπαρ καὶ Ἀρδαβούριος, Ἀρειανοὶ ὄντες καὶ εἰς βασιλείαν ἐλθεῖν διὰ τοῦτο μὴ δυνάμενοι, κουράτορα αὐτῶν ὄντα Λέοντα βασιλέα πεποίηκαν, αὐτοὶ προσδοκῶντες διοικεῖν τὸ βασίλειον. τοῦ δὲ βασιλέως μὴ καταδεδεγμένου τοῦτο, ἠγωνίζοντο
10διαστρέφειν τὰ ὑπ’ αὐτοῦ καλῶς διοικούμενα καὶ Βασιλίσκῳ συνέθεντο δοῦναι τὴν βασιλείαν, εἰ προδώσει τὸν τοῦ βασιλέως στόλον τε καὶ λαὸν τῷ Γιζερίχῳ, Ἀρειανῷ ὄντι καὶ ὁμόφρονι αὐτῶν. καὶ τούτου χάριν προδεδωκέναι τὸν Βασιλίσκον φασίν. τότε Γιζέριχος τεχνασά‐ μενος σκάφη τῶν πολεμίων τινὸς ὕλης ἐμπλήσας καυστικῆς, νυκτὸς
15ἐπιστὰς καὶ τῶν Ῥωμαίων ἀφυλάκτως ὑπνούντων, ταύτας ἐπαφῆκεν ἀπὸ τῆς χέρσου μετὰ πνεύματος ἀπογείου κατὰ τοῦ Ῥωμαϊκοῦ στόλου. καὶ καταφλέγουσι μὲν πολλὰ τῶν σκαφῶν, τὰ δὲ ἄλλα τὸν κίνδυνον φεύγοντα εἰς Σικελίαν ἐπανῆλθον. τότε λοιπὸν καὶ ὁ Βασιλίσκου δόλος ἠλέγχθη μηδένα λαθὼν τοῦ στρατοπέδου.
20Τῷ δ’ αὐτῷ ἔτει Πατρίκιος, ὁ υἱὸς Ἄσπαρος, ὃν καίσαρα ὁ βασιλεὺς Λέων πεποίηκε διὰ τὸ ἑλκῦσαι τὸν Ἄσπαρα ἐκ τῆς Ἀρεια‐ νικῆς δόξης καὶ εὐνοεῖν τῷ βασιλεῖ, παρεγένετο ἐν Ἀλεξανδρείᾳ μετὰ μεγάλης φαντασίας, ἐν ᾧ ἐστερεώθη τὸ Κορεῖον βαλανεῖον. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ.
25
ιγʹ. ιηʹ. αʹ. ιβʹ. λβʹ. ιʹ. βʹ.
Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα, τὸν στρατηλάτην τῆς ἑῴας καὶ γαμβρὸν αὐτοῦ, ἀπέστειλεν ἐν τῇ Θρᾴκῃ ἐπί τινα χρείαν πολεμικὴν κελεύσας παραδοῦναι αὐτῷ στρατὸν ἐκ τῶν ἰδίων πρὸς συμμαχίαν. οἵ τινες κατὰ παραίνεσιν Ἄσπαρος μικροῦ δεῖν
30τὸν Ζήνωνα διεχειρίζοντο, εἰ μὴ προγνοὺς τὴν ἐπιβουλὴν εἰς Σερ‐ δικὴν ἀπεσώθη φυγών, πόλιν τῆς Θρᾴκης. ἐκ τούτου ὕποπτος
γίνεται Ἄσπαρ Λέοντι τῷ βασιλεῖ.116

117

ιδʹ. ιθʹ. βʹ. ιγʹ. λγʹ. ιαʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλε Λέων ὁ βασιλεὺς κατὰ Γιζερίχου Ἡράκλειον τὸν Ἐδεσηνόν, υἱὸν Φλώρου τοῦ ἀπὸ ὑπάτων, καὶ Μάρ‐ σον Ἴσαυρον, ἄνδρας δραστηρίους, καὶ στρατὸν ἐξ Αἰγύπτου καὶ
5Θηβαΐδος καὶ τῆς ἐρήμου. οἵ τινες προσπεσόντες ἀδοκήτως τοῖς Οὐανδήλοις Τρίπολίν τε καὶ ἄλλας παρεστήσαντο πόλεις τῆς Λιβύης πολλὰς καὶ πλέον τῆς Βασιλίσκου ναυμαχίας ἠνίασαν τὸν Γιζέριχον, ὥστε παρασκευάσαι αὐτὸν περὶ εἰρήνης πρεσβεύσασθαι πρὸς Λέοντα τὸν βασιλέα· καὶ ταύτης τυγχάνει παρὰ Λέοντος χρῄζοντος τότε
10Βασιλίσκου καὶ Ἡρακλείου καὶ Μάρσου εἰς τὴν κατὰ Ἄσπαρος ἐπι‐ βουλήν. ὕποπτος γάρ, ὡς προέφην, γενόμενος τῷ βασιλεῖ ὁ Ἄσπαρ καὶ πολλὴν περικείμενος δύναμιν δόλῳ παρὰ τοῦ βασιλέως φονεύεται μετὰ βραχὺ σὺν τοῖς αὐτοῦ παισίν, Ἀρδαβουρίῳ καὶ Πατρικίῳ, ὃν καίσαρα ὁ βασιλεὺς πεποίηκε πρότερον, ἵνα τὴν Ἄσπαρος εὔνοιαν ἔχῃ.
15[Start of a diagram]Κόσμου ἔτη ͵εϡξδʹ. Τῆς θείας σαρκώσεως ἔτη υξδʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. ιεʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. γʹ.
20Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. λδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ. δʹ.[End of a diagram]
25Τούτῳ τῷ ἔτει Ἄσπαρος καὶ Ἀρδαβουρίου καὶ Πατρικίου, τῶν υἱῶν αὐτοῦ, φονευθέντων ὑπὸ Λέοντος, Ὀστρύς, ὁ ὑπασπιστὴς Ἄσπαρος, καὶ Θευδέριχος, ὁ Τριαρίου παῖς, τῆς δὲ Ἄσπαρος γαμε‐ τῆς ἀδελφός, ἐπῆλθε μετὰ δυνάμεως τῇ πόλει τοὺς πεφονευμένους ἐκδικῆσαι· καὶ εἰ μὴ προλαβὼν ὁ Βασιλίσκος ἐκ τῆς ἀπὸ Σικελίας
30ἐπανόδου, καὶ Ζήνων ἀπὸ Χαλκηδόνος, ὃς ἦν ἐκεῖ τὸν Ἄσπαρος ἀναμένων φόνον, ἐβοήθησαν τῇ πόλει καὶ διέσπειραν τοὺς ἐπαναστάν‐ τας, πολὺς ἂν ἐγένετο τοῖς πράγμασι τάραχος. ὁ δὲ νεώτατος Ἄσπαρος παῖς Ἀρμενάριχος ὑποκλαπεὶς γνώμῃ τοῦ Ζήνωνος ἐκφεύγει
σταλεὶς ἐν Ἰσαυρίᾳ καὶ νόθου Ζήνωνος παιδὸς γαμβρὸς καθίσταται,117

118

ὃς μετὰ τὴν Λέοντος τελευτὴν ἐπανελθὼν εἰς τὸ Βυζάντιον μέχρι τέλους εὐδαιμόνως ἐβίω. ἐν Ἰταλίᾳ δὲ Ῥεκίμερ ὁ στρατηγός, οὗ καὶ πρώην ἐμνήσθην, γαμβρὸς δὲ Ἀνθεμίου, τοῦ εὐσεβῶς ἐν Ῥώμῃ βασιλεύσαντος, ἐπανίσταται τῷ ἰδίῳ κηδεστῇ. καὶ πολέμου κρα‐
5τοῦντος τὴν χώραν, λιμώττουσιν οὕτως αἱ τοῦ βασιλέως δυνάμεις, ὡς καὶ βυρσῶν καὶ ἄλλων ἀηθῶν ἅψασθαι βρωμάτων, αὐτὸν δὲ τὸν βασιλέα Ἀνθέμιον ἕβδομον ἔτος ἔχοντα τῆς ἀρχῆς ἀναιρεθῆναι. τὸ τηνικαῦτα Λέων διὰ τοὺς ἔτι συνεστῶτας ἐν Ῥώμῃ θορύβους Ὀλύβριον, τὸν τῆς Πλακιδίας σύζυγον, ἐκπέμπει τῇ Ῥώμῃ καὶ
10ἀναγορεύει τοῦτον αὐτοκράτορα. ὁ δὲ Ῥεκίμερ μετὰ τὴν Ἀνθεμίου σφαγὴν τρεῖς μῆνας μόνους διαζήσας νόσῳ τελευτᾷ, συναπελθόντος αὐτῷ Ὀλυβρίου ἀρρωστίᾳ σωματικῇ. τούτων δὲ τελευτησάντων, Μαϊορῖνος τὴν βασιλείαν διεδέξατο, ἀνὴρ φρενήρης καὶ πολέμων ἔμπειρος. οὗτος τὰς πόλεις ὑπὸ Γιζερίχου πεπορθημένας εὑρὼν
15εἰσέβαλεν εἰς Λιανήν, καὶ καταλαβὼν τὴν Λιγουρίαν φοβερὸς τοῖς Οὐανδήλοις ὤφθη· καὶ μέλλων τὴν νίκην ἀναδήσασθαι, ἐν τῷ με‐ ταξὺ νόσῳ δυσεντερίας ληφθεὶς ἐτελεύτησεν. ὁ δὲ στρατηγὸς * διαβὰς Πάτμον ἀπεσώθη. ἐν τούτοις οὖν ἀσχολουμένων τῶν περὶ Γιζέριχον, ἡ νήπιος Εὐδοκία καὶ Θεοδοσίου ἐγγόνη δέκα ἓξ χρόνους
20ἐν τῇ Ἀφρικῇ ποιήσασα μετὰ τοῦ ἀνδρὸς αὐτῆς Ὀνωρίχου καὶ παῖδα ἐξ αὐτοῦ Ἰλδέριχον γεννήσασα, δυσφοροῦσα κατὰ τοῦ ἀνδρὸς ὡς Ἀρειανοῦ ὄντος, ἄδειαν εὑροῦσα καὶ φυγῇ χρησαμένη ἦλθεν εἰς Ἱεροσόλυμα, καὶ προσκυνήσασα τοὺς σεβασμίους τόπους καὶ ἀσπα‐ σαμένη τὸν τάφον 〈Εὐδοκίασ〉, τῆς ἑαυτῆς μάμμης, ὀλίγας ἡμέρας
25διατρίψασα ἐν τῇ ἁγίᾳ πόλει ἐτελεύτησεν ἐν εἰρήνῃ, πάντα τὰ αὐτῆς καταλείψασα ἐν τῇ ἁγίᾳ Ἀναστάσει, παραθεμένη καὶ Βοῦρκον σὺν τοῖς τέκνοις αὐτοῦ τῷ ἀρχιεπισκόπῳ Ἱεροσολύμων, ὡς συνεργῷ αὐτῆς γενομένῳ καὶ πιστῷ εἰς τὸ ἐκφυγεῖν Ὀνώριχον Ἀρειανόν, τὸν
ἄνδρα αὐτῆς.118

119

[Start of a diagram]Κόσμου ἔτη ͵εϡξεʹ. Τῆς θείας σαρκώσεως ἔτη υξεʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη ιζʹ. ιϛʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. καʹ.
5Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. λεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰουλιανὸς ἔτη ϛʹ. εʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς Λέοντα, τὸν Ζήνωνος υἱὸν καὶ Ἀρεάδνης τῆς ἰδίας θυγατρός, τὸν ἑαυτοῦ ἔγγονα, στέψας βασι‐ λέα ἀνηγόρευσεν. μετὰ δὲ τὸν Ὀλυβρίου θάνατον καὶ Ῥεκίμερ καὶ Μαϊορίνου, Γλυκέριος Ἰταλίας ἀναγορεύεται βασιλεύς, ἀνὴρ οὐκ
15ἀδόκιμος, ὃν εʹ μῆνας κρατήσαντα Νεποτιανὸς Δαλμάτης ἐκβάλλει τῆς ἀρχῆς καὶ βασιλεύει καὶ αὐτὸς χρόνον ὀλίγον, Ὀρέστου τινὸς ἐκβαλόντος αὐτόν, ὃν οἰκεῖος παῖς Ῥώμυλος, ἐπίκλην Αὐγούστουλος, διαδεξάμενος καὶ δύο μόνους ἄρξας ἐνιαυτοὺς αὐτοκράτωρ τῆς ἐν Ἰταλίᾳ βασιλείας καθίσταται μετὰ ͵ατγʹ ἔτη τοῦ Ῥωμύλου, τοῦ τὴν
20Ῥώμην κτίσαντος, βασιλείας. καὶ σημειωτέον, ὡς ἀπὸ Ῥωμύλου ἡ τῆς ἑσπέρας ἀκμάσασα βασιλεία πάλιν ἐπὶ Ῥώμυλον μετὰ τοσούτους ἐπαύ‐ σατο χρόνους, Ὀδοάκρου λοιπὸν Γότθου μὲν τὸ γένος, ἐν Ἰταλίᾳ δὲ τραφέντος, χειρωσαμένου δυνάμει βαρβαρικῇ τὴν ἀρχήν· ὃς τὴν τοῦ ῥηγὸς ἑαυτῷ περιθέμενος προσηγορίαν πᾶσαν ἀρχὴν κατὰ τὸν πάτριον
25νόμον τοῖς Ῥωμαίοις προχειρισάμενος ἐπὶ ιʹ χρόνους τῆς ἀρχῆς ἐκρά‐ τησεν. ᾤκει δὲ ἐν Ῥαβέννῃ τῇ πόλει τῆς Ἰταλίας παρὰ τὴν θάλασσαν εὐδαίμονα οὖσαν καὶ καλήν.
ιζʹ. κβʹ. εʹ. γʹ. λϛʹ. ιδʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἡ κόνις κατῆλθε πυρακτούντων τῶν νεφῶν
30προφανέντων, ὡς πάντας νομίζειν, ὅτι πῦρ βρέχει. καὶ πάντες ἔτρε‐ μον λιτανεύοντες. ἐπὶ δὲ παλαιστῆς ὕψους ἐτέθη ἐν τοῖς κεράμοις. καὶ πάντες ἔλεγον, ὅτι πῦρ ἦν καὶ ἐσβέσθη καὶ γέγονε κόνις τῇ τοῦ
θεοῦ φιλανθρωπίᾳ.119

120

Τῷ δ’ αὐτῷ ἔτει Λέων ὁ βασιλεὺς ἐν Βυζαντίῳ ἀρρωστήσας τελευτᾷ, Λέοντα, τὸν Ζήνωνος υἱὸν καὶ Ἀρεάδνης, νήπιον ἔτι ὄντα βασιλέα προχειροτονήσας κατέλιπε μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνι ιβʹ, καὶ τῷ Φεβρουαρίῳ μηνὶ ἔστεψε Ζήνωνα τὸν ἴδιον πατέρα ἐν τῷ
5καθίσματι τοῦ ἱπποδρομίου, Βερίνης καὶ Ἀρεάδνης συναραμένων αὐτῷ. δέκα δὲ μόνους μῆνας τοῦ μικροῦ Λέοντος συμβασιλεύσαντος τῷ ἰδίῳ πατρὶ Ζήνωνι νόσῳ τελευτᾷ, καὶ βασιλεύει μόνος Ζήνων ἔτη ιζʹ καὶ μῆνας βʹ, συναριθμουμένων καὶ τῶν κʹ μηνῶν τοῦ Βασι‐ λίσκου τῆς τυραννίδος. χαλεπῶς δὲ ὁ Ζήνων μεταχειρισάμενος τὴν
10ἀρχήν, ἐν προοιμίοις Μεσοποταμίαν μὲν Σαρακηνοί, Θρᾴκην δὲ κατέδραμον Οὖννοι σφόδρα τοῖς πράγμασι λυμαινόμενοι, τοῦ βασιλέως ἡδοναῖς ἀτόποις καὶ πράξεσιν ἀδίκοις σχολάζοντος. [Start of a diagram]Κόσμου ἔτη ͵εϡξζʹ. Τῆς θείας σαρκώσεως ἔτη υξζʹ.
15Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. αʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κγʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. ϛʹ. Κωνσταντιν. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. λζʹ.
20Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιεʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος λθʹ. Πέτρος τὸ αʹ ἔτη γʹ. αʹ.[End of a diagram]
24Τούτῳ τῷ ἔτει Λέων ὁ μικρὸς δέκα μόνους μῆνας συμβασι‐
25λεύσας Ζήνωνι τῷ ἰδίῳ πατρὶ καὶ προελθὼν ὡς ὕπατος ἐτελεύτησεν, καὶ μόνος ἐκράτησε τῆς βασιλείας ὁ Ζήνων. Βασιλίσκος δέ, ὁ Βερί‐ νης ἀδελφός, πενθερᾶς Ζήνωνος, ἐν Ἡρακλείᾳ διατρίβων τῆς Θρᾴκης, συνεργούσης αὐτῷ καὶ Βερίνης καί τινων τῆς συγκλήτου, ἐστασίασε κατὰ Ζήνωνος· ὃν φοβηθεὶς ὁ Ζήνων σὺν Ἀρεάδνῃ τῇ ἰδίᾳ γαμετῇ
30καὶ χρήμασιν ἱκανοῖς φεύγει εἰς Ἰσαυρίαν κατά τι φρούριον ἰσχυ‐ ρὸν Οὐρβὰ καλούμενον, εἴς τε Σβίδην ἐκεῖθεν μετέστη * δι’ αἰτίαν
ταύτην μετὰ τῆς γυναικὸς Ἀρεάδνης, Ἴλλου καὶ Τροκούνδου πολιορ‐120

121

κούντων αὐτὸν εὐνοίᾳ τέως τῇ Βασιλίσκου. Βασιλίσκος δὲ ἐν τῷ Κάμπῳ ἀνηγορεύθη βασιλεύς, Μάρκον τε τὸν υἱὸν καίσαρα ἐποίησε καὶ Ζηνωδίαν τὴν ἑαυτοῦ γαμετὴν αὐγούσταν ἔστεψεν· καὶ εὐθέως κατὰ τῆς πίστεως παρετάξατο, Ζηνωδίας μάλιστα παρορμώσης αὐτὸν
5εἰς τοῦτο. Τιμόθεον δὲ τὸν Ἐλοῦρον ἀνεκαλέσατο διὰ τύπου, καὶ Πέτρον τὸν Κναφέα κρυπτόμενον ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων, καὶ ὅσοι ἄλλοι ἐχθροὶ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἐπαρρησιάζοντο κατὰ τῆς ἀληθείας. ὁ δὲ Ἐλοῦρος συναγαγὼν ἀτάκτους Ἀλεξανδρεῖς ἐνδημοῦντας ἐν Βυζαντίῳ, ἐκ τοῦ παλατίου λιτανεύων ἦλθεν εἰς
10τὴν ἐκκλησίαν ἐποχούμενος ὄνῳ. ἐλθὼν δὲ εἰς τὴν λεγομένην Ὀκτά‐ γωνον, πτωθεὶς συνετρίβη τὸν πόδα, καὶ μετ’ αἰσχύνης ἀνέστρεψεν. Βασιλίσκος δὲ τοῦτον εἰς Ἀλεξάνδρειαν μετὰ τύπων κατὰ τῆς συν‐ όδου ἐξέπεμψεν, καὶ Πέτρον Κναφέα εἰς Ἀντιόχειαν, κατὰ τῆς ἀλη‐ θείας ἐνισχύσας ἀμφοτέρους. Τιμόθεος δὲ ὁ Σαλοφακίαλος, ἐπίσκο‐
15πος Ἀλεξανδρείας, μαθὼν Τιμόθεον τὸν Ἐλοῦρον παραγενέσθαι ὑπεχώρησεν ἐν τοῖς μοναστηρίοις τοῦ Κανώπου, ὧν ἐγεγόνει καὶ τῆς ἀσκήσεως. πολλοὺς δὲ κακώσας ὁ Ἐλοῦρος Τιμόθεον βλάψαι οὐκ ἴσχυσε διὰ τὸ ὑπὸ πάντων ἀγαπᾶσθαι αὐτόν. εἰσερχομένῳ δὲ τῷ Ἐλούρῳ ἐν Ἀλεξανδρείᾳ ἐπεφώνουν τὸ αἰσχρὸν ἐκεῖνο οἱ σπου‐
20δασταὶ αὐτοῦ· “ἐψώμισας τοὺς ἐχθρούς σου, ὁ πάπας.” ὁ δὲ ἀνίε‐ ρος ἀντεφώνει. “ναί· ὄντως ἐψώμισα.” οὗτος ὁ δυσσεβὴς καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀνεθεμάτισεν. Ἰουλιανὸς δέ, ὁ ἐπίσκοπος Ἀντιοχείας, τέθνηκεν ἀπὸ λύπης τῶν γινομένων. Πέτρος δὲ ὁ Κνα‐ φεὺς καταλαβὼν τὸν θρόνον εἰς ἀναθέματα καὶ ταραχὰς ἐχώρησεν.
25ὅθεν φόνοι καὶ ἁρπαγαὶ διὰ τὴν προσθήκην τοῦ τρισαγίου γεγόνα‐ σιν. Βασιλίσκος δὲ τύπῳ γενικῷ τὴν ἐν Χαλκηδόνι σύνοδον ἐξέβα‐ λεν, καὶ Ἀκάκιον τὸν Κωνσταντινουπόλεως κελεύσας τὸ αὐτὸ ποιῆσαι. ἀλλ’ ἡ πόλις ἅπασα σὺν γυναιξὶ καὶ τέκνοις εἰς τὴν ἐκκλησίαν κατὰ Βασιλίσκου συνελθοῦσα τοῦτο ἐκώλυσεν. Ἀκάκιος δὲ μελανειμονήσας
30τὸν θρόνον καὶ τὸ θυσιαστήριον μελανοῖς ἠμφίασεν. Δανιὴλ δὲ ὁ
μέγας ἀποβὰς τοῦ στύλου δι’ ἔνθεον ζῆλον Ἀκακίῳ τέως καὶ τῷ λαῷ121

122

συνεκκλησίασεν. Περόζης δὲ ἐπεστράτευσε κατὰ τῶν Νεφθαλιτῶν Οὔννων, καὶ τρέψας αὐτοὺς ἐδίωκεν. αὐτοὶ δὲ ἐν στενοῖς τόποις τὴν φυγὴν ποιούμενοι κατ’ ὀλίγον ἐν τοῖς ὄρεσιν, δεξιᾷ τε καὶ ἀρι‐ στερᾷ ὑποχωροῦντες, ἐξοπίσω τούτων γενηθέντες ἀφυλάκτους αὐτοὺς
5ἀπέκλεισαν. στενωθεὶς δὲ Περόζης ᾐτεῖτο εἰρήνην. ὁ δὲ τῶν Νεφ‐ θαλιτῶν βασιλεὺς οὐ πρότερον τοῦτο ποιῆσαι, πρὶν πεσὼν τοῦτον προσκυνήσῃ καὶ ὅρκοις πληροφορήσῃ, μηκέτι κατὰ Νεφθαλιτῶν στρα‐ τεῦσαι. ὁ δὲ τῇ βίᾳ συνεχόμενος τοῦτο δρᾶσαι ἠναγκάσθη καὶ ἐν πολλῇ ἀτιμίᾳ ὑπέστρεψεν. ὅθεν μὴ φέρων τὴν αἰσχύνην πάλιν κατ’
10αὐτῶν ἐστράτευσε τοὺς ὅρκους ἀθετήσας. [Start of a diagram]Κόσμου ἔτη ͵εϡξηʹ. Τῆς θείας σαρκώσεως ἔτη υξηʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. βʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. κδʹ.
15Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ληʹ. Ἀλεξανδρείας ἐπίσκ. Τιμόθεος ὁ Ἐλοῦρος ἔτη βʹ. αʹ. Ἀντιοχείας ἐπίσκ. Πέτρος ὁ Κναφεὺς ἔτη γʹ. βʹ.[End of a diagram]
21Τούτῳ τῷ ἔτει τοῦ κλήρου καὶ τῶν μοναχῶν Κωνσταντινουπό‐ λεως ὑπερμαχούντων τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου, φοβηθεὶς Ἀκάκιος τὰ πλήθη ὁμοφρονεῖν αὐτοῖς ὑπεκρίνατο· ὅθεν ἐπὶ ἄμβωνος κατὰ Βασιλίσκου καὶ Ζήνωνος προσεφώνει. Βασιλίσκος δὲ μαθὼν
25ταῦτα καὶ φοβηθεὶς τὸ θερμὸν τοῦ λαοῦ τῆς πόλεως ἐξῆλθεν, κελεύσας τῇ συγκλήτῳ μηδένα συντυχεῖν Ἀκακίῳ· ἔμελλε γὰρ ὁ λαὸς ἐμπυρίζειν τὴν πόλιν. Δανιὴλ δέ, ὁ θαυμάσιος Στυλίτης, παραλαβὼν τοὺς μοναστὰς καὶ τοῦ λαοῦ τοὺς ζηλωτὰς ἐξῆλθε πρὸς Βασιλίσκον καὶ μετὰ πολλῆς παρρησίας αὐτῷ διελέχθη· ἀλλ’ οὐ προσήκατο
30αὐτούς. Τῷ δ’ αὐτῷ ἔτει Περόζης πάλιν ἐπιστρατεύσας πρὸς τοὺς
Λευκοὺς Οὔννους, τοὺς λεγομένους Νεφθαλίτας, ἀπώλετο πανστρατί.122

123

ὀρύξαντες γὰρ τάφρον βαθεῖαν καὶ καλάμους ἐπιθέντες καὶ γῆν ἐπι‐ χώσαντες ἔμειναν ἔνδον. ὀλίγους δὲ ὑπαντῆσαι τούτοις ἀποστείλαντες καὶ αὖθις εἰς φυγὴν τραπέντες καὶ καθ’ ἕνα τὰ στενὰ διαβάντες ὁμοῦ τοῖς ἄλλοις ἔφυγον. οἱ δὲ Πέρσαι μηδὲν δεινὸν ὑποπτεύσαντες
5ἀκρατῶς τούτους ἐδίωκον, καὶ πάντες ὁμοῦ σὺν τῷ Περόζῃ καὶ τοῖς αὐτοῦ παισὶν εἰς τὸ βάραθρον ἐμπεσόντες ἀπώλοντο. ὁ δὲ Περόζης αἰσθόμενος τοῦ δεινοῦ τὸν μάργαρον, ὃν αὐτὸς εἶχε λευκότατον καὶ μέγαν, εἰς ὑπερβολὴν ἔντιμον, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔρριψεν, ὅπως μή τις αὐτὸν ὀπίσω αὐτοῦ φορέσῃ, ἐπεὶ ἀξιοθέατος ὑπερφυῶς
10ἦν, οἷος οὔπω πρότερον ἑτέρῳ βασιλεῖ γέγονεν. οὕτω μὲν Περόζης διεφθάρη σὺν πάσῃ τῇ στρατιᾷ. ὅσοι δὲ Περόζῃ μὴ συστρατεύσαν‐ τες, Καβάδην βασιλέα εἵλαντο, τὸν Περόζου νεώτερον υἱόν. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι χρόνους δύο εἰς φόρου ἀπαγωγήν. Καβά‐ δης δὲ ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος κοινὰς τὰς γυναῖκας
15ἐνομοθέτησεν ἔχειν· ὅθεν οἱ Πέρσαι τοῦτον τῆς ἀρχῆς παρέλυσαν καὶ δήσαντες εἰς φυλακὴν ἀπέθεντο, Βλάσην δέ, τὸν καὶ Οὐαλᾶν, ἀδελφὸν Περόζου, βασιλέα ἐποίησαν διὰ τὸ μὴ εἶναι ἄλλον υἱὸν Περόζου. ἡ δὲ γυνὴ Καβάδου διηκόνει αὐτῷ ἐν τῇ φρουρᾷ. ὁ δὲ τῆς εἱρκτῆς ἄρχων ἤρξατο ἐρᾷν τῆς γυναικὸς εὐπρεποῦς οὔσης. ὁ
20δὲ Καβάδης παρεκάλεσε τὴν γυναῖκα ἐνδοῦναι τῷ ἀνθρώπῳ, εἴ πως δυνηθῇ ἐκφυγεῖν τοῦ φρουρίου. τούτου δὲ γενομένου, ἀκωλύτως ἡ γυνὴ πρὸς Καβάδην εἰσιοῦσα τοῦτον ἐθεράπευεν. φίλος δὲ Καβάδου τις, ὀνόματι Σεόσης, διὰ τῆς γυναικὸς τῷ Καβάδῃ ἐδήλου, ὅτι ἵππους τε καὶ ἄνδρας ἐμπαρασκεύους ἔχειν ἔν τινι χωρίῳ. ὁ δὲ Καβάδης,
25νυκτὸς ἐπιλαβούσης, πείθει τὴν γυναῖκα ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὐτοῦ ἱμάτια φορέσαι αὐτὴν καὶ ἐπὶ τῆς εἱρκτῆς καθ‐ έζεσθαι. οὕτω μὲν οὖν Καβάδης ἐξελθὼν τοῦ δεσμωτηρίου, τοὺς φύλακας διαλαθὼν πόρρω που τοῦ δεσμωτηρίου τῷ ἵππῳ ἐπιβὰς σὺν τῷ Σεόσῃ εἰς Οὔννους τοὺς Νεφθαλίτας ἀφίκετο. καὶ τούτῳ τὴν
30θυγατέρα ὁ βασιλεὺς γυναῖκα δίδωσιν, οὕτω τε στράτευμα πολὺ
τούτῳ δοὺς ἐπὶ Πέρσας συνέπεμψεν. οἱ δὲ φύλακες κατιδόντες τὴν123

124

γυναῖκα ὑπετόπαζον Καβάδην εἰς τὸ δεσμωτήριον εἶναι τοῖς ἱματίοις Καβάδου ἠμφιεσμένην ἐπὶ ἡμέρας ἱκανάς. ὁ δὲ Καβάδης σὺν τῷ Οὐννικῷ στρατῷ εἰς Περσίδα εἰσβαλὼν πόνῳ οὐδενὶ τήν τε βασι‐ λείαν ἐκράτησε καὶ Βλάσην, τὸν Οὐαλᾶν, ἐξετύφλωσε καὶ ἐν φυλακῇ
5εἶχεν, τὴν δὲ βασιλείαν ἀσφαλῶς διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος. ἐκράτησε δὲ μετὰ ταῦτα ἔτη ιαʹ. Περσῶν βασιλεὺς Οὐαλᾶς ἔτη δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ.
γʹ. αʹ. ηʹ. ϛʹ. αʹ. βʹ. γʹ.
10Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Τροκοῦνδος, οἱ πολιορκοῦντες Ζήνωνα, ὡς Βασιλίσκου τὰ ὑποσχεθέντα αὐτοῖς μὴ πληροῦντος, καὶ τῆς συγ‐ κλήτου βουλῆς βαρυνομένης τῇ ἀρχῇ Βασιλίσκου διὰ μοχθηρίαν τρόπων καὶ ἄνοιαν καὶ γραφούσης πρὸς αὐτούς, φιλιωθέντες τῷ Ζήνωνι ὅ τε Ἴλλος καὶ Τροκοῦνδος καὶ λαβόντες αὐτὸν ἐπὶ τὴν
15βασιλεύουσαν ἐπανήρχοντο. τοῦτο δὲ μαθὼν ὁ Βασιλίσκος Ἁρμάτιον, τὸν ἴδιον ἀνεψιόν, στρατηγὸν ὄντα τῆς Θρᾴκης, μετὰ πάσης τῆς στρατιᾶς αὐτοῦ καὶ τοῦ λαοῦ Κωνσταντινουπόλεως ἀπέστειλε κατὰ Ζήνωνος, ὁρκίσας αὐτὸν εἰς τὸ ἅγιον βάπτισμα μὴ προδοῦναι. ὁ δὲ Ἁρμάτιος συναντήσας τῷ Ζήνωνι κατὰ Νίκαιαν τῆς Βιθυνίας οὕτως.
20αὐτὸν κατέπληξεν, ὡς μικροῦ δεῖν ἀναστρέψαι μετὰ τῆς Ἰσαυρικῆς βοηθείας πάσης. ἀλλὰ δώροις τοῖς παρὰ Ζήνωνος καὶ οὗτος ὡς ἐπὶ πολὺ τυφλωθεὶς καὶ ὑποσχέσει ἀδιαδόχου στρατηλατίας, καὶ τὸν υἱὸν αὐτοῦ Βασιλίσκον καίσαρα ποιῆσαι καὶ συγκάθεδρον αὐτοῦ, σὺν αὐτῷ κατὰ Βασιλίσκου ἐπανῆλθεν. τοῦ δὲ Ζήνωνος σὺν Ἀρεάδνῃ
25τὴν βασιλεύουσαν καταλαβόντος, ἐδέχθη ὑπὸ τοῦ λαοῦ καὶ τῆς συγ‐ κλήτου. ὁ δὲ Βασιλίσκος ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ καὶ τὸν βασιλικὸν ἀποθέμενος στέφανον ἐν τῇ θείᾳ τραπέζῃ ἐν τῷ βαπτιστηρίῳ προσ‐ έφυγε σὺν Ζηνωδίᾳ, τῇ κακοδόξῳ αὐτοῦ γυναικί. ὁ δὲ Ζήνων κατα‐ λαβὼν εἰς τὴν ἐκκλησίαν παρεγένετο καὶ οὕτως εἰσῆλθεν εἰς τὰ βασί‐
30λεια. ἀποστείλας δὲ εἰς τὴν ἐκκλησίαν ἔλαβε τὸν Βασιλίσκον, δοὺς αὐτῷ λόγον μὴ ἀποκεφαλίζειν αὐτόν τε καὶ τὰ τέκνα αὐτοῦ· ὃν
ἀποστείλας εἰς Κουκουσὸν τῆς Καππαδοκίας ἀποκλεισθῆναι προσέταξεν124

125

εἰς ἕνα πύργον σὺν γυναιξὶ καὶ τέκνοις καὶ τῇ λιμῷ διαφθαρῆναι· τινὲς δέ φασιν, ὅτι ἀπαγόμενος ἀποσφάττεται. εὐθέως δὲ ἱππικὸν ποιήσας Βασιλίσκον, τὸν Ἁρματίου υἱόν, προβάλλεται ὁ Ζήνων καί‐ σαρα κατὰ τὰς ὑποσχέσεις, καὶ συνεκάθισε τῷ βασιλεῖ ἐν τῷ σένζῳ
5καὶ ἐτίμα τοὺς ἡνιόχους σὺν τῷ βασιλεῖ. ὁ δὲ Ζήνων ἀναλογισά‐ μενος, ὅτι “ὡς οὐκ ἐφύλαξεν Ἁρμάτιος πιστὰ τῷ Βασιλίσκῳ ὀμόσας, οὐδὲ ἐμοὶ φυλάξει· ἀλλ’ ἐὰν ἀνδρειωθῇ ὁ καῖσαρ, ὁ καὶ υἱὸς αὐτοῦ, ἐπαναστήσεταί μοι· ἐγὼ δὲ ἃ συνεθέμην αὐτῷ ἐπλήρωσα καὶ αὐτὸν ἐποίησα στρατηλάτην καὶ τὸν υἱὸν αὐτοῦ καίσαρα·” ἐκέλευσε σφα‐
10γῆναι αὐτὸν ὡς ἐπίορκον· καὶ ἐσφάγη εἰς τὸν κοχλίαν τοῦ παλατίου, ὡς ἀνήρχετο εἰς τὸ ἱπποδρόμιον, τὸν δὲ υἱὸν αὐτοῦ τὸν καίσαρα ἐχειροτόνησεν ἀναγνώστην· Ἀρεάδνη γὰρ αὐτὸν ὡς ἐξάδελφον δι‐ έσωσεν. ὃς μετὰ ταῦτα Κυζίκου ἐπισκόπησεν ἄριστα. ὁ δὲ Ζήνων Πέτρον τὸν Κναφέα ἀπεστράφη διὰ τὸ συντρέχειν αὐτὸν τῷ Βασι‐
15λίσκῳ. ψήφῳ δὲ τῆς ἀνατολικῆς συνόδου καθῃρέθη, καὶ ἀντ’ αὐτοῦ Ἰωάννης. ὁ μετὰ τρίμηνον ἐκβληθείς, καὶ μετ’ αὐτὸν Στέφανος ἀνὴρ εὐλαβὴς προεβλήθη Ἀντιοχείας ἐπίσκοπος. ὁ δὲ Πέτρος εἰς Πιτυοῦσ‐ σαν ἐξοριζόμενος, ἀπατήσας τοὺς ἀπάγοντας προσέφυγεν εἰς τὸν ἅγιον Θεόδωρον Εὐχαΐτων. Τιμόθεος δὲ ὁ Ἐλοῦρος ἐν τούτοις θνήσκει,
20ἀντ’ αὐτοῦ δὲ Πέτρος ὁ Μογγὸς εἰσάγεται, ἀνὴρ κακοῦργος καὶ τῆς ἀληθείας ἐχθρός, προκαθῃρημένος ἤδη· χειροτονεῖται δὲ ὑπὸ ἑνὸς ἐπισκόπου καὶ αὐτοῦ καθῃρημένου. τούτῳ κατὰ θεοῦ ζῆλον ἐπελ‐ θόντες οἱ μοναχοὶ λϛʹ μόνας ἡμέρας λῃστρικῶς κρατήσαντι τῆς ἐπι‐ σκοπῆς ἀπελαύνουσι καὶ Τιμόθεον πάλιν τὸν Σαλοφακίαλον ἀποκαθ‐
25ιστῶσιν ἀξίως τῷ θρόνῳ. Ἀλεξανδρείας ἐπίσκοπος πάλιν Τιμόθεος ὁ Σαλοφακίαλος ἔτη δʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη γʹ.
δʹ. βʹ. θʹ. ζʹ. βʹ. αʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐγένετο σεισμὸς φοβερὸς ἐν Κωνσταντινουπόλει
30μηνὶ Σεπτεμβρίῳ κεʹ, ἰνδικτιῶνι αʹ, καὶ ἔπεσον ἐκκλησίαι πολλαὶ οἰκίαι125

126

τε καὶ ἔμβολοι ἕως ἐδάφους, κατεχώσθη δὲ πλήθη ἀναρίθμητα ἀν‐ θρώπων· ἔπεσε δὲ καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ Φόρου καὶ ἡ στήλη τοῦ μεγάλου Θεοδοσίου, ἡ εἰς τὸν κίονα τοῦ Ταύρου, καὶ τὰ ἔσω τείχη ἐπὶ διάστημα ἱκανόν· καὶ ἐκράτησεν ὁ σεισμὸς χρόνον
5πολύν, ὥστε τὴν πόλιν ἐποζέσαι. Στέφανος δὲ ψήφῳ κοινῇ προ‐ βληθεὶς εἰς Ἀντιόχειαν ὑπὸ τῶν Πέτρου τοῦ Κναφέως ὁμοφρόνων ὡς Νεστοριανὸς πρὸς Ζήνωνα κατηγορήθη. ἀλλὰ τοῦτον ἀνατολικὴ σύνοδος εἰς Λαοδίκειαν συνελθοῦσα κελεύσει τοῦ βασιλέως ὡς ἀνεύ‐ θυνον τῷ θρόνῳ ἀπεκατέστησεν.
10Τῷ δ’ αὐτῷ ἔτει Θευδέριχος ὁ Τριαρίου, ὁ καὶ Στραβός, ἀδελ‐ φόπαις τῆς γαμετῆς Ἄσπαρος, τοῦ ὑπὸ Λέοντος ἀναιρεθέντος, ἐπανέστη τῷ Ζήνωνι μετὰ πλήθους βαρβάρων, οἰκειωθεὶς τῷ Βασιλίσκῳ καὶ στρατηγὸς ὑπ’ αὐτοῦ γεγονώς. μετὰ δὲ τὴν ἐπάνοδον Ζήνωνος εἰς τὴν Θρᾴκην ἐξελθὼν ἐκεῖθεν ἐπανέστη καὶ τὰ περὶ τὸ Βυζάντιον
15πάντα μέχρι τοῦ στομίου τοῦ Πόντου ληϊσάμενος, εἶτα καὶ μέλλων ὑπὸ τῶν οἰκείων προδίδοσθαι, αἰσθόμενος τῆς ἐνέδρας καὶ ἐπανελ‐ θὼν ἀναιρεῖ τοὺς τοῦτο βουλευομένους. τελευτᾷ δὲ αὐτὸς δόρατι περιπεσὼν πρὸ τῆς αὐτοῦ σκηνῆς ἑστῶτι αἰφνιδίως ἐν τῷ περιβαίνειν τὸν ἵππον.
20[Start of a diagram]Κόσμου ἔτη ͵εϡοαʹ. Τῆς θείας σαρκώσεως ἔτη υοαʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. εʹ. Περσῶν βασιλεὺς Οὐαλᾶς ἔτη δʹ. γʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ ιʹ.
25Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη δʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη γʹ. βʹ.[End of a diagram]
30Τούτῳ τῷ ἔτει Μαρκιανός, ὁ παῖς Ἀνθεμίου τοῦ κατὰ τὴν Ῥώμην βασιλεύσαντος, ἀνὴρ δὲ Λεοντίας, τῆς Βερίνης μὲν θυγατρός, ἀδελφῆς δὲ Ἀρεάδνης τῆς βασιλίδος, ἐπανίσταται κατὰ τὸ Βυζάντιον Ζήνωνι τῷ βασιλεῖ, ὡς μετὰ τὴν βασιλείαν Λέοντος γεννηθείσης Λεοντίας, τῆς αὐτοῦ γαμετῆς· ἡ γὰρ Ἀρεάδνη πρὸ τοῦ βασιλεῦσαι
35αὐτὸν ἐτέχθη. πολέμου δὲ κραταιοῦ μεταξὺ Ζήνωνος καὶ Μαρκιανοῦ
κροτηθέντος, νικᾷ Μαρκιανὸς κατὰ κράτος πάντας συνελάσας τοὺς126

127

περὶ Ζήνωνα εἰς φρουρὰν εἰς τὰ βασίλεια, συμμαχούντων αὐτῷ Ῥω‐ μύλου καὶ Προκοπίου τῶν ἀδελφῶν αὐτοῦ, καὶ μικροῦ δεῖν τὸ βασί‐ λειον κατέσχεν. ὀλιγωρήσας δὲ τῶν πραχθέντων καὶ εἰς δεῖπνα καὶ ὕπνον τραπεὶς πολλούς τε διὰ τῆς νυκτὸς ἀφαιρεθεὶς τῶν αὐτῷ
5συμμάχων ὑπὸ Ἴλλου μαγίστρου δώροις αὐτοὺς ὑποπείσαντος, ἐλατ‐ τοῦται τῇ μάχῃ κατὰ τὴν ἐφεξῆς τοσοῦτον, ὡς εἰς τὸ τῶν ἀποστόλων εὐκτήριον καταφυγεῖν καὶ ὑπὸ Ἀκακίου χειροτονηθῆναι πρεσβύτερον κατὰ κέλευσιν Ζήνωνος· καὶ ἐξορίζεται εἰς τὸ Παπυρίου καστέλλιν εἰς Καππαδοκίαν. Προκόπιος δὲ καὶ Ῥώμυλος, οἱ ἀδελφοὶ αὐτοῦ, τῇ
10νυκτὶ λουόμενοι εἰς τὸν Ζεύξιππον ἐχειρώθησαν ὑπὸ Ἴλλου, οἳ καὶ διαφυγόντες τὴν Ῥώμην κατέλαβον.
ϛʹ. δʹ. ιαʹ. θʹ. δʹ. γʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐβουλεύσατο Ἴλλος ὁ μάγιστρος τῷ βασιλεῖ Ζήνωνι, ὅπως Βερίναν, τὴν πενθερὰν αὐτοῦ, ἐκβάλῃ τῆς πόλεως.
15καὶ δόλῳ τινὶ πέμψας αὐτὴν εἰς Χαλκηδόνα μετ’ ὀλίγον δὲ εἰς τὸ Παπυρίου καστέλλιν ταύτην ἀπέστειλε συνδιάγειν Μαρκιανῷ καὶ Λεοντίᾳ τῇ ἰδίᾳ θυγατρί. ἡ δὲ ἔγραψε πρὸς τὴν ἰδίαν θυγατέρα Ἀρεάδνην παρακαλοῦσα ἀνακληθῆναι τῆς ἐξορίας· καὶ παρεκάλει ἡ βασίλισσα τὸν Ζήνωνα. ὁ δὲ ἔφη αὐτῇ· “αἴτησαι τὸν πατρίκιον
20Ἴλλον περὶ αὐτῆς.” ἡ δὲ μεταστειλαμένη ᾔτησεν αὐτὸν μετὰ δακρύων. ὁ δὲ οὐκ ἐπείσθη εἰπών· “ζητεῖς ἵνα ποιήσῃς καὶ ἄλλον βασιλέα. κατὰ τοῦ σοῦ ἀνδρός.” τότε θυμωθεῖσα Ἀρεάδνη εἶπε τῷ βασιλεῖ, ὅτι “ἢ Ἴλλος ἔχει εἶναι εἰς τὸ παλάτιον, ἢ ἐγώ·” καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, ὅτι “ἐγὼ σὲ θέλω. εἴ τι δύνῃ εἰς αὐτόν, ποίησον. ἡ δὲ
25κατεσκεύασε φονευθῆναι αὐτόν, καὶ κελεύει Οὐρβικίῳ κουβικουλαρίῳ προτρέψασθαί τινα τοῦ ἀνελεῖν τὸν Ἴλλον. καὶ ἀνερχομένου αὐτοῦ εἰς τὸν κοχλίαν τοῦ ἱππικοῦ, σχολάριος ὀνόματι Σπανίκιος ἐπιτραπεὶς κατὰ τῆς κεφαλῆς αὐτοῦ ἤγαγε τὸ ξίφος. προσεσχηκὼς δὲ τούτῳ ὁ σπαθάριος τοῦ μαγίστρου ἐδέξατο αὐτὸ εἰς τὸν βραχίονα αὐτοῦ, τὸ
30δὲ ἄκρον τοῦ ξίφους ἀπέτεμε τὸ ὠτίον τοῦ Ἴλλου τὸ δεξιόν. τοῦτον127

128

δὲ Ζήνων ἀναιρεῖ πείθων τὸν μάγιστρον Ἴλλον μὴ συνεγνωκέναι τὸ γεγονός, τῇ δὲ ἀληθείᾳ, ὅτι μὴ περιγέγονε τοῦ σκοποῦ. ἰαθεὶς δὲ τὴν πληγὴν ἐφόρει καμελαύκιον. καὶ ᾐτήσατο τὸν βασιλέα ἐπὶ τὴν ἀνατολὴν ἀπελθεῖν διὰ τὸ τοὺς ἀέρας ἀλλάξαι, ὅτι ἠσθένει ἐκ
5τῆς πληγῆς. ὁ δὲ βασιλεὺς θέλων αὐτὸν πληροφορῆσαι ἐποίησεν αὐτὸν στρατηγὸν τῆς ἑῴας ἁπάσης, δοὺς αὐτῷ ἐξουσίαν πᾶσαν, ὥστε καὶ δοῦκας ποιεῖν. ὁ δὲ παραλαβὼν μεθ’ ἑαυτοῦ τὸν πατρίκιον Λεόντιον, Σύρον τῷ γένει, ἄριστον δὲ κατὰ παιδείαν καὶ πολέμων ἐμπειρίαν ἡγούμενόν τε τῆς ἐν Θρᾴκῃ στρατιᾶς, καὶ σὺν αὐτῷ Μάρ‐
10σον καὶ Παμπρέπιον τὸν συγκλητικόν, τὸν ἐπὶ μαγγανείᾳ διαβαλλό‐ μενον· καὶ πλείστην ἁπλῶς περιβαλλόμενος δύναμιν, ἐν Ἀντιοχείᾳ ἐλθὼν τῆς Συρίας σαφῶς ἔδειξε τὴν τυραννίδα. Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἕτερος ὁ ῥιφεὶς εἰς τὸν Ὀρέντην ποτα‐
15μὸν ἔτος αʹ.
ζʹ. αʹ. ιβʹ. ιʹ. εʹ. δʹ. αʹ.
Τούτῳ τῷ ἔτει Στεφάνου τοῦ ἐπισκόπου Ἀντιοχείας κοιμηθέντος, Στέφανον ἕτερον ἀντ’ αὐτοῦ ἐχειροτόνησαν κελεύσει τοῦ βασιλέως Ζήνωνος, ὃν οἱ ἐχθροὶ τῆς πίστεως τῇ πρὸς τὸν Κναφέα εὐνοίᾳ ἐν
20τῇ κολυμβήθρᾳ τοῦ ἁγίου μάρτυρος Βαρλαὰμ καλάμοις ὀξυνθεῖσιν ἀποσφάξαντες εἰς τὸν Ὀρέντην ποταμὸν ἔρριψαν τῷ θυμῷ τὴν ἄνοιαν καθοπλίσαντες. Ζήνων δὲ διὰ τὰ τολμηθέντα εἰς Στέφανον ἐκέλευσεν Ἀκάκιον τὸν Κωνσταντινουπόλεως χειροτονῆσαι ἐπίσκοπον Ἀντιοχείας· καὶ ἐχειροτόνησε Καλανδίωνα. ἦσαν δὲ καὶ οἱ Ἀντιοχεῖς χειροτονή‐
25σαντες κατὰ ἄγνοιαν Ἰωάννην, τὸν λεγόμενον Κωδωνάτον, ὃν Καλαν‐ δίων εἰς Τύρον πρωτόθρονον Ἀντιοχείας μετενεθρονίασεν. Τῷ δ’ αὐτῷ ἔτει καὶ ἐν Ἀλεξανδρείᾳ Τιμόθεος ὁ Σαλοφα‐ κίαλος ἐτελεύτησεν, καὶ ἐχειροτονήθη Ἰωάννης ὁ Ταβεννησιώτης, ὅσιος ἀνὴρ καὶ τῶν ὀρθῶν δογμάτων ὑπέρμαχος, πρεσβύτερος ὢν
30καὶ οἰκονόμος τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας. ὁ δὲ πατρίκιος Ἴλλος σὺν Λεοντίῳ καὶ τοῖς λοιποῖς παραγίνεται εἰς τὸ Παπυρίου
καστέλλιν καὶ ἐξαγαγὼν Βερίναν τὴν αὐγούσταν εἰς Ταρσὸν τῆς128

129

Κιλικίας ἐποίησεν αὐτὴν στέψαι ἔξω τῆς πόλεως εἰς τὸν ἅγιον Πέτρον βασιλέα Λεόντιον τὸν πατρίκιον. καὶ ἔγραψεν ἡ δέσποινα Βερίνα σάκραν τοῖς Ἀντιοχεῦσι Σύροις εἰς τὸ δέξασθαι τὸν Λεόντιον βασι‐ λέα, καὶ πρὸς πάντας δὲ τοὺς τῆς ἀνατολῆς ἄρχοντας καὶ τῆς Αἰ‐
5γύπτου καὶ Λιβύης ἐποίησε σάκρας, ὥστε δέξασθαι Λεόντιον βασιλέα καὶ μὴ ἀντιστῆναι. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ὁ Ταβεννησιώτης ἔτη γʹ. Ἀντιοχείας ἐπίσκοπος Καλανδίων ἔτη δʹ.
ηʹ. βʹ. ιγʹ. ιαʹ. ϛʹ. αʹ. αʹ.
10Τούτῳ τῷ ἔτει καταλαβουσῶν τῶν σακρῶν τῆς δεσποίνης Βερίνης καὶ ἀναγνωσθεισῶν, ὧν ἡ περιοχὴ οὕτως “Βερίνα αὐγούστα τοῖς ἡμετέροις ἄρχουσι καὶ φιλοχρίστοις λαοῖς χαίρειν. ἴστε ὅτι τὸ βασί‐ λειον ἡμέτερόν ἐστιν, καὶ ὅτι μετὰ τὴν ἀποβίωσιν τοῦ ἐμοῦ ἀνδρὸς Λέοντος προεχειρισάμεθα βασιλέα Τρασκαλισσαῖον, τὸν μετακληθέντα
15Ζήνωνα, ὥστε τὸ ὑπήκοον ἐπιβελτιωθῆναι. ὁρῶντες δὲ νῦν τὴν πολιτείαν κατόπιν φερομένην ἐκ τῆς αὐτοῦ ἀπληστίας, ἀναγκαῖον ἐλογισάμεθα βασιλέα ὑμῖν στέψαι χριστιανὸν εὐσεβείᾳ καὶ δικαιοσύνῃ κεκοσμημένον, ἵνα τά τε τῆς πολιτείας περισώσῃ πράγματα καὶ τὸ πολεμικὸν ἡσύχως ἄξῃ. ἐστέψαμεν δὲ Λεόντιον τὸν εὐσεβέστατον
20βασιλέα Ῥωμαίων, ὃς πάντας ὑμᾶς προνοίας ἀξιώσει.” οἱ δὲ ἀπο‐ δεξάμενοι εὐφήμησαν τὸν Λεόντιον βασιλέα.
θʹ. γʹ. ιδʹ. ιβʹ. ζʹ. βʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Λεόντιος Λογγῖνον, τὸν ἀδελφὸν Ζή‐ νωνος, καὶ τὴν μητέρα αὐτοῦ ἐκ τοῦ καστελλίου ἀπέλυσαν. Βερίνα
25δὲ ἐκεῖ νοσήσασα ἐτελεύτησε καὶ μετὰ χρόνον ἀνεκομίσθη εἰς τὸ Βυζάντιον ὑπὸ Ἀρεάδνης. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ.
ιʹ. δʹ. αʹ. ιγʹ. ηʹ. γʹ. γʹ.
Τούτῳ τῷ ἔτει εἰσῆλθε Λεόντιος ἐν Ἀντιοχείᾳ ὡς βασιλεὺς
30μηνὶ Ἰουνίῳ κζʹ ἰνδικτιῶνι ζʹ, καὶ προεβάλετο ἔπαρχον πραιτωρίων Λιλιανόν, καὶ ἐξελθὼν ἐπολέμησε Χαλκίδι, πόλει αὐτοῦ. ὁ δὲ Ζήνων
Ἰωάννην τὸν Σκύθην ἀπέστειλε κατὰ Ἴλλου καὶ Λεοντίου μετὰ129

130

πλείστης δυνάμεως κατά τε γῆν καὶ θάλασσαν. πολέμου δὲ συρρα‐ γέντος σφοδροῦ, Ἴλλος τε καὶ Λεόντιος ἡττηθέντες εἰς τὸ Παπυρίου καστέλλιν ἔφυγον σὺν Παμπρεπίῳ μαγίστρῳ, γόητι λεγομένῳ εἶναι. τότε καὶ Τροκοῦνδον, τὸν ἀδελφὸν Ἴλλου, ἐπὶ συλλογῆς βαρβάρων
5ἀπιόντα Ἰωάννης συλλαβὼν ἀπέτεμεν. τοῦτον δὲ Ἴλλος καὶ Λεόν‐ τιος ἐπὶ τέσσαρα ἔτη φρουρούμενοι ἀνέμενον ἀπατώμενοι ὑπὸ Παμ‐ πρεπίου μαγίστρου τοῦ γόητος. ὅθεν τὴν τούτου ἀναίρεσιν μαθόντες Παμπρέπιον ὡς ἀπατεῶνα ἀποτεμόντες τοῦ τείχους κατεκρήμνισαν. Τῷ δ’ αὐτῷ ἔτει οἱ Πέτρου τοῦ Μογγοῦ σπουδασταὶ διὰ χρη‐
10μάτων καὶ φενακισμῶν ἔπεισαν Ζήνωνα ἐκβληθῆναι Ἰωάννην, τὸν ἐπίσκοπον Ἀλεξανδρείας, τὸν Ταβεννησιώτην, ὡς παρὰ γνώμην αὐτοῦ χειροτονηθέντα, καὶ Πέτρον τὸν Μογγὸν πάλιν εἰς Ἀλεξάνδρειαν ἀπὸ Εὐχαΐτων ὑποστρέψαι. τότε καὶ ἑνωτικὸν ἐποίησε Ζήνων καὶ πανταχοῦ ἐξέπεμψεν, ὑπὸ Ἀκακίου τοῦ Κωνσταντινουπόλεως ὑπαγο‐
15ρευθέν, ὥς φασί τινες. Πέτρῳ δὲ τῷ Μογγῷ πρὸ τῆς εἰς Ἀλεξάν‐ δρειαν ἐπανόδου ἐκέλευσε Ζήνων κοινωνῆσαι Σιμπλικίῳ τῷ Ῥώμης καὶ Ἀκακίῳ. ὅστις καὶ ἔγραψεν Ἀκάκιος τοῖς Ἀλεξανδρεῦσι δέξασθαι τὸν Μογγὸν καὶ Ἰωάννην ἀποβαλέσθαι. Ἰωάννης δὲ ἀκούσας τὴν Πέτρου παρουσίαν, τοῦ κλήρου σὺν τῷ λαῷ δεομένων αὐτοῦ μὴ
20ἐξελθεῖν ὡς ἑτοίμως ἐχόντων ὑπεραποθνήσκειν αὐτοῦ, ὁ δὲ τὰ μέλλοντα τολμᾶσθαι Πέτρῳ διανοούμενος σοφῶς καὶ ἀταράχως ἐξῆλθεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϡοζʹ. Τῆς θείας σαρκώσεως ἔτη υοζʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιαʹ.
25Περσῶν βασιλεὺς Καβάδης. ἔτη ιαʹ. εʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. θʹ. Ἀλεξανδρεία ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. αʹ.
30Ἀντιοχείας ἐπίσκοπος Καλανδίων ἔτη δʹ. δʹ.[End of a diagram]
32Τούτῳ τῷ ἔτει Θευδέριχος ὁ Οὐαλάμερος οὗ πολὺς ἐν βαρβά‐130

131

ροις τε καὶ Ῥωμαίοις λόγος ὡς ἀνδρείου τε καὶ προμηθοῦς καὶ οὐδὲ λόγων ἀμοίρου· κατὰ γὰρ τὸ Βυζάντιον ὁμηρεύσας ποτὲ τοῖς ἀρί‐ στοις τῶν διδασκάλων ἐφοίτησεν, τοῦ πατρὸς αὐτοῦ Οὐαλάμερος μετὰ τοὺς Ἀττίλα παῖδας ἡγησαμένου τῶν Γότθων ἐπὶ τῆς Λέοντος
5βασιλείας. τοῦτον οὖν ὁ Ζήνων ἐκ Θρᾴκης μετακαλεσάμενος εἰς τὸ Βυζάντιον καὶ ὕπατον ἀναδείξας καὶ Θρᾴκης ἡγούμενον, μετὰ Ἰωάννου τοῦ Σκύθου κατὰ τοῦ Ἴλλου ἐξέπεμψεν· ὃς καὶ μετὰ τὸ ἀποκλεισ‐ θῆναι Ἴλλον καὶ Λεόντιον εἰς τὸ Παπυρίου καστέλλιν καταλιπὼν Ἰωάννην πολιορκοῦντα αὐτοὺς αὐτὸς πρὸς Ζήνωνα ἦλθεν. καὶ ἐξελ‐
10θὼν ἐν τῇ Θρᾴκῃ καὶ σταρτοπεδευσάμενος ἐπέρχεται τῷ Βυζαντίῳ· καὶ μόνῃ φειδοῖ τῇ περὶ τὴν πόλιν, ὥς φασι, κρατηθεὶς ἐπανέρχεται εἰς τὴν Θρᾴκην καὶ προτραπεὶς ὑπὸ Ζήνωνος κατέρχεται εἰς Ἰταλίαν. καὶ Ὀδοάκρου μάχῃ μεγάλῃ κρατήσας τὸ ῥηγὸς ἐν Ῥαβέννῃ περιτί‐ θεται σχῆμα. ἐχειρώσατο δὲ καὶ ἄλλους πλείστους τῶν βαρβάρων,
15μάλιστα καὶ τοὺς Οὐανδήλους ὑπηγάγετο μηδὲ ὅπλα κατ’ αὐτῶν κινήσας, Γιζερίχου τελευτήσαντος ἤδη πρὶν ἢ ἐκεῖνον ἐλθεῖν εἰς Ῥώμην· ἐκράτησε δὲ καὶ Ῥώμης καὶ πάσης τῆς ἑσπερίου. Ἀντιοχείας ἐπίσκοπος μγʹ Πέτρος ὁ Κναφεὺς τὸ βʹ ἔτη γʹ.
ιβʹ. ϛʹ. γʹ. ιεʹ. ιʹ. βʹ. αʹ.
20Τούτῳ τῷ ἔτει οἱ τῆς ἀνατολῆς ἐπίσκοποι ἔγραψαν Ἀκακίῳ μέμψεις διὰ τὸ δέξασθαι τὸν Μογγὸν εἰς κοινωνίαν. ὁ δὲ μὴ προ‐ σχὼν αὐτοῖς πάντας ἀναιδῶς κοινωνεῖν τῷ Μογγῷ κατηνάγκαζεν. οἱ δὲ τῆς βασιλίδος καὶ τῆς ἑῴας ἐδεήθησαν Φίλικος μετὰ θάνατον Σιμπλικίου τοῦ Ῥώμης ἐπισκόπου σημαίνοντες Ἀκάκιον εἶναι αἴτιον
25τῶν κακῶν. ἐν οἷς καὶ Ἰωάννης ὁ Ἀλεξανδρείας τὰ αὐτὰ λέγων τὴν Ῥώμην κατέλαβεν. Φίλιξ δὲ σύνοδον ἐν τῷ ναῷ τοῦ κορυφαίου ἀποστόλου Πέτρου ποιήσας δύο ἐπισκόπους καὶ ἔκδικον ἔπεμψεν ἐν Κωνσταντινουπόλει, γράψας Ζήνωνι καὶ Ἀκακίῳ ἐκβαλεῖν Πέτρον τὸν Μογγὸν ὡς αἱρετικὸν τῆς Ἀλεξανδρείας.
30
ιγʹ. ζʹ. δʹ. ιϛʹ. ιαʹ. γʹ. βʹ. Τούτῳ τῷ ἔτει τῶν ἀπὸ Ῥώμης πεμφθέντων ἐν Ἀβύδῳ κρατη‐
θέντων γνώμῃ Ζήνωνος καὶ Ἀκακίου καὶ τῶν γραμμάτων ἀφαιρε‐131

132

θέντων καὶ ἐν φρουρᾷ βληθέντων, ἠπείλησε Ζήνων τούτους ἀνελεῖν, εἰ μὴ κοινωνῶσιν Ἀκακίῳ καὶ Πέτρῳ τῷ Μογγῷ. [Start of a diagram]Κόσμου ἔτη ͵εϡπʹ. Τῆς θείας σαρκώσεως ἔτη υπʹ.
5Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιδʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ηʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ιζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιβʹ.
10Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος μγʹ. Πέτρος ἔτη γʹ. γʹ.[End of a diagram]
13Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Λεόντιος μετὰ πολλοὺς πολέμους ἐπὶ τέσσαρα ἔτη φρουρούμενοι ἐν τῷ Παπυρίου καστελλίῳ ἐχειρώ‐
15θησαν προδοσίᾳ τοῦ ἀδελφοῦ τῆς γαμετῆς Τροκούνδου, δόλῳ πεμφ‐ θέντος ὑπὸ Ζήνωνος· καὶ ἀπετμήθησαν, καὶ αἱ κεφαλαὶ αὐτῶν ἐπέμφθησαν τῷ Ζήνωνι καὶ εἰσηνέχθησαν εἰς κοντοὺς ἐν τῷ ἱππικῷ κἀκεῖθεν ἐπάγησαν πέραν ἐν Συκαῖς πρὸς θρίαμβον. ὁ δὲ Ζήνων τῇ βουλῇ Ἀκακίου τοὺς κατὰ τὴν ἑῴαν ἐπισκόπους ἐβιάζετο ὑπο‐
20γράψαι τῷ ἑνωτικῷ καὶ κοινωνῆσαι Πέτρῳ τῷ Μογγῷ· τοὺς δὲ ἀποκρισιαρίους Φίλικος τοῦ Ῥώμης μεταχειρισάμενος καὶ χρήμασι δελεάσας Ἀκακίῳ κοινωνῆσαι παρὰ τὰ ἐνταλθέντα αὐτοῖς ἔπεισεν· καίτοι τῶν ὀρθοδόξων ἐκ τρίτου διαμαρτυραμένων αὐτοῖς, πρῶτον μὲν ἀγκίστρῳ περιθέντων σχοινίον, καὶ ἑνὸς αὐτῶν δημοσίᾳ ἐξαρ‐
25τησάντων· δεύτερον δὲ τὴν βίβλον ἐνέβαλον· καὶ τρίτον κοφίνῳ λαχάνων ἐνέθηκαν. Φίλιξ δὲ μαθὼν τὰ ὑπὸ τῶν ἀποκρισιαρίων αὐτοῦ πραχθέντα καθῇρεν αὐτοὺς γράψας Ἀκακίῳ καθαίρεσιν. ὁ δὲ ταύτην ἐπιφερόμενος διαδρὰς τοὺς ἐν Ἀβύδῳ κατέλαβε τὴν Δίου μονήν. οἱ δὲ τῆς Δίου μοναχοὶ τῇ κυριακῇ εἰς τὸ ἱερατεῖον ἐπέδωκαν
30Ἀκακίῳ τὴν ἐπιστολήν· οἱ δὲ περὶ Ἀκάκιον ἀνεῖλόν τινας τῶν ἐπι‐ δεδωκότων μοναχῶν, ἄλλους δὲ τιμωρήσαντες καθεῖρξαν. Ἀκάκοις δὲ ἀναισθήτως ἔσχε περὶ τὴν καθαίρεσιν καὶ τὸ ὄνομα Φίλικος ἐξῇρε
τῶν διπτύχων.132

133

Κωνσταντινουπόλεως ἐπίσκοπος Φραυΐτας μῆνας γʹ.
ιεʹ. θʹ. ϛʹ. αʹ. ιγʹ. εʹ. [γʹ].
Τούτῳ τῷ ἔτει Καλανδίων, ἐπίσκοπος Ἀντιοχείας, ἤγαγε τὸ λείψανον Εὐσταθίου τοῦ μεγάλου ἀπὸ Φιλίππων, ἔνθα καὶ ἐξόριστος
5ἐκοιμήθη ὁ ἅγιος· καὶ μετὰ πολλῆς τιμῆς ἀπὸ δέκα μιλίων ἡ πόλις Ἀντιοχέων ὑπήντησεν. οἱ δὲ ἀποσχίζοντες τῆς ἐκκλησίας διὰ τὸν ἅγιον ἡνώθησαν μετὰ ρʹ ἔτη τῆς κοιμήσεως αὐτοῦ. Ἀκακίου δὲ τελευτήσαντος Φραυΐτας τρίμηνον τῆς ἐπισκοπῆς κρατήσας ἔγραψε Φίλικι, ὡς αὐτῷ μὲν κοινωνεῖ, Πέτρῳ δὲ τῷ Μογγῷ οὐ κοινωνεῖ·
10τῷ δὲ Μογγῷ ἔγραψεν, ὡς αὐτῷ μὲν κοινωνεῖ, Φίλικα δὲ τὸν Ῥώμης ἀποστρέφεται. Φίλιξ δὲ τὰ ἴσα τὰ πρὸς τὸν Μογγὸν πεμφθέντα ἐδέ‐ ξατο παρὰ τῶν ὀρθοδόξων προλαβόντα, καὶ φθασάντων τῶν ἀπο‐ κρισιαρίων Φραυΐτα μετὰ τῶν συνοδικῶν ἀτίμως τούτους ὁ Φίλιξ ἀπέπεμψεν. τοῦ δὲ Φραυΐτα τελευτήσαντος, Εὐφήμιος, πρεσβύτερος
15καὶ πτωχοτρόφος Νεαπόλεως, τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως ἐκράτησε καὶ εὐθέως ἰδίαις χερσὶ τὸ ὄνομα τοῦ Μογγοῦ τῶν διπτύ‐ χων ἀπήλειψεν· καὶ οὕτως ἐκάθισεν εἰς τὸν θρόνον καὶ τὸ τοῦ Φίλικος τῆς Ῥώμης ἐνέταξεν. [Start of a diagram]Κόσμου ἔτη ͵εϡπβʹ.
20Τῆς θείας σαρκώσεως ἔτη υπβʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιϛʹ Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. αʹ.
25Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ Μογγὸς ἔτη ϛʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. αʹ.[End of a diagram]
29Τούτῳ τῷ ἔτει Πέτρος ὁ Μογγὸς ἀπέθανεν ἐν Ἀλεξανδρείᾳ,
30καὶ Ἀθανάσιος ἀντ’ αὐτοῦ ἐχειροτονήθη, ὁ ἐπίκλην Κηλίτης. Ζήνων δὲ ὁ βασιλεὺς ἀνεθεὶς τῶν τυράννων ἐξέβαλε τῆς ἐκκλησίας Ἀντιο‐
χέων Καλανδίωνα καὶ ἐξώρισεν εἰς Ὄασιν, Πέτρον δὲ τὸν Κναφέα133

134

κατέστησεν· Νέστορα δὲ 〈Ταρσοῦ, Κῦρον Ἱεραπόλεως, Ἰωάννην Κυρεστῶν〉, Ῥωμανὸν Χαλκηδόνος, Εὐσέβιον Σαμοσάτων, Ἰουλιανὸν Μομψουεστίας, Παῦλον Κωνσταντίνης, Μάνον Ἡμερίας καὶ Ἀνδρέαν Θεοδοσιουπόλεως, προφάσει μὲν τῆς πρὸς τοὺς τυράννους εὐνοίας,
5τῇ δὲ ἀληθείᾳ διὰ τὸ ἑνωτικὸν Ζήνωνος 〈μὴ δέξασθαι τῶν ἰδίων ἀπελαθῆναι προσέταξεν ἐκκλησιῶν〉. Πέτρος δὲ ὁ Κναφεὺς εἰσελθὼν εἰς Ἀντιόχειαν πολλὰ κακὰ πέπραχεν, ἀναθεματισμοὺς τῆς συνόδου καὶ ἐκβολὰς ἐπισκόπων ἀνεπιλήπτων ἀντεισαγωγάς τε καὶ χειροτονίας ἀθέσμους καὶ τὰ τούτοις ὅμοια. πρότερον δὲ τῷ τρισαγίῳ προσέθη‐
10κεν. “Χριστὲ βασιλεῦ ὁ σταυρωθεὶς δι’ ἡμᾶς.” Πέτρος δὲ πάλιν ἐλθὼν περιεῖλε τό, “Χριστὲ βασιλεῦ.” Ξεναΐας δέ, ὁ δοῦλος τοῦ Σατανᾶ, τὴν δεσποτικὴν εἰκόνα καὶ τῶν ἁγίων ἐδίδασκε μὴ δέ‐ χεσθαι. Πέρσης μὲν γὰρ ἦν τῷ γένει, δοῦλος δὲ τὴν τύχην, φυ‐ γὼν τοῦ ἰδίου δεσπότου ἐπὶ Καλανδίωνος τὰς περὶ Ἀντιόχειαν κώμας
15ἀνεστάτου ἀπὸ τῆς πίστεως, ἀβάπτιστος ὢν καὶ κληρικὸν ἑαυτὸν λέγων. τοῦτον Καλανδίων ἀπήλασεν, Πέτρος δὲ ὁ Κναφεὺς ἐπίσκο‐ πον Ἱεραπόλεως αὐτὸν χειροτονήσας Φιλόξενον μετωνόμασεν. μαθὼν δὲ ὕστερον ἀβάπτιστον αὐτὸν εἶναι ἀρκεῖν αὐτῷ τὴν χειροτονίαν ἀντὶ βαπτίσματος ἔφησεν. Εὐφήμιος δὲ ὁ ὀρθοδοξότατος Ἀναστά‐
20σιον σιλεντιάριον, τὸν κακῶς μετὰ ταῦτα βασιλεύσαντα, τῆς ἐκκλησίας ἐδίωκεν ὡς αἱρετικὸν καὶ ὁμόφρονα Εὐτυχοῦς, ὃν ὀχλοποιοῦντα ὁρῶν τὴν ἐν τῇ ἐκκλησίᾳ καθέδραν αὐτῷ ἀνέτρεψεν, ἀπειλήσας αὐτῷ, ὡς, εἰ μὴ παύσοιτο, ἀποκεῖραι τὴν κεφαλὴν αὐτοῦ καὶ τοῖς ὄχλοις αὐτὸν θριαμβεῦσαι. ἐνεκάλεσε δὲ καὶ Ζήνωνι καὶ τὴν κατ’
25αὐτοῦ ἐξουσίαν ἔλαβεν. Ζήνων δὲ ἠρώτησε Μαυριανόν, τὸν σο‐ φώτατον κόμητα, (ἦν γὰρ μυστικά τινα εἰδὼς καὶ προέλεγεν αὐτῷ) ὅτι, “τίς μετ’ ἐμὲ βασιλεύσει;” ὁ δὲ εἶπεν αὐτῷ, ὅτι “καὶ τὴν βα‐ σιλείαν σου καὶ τὴν γυναῖκά σου διαδέχεταί τις ἀπὸ σιλεντιαρίων.” 〈ὁ δὲ Ζήνων συνέσχε Πελάγιον τὸν ἀπὸ σιλεντιαρίων〉 πατρίκιον,
30[δὲ] γενόμενον ἄνδρα σοφὸν καὶ εὐσεβῆ καὶ συνετὸν καὶ ἐνάρετον,134

135

ὃν δημεύσας ἀδίκως καὶ εἰς φρουρὰν ἐμβαλὼν ὑπὸ τῶν φυλαττόν‐ των ἐκσκουβιτόρων ἀναιρεθῆναι προσέταξεν. τούτου δὲ γενομένου ἀκούσας ὁ ἔπαρχος Ἀρκάδιος ἐλοιδόρησε τὸν βασιλέα· καὶ ἀκούσας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν εἰσερχόμενον εἰς τὸ παλάτιον σφαγῆναι·
5ὁ δὲ ἔπαρχος μαθὼν τοῦτο προσέφυγε τῇ ἐκκλησίᾳ. καὶ ἐρρύσθη τοῦ πικροῦ θανάτου· τὸν δὲ οἶκον αὐτοῦ ἐδήμευσεν. [Start of a diagram]Κόσμου ἔτη ͵εϡπγʹ. Τῆς θείας σαρκώσεως ἔτη υπγʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. ιζʹ.
10Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. ιαʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. ηʹ. Κωνσταντιν. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. αʹ.
15Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. βʹ.[End of a diagram]
17Τούτῳ τῷ ἔτει τὰ συνοδικὰ Εὐφημίου Φίλιξ ἀπεδέξατο καὶ ὡς ὀρθοδόξῳ αὐτῷ προσετέθη, ἐπίσκοπον δὲ αὐτὸν οὐκ ἐδέξατο διὰ τὸ μὴ ἐκβαλεῖν τὸ ὄνομα Ἀκακίου ἐκ τῶν διπτύχων καὶ τοῦ μετ’
20αὐτὸν Φραυΐτα. Τῷ δ’ αὐτῷ ἔτει καὶ Πέτρος ὁ Κναφεὺς τέθνηκεν, καὶ προ‐ εβλήθη ἐπίσκοπος Παλλάδιος, πρεσβύτερος τῆς ἐν Σελευκείᾳ ἐκκλη‐ σίας τῆς ἁγίας πρωτομάρτυρος Θέκλης. συνεψηφίσθη δὲ Παλλαδίῳ καὶ Ἰωάννης ὁ Κωνσταντίνου καὶ Ἀναστάσιος σιλεντιάριος, ὁ κακῶς
25〈μετὰ ταῦτα〉 βασιλεύσας. ὁ δὲ Ζήνων ἐπαρθεὶς τῇ τῶν τυράννων ἀναιρέσει πρὸς δημεύσεις καὶ φόνους ἀδίκους χωρεῖ, [καὶ] πάντα ἄνθρω‐ πον αἰτιώμενος ὡς ἐκείνοις ἢ συμμαχήσαντα ἢ συμβουλεύσαντα τὴν ἐπίθεσιν. ἀναιρεῖ δὲ καὶ Κοττάϊν ἀλόγως, τὸν ἅμα Ἰωάννῃ τῷ Σκύθῃ πολιορκίᾳ περιγενόμενον Ἴλλου καὶ Λεοντίου, καὶ τὸν θαυμαστὸν
30καὶ περὶ ποίησιν ἐπῶν ἀξιόλογον Πελάγιον τὸν πατρίκιον, ὡς φρόνι‐ μον καὶ δίκαιον· καὶ ἐπὶ τούτοις τελευτᾷ Ζήνων ἐπιληψίᾳ κατα‐ σχεθεὶς καὶ ἐπὶ στόματος φέρων ἀπαύστως τὴν Πελαγίου προσηγο‐ ρίαν τοῦ παρ’ αὐτοῦ φονευθέντος ἀδίκως· παῖδα μὲν μὴ καταλιπών, Λογγῖνον δὲ τὸν ἀδελφόν, δὶς μὲν ὑπατεύσαντα καὶ τῆς συγκλήτου
35βουλῆς πάσης ἡγούμενον, ἀνόητον δὲ καὶ βαρὺν καὶ ἀκόλαστον ὄντα·135

136

ὃς καὶ πολλοὺς Ἰσαύρους ἐν Βυζαντίῳ ἔχων καὶ τὸν Λογγῖνον, τὸν μάγιστρον ὄντα καὶ φίλον αὐτοῦ, καὶ τούτοις θαρρήσας ἀπονητὶ τὴν βασιλείαν ἔχειν ᾤετο. τῆς δὲ Ἀρεάδνης καὶ τῆς συγκλήτου βουλῆς καὶ τοῦ στρατεύματος παντὸς Ἀναστάσιον τὸν σιλεντιάριον
5ἀναγορευσάντων βασιλέα, τῆς ἐλπίδος ὁ Λογγῖνος ἠστόχησεν. βα‐ σιλεύσας οὖν ὁ Ἀναστάσιος ἔγγραφον ἠπαιτήθη ὁμολογίαν παρὰ Εὐφημίου πατριάρχου πρὸς τὸ μὴ σαλεῦσαί τι τῆς ἐκκλησίας καὶ τῆς πίστεως, ἀνάξιον αὐτὸν ἀποκαλῶν τῶν Χριστιανῶν καὶ τῆς βα‐ σιλείας. βιαζομένης δὲ αὐτὸν τῆς βασιλίδος Ἀρεάδνης καὶ τῆς συγκλή‐
10του, ἔλαβεν αὐτοῦ τὸ ἰδιόχειρον, ὡς ἀποδέχεται εἰς ὅρον πίστεως τὰ δόγματα τῆς ἐν Χαλκηδόνι συνόδου. καὶ οὕτω στεφθεὶς [ὑπ’ αὐτοῦ] Ἀρεάδνην ἄγεται εἰς γάμον, οὔπω πρότερον γαμετῇ συνοι‐ κήσας. Μανιχαῖοι δὲ καὶ Ἀρειανοὶ ἔχαιρον ἐπὶ Ἀναστασίῳ, Μανι‐ χαῖοι μὲν ὡς τῆς μητρὸς τοῦ βασιλέως ζηλωτρίας οὔσης καὶ προσ‐
15φιλοῦς αὐτῶν, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον, τὸν θεῖον αὐτοῦ, ἀδελ‐ φὸν τῆς αὐτῆς κακόφρονος μητρός, ὁμόδοξον ἔχοντες. τοῦτο δὲ τὸ ἔτος, ἐν ᾧ Ζήνων τέθνηκε καὶ Ἀναστάσιος ἐβασίλευσεν, ἀπὸ Ἀδὰμ μὲν κατὰ Ῥωμαίους ͵εϡϙθʹ, κατὰ δὲ τὸν ἀκριβῆ καὶ ἀληθινὸν ψῆφον Ἀλεξανδρέων ͵εϡπγʹ, ἀπὸ δὲ τῆς ἀρχῆς Διοκλητιανοῦ σζʹ,
20τῆς δὲ θείας σαρκώσεως υπγʹ, ἰνδικτιῶνος ιδʹ. ἐστέφθη δὲ Ἀναστά‐ σιος τῇ προγεγραμμένῃ ιδʹ ἰνδικτιῶνι, μηνὶ Ἀπριλλίῳ ιδʹ, ἡμέρᾳ πέμπτῃ τῇ μεγάλῃ τοῦ πάσχα ἐν τῷ καθίσματι τοῦ ἱπποδρομίου. [Start of a diagram]Κόσμου ἔτη ͵εϡπδʹ. Τῆς θείας σαρκώσεως ἔτη υπδʹ.
25Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. αʹ. Περσῶν βασιλεὺς ὁ Περόζου παῖς Ζάμασφος ἔτη δʹ. αʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. ιϛʹ.
30Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. βʹ.
Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. γʹ.[End of a diagram]136

137

Τούτῳ τῷ ἔτει βασιλεύσαντος Ἀναστασίου τοῦ Δοραχιτιανοῦ τοῦ Δικόρου, ἐστασίασε κατ’ αὐτοῦ Λογγῖνος, ὁ Ζήνωνος ἀδελφός, ὃν χειρωσάμενος ἐπ’ Αἴγυπτον πέμπει ἐξόριστον ἐν Ἀλεξανδρείᾳ καὶ ἐκέλευσε χειροτονηθῆναι αὐτὸν πρεσβύτερον. ἑπταετίαν δὲ ἐπι‐
5βιοὺς ἐν Ἀλεξανδρείᾳ ἐτελεύτησεν. ὑποψίαν δὲ ἔχων καὶ περὶ Λογγῖνον τὸν μάγιστρον ὁ βασιλεὺς καὶ τοὺς ἐπιδημοῦντας Ἰσαύ‐ ρους παύει τὸν Λογγῖνον τοῦ μαγιστρίου. Πέτρου δὲ τοῦ Κναφέως ἐν Ἀντιοχείᾳ ὄντος ἐκ τῆς ἐξορίας ἐπανελθεῖν εἰς τὸν ἴδιον θρόνον [δυσωποῦντος,] ὁ βασιλεὺς τῆς ἐξορίας μὲν τοῦτον ἀνεκαλέσατο, εἰς
10δὲ Ἀντιόχειαν ἀπελθεῖν οὐ κατεδέξατο, Παλλάδιον δὲ χειροτονηθῆναι ἐν Ἀντιοχείᾳ ἐποίησεν. Εὐφήμιος δὲ ὁ Κωνσταντινουπόλεως συναγα‐ γὼν τοὺς ἐνδημοῦντας ἐπισκόπους τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐκύρωσεν. Ἰωάννης δὲ ὁ Ταβεννησιώτης ἐν Ῥώμῃ ὢν ἤκουσεν ὅτι Ἀναστάσιος ἐβασίλευσεν, καὶ ἦλθεν εἰς τὸ Βυζάντιον ἀγαθὰς
15ἀμοιβὰς ἐλπίζων παρ’ αὐτοῦ, ἀνθ’ ὧν ἦν ἐν Ἀλεξανδρείᾳ πεποιηκὼς αὐτῷ οἰκονομίαν, ὃν καὶ γυμνὸν ἀπὸ ναυαγίου δεξάμενος καὶ συγκρο‐ τήσας οὕτως, ὡς ἀναίσθητον αὐτὸν ποιῆσαι τῆς συμφορᾶς. Ἀνα‐ στάσιος δὲ ἀκούσας, ὅτι παρεγένετο, ἀγνωμοσύνῃ πολλῇ τοῦτον ἐξορισθῆναι προσέταξε μηδ’ ὅλως αὐτὸν δεξάμενος. Ἰωάννης δὲ
20τοῦτο προγνοὺς ἐπὶ Ῥώμην φεύγων διεσώθη. Ῥώμης ἐπίσκοπος Γελάσιος ἔτη εʹ.
βʹ. βʹ. αʹ. δʹ. ιζʹ. γʹ. δʹ.
Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς τοὺς ἐν Κωνσταν‐ τινουπόλει Ἰσαύρους διὰ πολλὰς ἀτοπίας ἐδίωξεν, οἳ ἐξελθόντες τυ‐
25ραννίδα ἐμελέτησαν. Λογγῖνος δὲ ὁ ἀπὸ μαγίστρων συλλαβὼν τού‐ τους τε καὶ ἄλλην δύναμιν βαρβάρων καὶ λῃστῶν ὡς ιεʹ μυριάδας, ὅπλων τε καὶ χρημάτων εὐπορίᾳ θαρρῶν ἐν Ἰσαυρίᾳ παρὰ Ζήνωνος τεθειμένων, παραγίνεται εἰς τὴν τῶν Ἰσαύρων χώραν, ἐνδεδωκότος τοῦ βασιλέως τὴν ἔξοδον, καίτοιγε ὑποτοπάζοντος τὴν ἐπίθεσιν.
30παραχρῆμα δὲ ἐπανίσταται καὶ μέχρι Φρυγίας καὶ τοῦ Κοτυαείου137

138

χωρεῖ, πόλεις τε πολλὰς ληϊζόμενος, πλὴν οὐκ αὐτὸς ἡγούμενος τοῦ στρατεύματος. Νινίλιγγις γὰρ ἦν, ὁ τῆς Ἰσαυρίας ἡγεμὼν ἐπὶ Ζήνωνος καταστάς, ἀνὴρ θρασύτατος, καὶ Ἀθηνόδωρος, ἁπλούστα‐ τος ἄνθρωπος, εἷς τῶν συγκλητικῶν, καὶ Κόνων, ὁ τῆς Ἀπαμείας
5ἐπίσκοπος, καταλιπὼν μὲν τὸν θρόνον, εἰς ὁπλίτην δὲ καὶ στρατη‐ γὸν ἐξ ἱερέως μεταταξάμενος. τούτοις ἀνθίστησι στράτευμα Ῥω‐ μαϊκὸν Ἀναστάσιος, ἡγουμένου ὄντος Ἰωάννου τε τοῦ Σκύθου, τοῦ τὴν Ἴλλου καὶ Λεοντίου τυραννίδα καθελόντος, καὶ Ἰωάννου τὸ ἐπίκλην Κυρτοῦ, ἀμφοτέρων τοῦ Θρᾳκῴου στρατεύματος ἡγουμένων
10καὶ Διογένους (οὗτοι κόμητες σχολῶν ἐτύγχανον ὄντες) καὶ ἑτέρων τινῶν ἐπαινετῶν ἀνδρῶν. μάχης δὲ περὶ τὸ Κοτυάειον γενομένης, Νινίλιγγις μὲν ὁ στρατηγὸς ἀποσφάττεται, μικροῦ δὲ τὸ πλεῖστον Ἰσαυρικὸν ἀπολλύμενον μόλις ἐπὶ τὰ σφέτερα διεσώθη. καὶ εἰ μὴ περὶ τὰ σκῦλα τοῖς Ῥωμαίοις γέγονε σχολή, τελείως ἂν ἐκράτησαν
15τοῦ πολέμου. ἀλλ’ ἐκείνων ἐν τούτοις ἀποσφαλέντων, φρουρίου τινὸς ἐπὶ τῆς ἄκρας τοῦ Ταύρου κρατήσαντες οἱ Ἴσαυροι τρίτον ἔτος ἤρκεσαν πολεμοῦντες ὠχυρωμένοι τῇ θέσει τῶν ὑπὲρ τοῦ Ταύ‐ ρου πολισμάτων τε καὶ φρουρίων.
γʹ. γʹ. βʹ. εʹ. ιηʹ. δʹ. εʹ.
20Τούτῳ τῷ ἔτει ληφθείσης Κλαυδιουπόλεως ὑπὸ Διογένους τῆς μεταξὺ τῶν δύο Ταύρων ἐν πεδίῳ κειμένης, οὐκ ἐνεγκόντες οἱ Ἴσαυροι καταβαίνουσι τοῦ Ταύρου καὶ ἐπὶ πολὺ πολιορκοῦσι τὸν Διογένην, ὡς καὶ λιμῷ κινδυνεῦσαι καὶ φθαρῆναι τὸ στράτευμα. πλὴν Ἰωάννης ὁ Κυρτὸς ὑπερβὰς τὰ στενὰ τοῦ Ταύρου καὶ τοὺς
25φύλακας ἑλών, αἰφνιδίως αὐτοῖς ἐπιστὰς διέφθειρε τὸ στράτευμα τῶν πολιορκούντων, ἐπεξελθόντος καὶ Διογένους. τότε καὶ Κόνων ὁ ἐπίσκοπος πληγεὶς μετὰ βραχὺ τελευτᾷ, καὶ γίνεται τοῖς Ῥωμαίοις αὕτη δευτέρα καὶ μεγίστη νίκη. Τῷ δ’ αὐτῷ ἔτει Ζαμάσφης, ὁ υἱὸς Περόζου βασιλέως Περσῶν,
30ἐξεώσας Καβάδην ἐκράτησεν ἔτη δʹ ἐκ τῶν αὐτοῦ τῆς βασιλείας τῶν Περσῶν. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ.
δʹ. δʹ. γʹ. ϛʹ. αʹ. εʹ. ϛʹ.138

139

Τούτῳ τῷ ἔτει Λογγῖνός τις, ὁ λεγόμενος Σελινούντιος, τὴν Ἀντιόχειαν τῆς Ἰσαυρίας οἰκῶν ἐπί τινος ὄρους κειμένην ὑψηλοῦ κατὰ τὴν μεσημβρινὴν τῆς χώρας θάλασσαν εἰσῆγε τοῖς Ἰσαύροις ὁλκάσι πολλαῖς ἐμπορευόμενος πανταχόθεν τὰ τρόφιμα, καὶ ἐν ταύ‐
5ταις ταῖς δυσχωρίαις διῆγον Λογγῖνος ὁ μάγιστρος καὶ Ἀθηνόδω‐ ρος. ἀποκαμὼν δὲ ὁ βασιλεὺς ἐν τῷ χρονίζειν τὸν πόλεμον ἐθάρ‐ ρησεν Εὐφημίῳ τῷ ἐπισκόπῳ, ὡς εἰρήνης ἐφίεται, καὶ συνάξαι τοὺς ἐνδημοῦντας ἐπισκόπους προσέταξε παρακαλέσοντας δῆθεν περὶ τῶν Ἰσαύρων. Εὐφήμιος δὲ τὸ μυστήριον ἐξήγαγε πρὸς Ἰωάννην πα‐
10τρίκιον, πενθερὸν Ἀθηνοδώρου τοῦ ἐξάρχου τῆς τυραννίδος. ὁ δὲ δραμὼν τῷ βασιλεῖ ἀπήγγειλεν, ὅπερ εἰς ἀδιάλλακτον ἔχθραν κατ’ Εὐφημίου τὸν βασιλέα Ἀναστάσιον ἤγειρεν. ὅθεν 〈καὶ〉 τὰς τῶν Ἰσαύρων ἐπιβουλὰς Εὐφημίῳ ἐπέγραφεν. Εὐφημίῳ δέ τινες ἐπι‐ βουλεύοντες ὑπέθεντό τινι πρὸ τοῦ Μαρτυρίου ξίφος ἐλάσαι κατὰ
15τῆς κεφαλῆς αὐτοῦ. Παῦλος δέ, ὁ ἔκδικος τῆς ἐκκλησίας, ὑπερ‐ ωμίας ὢν τὴν πληγὴν κατὰ τῆς κεφαλῆς ἐδέξατο καὶ ἐκινδύνευσεν· τὸν δὲ ἐπίβουλον τῇ λεγομένῃ σειρᾷ ἀνεῖλεν. πάλιν ἐν τῇ συνάξει τοῦ ὄρους ἐνήδρευσαν ἀνελεῖν Εὐφήμιον, ὃς ἰδιωτικῷ σχήματι δια‐ φυγὼν ἐσώθη. Ἀναστάσιος δὲ ὁ βασιλεὺς τὴν ὁμολογίαν αὐτοῦ
20παρὰ Εὐφημίου μετὰ βίας ἀφείλατο. [Start of a diagram]Κόσμου ἔτη ͵εϡπηʹ. Τῆς θείας σαρκώσεως ἔτη υπηʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. εʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. αʹ.
25Ῥώμης ἐπίσκοπος Γελάσιος ἔτη εʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Εὐφήμιος ἔτη ζʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη ζʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος ἔτη ιʹ. ζʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει Ἰωάννης ὁ Σκύθης πολιορκῶν παρέλαβε τόν τε Λογγῖνον, τὸν ἀπὸ μαγίστρων, καὶ Λογγῖνον τὸν Σελινούντιον καὶ
Ἀθηνόδωρον καὶ τοὺς λοιποὺς τυράννους. καὶ τούτους ἀποτεμὼν139

140

τὰς κεφαλὰς αὐτῶν εἰς τὸ Βυζάντιον ἔπεμψεν Ἀναστασίῳ τῷ βασιλεῖ. Ἀναστάσιος δὲ ἱππικὸν ἐπιτελέσας τὰς κεφαλὰς τῶν τυράννων καὶ τοὺς πεμφθέντας δεσμίους τῶν Ἰσαύρων ἐθριάμβευσεν, καὶ ἐπὶ σκολόπων ἐν Συκαῖς ταύτας ἀναρτήσας πᾶσιν ἐδημοσίευσεν, τὸ δὲ
5πλῆθος τῶν Ἰσαύρων εἰς τὴν Θρᾴκην μετῴκισεν. Ἰωάννην δὲ τὸν Σκύθην καὶ τὸν ἕτερον Ἰωάννην τὸν Κυρτὸν ὑπατείας καὶ τιμῆς ἠξίωσε μεγάλης· Εὐφημίῳ δὲ τῷ ἐπισκόπῳ ἐδήλωσε δι’ Εὐσεβίου μαγίστρου· “αἱ εὐχαί σου, ὁ μέγας, τοὺς φίλους σου ἠσβόλωσαν. συναγαγὼν δὲ ὁ βασιλεὺς τοὺς ἐνδημοῦντας ἐπισκόπους κατὰ Εὐφη‐
10μίου ἐνεκάλει, οἳ καὶ χαριζόμενοι τῷ βασιλεῖ ἀκοινωνησίαν καὶ καθαί‐ ρεσιν αὐτοῦ ἐψηφίζοντο. προχειρίζεται δὲ ὁ βασιλεὺς Μακεδόνιον ἐπίσκοπον Κωνσταντινουπόλεως, σκευοφύλακα ὄντα 〈τότε τῆς αὐτῆς ἐκκλησίασ〉. ὁ μέντοι λαὸς διὰ τὸν Εὐφήμιον ἐστασίαζεν· καὶ εἰς τὸ ἱπποδρόμιον ἔδραμον λιτανεύοντες, ἀλλ’ οὐδὲν ὀνῆσαι ἴσχυσαν,
15τοῦ βασιλέως κακῶς νικᾷν σπεύδοντος. Μακεδόνιος δὲ κακῶς πεισθεὶς Ἀναστασίῳ ὑπέγραψε τῷ ἑνωτικῷ Ζήνωνος. Κωνσταντινουπόλεως ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ.
ϛʹ. βʹ. εʹ. αʹ. βʹ. ζʹ. ηʹ.
Τούτῳ τῷ ἔτει Εὐφήμιον Ἀναστάσιος εἰς Εὐχάϊτα ἐξόριστον
20ἀπέστειλεν. ὁ δὲ λόγον ᾔτησε διὰ Μακεδονίου λαβεῖν, ἀνεπιβού‐ λευτον μεῖναι ἐν τῷ ἀπάγεσθαι. ἐπιτραπεὶς δὲ Μακεδόνιος δοῦναι τὸν λόγον, εἰσερχόμενος ἐν τῷ βαπτιστηρίῳ πρὸς τὸν Εὐφήμιον ἀφελεῖν ἀπ’ αὐτοῦ τὸ ὠμόφορον τῷ ἀρχιδιακόνῳ προσέταξεν, καὶ οὕτω λιτὸς πρὸς Εὐφήμιον εἰσελθὼν δανεισάμενός τε χρήματα δέ‐
25δωκεν Εὐφημίῳ, ὡς παρὰ πολλῶν ἐπαινεθῆναι κατὰ τοὺς δύο τρόπους. ἀσκητικὸς γὰρ ἦν καὶ ἱερός, ὡς ὑπὸ Γενναδίου τραφείς, οὗ καὶ ἀδελφιδὸς ὑπῆρχεν. Τῷ δ’ αὐτῷ ἔτει Ἀθανασίου, τοῦ ἐπισκόπου Ἀλεξανδρείας, τελευτήσαντος, ἐχειροτονήθη ἀντ’ αὐτοῦ Ἰωάννης ὁ Μονάζων, πρε‐
30σβύτερος καὶ οἰκονόμος, ὁ ἐπίκλην Ἡμοῦλα. Ῥώμης ἐπίσκοπος Ἀναστάσιος ἔτη βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ.
ζʹ. γʹ. αʹ. βʹ. γʹ. αʹ. θʹ.140

141

Τούτῳ τῷ ἔτει ἐπιδρομῆς τῶν λεγομένων Σκηνιτῶν Ἀράβων ἐν Εὐφρατησίᾳ γενομένης ἐν Βιθραψᾷ καλουμένῳ χωρίῳ πρώτῳ τῆς Συρίας, Εὐγενίου στρατηγοῦ τῶν ἐκεῖσε κατ’ αὐτῶν παραταξαμένου, ἀνδρὸς λόγῳ καὶ ἔργῳ σπουδαίου, ἐκράτησε τῆς μάχης. οἱ δὲ νικη‐
5θέντες Περσῶν ὑπόσπονδοι ἦσαν τῆς Νααμάνου τοῦ φυλάρχου φυλῆς. τότε καὶ Ῥωμανὸς τῆς ἐν Παλαιστίνῃ δυνάμεως ἄρχων, ἀνὴρ ἄριστος, εὐβουλίᾳ καὶ στρατηγίᾳ χειροῦται εἰς πόλεμον Ὤγα‐ ρον, τὸν τοῦ Ἀρέθα, τοῦ τῆς Θαλαβάνης ὀνομαζομένου παιδός, σὺν αἰχμαλώτων πλήθει πολλῷ. κατηγωνίσατο δὲ καὶ ἐφυγάδευσε πρὸ
10τῆς μάχης ἐκείνης ὁ Ῥωμανὸς καὶ ἕτερον Σκηνίτην, Γαβαλὰν ὀνό‐ ματι, καταδραμόντα τὴν Παλαιστίνην πρὸ τῆς αὐτοῦ παρουσίας. τότε καὶ τὴν νῆσον Ἰωτάβην, κειμένην ἐν τῷ κόλπῳ τῆς ἐρυθρᾶς θαλάσσης καὶ ὑποτελῆ φόροις οὐκ ὀλίγοις ὑπάρχουσαν βασιλεῖ Ῥω‐ μαίων, κατασχεθεῖσαν δὲ μεταξὺ ὑπὸ τῶν Σκηνιτῶν Ἀράβων, μά‐
15χαις ἰσχυραῖς ὁ Ῥωμανὸς ἠλευθέρωσεν, αὖθις τοῖς Ῥωμαίοις πραγ‐ ματευταῖς δοὺς αὐτονόμως οἰκεῖν τὴν νῆσον καὶ τὰ ἐξ Ἰνδῶν ἐκπορεύεσθαι φορτία, καὶ τὸν τεταγμένον βασιλεῖ φόρον εἰσάγειν.
ηʹ. δʹ. βʹ. γʹ. δʹ. βʹ. ιʹ. Τούτῳ τῷ ἔτει Μακεδόνιος γνώμῃ τοῦ βασιλέως ἑνῶσαι τὰ
20μοναστήρια τῆς βασιλίδος ἔσπευδεν ἀποσχίζοντα διὰ τὸ ἑνωτικὸν Ζήνωνος. ἀδυνατῶν δὲ τοῦτο ποιῆσαι συνεβούλευσε τῷ βασιλεῖ τοὺς ἐνδημοῦντας ἐπισκόπους συνελθεῖν καὶ τὰ ἐν Χαλκηδόνι καλῶς δογματισθέντα ἐγγράφως βεβαιῶσαι, ὅπερ καὶ γέγονε δι’ ἐγγράφου πράξεως. καὶ προετρέπετο τὰ μοναστήρια πρὸς ἕνωσιν, μάλιστα δὲ
25τὴν Δίου μονὴν καὶ Βασιανοῦ καὶ τῶν Ἀκοιμήτων καὶ Ματρώνης, ἅ τινα μᾶλλον καὶ ἀπέσχιζον τῶν δεχομένων τὸ ἑνωτικὸν Ζήνωνος καὶ ἐξορίας προθύμως ὑπέμενον. ἐνστάντων οὖν αὐτῶν, συνεῖδε
Μακεδόνιος τῇ προαιρέσει αὐτῶν καταλιπεῖν αὐτούς, ἢ διωγμὸν141

142

ἐγεῖραι κατ’ αὐτῶν. Ματρῶνα δὲ ἡ ὁσία ἔτι ζῶσα καὶ μὴ κοινω‐ νοῦσα σὺν ταῖς σὺν αὐτῇ ἀσκητρίαις διὰ τὸ ἑνωτικὸν Ζήνωνος πα‐ ράδοξα πολλὰ ἐνεδείξατο, Χρυσαορίου, διακόνου τῆς ἐκκλησίας, αὐτὴν ἀναγκάζοντος. καὶ ἄλλη δέ τις Σοφία καλουμένη ἐπίσημος
5ἐν μοναζούσαις πολλὰ παθοῦσα μεγάλην ὑπομονὴν ἐνεδείξατο. Θευδέριχος δὲ ὁ Ἄφρος διάκονον ἔχων ὀρθόδοξον πάνυ ἀγαπώμενον ὑπ’ αὐτοῦ, μεταθέμενον δὲ εἰς Ἀρειανισμόν, χαριζόμενον Θευδερίχῳ ἀρειανίζοντι, ἀπέτεμεν αὐτὸν ξίφει εἰπών· “εἰ τῷ θεῷ πίστιν οὐκ ἐφύλαξας, οὐδὲ ἐμοὶ φυλάξεις.” Παλλαδίου δὲ τοῦ ἐπισκόπου Ἀν‐
10τιοχείας τελευτήσαντος, Φλαβιανὸν πρεσβύτερον καὶ ἀποκρισιάριον τῆς ἐκκλησίας Ἀντιοχέων ὁ βασιλεὺς ἐψηφίσατο. φασὶ δὲ Φλαβιανὸν τοῖς ἐν Χαλκηδόνι δόγμασιν ἀντικεῖσθαι. Ὀλύμπιος δέ τις Ἀρειανὸς ἐν τῷ Ἑλενιανῶν βαλανείῳ λουόμενος, δεινῶς βλασφημήσας ἐλεεινῶς ἐν τῇ νεροφόρῳ τέθνηκεν· ὅπερ ἐν εἰκόνι ἐγράφη. Εὐτυχιανὸς δέ
15τις πρῶτος τῶν διαιταρίων δώροις πεισθεὶς ὑπὸ τῶν Ἀρειανῶν τὴν ἀνατεθεῖσαν εἰκόνα τοῦ Ὀλυμπίου καθεῖλεν· καὶ ἐξετάκη δεινῶς τὸ σῶμα ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἀπέθανεν. [Start of a diagram]Κόσμου ἔτη ͵εϡϙβʹ. Τῆς θείας σαρκώσεως ἔτη υϙβʹ.
20Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. θʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. εʹ. Ῥώμης ἐπίσκοπος Ἀναστάσιος ἔτη δʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Μαρτύριος ἔτη ηʹ. εʹ.
25Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. αʹ.[End of a diagram]
28Τούτῳ τῷ ἔτει Φῆστος, συγκλητικὸς Ῥώμης, ἀποσταλεὶς πρὸς Ἀναστάσιον διά τινας χρείας πολιτικὰς τὰς μνήμας τῶν ἁγίων ἀπο‐
30στόλων Πέτρου καὶ Παύλου πανηγυρικώτερον ἐπιτελεῖσθαι ᾐτήσατο,
ὃ καὶ κρατεῖ μέχρι νῦν. Μακεδόνιος δὲ πρὸς Ἀναστάσιον, ἐπίσκο‐142

143

πον Ῥώμης, συνοδικὰ διὰ Φήστου πέμψαι βουληθεὶς ἐκωλύθη παρὰ τοῦ βασιλέως.
ιʹ. ϛʹ. δʹ. εʹ. ϛʹ. δʹ. βʹ. Τούτῳ τῷ ἔτει Φῆστος ἀπερχόμενος ἐν Ῥώμῃ συνέθετο τῷ βα‐
5σιλεῖ Ἀναστασίῳ πείθειν Ἀναστάσιον τὸν πάπαν δέξασθαι τὸ ἑνω‐ τικὸν Ζήνωνος. τοῦτον δὲ οὐ κατέλαβε ζῶντα. ὑποφθείρας δὲ διὰ χρημάτων πολλοὺς ψηφίζεται παρὰ τὸ ἔθος Ῥωμαίων ἐπίσκοπον Λαυρέντιόν τινα, ὃς καὶ ἐχειροτονήθη ὑπὸ τοῦ ἑνὸς μέρους. οἱ δὲ ὀρθοδοξότεροι διαιρεθέντες χειροτονοῦσι Σύμμαχον ἕνα ὄντα τῶν
10διακόνων. ἔνθεν λοιπὸν ἀταξίαι πολλαὶ καὶ φόνοι καὶ ἁρπαγαὶ γε‐ γόνασιν ἐπὶ τρία ἔτη, ἕως οὗ Θευδέριχος ὁ Ἄφρος κρατῶν τηνικαῦτα Ῥώμης, καίπερ Ἀρειανὸς ὤν, σύνοδον κροτήσας τοπικήν, Σύμμαχον μὲν ἐπίσκοπον Ῥώμης ἐκύρωσεν, Λαυρέντιον δὲ εἰς Νοκέρειαν τὴν πόλιν ἐπισκοπεῖν προσέταξεν. ὁ δὲ μὴ ἡσυχάσας, ἀλλὰ στάσεις
15κινῶν ὑπὸ Συμμάχου καθαιρεῖται καὶ εἰς ἐξορίαν πέμπεται. καὶ οὕτω κατεπαύθη ἡ στάσις. Τῷ δ’ αὐτῷ ἔτει Ἀναστάσιος ἀνέστειλε τὸ χρυσάργυρον καὶ τὰ κυνήγια καὶ τὰς ἀρχὰς ὠνίους οὔσας δωρεὰν προεβάλλετο. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ.
20
ιαʹ. ζʹ. αʹ. ϛʹ. ζʹ. εʹ. γʹ.
Τούτῳ τῷ ἔτει γέγονε πάλιν Σαρακηνῶν ἐπιδρομὴ ἔν τε Φοινίκῃ καὶ Συρίᾳ καὶ Παλαιστίνῃ, μετὰ τὴν Ὠγάρου τελευτὴν Βαδιχαρίμου, τοῦ ἀδελφοῦ αὐτοῦ, δίκην θυέλλης ἐπιδραμόντος τοῖς τόποις, καὶ ὀξύτερον, ἤπερ ἐπέδραμεν, μετὰ τὴν λείαν ἐπαναδραμόντος, ὥστε
25μηδὲ ἐπιδιώξαντα Ῥωμανὸν καταλαβεῖν τοὺς ἐχθρούς. Τῷ δ’ αὐτῷ ἔτει καὶ οἱ καλούμενοι Βούλγαροι τῷ Ἰλλυρικῷ καὶ
Θρᾴκῃ ἐπιτρέχουσι καὶ ἐπανατρέχουσι πρὶν γνωσθῆναι αὐτούς.143

144

Ἱεροσολύμων ἐπίσκοπος ναʹ Σαλούστιος ἔτη ηʹ.
ιβʹ. ηʹ. βʹ. ζʹ. αʹ. ϛʹ. δʹ.
Τούτῳ τῷ ἔτει σπένδεται πρὸς Ἀρέθαν Ἀναστάσιος, τὸν Βαδι‐ χαρίμου καὶ Ὠγάρου πατέρα, τὸν τῆς Θαλαβάνης λεγόμενον, καὶ
5λοιπὸν πᾶσα ἡ Παλαιστίνη καὶ Ἀραβία καὶ Φοινίκη πολλῆς γαλήνης καὶ εἰρήνης ἀπήλαυον. ἐν Νεοκαισαρείᾳ δὲ μέλλοντος γίνεσθαι σεισμοῦ, στρατιώτης ὁδεύων ὡς δύο στρατιώτας ἐπ’ αὐτὴν εἶδε καὶ ὄπισθεν ἄλλον κράζοντα· “φυλάξατε τὸν οἶκον, ἐν ᾧ ἡ θήκη Γρηγορίου ἐστίν.” γενομένου δὲ τοῦ σεισμοῦ, τὸ πλεῖστον μέρος τῆς πόλεως
10ἐπτώθη πλὴν τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ. [Start of a diagram]Κόσμου ἔτη ͵εϡϙϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υϙϛʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιγʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. θʹ.
15Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. εʹ.[End of a diagram]
21Τούτῳ τῷ ἔτει Καβάδης, ὁ τῶν Περσῶν βασιλεύς, χρήματα ἀπαιτεῖ Ἀναστάσιον. ὁ δὲ Ἀναστάσιος, εἰ μὲν δανείσασθαι βούλοιτο, ἔγγραφον ὁμολογίαν ἔλεγε ποιῆσαι, εἰ δὲ ἄλλῳ τρόπῳ, μὴ διδόναι. ὅθεν παρασπονδήσας τὴν γενομένην πρὸς Θεοδόσιον τὸν νέον ἔμπροσ‐
25θεν εἰρήνην ἐπέρχεται μετὰ πλήθους πολλοῦ Περσικοῦ τε καὶ ἐπεισ‐ άκτου πρότερον μὲν Ἀρμενίαν καὶ λαμβάνει Θεοδοσιούπολιν. Κων‐ σταντίνου προδόντος αὐτήν, ἀνδρὸς συγκλητικοῦ τε καὶ Ἰλλυρίων ἄρξαντος ταγμάτων. εἶτα εἰς Μεσοποταμίαν ἐλθὼν Ἄμιδαν ἐπολιόρ‐ κει, Ῥωμαϊκοῦ στρατεύματος ἀξιολόγου μήπω τοῖς τόποις ἐνδημοῦντος,
30Ἀλυπίου δὲ μόνου βοήθειαν ἔχοντος ὀλίγην, ἀνδρὸς πανταχόθεν ἐπαινετοῦ καὶ φιλοσοφίας ἐραστοῦ, μάλιστα τὴν ἐνδεχομένην περί τε
τὴν φυλακὴν τῶν πόλεων καὶ τὰ ἀπόθετα τῶν τροφῶν ἐπιμέλειαν144

145

ποιουμένου. ᾤκει δὲ αὐτὸς ἐν Κωνσταντίνῃ, σταδίοις φζʹ κατὰ δύσιν ἀφεστώσης Νισίβης, * ὄσισοι καὶ ἡ Ἄμιδα πρὸς ἄρκτον. ἀλλὰ χρόνου τινὸς μεταξὺ ῥεύσαντος, καί τινων μερικῶν συμπλοκῶν Πέρσαις τε καὶ Ῥωμαίοις γενομένων, καθ’ ἃς ποτὲ μὲν ἐλάττους, ποτὲ δὲ ἐπι‐
5κρατέστεροι τῶν ἐθνῶν ἐν διαφόροις τόποις γεγόνεισαν οἱ Ῥωμαῖοι, τέλος Ἄμιδα προδίδοται τοῖς Πέρσαις, πολιορκηθεῖσα μὲν ὑπὲρ τοὺς τρεῖς μῆνας παρὰ τῶν βαρβάρων, προδοθεῖσα δὲ νύκτωρ ἐξ ἑνὸς τῶν πύργων ὑπὸ μοναχῶν φυλαττομένων. κλίμαξιν οἱ πολέμιοι χρη‐ σάμενοι καὶ οὕτως ἔσω τῆς πόλεως γεγονότες ληΐζονται πᾶσαν καὶ
10καθαιροῦσι καὶ πλοῦτον λαμβάνουσι πολύν, Κουάδου τοῦ βασιλέως ἐπὶ ἐλέφαντος εἰς αὐτὴν ἐλθόντος μετὰ τρίτην ἡμέραν τῆς προδοσίας καὶ πλοῦτον μὲν ἀφελομένου πολύν, Γλώνην δὲ καταλιπόντος τῇ πόλει φύλακα, Κουάδου εἰς Νισίβιν ἐπαναζεύξαντος τὴν πόλιν, καὶ τῆς Περσικῆς δυναστείας μεταξὺ Ἀμίδης καὶ Κωνσταντίας διατρι‐
15βούσης.
ιδʹ. ιʹ. δʹ. θʹ. γʹ. ηʹ. ϛʹ. Τούτῳ τῷ ἔτει στέλλεται παρὰ τοῦ βασιλέως Ἀναστασίου στρατιὰ Γότθων τε καὶ Βέσσων καὶ ἑτέρων Θρᾳκίων ἐθνῶν, στρατηγοῦντος τῆς ἕω καὶ ἐξαρχοῦντος αὐτῆς Ἀρεοβίνδου, τοῦ Δαγαλαΐφου παιδός,
20ὑπάτου γεγονότος ὀρδιναρίου, (τούτου πρὸς πατρὸς ἐγένετο πάππος Ἀρεόβινδος, ὁ κατὰ τὸν Θεοδοσίου τοῦ νέου χρόνον εὐδοκιμήσας κατὰ Περσῶν· ἐτέχθη δὲ Ἀρεόβινδος τῷ Δαγαλαΐφῳ ἀπὸ Γοδισθέας, τῆς Ἀρδαβουρίου θυγατρὸς τοῦ παιδὸς Ἄσπαρος, οὗ πρόσθεν ἐμνη‐
μονεύσαμεν) ἐπὶ δυναστείᾳ μεγάλῃ. συναπεστάλησαν δὲ τῷ Ἀρεοβίνδῳ145

146

καὶ ἕτεροι πλεῖστοι στρατηγοί, ὧν οἱ περιφανέστατοι Πατρίκιος ἦν καὶ Ὑπάτιος, ὁ Σεκουνδίνου καὶ τῆς ἀδελφῆς Ἀναστασίου τοῦ βασιλέως υἱός, καὶ Φαρισμάνης, ὁ Ζουνᾶ πατήρ, τὸ γένος Λαζός, καὶ Ῥωμανὸς ὁ προειρημένος ἐξ Εὐφρατησίας συναφθεὶς τῷ στρατεύματι,
5καὶ Ἰουστῖνος ὁ βασιλεύσας μετὰ ταῦτα, καὶ Ζήμαρχος καὶ ἕτεροί τινες, τῆς δυνάμεως συνελθούσης ἐν Ἐδέσῃ, πόλει τῆς Ὀσροηνῆς, καὶ Σαμοσάτοις, πόλει τῆς Εὐφρατησίας. καὶ οἱ μὲν περὶ Ὑπάτιον καὶ Πατρίκιον ἠσχολοῦντο τὴν Ἄμιδαν ἐλευθερῶσαι τῆς Περσικῆς φυλακῆς, Ἀρεόβινδος δὲ μετὰ Ῥωμανοῦ καὶ Ἀσουάδου τοῦ φυλάρχου
10καί τινων ἑτέρων στρατοπεδευσάμενος ὡς πρὸς αὐτὸν Κουάδην τότε εἰς τὸ Νισίβιος διατρίβοντα διαφόροις μάχαις καταγωνίζεται τὸ Περ‐ σικὸν καὶ τοῦ Νισίβιος Κουάδην ἀπελαύνει καὶ πολλοῖς διαστήμασιν εἴσω χωρῆσαι τῆς χώρας πεποίηκεν. ἀνεῖλε δὲ καὶ στρατηγὸν μέγιστον τῶν Περσῶν ἐν μιᾷ συμπλοκῇ, οὗ καὶ τὸ ξίφος καὶ τὸ βραχιάλιον
15ἠνέχθη Ἀρεοβίνδῳ παρὰ τοῦ ἀνελόντος αὐτὸν Σκύθου, καὶ ἀξιόλογον ὡς μάλιστα φανὲν σύμβολον τῆς νίκης ἐστάλη τῷ βασιλεῖ. τῆς οὖν Περσικῆς στρατιᾶς ἐλαττωθείσης οὕτω τοῖς Ῥωμαϊκοῖς στρατηγοῖς παρασκευασάμενος Κουάδης εἰσπέμπει στράτευμα πλεῖστον κατὰ τῶν Ῥωμαίων, ὥστε Ἀρεόβινδον προτρέψαι τοὺς περὶ Ὑπάτιον καὶ Πατρί‐
20κιον, ἀπὸ τῶν περὶ Ἄμιδαν τόπων εἰς συμμαχίαν αὐτῷ συνδραμεῖν. ἐκείνων δὲ παραιτησαμένων διὰ φθόνον, ὑποχωρῆσαι ἠβουλήθη Ἀρεόβινδος καὶ εἰς τὸ Βυζάντιον εἰσελθεῖν, εἰ μὴ μόλις Ἀππίων ὁ Αἰγύπτιος, ὕπαρχος τότε τοῦ στρατεύματος ὢν καὶ τῆς δαπάνης καὶ τῆς ἐποψίας πάντων προεστηκώς, ἐπέσχεν αὐτὸν ἐν τοῖς τόποις.
25διαφερομένων δὲ τῶν στρατηγῶν πρὸς ἀλλήλους, Κουάδης εἰς Νισίβιν146

147

ἐλθὼν καὶ τὰ τῆς διχονοίας τῶν στρατηγῶν μαθὼν αὐτός τε πολὺς ὢν τῷ πλήθει καὶ πολλαχοῦ τὴν ἑαυτοῦ στρατιὰν κατακερματίζων πᾶσαν ὡς εἰπεῖν τὴν Ῥωμαϊκὴν κατέδραμε γῆν καὶ ἐδίωξε μέχρι Συριῶν αὐτῶν, πολλοὺς μεταξὺ πρὸς Ἀρεόβινδον ὑπὲρ εἰρήνης ἐκπέμψας πρέ‐
5σβεις καὶ ἐπὶ χρήμασι καταλύειν τὸν πόλεμον λέγων. οὕτω τοίνυν καὶ τὰ περὶ τὴν Ἔδεσαν μάλιστα καταδραμών, καθ’ ἣν ὁ Ἀρεόβινδος ἦν· πλὴν οὐ πράξας ἐκεῖ δεξιῶς, ἀλλὰ παρ’ ἐλπίδας ἐλαττοῦται τῆς Ἀρεοβίνδου μάχης. γνοὺς δὲ καὶ τὸν Ἀμίδης φύλακα Γλώνην, τὸν στρατηγὸν αὐτοῦ, διαφθαρῆναι μηχανώμενον, ἐπανέρχεται κακωθεὶς
10διὰ ἑτέρας ὁδοῦ, καταφρονήσας τῶν ὁμήρων, οὓς δεδώκει τῷ Ἀρεο‐ βίνδῳ κατὰ τοὺς εἰρήνης λόγους· καὶ κατέσχον παρὰ τὰς συνθήκας Ἀλύπιόν τε τὸν χρηστὸν ἐκεῖνον καὶ Βασίλειον τὸν Ἐδεσηνόν· ὥστε μετὰ τὴν ἀναχώρησιν αὐτοῦ τὴν ἐπὶ τὰ οἰκεῖα, χειμῶνος ἤδη καταλαβόντος, τοὺς μὲν στρατηγοὺς Ῥωμαίων ἐν διαφόροις τῆς Εὐ‐
15φρατησίας καὶ Ὀσροηνῆς καὶ Μεσοποταμίας καὶ Σύρων καὶ Ἀρμενίων διαιρεθῆναι πολίσμασι τὸν χειμέριον αὐλισθησομένους καιρόν. Τῷ δ’ αὐτῷ ἔτει ἱππικοῦ ἀγομένου, ἀταξία γέγονε τῶν δύο μερῶν, καὶ πολλοὶ ἀπέθανον ἐξ ἀμφοτέρων, ἐν οἷς καὶ ὁ υἱὸς Ἀνα‐ στασίου τοῦ βασιλέως, ὃν εἶχεν ἀπὸ παλλακῆς· καὶ σφόδρα λυπηθεὶς
20Ἀναστάσιος πολλοὺς ἐτιμωρήσατο καὶ ἄλλους ἐξορίαις παρέπεμψεν. [Start of a diagram]Κόσμου ἔτη ͵εϡϙηʹ. Τῆς θείας σαρκώσεως ἔτη υϙηʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιεʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιαʹ.
25Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη θʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ζʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει Κέλαρα τὸν μάγιστρον ὑπὸ τοῦ βασιλέως πεμφ‐
θέντα μετὰ τῆς σὺν αὐτῷ πλείστης δυνάμεως, καὶ τὴν ὅλην σχεδὸν147

148

ἐξουσίαν παρειληφότα σὺν Ἀρεοβίνδῳ τῷ στρατηγῷ, τούτοις κατε‐ πίστευσεν ὁ βασιλεὺς τὴν τοῦ παντὸς πολέμου διοίκησιν. Ἀππίωνα δὲ καὶ Ὑπάτιον μεταπέμπεται σπουδαίως εἰς τὸ Βυζάντιον, οὐκ ἀναγ‐ καίους ἡγησάμενος εἶναι τῷ στρατοπέδῳ διὰ τὴν πρὸς Ἀρεόβινδον
5τὸν στρατηγὸν ἔχθραν, Καλλιόπιον δὲ τὸν στρατηγὸν ἐπιστήσας τῇ τοῦ δαπανήματος ἀρχῇ. τοῦ Κέλαρος τοίνυν ἄριστα τὸν πάντα πόλεμον ἅμα τῷ Ἀρεοβίνδῳ καὶ Πατρικίῳ καὶ Βωνόσῳ καὶ Τιμοστράτῳ καὶ Ῥωμανῷ καὶ τοῖς λοιποῖς κατὰ διαφόρους τόπους οἰκονομήσαντος· (ἦν γὰρ ὁ ἀνὴρ μετὰ λόγου καὶ παιδείας πάσης χάριτος πολλῆς θεοῦ
10πεπληρωμένος καὶ ἀνδρεῖος, Ἰλλύριος μὲν τὸ γένος, ὅθεν καὶ Ἀνα‐ στάσιος ὥρμητο·) πολλὰ μὲν τῆς Περσικῆς χώρας καὶ φρούρια * ἐπι‐ δρομάς, τὰ μὲν πυρί, τὰ δὲ καὶ ἄλλοις καθῃρέθη τρόποις· ὥστε καὶ αὐτὴν Νισίβιν μικροῦ δεῖν ὑπὸ Ῥωμαίους γενέσθαι· ἐκράτει γὰρ καὶ λιμὸς τῶν Περσῶν τηνικαῦτα· εἶτα καὶ ἐπανάστασις αὐτοῖς
15ἐπισυμβέβηκεν ἐθνικὴ τῶν λεγομένων Καδουσίων καὶ ἑτέρων ἐθνῶν, καὶ οὕτως ἁπλῶς ἐπικρατοῦσι τῶν Περσικῶν πραγμάτων Ῥωμαῖοι, ὡς ἀποστεῖλαι Κουάδην Ἀσπέτιον τὸν στρατηγὸν περὶ εἰρήνης ἐσπου‐ δασμένως διαλεχθῆναι Ῥωμαίοις, καὶ ἢ μηδὲν ἢ ὀλίγον τι κομιζόμενον ἀποδοῦναι καὶ Ἄμιδαν αὐτοῖς, οὔπω δυνηθεῖσι μετὰ μυρίων πόνων
20καὶ λιμὸν ἤδη πολὺν ἐπικρατήσαντα τῶν φυλάκων ἀπὸ Περσῶν αὐτὴν ἐξελέσθαι, καὶ διὰ τὴν τοῦ τόπου θέσιν καὶ τὸ τῶν τειχῶν ἀκατά‐ λυτον. πλὴν οἱ στρατηγοὶ χειμῶνα πάλιν ὁρῶντες ἐπιόντα καὶ αἱρε‐ τώτερον εἶναι κρίναντες ὀλίγων ταλάντων ἐξωνήσασθαι τὸ Ῥωμαϊκὸν στρατόπεδον ἐκ τοῦ δυσχειμερίου τῶν τόπων, ἐν οἷς οἱ πρὸς Ἀσπέ‐
25τιον ἐγίνοντο λόγοι, τρία τάλαντα παρασχόντες καὶ ἀναλαβόντες Βασίλειον τὸν Ἐδεσηνόν, ὁμηρεύοντα παρὰ Πέρσας ἔτι, (Ἀλύπιος
γὰρ ὁ χρηστὸς ἐτεθνήκει νόσῳ καμὼν παρ’ ἐκείνοις,) καὶ ἀναδόντες148

149

οὓς εἶχον ὁμήρους, Ἄμιδάν τε ἀπολαμβάνουσι καὶ τὰς περὶ τῆς εἰρήνης ποιοῦνται συνθήκας, ἐν μεθορίοις γενόμενοι τοῦ Ἀμμουδίας καὶ τοῦ Μάρδης φρουρίου, καὶ γράμμασι αὐτὰ βεβαιώσαντες. καὶ τοῦτο τέλος ἔσχεν ὁ Περσικὸς Ἀναστασίου πόλεμος κατὰ τὸ πεντεκαιδέκατον ἔτος
5τῆς αὐτοῦ βασιλείας. τριετίαν μὲν κρατήσας, μᾶλλον δὲ τῶν ἔμπροσ‐ θεν πολέμων τὴν Περσῶν λυμηνάμενος γῆν, εἰς τοῦτο τὸ τέλος τοῦ πεντεκαιδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας ἔληξεν. Ἰωάννου δὲ τοῦ ἐπισκόπου Ἀλεξανδρείας τελευτήσαντος, Ἰωάννης ὁ Νικαιώτης ἐχειροτονήθη ἀντ’ αὐτοῦ.
10Τῷ δ’ αὐτῷ ἔτει ἐκέλευσεν Ἀναστάσιος, καὶ ἐχωνεύθησαν πολλὰ χαλκουργήματα, ἐξ ὧν ἔστησεν ὁ μέγας Κωνσταντῖνος. ἐποίησε δὲ ἐξ αὐτῶν στήλην ἰδίαν, ἣν ἔστησεν εἰς τὸν κίονα τοῦ Ταύρου. ἡ γὰρ πρώην ἑστῶσα Θεοδοσίου τοῦ μεγάλου ἔπεσεν ἀπὸ σεισμοῦ καὶ συνετρίβη.
15[Start of a diagram]Κόσμου ἔτη ͵εϡϙθʹ. Τῆς θείας σαρκώσεως ἔτη υϙθʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιϛʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ϛʹ.
20Κωνσταντ ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιαʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. δʹ. Ἀλεξανδρείας ἐπίσκ. Ἰωάννης ὁ Νικαιώτης ἔτη ιαʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ηʹ.[End of a diagram]
25Τούτῳ τῷ ἔτει Ἀναστάσιος ἀνεθεὶς τῶν πολέμων Μακεδόνιον τὸν πατριάρχην διαστρέψαι ἐκ τῆς ὀρθοδόξου πίστεως ἔσπευδεν. πολλοὶ δὲ τῶν ἐπισκόπων Ἀναστασίῳ χαριζόμενοι τῇ ἐν Χαλκηδόνι συνόδῳ ἀντέπιπτον, ὧν πρώτιστος ἦν Ἐλευσίνιος ὁ Σασίμων. Μανι‐ χαῖον δέ τινα ζωγράφον Συροπέρσην ἀπὸ Κυζίκου Ἀναστάσιος ἤγαγεν
30ἐν σχήματι πρεσβυτέρου, ὃς ἀλλότρια τῶν ἐκκλησιαστικῶν ἁγίων εἰκόνων ἐτόλμησε γράψαι φασματώδη ἐν τῷ παλατίῳ Ἑλενιανῶν
καὶ ἐν τῷ ἁγίῳ Στεφάνῳ Αὐρηλιανῶν γνώμῃ τοῦ βασιλέως χαίροντος149

150

τοῖς Μανιχαίοις, ὅθεν καὶ στάσις τοῦ λαοῦ γέγονε μεγάλη. τὸν ἔπαρχον ἐν ταῖς συνάξεσι καὶ ἐν ταῖς λιταῖς τότε ἐπενόησεν ἀκολου‐ θεῖν ὁ βασιλεύς. ἐφοβεῖτο γὰρ τῶν ὀρθοδόξων τὰς ἐπαναστάσεις· καὶ ἐγένετο εἰς ἔθος. Ξεναΐαν τὸν μανιχαιόφρονα ἤγαγεν Ἀναστά‐
5σιος εἰς τὸ Βυζάντιον, τὸν καὶ Φιλόξενον, ὡς ὁμόφρονα. Μακεδόνιος δὲ οὔτε κοινωνίας οὔτε λόγου αὐτὸν ἠξίωσεν, τοῦ κλήρου καὶ τῶν μοναχῶν καὶ τοῦ λαοῦ κατ’ αὐτοῦ ταραττομένων. ὅθεν καὶ λάθρα τῆς πόλεως αὐτὸν ἐξήγαγεν Ἀναστάσιος. Ἀχόλιον δέ τινα Μακε‐ δόνιος σπασάμενον κατ’ αὐτοῦ μάχαιραν ἐξ ὑποβολῆς τῶν ἐχθραινόντων
10αὐτόν, μηνιαίας ἀνόνας προσέταξεν αὐτὸν λαμβάνειν, ἐπαινεθεὶς τῆς πρᾳότητος. τοῦτο δὲ καὶ εἰς ἐνδεεῖς ἱεροσύλους ἔπραξεν. Τῷ δ’ αὐτῷ ἔτει ἀνεφάνη τις ἀνὴρ χυμευτὴς ὑπάρχων φοβε‐ ρός, Ἰωάννης ὀνόματι, ἐν Ἀντιοχείᾳ ἐπιθέτης, ὃς λάθρα εἰσερχόμενος εἰς τὰ ἀργυροπρατεῖα ὑπεδείκνυε τοῖς ἀργυροπράταις χεῖρας ἀνδρι‐
15άντων χρυσᾶς καὶ πόδας καὶ ἄλλα ζώδια λέγων· ὅτι “θησαυρὸν εὗρον γέμοντα ταῦτα·” καὶ ἠπάτησε πολλοὺς καὶ ἐκόμβωσεν ἐπαρὼν πολλὰ χρήματα· καὶ λαθὼν ἔφυγε καὶ εἰσελθὼν ἐν Κωνσταντινου‐ πόλει ἐκόμβωσε κἀκεῖ πολλούς· ὥστε γνόντα τὸν βασιλέα κρατῆσαι αὐτόν. ὁ δὲ προσήνεγκε τῷ βασιλεῖ χαλινὸν ἵππου ὁλόχρυσον διὰ
20μαργαριτῶν· καὶ τοῦτον λαβὼν ὁ βασιλεὺς λέγει αὐτῷ· “ὄντως ἐμὲ οὐ κομβώνεις.” καὶ ἐξώρισεν αὐτὸν εἰς τὴν Πέτραν, τὸ φρούριον τῆς Ἀσίας, καὶ ἐκεῖ ἐτελεύτησεν.
͵ϛʹ. φʹ. ιζʹ. ιγʹ. ζʹ. ιβʹ. εʹ. βʹ. θʹ. Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς ἐτείχισε τὸ Δαρᾶς
25χωρίον ὂν τῆς Μεσοποταμίας μέγα καὶ ὀχυρόν, μέσον τῶν ὅρων κείμενον Ῥωμαίων τε καὶ Περσῶν, καὶ ἐποίησεν ἐκκλησίας καὶ ὄρια ἀπόθετα σίτου καὶ κιστέρνας ὑδάτων καὶ ἐμβόλους, ὀνομάσας αὐτὸ Ἀναστασιούπολιν. ἔκτισε δὲ καὶ δύο δημόσια λουτρὰ καὶ ἔδωκεν
αὐτῇ δίκαια πόλεως.150

151

[Start of a diagram]Κόσμου ἔτη ͵ϛαʹ. Τῆς θείας σαρκώσεως ἔτη φαʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. ιηʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιδʹ.
5Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ηʹ. Κωνσταντ. ἐπίσκοπος Μακεδόνιος ἔτη ιϛʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Σαλούστιος ἔτη ηʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Φλαβιανὸς ἔτη ιγʹ. ιʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς Φλαβιανόν, τὸν Ἀν‐ τιοχείας ἐπίσκοπον, ἠνάγκασε τῷ ἑνωτικῷ Ζήνωνος ὑπογράψαι· ὃς ποιήσας σύνοδον τῶν ὑπ’ αὐτὸν ἐπισκόπων πολύστιχον ἐπιστολὴν ἔγραψεν, τὴν ἐν Νικαίᾳ καὶ Κωνσταντινουπόλει καὶ Ἐφέσῳ ὁμολο‐
15γῶν συνόδους, τὴν ἐν Χαλκηδόνι παρασιωπήσας. ἀπεκήρυξε δὲ Διόδωρον καὶ Θεόδωρον, ὑποτάξας κεφάλαια δʹ, δι’ ὧν μὴ συνᾴδων τῇ ἐν Χαλκηδόνι φαίνεται συνόδῳ, μάλιστα δὲ τῇ φωνῇ τῇ, “ἐν δύο φύσεσιν,” ἀπομάχονται. φασὶ δὲ αὐτά τινες Ἀκακίου τοῦ Κων‐ σταντινουπόλεως εἶναι. ὁ δὲ Φλαβιανὸς ἰδιάζουσαν ἐπιστολὴν ἔγραψεν
20Ἀναστασίῳ τῷ σκοπῷ αὐτοῦ ἑπόμενος· ὁμοίως καὶ Ξεναΐας ὁ δυσσε‐ βής, ὅστις καὶ αὐθεντήσας προσέθηκε τούτοις τοῖς κεφαλαίοις ἀνά‐ θεμα κατὰ τοῦ θειοτάτου Λέοντος Ῥώμης καὶ τῆς συνόδου καὶ τῶν ὁμοφρόνων αὐτῶν. Κωνσταντῖνος, ἐπίσκοπος Σελευκείας, τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἀνεθεμάτισε γράψας τὸ αὐτὸ καὶ Ξεναΐᾳ.
25Φλαβιανὸς δὲ ὡς διαβάλλων αὐτοὺς ἔγραψε τῷ βασιλεῖ μηνύων ταῦτα. ὁ δὲ βασιλεὺς ἠγανάκτησε κατ’ αὐτοῦ, Κωνσταντῖνον καὶ Ξεναΐαν μᾶλλον ἀποδεξάμενος. Ἡλίᾳ, τῷ ἐπισκόπῳ Ἱεροσολύμων, ἔγραψεν Ἀναστάσιος κελεύων κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου ψηφί‐ σασθαι. Ἡλίας δὲ ἀντέγραψε τῷ βασιλεῖ ἀναθεματίζων Νεστόριον
30καὶ Εὐτυχέα, Διόδωρον δὲ καὶ Θεόδωρον καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδεχόμενος. Τῷ δ’ αὐτῷ ἔτει ἐγένετο ἐν Ἀλεξανδρείᾳ ταραχὴ μεταξὺ Ἰωάννου
τοῦ ἐπισκόπου τοῦ Νικαιώτου καὶ Δαγαλαΐφου κόμητος περὶ Γεννα‐151

152

δίου τοῦ Φικοπτέρου· καὶ ἐγένετο στάσις ἐπὶ τῆς πόλεως ἐπὶ ἡμέρας πολλάς· καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ ἐπισκόπου Ἰωάννου οἱ στρα‐ τιῶται, ὑπὸ δὲ τῶν πολιτῶν ἡ οἰκία Φικοπτέρου· καὶ ἔστησαν οἱ Ἀλεξανδρεῖς στήλην τοῦ βασιλέως ἐν τῷ Ἀντικανθάρῳ.
5
ιθʹ. ιεʹ. θʹ. ιδʹ. ζʹ. δʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μοναχοί τινες αἱρετικοὶ σʹ ἐλθόντες ἀπὸ ἀνα‐ τολῆς ἐν τῷ Βυζαντίῳ ἅμα Σευήρῳ τῷ δυσσεβεῖ κατὰ Μακεδονίου καὶ τῆς συνόδου ἐσπούδαζον. τούτους Ἀναστάσιος ἐντίμως ἐδέξατο ὡς ἐχθροὺς τῆς ἀληθείας καὶ ταράξαντας τὴν ἀνατολὴν καὶ ὧδε τὰ
10αὐτὰ πράσσοντας. Ἰωάννης δέ, ὁ ἐπίσκοπος Ἀλεξανδρείας, δισχιλίας λίτρας χρυσίου δίδειν ὑπέσχετο τῷ βασιλεῖ, εἰ τὴν ἐν Χαλκηδόνι σύνοδον ἐκβάλῃ τελείως. ὁ δὲ βασιλεὺς ἠνάγκαζε Μακεδόνιον κοι‐ νωνῆσαι τοῖς ἀποκρισιαρίοις Ἰωάννου καὶ Ἰωάννην δέξασθαι μὴ δεχόμενον μηδὲ ἐκβάλλοντα τὴν σύνοδον. Μακεδόνιος δὲ ἀντέστη
15εἰπὼν μὴ κοινωνεῖν αὐτοῖς, εἰ μὴ ὁμολογήσωσι μητέρα καὶ διδάσκαλον τὴν ἐν Χαλκηδόνι σύνοδον. Δευτέριος δὲ ὁ ἐπίσκοπος τῶν Ἀρεια‐ νῶν τοῦ Βυζαντίου βαπτίζων τινὰ Βάρβαν λεγόμενον, παρὰ τὴν δεσ‐ ποτικὴν παράδοσιν ἐτόλμησεν εἰπεῖν· “βαπτίζεται Βάρβας εἰς ὄνομα πατρὸς δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι.” καὶ εὐθέως ἐξηράνθη ἡ κολυμ‐
20βήθρα. ὁ δὲ Βάρβας ἔμφοβος γενόμενος ἔφυγε καὶ πᾶσιν ἐγνώρισε τὸ θαῦμα. ὁ δὲ βασιλεὺς Μακεδόνιον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον ἠνάγκαζεν ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον, καθάπερ καὶ Ἡλίας ὁ Ἱεροσολύμων· ὁ δὲ Μακεδόνιος χωρὶς οἰκουμενικῆς συνόδου ἐχούσης πρόεδρον τὸν Ῥώμης ἐπίσκοπον ἀδύνατον ποιῆσαι
25τοῦτο ἔλεγεν. ὅθεν ἐχθράνας αὐτῷ ὁ βασιλεὺς τοὺς προσφεύγοντας τῇ ἐκκλησίᾳ ἀποσπᾶσθαι ἐκέλευσε βιαίως, καὶ ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν ὅρους ἀσυλίας παρέσχετο. ὅσοι δὲ κληρικοὶ καὶ λαϊκοὶ αἱρετικοὶ ἐτύγχανον ἐν τῷ Βυζαντίῳ, τῷ Σευήρῳ καὶ τοῖς αἱρετι‐ κοῖς μοναχοῖς ἀνατολικοῖς ἐσχόλαζον κατὰ Μακεδονίου σπουδάζοντες.
30οἱ δὲ κατὰ τὴν Παλαιστίνην θεοφόροι μοναχοὶ ζήλῳ θείῳ κινηθέντες ἦλθον εἰς τὸ Βυζάντιον κατὰ Σευήρου καὶ τῶν σὺν αὐτῷ μοναχῶν
Δωρόθεος δέ, μοναχὸς Ἀλεξανδρεύς, πολύστιχον βίβλον ἔγραψεν152

153

ὑπὲρ τῆς ἐν Χαλκηδόνι συνόδου, ἣν δέδωκε Μάγνᾳ, τῇ νύμφῃ Ἀνα‐ στασίου ἐπ’ ἀδελφῷ, ὀρθοδόξῳ οὔσῃ. αὕτη δὲ Ἀναστασίῳ τὴν βίβλον προσήνεγκεν ἐλπίζουσα δι’ αὐτῆς μετατίθεσθαι αὐτόν. ὁ δὲ ἐντυχὼν αὐτῇ καὶ παρὰ γνώμην αὐτοῦ εὑρὼν οὖσαν, Δωρόθεον μὲν εἰς Ὄασιν
5ἐξορίζει καὶ τὴν βίβλον ἐξουθενεῖ διὰ τὸ ἐπιγράφειν, “Τραγῳδία, ἤγουν προφητεία τῆς νῦν καταστάσεως.” ὥσπερ τῷ μεγάλῳ Βασι‐ λείῳ φασὶν εἰρῆσθαι κατὰ Ἰουλιανοῦ. ὁ δὲ Μακεδόνιος Φλαβιανὸν τὸν Ἀντιοχείας καὶ πάντας τοὺς τολμῶντας λέγειν τι κατὰ τῆς συνόδου ἀνεθεμάτιζεν, καὶ τοὺς ἀποκρισιαρίους Φλαβιανοῦ ἐλθόντας πρὸς
10αὐτὸν διά τινας χρείας ἀνεθεμάτισε καὶ ἐδίωξεν.
κʹ. ιϛʹ. ιʹ. ιεʹ. ηʹ. εʹ. ιβʹ. Τούτῳ τῷ ἔτει σύνοδον κροτηθῆναι ἐν Σιδῶνι Ἀναστάσιος ἐθέσπισεν. Σωτήριχος γάρ, ὁ ἐπίσκοπος Καισαρείας Καππαδοκίας, ὑπὸ Μακεδονίου χειροτονούμενος ἐγγράφως ὡμολόγησε δέχεσθαι τὰ
15δόγματα τῆς ἐν Χαλκηδόνι συνόδου ὡς ὅρον πίστεως. μετὰ δὲ ταῦτα πολεμιώτατος γέγονεν οὕτως, ὡς ἀπελθεῖν εἰς ἀνατολὴν καὶ τῷ δυσσεβεῖ Ξεναΐᾳ κοινολογήσασθαι, καὶ ἄμφω σύνοδον γενέσθαι εἰς Σιδῶνα τὸν βασιλέα αἰτήσασθαι ἐπὶ τελείᾳ ἐκβολῇ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου· ἥτις καὶ συνέστη καὶ θᾶττον διελύθη, τοῦ βασι‐
20λέως πέμψαντος εἰς τοῦτο Εὐτρόπιον τριβοῦνον, ὃς καὶ διαλύσας αὐτὴν Φλαβιανὸν τὸν Ἀντιοχείας καὶ Ἡλίαν τὸν Ἱεροσολύμων σὺν τοῖς ἐπισκόποις αὐτῶν τὰ πρὸς ἡδονὴν γράψαι τῷ βασιλεῖ παρεσκεύασεν. Φλαβιανὸς δὲ τὰς τρεῖς μόνας συνόδους καὶ τὸ Ζήνωνος ἑνωτικὸν δέχεσθαι ἔγραψεν, τῆς ἐν Χαλκηδόνι μνήμην μὴ ποιησάμενος. Ἡλίας
25δὲ ὁ Ἱεροσολύμων καὶ τὴν ἐν Χαλκηδόνι ἔγραψεν ἀποβάλλεσθαι. Σωτήριχος δὲ ὁ Καισαρείας καὶ Ξεναΐας κατὰ Φλαβιανοῦ καὶ Ἡλία ἀνήγαγον τῷ βασιλεῖ, ὅτι διὰ τὸ μὴ θέλειν αὐτοὺς τρανῶς κατὰ τῆς συνόδου τῆς ἐν Χαλκηδόνι ἀποφήνασθαι οὐ συνῆλθον ἀλλήλοις. Ἀναστάσιος δὲ ὀργισθεὶς ὑπέθετο μοναχοῖς τισι ψευδωνύμοις συνελ‐
30θεῖν ἐν Ἀντιοχείᾳ καὶ κατὰ Φλαβιανοῦ στασιάσαι, αἰτοῦντας αὐτὸν
ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον καὶ Διόδωρον καὶ Θεόδω‐153

154

ρον καὶ Ἰβᾶν καὶ Θεοδώρητον· ὃ καὶ ἐποίησε μικροψυχήσας Φλα‐ βιανὸς καὶ ἐπ’ ἐκκλησίας αὐτοὺς ἀνεθεμάτισε σὺν τῇ συνόδῳ. Τῷ δ’ αὐτῷ ἔτει καὶ κατὰ Μακεδονίου ὁ βασιλεὺς συν‐ εσκεύαζεν· καὶ οἱ ἀποσχισταὶ μετὰ μισθωτῶν ὄχλων ἐν τῷ Ἀρχαγγέλῳ
5τοῦ παλατίου καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ψάλλοντες ἐν κυριακῇ τὸ τρισάγιον προσετίθουν τό, “ὁ σταυρωθεὶς δι’ ἡμᾶς,” ὥστε τοὺς ὀρθοδόξους ἐξ ἀνάγκης μετὰ πληγῶν αὐτοὺς ἐλάσαι. ὁ δὲ βασιλεὺς προφανῶς διὰ τῶν ἀποσχιστῶν μοναχῶν καὶ κληρικῶν καὶ Ἰουλιανοῦ τοῦ Καρίας ποτὲ ἐπισκόπου, ἔπειτα δὲ Ἁλικαρνασοῦ καὶ Σευήρου
10τοῦ δυσσεβοῦς ἔτι μοναχοῦ ὄντος ἐπολέμει τὸν Μακεδόνιον ὕβρεσιν αὐτὸν δημοσίαις αἰσχραῖς συμβάλλων. τὰ δὲ πλήθη σὺν γυναιξὶ καὶ τέκνοις ἡγουμένοις τε τῶν ὀρθοδόξων μοναχῶν ἔκραζον ἀθροισ‐ θέντα· “καιρὸς μαρτυρίου, Χριστιανοί, μὴ καταλείψωμεν τὸν πατέρα ἡμῶν·” ὑβρίζοντες τὸν βασιλέα Μανιχαῖον καὶ τοῦ κράτους ἀνάξιον.
15ὁ δὲ φοβηθεὶς ἀπέκλεισε τὰς θύρας τοῦ παλατίου, καὶ πλοῖα πρὸς τὸ φυγεῖν εὐτρέπισεν. τὸν δὲ Μακεδόνιον ὀμόσας μηκέτι θεάσασθαι τότε παρεκάλει ἰδεῖν, φοβηθεὶς τὰ πλήθη. τούτου δὲ ἐρχομένου πρὸς αὐτόν, ὁ λαὸς τοῖς ἡγουμένοις καὶ μοναχοῖς διεμαρτύρατο λέγων· “τὸν πατέρα παρ’ ὑμῶν ἔχομεν.” καὶ οἱ τῶν σχολῶν εὐφήμουν
20αὐτὸν διερχόμενον. εἰσελθὼν δὲ πρὸς Ἀναστάσιον ἤλεγξεν αὐτὸν ὡς πολέμιον τῆς ἐκκλησίας. ὁ δὲ ὑπεκρίθη πρὸς τὴν ὥραν ἑνοῦ‐ σθαι αὐτῷ. Ἱεροσολύμων ἐπίσκοπος νβʹ Ἡλίας ἔτη κγʹ.
͵ϛδʹ. φδʹ. καʹ. ιζʹ. ιαʹ. ιϛʹ. αʹ. ϛʹ. ιγʹ.
25Τούτῳ τῷ ἔτει Μακεδόνιον ἠπάτησεν ὁ βασιλεὺς διὰ Κέλαρος μαγίστρου ὑπομνηστικὸν ποιήσας πρὸς αὐτόν, ἐν ᾧ τὴν πρώτην καὶ δευτέραν σύνοδον ὁμολογεῖ δέχεσθαι, τὴν δὲ ἐν Ἐφέσῳ καὶ Χαλκηδόνι εἴασεν· ὅπερ μέμψιν μεγάλην τῷ Μακεδονίῳ προσήγαγεν.
διὰ γὰρ τούτου καὶ τὸ ἑνωτικὸν Ζήνωνος ἐδέξατο, ᾧ τινι καὶ χειρο‐154

155

τονούμενος ὑπέγραψεν. ὁ δὲ Μακεδόνιος ἀπελθὼν εἰς τὴν Δαλμάτου μονὴν τοῖς μοναχοῖς καὶ κληρικοῖς ζηλωταῖς σκανδαλισθεῖσιν εἰς αὐτὸν ἀπελογήσατο διὰ προσφωνητικοῦ, ὅτι δέχεται τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον καὶ τοὺς μὴ δεχομένους αὐτὴν αἱρετικοὺς ἔχει·
5καὶ συνελειτούργησαν αὐτῷ. ὁ δὲ βασιλεὺς δώροις ἔπεισε τοὺς ὁμόφρονας αὐτοῦ μοναχοὺς καὶ κληρικοὺς ἄλλον ἐπίσκοπον ψηφίσα‐ σθαι, ὅπερ καὶ Ἀρεάδνην καὶ τοὺς τῆς συγκλήτου μεγάλως ἐλύπει· ἠγαπᾶτο γὰρ Μακεδόνιος καὶ διὰ τὸ καθαρὸν τοῦ βίου καὶ διὰ τὸ ὀρθὸν τῶν δογμάτων, εἰ καὶ ἠπατήθη. παρεσκεύασε δὲ ὁ βασιλεὺς
10δύο φαύλους τινὰς κατηγορῆσαι Μακεδόνιον ὡς παιδεραστὴν καὶ αἱρετικόν, ἐπιδοῦναί τε ταῦτα ἐγγράφως τῷ ἐπάρχῳ καὶ τῷ μαγίστρῳ· ὁμοίως δὲ καὶ κατὰ πρεσβυτέρων καὶ διακόνων ὀρθοδόξων. ἐκέλευσε δὲ Κέλαρα τὸν μάγιστρον καταγαγεῖν αὐτὸν τοῦ ἐπισκοπείου βιαίως, βοῶντος Μακεδονίου, ἑτοίμως ἀπολογεῖσθαι οὐ μόνον ἐν τῷ πραι‐
15τωρίῳ, ἀλλὰ καὶ ἐν τῷ θεάτρῳ. πολλοὶ δὲ τῶν κληρικῶν εἰς φυλακὰς ἐβλήθησαν· ἄλλοι δὲ φυγεῖν ἰσχύσαντες ἐν Ῥώμῃ καὶ Φοινίκῃ διεσπάρησαν. ὁ δὲ ἀσεβὴς βασιλεὺς τὸν αὐθεντικὸν χάρτην τῶν πεπραγμένων ἐν Χαλκηδόνι διὰ τοῦ μαγίστρου λαβεῖν παρὰ Μακε‐ δονίου πρὸς διάρρηξιν ἔσπευδεν. Μακεδόνιος δὲ σφραγίσας αὐτὸν
20ἐν τῷ θυσιαστηρίῳ ἀπέθετο. Καλοπόδιος δὲ ὁ εὐνοῦχος, οἰκονόμος ὢν τῆς μεγάλης ἐκκλησίας, κλέψας αὐτὸν τῷ βασιλεῖ ἀπεκόμισεν. τότε Μακεδόνιον νυκτὸς ἐξαγαγὼν ὁ βασιλεὺς βιαίως εἰς Χαλκηδόνα κἀκεῖθεν ἐν Εὐχαΐτοις ἐξορισθῆναι προσέταξε μηδὲν τῶν κατ’ αὐτοῦ ζητηθῆναι τολμήσας, φοβηθεὶς τὰ πλήθη. τῇ δὲ ἑξῆς προὐβάλετο
25ἐπίσκοπον Τιμόθεόν τινα, πρεσβύτερον καὶ σκευοφύλακα τῆς ἐκκλη‐ σίας, τὸ ἐπίκλην Λιτροβούλην καὶ Κήλωνα διά τινας πράξεις προσ‐ φόρους τοῖς ὀνόμασιν, ὅστις εἰσιὼν ἐν ταῖς ἐκκλησίαις πρότερον τὰς Μακεδονίου εἰκόνας κατέφερε καὶ οὕτως ἐλειτούργει· Ἰωάννην δὲ τὸν Ἀλεξανδρείας ἐν τοῖς διπτύχοις ἐνέταξε τὸν Νικαιώτην καὶ
30συνοδικὰ πρὸς αὐτὸν ἔγραψεν. Ἀναστάσιος δὲ ἐννοηθείς, ὅτι χωρὶς155

156

καθαιρέσεως τὸν Μακεδόνιον ἀκρίτως ἐξώρισεν, πέμψας μαγιστριανὸν ἔστησεν αὐτὸν ἐπέκεινα Κλαυδιουπόλεως τῆς Ὀνωριάδος. αὐτοὶ δὲ δικασταὶ καὶ μάρτυρες καὶ κατήγοροι ὄντες ἀπόντα καθαιροῦσι τὸν ἐκβληθέντα πρὸ κρίσεως, δι’ ἐπισκόπων τε πέμπουσι τὴν καθαίρεσιν
5καὶ πρεσβυτέρου Κυζικηνοῦ. τούτους ἰδὼν Μακεδόνιος, πρὶν αὐτοὺς λαλῆσαί τι, ἠρώτα, εἰ δέχονται τὴν ἐν Χαλκηδόνι σύνοδον; τῶν δὲ εἰπόντων· “τίς γὰρ εἴη τούτου;” αὐτὸς ἔφη· “Σαββατιανοὶ ἢ Μακεδονιανοὶ εἰ ἔφερόν μοι καθαίρεσιν, ἔδει με δέξασθαι.” καὶ οὕτως ὑπέστρεψαν ἄπρακτοι· καὶ αὐτὸς κατέλαβε τὰ Εὐχάϊτα. τότε καὶ
10Φλαβιανὸν ἐσπούδασε τοῦ θρόνου Ἀντιοχείας ἐκβαλεῖν ὁ παράνομος βασιλεὺς καὶ Σευῆρον τὸν προφανῆ τῆς ἀληθείας ἐχθρὸν ἀντεισαγ‐ αγεῖν. ἐπέθεντο δὲ κατηγοροῦντες αὐτὸν ὅτι στόματι μόνον τὴν σύνοδον ἀνεθεμάτισεν, καὶ οὐ καρδίᾳ. λοιπὸν καὶ συνεβούλευον αὐτῷ οἱ πεμφθέντες ἄρχοντες παρὰ τοῦ βασιλέως τοῦ ἐξεῶσαι αὐτὸν ὀλίγον
15ὑποχωρῆσαι διὰ τὸν τάραχον. τούτου δὲ εἰς Πλατάνους ἐξελθόντος, εὐθέως τὸν δυσσεβῆ Σευῆρον ἐχειροτόνησαν προσμονάσαντα ἐν τῇ μονῇ τῶν ἀποσχιστῶν πλησίον τοῦ Μαϊουμᾶ Γάζης. Φλαβιανὸν δὲ ἐν Πέτραις ἐξώρισαν καὶ ἄλλους πολλοὺς ἐπισκόπους σιδηρωμένους καὶ κληρικοὺς καὶ μοναχούς. Ἡλίας δὲ ὁ Ἱεροσολύμων ἀναγκαζό‐
20μενος ὑπὸ τοῦ βασιλέως ἢ Σευήρῳ κοινωνῆσαι ἢ τῆς ἐπισκοπῆς ἐκβληθῆναι, τῶν μοναχῶν ὀχυρωσάντων αὐτόν, τῆς ἐπισκοπῆς μᾶλλον ᾑρετίσατο ἐκβληθῆναι, καὶ ἐχειροτονήθη Ἰωάννης ἀπὸ σταυροφυ‐ λάκων συνθέμενος ποιεῖν ὅσα θέλωσιν. χειροτονηθεὶς δὲ οὐδέτερον
ἐποίησεν.156

157

[Start of a diagram]Κόσμου ἔτη ͵ϛεʹ. Τῆς θείας σαρκώσεως ἔτη φεʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κβʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιηʹ.
5Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. αʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Βιταλιανόν, τὸν υἱὸν Πατρικιόλου κόμητος Φοι‐ δεράτων, οἱ ἐν Σκυθίᾳ καὶ Μυσίᾳ καὶ λοιπαῖς χώραις ὀρθόδοξοι παρεκάλουν κινηθῆναι κατὰ Ἀναστασίου τοῦ δυσσεβοῦς. ὁ δὲ κινη‐ θεὶς πολλὰς μυριάδας ἀνεῖλε στρατοῦ τῶν ὑπὲρ Ἀναστασίου μαχο‐
15μένων, χρυσόν τε εἰς ῥόγας αὐτῶν πεμπόμενον πλεῖστον καὶ ὅπλα εἰς συμμαχίαν καὶ δαπάνας καὶ ὅσα ἄλλα ἐχειροῦτο. φασὶ δὲ ὅτι ἐν μιᾷ συμβολῇ ξεʹ χιλιάδας στρατοῦ βασιλικοῦ ἐκρήμνισε σὺν Ὑπατίῳ στρατηγοῦντι αὐτῶν, υἱῷ ἐξ ἀδελφῆς Ἀναστασίου καὶ Σεκουνδίνου πατρικίου, ὃν καὶ πιάσας ζῶντα ἐν φρουρᾷ εἶχεν. Ἀναστάσιος δὲ ὁ
20παράνομος βασιλεύς, καὶ Τιμόθεος, ὁ ἀνίερος ἐπίσκοπος Κωνσταντι‐ νουπόλεως, πολλὰ κακὰ τοῖς ὑπὲρ Μακεδονίου καὶ τῆς συνόδου μοναχοῖς τε καὶ κληρικοῖς καὶ λαϊκοῖς ἐπεδείξαντο· ὥστε καὶ εἰς Ὄασιν τῆς Θηβαΐδος ἐξώρισαν πολλούς. Τιμοθέου δὲ τὰ συνοδικὰ καὶ Μακεδονίου τὴν καθαίρεσιν τοῖς κατὰ πόλιν ἐπισκόποις ὑπογρά‐
25ψαι ἔπεμψαν· ὧν οἱ μὲν ἀνδρειότεροι πρὸς ἄμφω ἀντέστησαν· οἱ δὲ παράφοροι φόβῳ τοῦ βασιλέως ἀμφοτέροις ὑπέγραψαν· οἱ δὲ μέσοι τῇ καθαιρέσει Μακεδονίου οὐχ ὑπέγραψαν, εἰ μὴ μόνον τοῖς συνοδικοῖς Τιμοθέου, ὅπερ ταὐτὸν ἦν, εἰ καὶ διαφέρειν αὐτοῖς ἐδόκει. Τιμόθεος δὲ τὸ ὄνομα Σευήρου βουληθεὶς ἐντάξαι τοῖς
30διπτύχοις καὶ τὸ Φλαβιανοῦ ἐκβάλαι ὑπὸ τοῦ λαοῦ ἐκωλύθη. Σευήρου γὰρ τὴν κοινωνίαν πάντες οἱ ὀρθόδοξοι ἔφυγον, μάλιστα οἱ μοναχοί, οὓς μετὰ πλήθους ἀγροικικοῦ τιμωρῶν πολλοὺς ἐφόνευσε τὰ θυσιασ‐ τήρια ἀνατρέπων καὶ τὰ ἱερὰ σκεύη τῶν ὀρθοδόξων χωνεύων ὁ
ἱερόσυλος. Ἰουλιάνα δὲ ἡ περιφανεστάτη, ἡ κτίσασα τὸν ἱερὸν ναὸν157

158

τῆς θεοτόκου ἐν τοῖς Ὀνωράτοις, ἀντεποιεῖτο σφόδρα τῆς ἐν Χαλκηδόνι συνόδου, ὡς καὶ τὸν βασιλέα πολλὰς αὐτῇ διαστροφὰς ἐφευρόντα μὴ πεῖσαι κοινωνῆσαι τῷ Τιμοθέῳ. καὶ αὐτὸς δὲ Τιμόθεος πολλάκις πρὸς αὐτὴν ἀπελθὼν οὐκ ἔπεισεν αὐτήν. Πομπήϊον, τὸν ἀνεψιὸν
5αὐτοῦ, ὁ βασιλεὺς καὶ τὴν τούτου γαμετὴν κοσμίαν οὖσαν καὶ εὐ‐ ποιΐαις σχολάζουσαν πολλαῖς περιστάσεσιν ἐταπείνου, ὡς ζηλωτὰς τῆς συνόδου καὶ ὡς χορηγοῦντας Μακεδονίῳ ἐν τῇ ἐξορίᾳ τὰ πρὸς χρείαν. οἱ δὲ σταλέντες παρὰ Τιμοθέου ἐν Ἀλεξανδρείᾳ πρὸς Ἰωάννην τὸν Νικαιώτην ἐπ’ ἄμβωνος τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἀν‐
10εθεμάτισαν. τοῦ ἡγουμένου τῆς Δίου μονῆς τελευτήσαντος, ἦλθε Τιμόθεος προβαλέσθαι ἡγούμενον. ὁ δὲ μέλλων προβιβάζεσθαι ἔφη μὴ δέχεσθαι εὐλογίαν παρὰ ἀνδρὸς ἀθετοῦντος τὴν ἐν Χαλκηδόνι σύνοδον. Τιμόθεος δὲ ἔφη· “ἀνάθεμα παντὶ ἀνθρώπῳ τῷ μὴ δεχο‐ μένῳ τὴν ἐν Χαλκηδόνι σύνοδον.” καὶ οὕτω προχειρισθῆναι ὑπ’
15αὐτοῦ κατεδέξατο ὁ ἡγούμενος. Ἰωάννης δέ, ὁ ἀρχιδιάκονος Τιμοθέου, Μανιχαῖος ὤν, ὑβρίσας Τιμόθεον τῷ βασιλεῖ ἐμήνυσεν. ὁ δὲ βασι‐ λεὺς ἀτιμάσας Τιμόθεον χαλεπῶς κατὰ πρόσωπον ἀρνούμενον εὗρε καὶ πάλιν ἀναθεματίζοντα τοὺς δεχομένους τὴν ἐν Χαλκηδόνι σύν‐ οδον. Ἰωάννης δὲ ὁ Ἀλεξανδρείας ὁ δυσσεβὴς ἐκώλυσε τοὺς Αἰγυ‐
20πτίους ἀνέρχεσθαι εἰς Ἱεροσόλυμα διὰ τὸ μὴ κοινωνεῖν ἐν τῇ ὑψώσει τῇ ἐν Χαλκηδόνι συνόδῳ. φοβερὰ δέ τινα ὑπὸ δαιμονιώντων ἐγένετο τότε εἰς Ἱεροσόλυμα. Ἀναστάσιος δέ τις ἐπιθυμῶν γενέσθαι δοὺξ Παλαιστίνης ὑπέσχετο τῷ βασιλεῖ, “εἰ μὴ πείσω Ἰωάννην, τὸν μετὰ Ἡλίαν ἐπίσκοπον Ἱεροσολύμων, κοινωνῆσαι Σευήρῳ, δίδειν τʹ λίτρας
25χρυσίου.” λαβὼν οὖν τὴν ἀρχὴν ἦλθεν εἰς Ἱεροσόλυμα καὶ Ἰωάννην μὴ πειθόμενον εἰς φρουρὰν ἐνέβαλεν. Ζαχαρίας δέ τις ἄρχων Παλαι‐ στίνης, θεοφιλὴς ἀνήρ, ὑπέθετο τῷ ἐπισκόπῳ ζήλῳ θείῳ φερόμενος ὑποσχέσθαι τῷ δουκὶ ποιεῖν τὰ δοκοῦντα αὐτῷ, εἰ ἀποκατασταθῇ εἰς τὸν θρόνον αὐτοῦ. τοῦ δὲ ἀπολύσαντος αὐτὸν καὶ ἀποκαταστή‐
30σαντος, συναγαγὼν τὰ μοναστήρια εἰς τὸν ναὸν τοῦ ἁγίου Στεφάνου καὶ ἀνελθὼν ἐπ’ ἄμβωνος ἀνεθεμάτισε Νεστόριον καὶ Εὐτυχέα καὶ
Σευῆρον καὶ Σωτήριχον τὸν Καισαρείας, ἀναγορεύσας τὰς ἁγίας καὶ158

159

οἰκουμενικὰς τέσσαρας συνόδους· παρῆν δὲ καὶ Ὑπάτιος, ὁ ἀδελ‐ φιδὸς τοῦ βασιλέως, μὴ κοινωνῶν Σευήρῳ τὸ σύνολον· οὗτος κοι‐ νωνήσας Ἰωάννῃ τότε χρυσίου λίτρας ρʹ δέδωκε Θεοδοσίῳ τῷ ὁ σίῳ, ἐξάρχῳ ὄντι τῶν μοναστηρίων, εἰς διανομὴν τῶν ὑπὲρ τῆς ὀρθῆς
5πίστεως καὶ τῆς ἐν Χαλκηδόνι συνόδου ζηλούντων μοναχῶν. ὁ δὲ βασιλεύς τινας τῶν ἀρχόντων προσέταξεν εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου τῶν Σφωρακίου ἐπ’ ἄμβωνος τὴν προσθήκην τοῦ τρισ‐ αγίου ὑποβάλλειν· ὥστε τὰ πλήθη ἀγανακτοῦντα ἐξελθεῖν κατὰ τὴν ἡμέραν τῆς λιτῆς γινομένης ἐν τῷ Τρικόγχῳ διὰ τὴν κόνιν· ἡνίκα
10καὶ Τιμόθεος δι’ ἐγγράφου ὑπομνηστικοῦ πάσαις ταῖς ἐκκλησίαις τῆς πόλεως προσέταξε τὸ τρισάγιον ἐν ταῖς λιταῖς μετὰ τῆς προσθή‐ κης εἰπεῖν. ὅπερ πολλοὶ φοβούμενοι ἐποίησαν. οἱ δὲ μοναχοὶ ἄλλον ψαλμὸν ἦλθον ψάλλοντες. τούτους δὲ ἰδὼν ὁ λαὸς ἔκραζεν· “καλῶς ἦλθον οἱ ὀρθόδοξοι.” στάσις τε πολλὴ γέγονε καὶ ἐμπρησμὸς οἴκων
15πολλῶν καὶ φόνοι μυρίοι, τοῦ ὄχλου καταβοῶντος Ἀναστασίου, καὶ ἄλλον βασιλέα αἰτούντων, Βιταλιανὸν δὲ πάντων εὐφημούντων ὡς αὐτοκράτορα· ὥστε φυγεῖν Ἀναστάσιον καὶ κρυβῆναι ἐν προαστείῳ ἐγγὺς Βλαχερνῶν, ὑπ’ αὐτῆς δὲ Ἀρεάδνης ὑβρισθῆναι ὡς πολλῶν κακῶν αἴτιον Χριστιανοῖς. Ἀλαμουνδάρῳ δέ, τῷ φυλάρχῳ τῶν
20Σαρακηνῶν, βαπτισθέντι Σευῆρος ὁ δυσσεβὴς δύο ἐπισκόπους ἔπεμψε τῆς λώβης αὐτοῦ μεταδοῦναι αὐτῷ. θεοῦ δὲ προνοίᾳ ὑπὸ τῶν ὀρθο‐ δόξων ὁ ἀνὴρ ἐβαπτίσθη τῶν δεχομένων τὴν σύνοδον. τῶν δὲ ἐπι‐ σκόπων Σευήρου διαστρέφειν τὸν φύλαρχον τοῦ ἀληθοῦς δόγματος σπευδόντων, θαυμαστῶς αὐτοὺς ἤλεγξεν Ἀλαμούνδαρος δραματουργίᾳ
25τοιαύτῃ. ἔφη γὰρ πρὸς αὐτούς· “γράμματα,” φησίν, “ἐδεξάμην σή‐ μερον σημαίνοντά μοι ὅτι Μιχαὴλ ὁ ἀρχάγγελος τέθνηκεν.” τῶν δὲ εἰπόντων ἀδύνατον εἶναι τοῦτο, ἔφη ὁ φύλαρχος· “καὶ πῶς θεὸς γυμνὸς ἐσταυρώθη καθ’ ὑμᾶς, εἰ μὴ δύο φύσεων ἦν ὁ Χριστός,
εἴπερ μηδὲ ἄγγελος ἀποθνήσκει; καὶ οὕτω μετ’ αἰσχύνης ἀνεχώρησαν159

160

οἱ τοῦ Σευήρου ἐπίσκοποι. Κουάδης δέ τινας τῶν ἐν Περσίδι Χριστιανῶν ἠγκυλοκόπησεν, οἳ μετὰ ταῦτα περιεπάτησαν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φϛʹ.
5Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κγʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιθʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. γʹ.
10Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. βʹ.[End of a diagram]
13Τούτῳ τῷ ἔτει Βιταλιανὸς παραλαβὼν πᾶσαν τὴν Θρᾴκην καὶ Σκυθίαν καὶ Μυσίαν, ἔχων μεθ’ ἑαυτοῦ πλῆθος Οὔννων καὶ Βουλ‐
15γάρων παρέλαβε τὴν Ἀγχίαλον καὶ τὴν Ὀδυσσόπολιν, πιάσας καὶ Κύριλλον, τὸν στρατηλάτην Θρᾴκης, καὶ ἦλθε πραιδεύων ἕως τοῦ Βυζαντίου. φειδόμενος δὲ τῆς πόλεως ἐν τῷ Σωσθενίῳ ἐστρατοπέ‐ δευσεν. Ἀναστάσιος δὲ ἀπογνοὺς πέμπει τινὰς τῆς συγκλήτου παρα‐ καλῶν εἰρηνεῦσαι αὐτὸν καὶ ὀμόσαι σὺν τῇ συγκλήτῳ, τούς τε ἐξ‐
20ορισθέντας ἐπισκόπους ἀνακαλεῖσθαι ..... ἐν Ἡρακλείᾳ τῆς Θρᾴκης. ὁ δὲ Βιταλιανὸς προσέθηκεν, ἵνα καὶ οἱ πρίγκιπες ἑκάστης σχολῆς τοῦτο ὀμόσωσιν, καὶ Μακεδόνιος καὶ Φλαβιανὸς οἱ ἀδίκως ἐκβληθέντες ἀπολάβωσι τοὺς ἰδίους θρόνους, ὁμοίως καὶ πάντες οἱ λοιποὶ ἐπίσκοποι, καὶ οὕτω κροτηθῇ ἡ σύνοδος, ἐρχομένου καὶ τοῦ Ῥώμης καὶ πάντων
25τῶν ἐπισκόπων, καὶ κοινῇ κρίσει δοκιμασθῇ τὰ κατὰ τῶν ὀρθοδόξων τολμηθέντα. τοῦ δὲ βασιλέως καὶ τῆς συγκλήτου καὶ τῶν λοιπῶν ἀρχόντων τε καὶ λαῶν ὀμοσάντων καὶ βεβαιωσάντων ταῦτα οὕτω γίνεσθαι, εἰρήνη γέγονεν· καὶ ἐπανέζευξεν ἐπὶ τὰ ἴδια. Σεκουνδῖνος δὲ ὁ πατρίκιος, γαμβρὸς Ἀναστασίου ἐπ’ ἀδελφῇ, πατὴρ δὲ Ὑπατίου,
30εἰς τοὺς πόδας Βιταλιανοῦ προσπεσὼν πολλοῖς δάκρυσιν Ὑπάτιον τὸν ἴδιον υἱὸν ἐκ τῶν ἐν Μυσίᾳ δεσμῶν ζῶντα ἀπέλαβεν. Ὁρμίσδας
δέ, ὁ ἐπίσκοπος Ῥώμης, ὀχλούμενος ὑπὸ Θευδερίχου χαριζομένου160

161

Βιταλιανῷ Ἐννόδιον τὸν ἐπίσκοπον ἔπεμψε καὶ Βιταλιανὸν ἀρχιδι‐ άκονον εἰς τὸ κροτηθῆναι τὴν ἐν Ἡρακλείᾳ σύνοδον. ἦλθον δὲ ἐπί‐ σκοποι ὡς διακόσιοι ἐκ διαφόρων τόπων· οἵ τινες ἐμπαιχθέντες ὑπὸ τοῦ παρανόμου βασιλέως καὶ Τιμοθέου ἐπισκόπου Κωνσταντινουπό‐
5λεως ἀνεχώρησαν ἄπρακτοι. ὁ γὰρ ἀσεβὴς βασιλεὺς παραβὰς τὰς συνθήκας λάθρα ἐδήλωσε τῷ πάπᾳ Ῥώμης μὴ παραγενέσθαι. τῷ γὰρ Βιταλιανῷ σάκραν ἦν πέμψας τοῦ πέμψαι αὐτὴν εἰς Ῥώμην πρὸς τὸ παραγενέσθαι τὸν πάπαν ἐπὶ τὸ κροτηθῆναι τὴν σύνοδον ἐν Ἡρακλείᾳ. πᾶς δὲ ὁ λαὸς καὶ ἡ σύγκλητος παρρησίᾳ ἐλοιδόρουν
10Ἀναστάσιον ὡς ἐπίορκον. ὁ δὲ παράνομος ἀναιδῶς ἔλεγε νόμον εἶναι κελεύοντα βασιλέα κατ’ ἀνάγκην ἐπιορκεῖν καὶ ψεύδεσθαι. ταῦτα ὁ παρανομώτατος μανιχαιόφρων.
κδʹ. κʹ. βʹ. γʹ. δʹ. θʹ. γʹ. Τούτῳ τῷ ἔτει Βιταλιανὸς ἀγανακτήσας κατὰ Ἀναστασίου διὰ
15τὴν ἐπιορκίαν πολλὰ κακὰ τοῖς ὑπὸ Ἀναστάσιον στρατοπέδοις καὶ τῇ λοιπῇ πολιτείᾳ ἐπεδείκνυτο, ἀναιρῶν καὶ ἁρπάζων καὶ ἀφοπλίζων· καὶ τέλος πρὸς ὕβριν ἕκαστον στρατιώτην μιᾶς φόλλεως ἐπίπρασκεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛηʹ. Τῆς θείας σαρκώσεως ἔτη φηʹ.
20Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κεʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. καʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. εʹ.
25Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. δʹ.[End of a diagram]
28Τούτῳ τῷ ἔτει Οὖννοι οἱ λεγόμενοι Σαβὴρ περάσαντες τὰς Κασπίας πύλας τὴν Ἀρμενίαν ἐξέδραμον, Καππαδοκίαν τε καὶ Γαλα‐
30τίαν καὶ Πόντον ληϊζόμενοι, ὡς καὶ Εὐχάϊτα μικροῦ παραστήσασθαι. ὅθεν καὶ φυγὼν ὁ ἱερὸς Μακεδόνιος κινδυνεύων σχεδὸν εἰς Γάγγραν διεσώθη. ὅπερ μαθὼν Ἀναστάσιος πικρῶς αὐτὸν κἀκεῖ προσέταξε
φυλάττεσθαι, πέμψας, ὥς φασι, καὶ τὸν ἀναιρήσοντα αὐτόν. τελειωθεὶς161

162

δὲ ἐν Γάγγραις κατετέθη ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Καλλινί‐ κου ἐγγὺς τῶν λειψάνων αὐτοῦ πολλὰς ἰάσεις ἐπιτελῶν. Μακεδονίου νεκροῦ κειμένου φασὶ τῇ χειρὶ κατασφραγίσασθαι τῷ σταυρῷ. Θεό‐ δωρος δέ τις τῶν συνόντων αὐτῷ εἰς ὄναρ εἶδε Μακεδόνιον λέγοντα
5αὐτῷ· “ἔκλαβε, καὶ ἀπελθὼν ἐπανάγνωθι Ἀναστασίῳ, καὶ εἰπέ· ἐγὼ μὲν ἀπέρχομαι πρὸς τοὺς πατέρας μου, ὧν τὴν πίστιν τετήρηκα, οὐ παύσομαι δὲ ὀχλῶν τῷ δεσπότῃ ἄχρις οὗ ἔλθῃς, καὶ εἰς δίκην εἰσέλ‐ θωμεν.” Τῷ δ’ αὐτῷ ἔτει ἐν Ἀλεξανδρείᾳ πλεῖστοι ἄνδρες καὶ γυναῖκες
10καὶ νήπια δεινῶς πληγέντες ὑπὸ δαιμόνων ἀθρόως ὑλάκτουν· καθ’ ὕπνους δέ τις εἶδέ τινα φοβερὸν λέγοντα, ὅτι διὰ τοὺς ἀναθεματισ‐ μοὺς τῆς συνόδου ταῦτα πάσχουσιν. Τῷ δ’ αὐτῷ ἔτει καὶ Ἀρεάδνη ἡ βασίλισσα ἐτελεύτησεν. οἱ δὲ μοναχοὶ τῆς ἐρήμου θείῳ ζήλῳ κινούμενοι, τέσσαρας διαμαρτυρίας
15συντάξαντες δύο μὲν ἔπεμψαν τῷ βασιλεῖ, μίαν δὲ τοῖς ἄρχουσι τῆς χώρας, καὶ μίαν τῷ ἐπισκόπῳ Ἱεροσολύμων Ἰωάννῃ, διαμαρτυρόμενοι, μήτε τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου παρεξελθεῖν, μήτε τῷ δυσσε‐ βεῖ Σευήρῳ κοινωνῆσαι· ἐπεὶ πρὸς θάνατον ἑτοίμως ἔχουσιν, ἐμπυ‐ ρίζοντες καὶ τοὺς ἁγίους τόπους. τοῦ δὲ ἐπισκόπου Θεσσαλονίκης
20διὰ φόβον τοῦ βασιλέως κοινωνήσαντος Τιμοθέῳ τῷ Κωνσταντινου‐ πόλεως ἐπισκόπῳ, μʹ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἑλλάδος συνελ‐ θόντες εἰς ἓν δι’ ἐγγράφου ὁμολογίας ὡς ἀπὸ ἰδίου μητροπολίτου ἀπέστησαν ἀπ’ αὐτοῦ, καὶ εἰς Ῥώμην πέμψαντες τῷ Ῥώμης κοινωνεῖν ἐγγράφως συνέθεντο. τὸν δὲ Θεσσαλονίκης ἐπίσκοπον Θεόδωρος ὁ
25ἱστορικὸς πατριάρχην ὀνομάζει ἀλόγως, μὴ εἰδὼς τὸ διατί.
κϛʹ. κβʹ. δʹ. εʹ. ϛʹ. ιαʹ. εʹ. Τούτῳ τῷ ἔτει Ἰωάννου τοῦ Νικαιώτου, ἐπισκόπου Ἀλεξαν‐ δρείας αἱρετικοῦ, ἀποθανόντος, Διόσκορος ὁ μικρός, Τιμοθέου τοῦ Ἐλούρου ἀνεψιός, προεβλήθη ἐπίσκοπος Ἀλεξανδρείας. ἐλθὼν δὲ ἐν
30τῷ Βυζαντίῳ ὑπὲρ Ἀλεξανδρέων πρὸς τὸν βασιλέα πρεσβεύσασθαι διὰ τὸν φόνον τοῦ υἱοῦ Καλλιοπίου τοῦ αὐγουσταλίου, ὑπὸ τῶν
ὀρθοδόξων δημοσίως ὑβρίζετο κατὰ πρόοδον νομιζόντων αὐτὸν κατὰ162

163

τῶν ὀρθῶν δογμάτων ἐληλυθέναι. πρεσβεύσας οὖν διὰ τὸν φόνον μετὰ σπουδῆς ἀνεχώρησεν. ἡ δὲ τοῦ φόνου αἰτία γέγονεν αὕτη χειροτονηθέντος Διοσκόρου, ἀνεχώρησαν τὰ πλήθη τῶν κληρικῶν λέγοντες· ὅτι “εἰ μὴ καθὼς περιέχουσιν οἱ κανόνες τῶν ἁγίων ἀπο‐
5στόλων, οὐ καθέζεται ἐπίσκοπος.” ἦσαν γὰρ οἱ ἄρχοντες ἐνθρονί‐ σαντες αὐτόν. ὁ δὲ Διόσκορος ἦλθεν εἰς τὸν ἅγιον Μάρκον. καὶ ἐλθόντες οἱ κληρικοὶ ἐνέδυσαν αὐτὸν ἐκ δευτέρου καὶ πάλιν ἐχειρο‐ τόνησαν. καὶ οὕτως ἐλθὼν εἰς τὸν ἅγιον Ἰωάννην ἐπετέλεσε τὴν σύναξιν. ὄντος δὲ ἐκεῖ Θεοδοσίου, τοῦ υἱοῦ Καλλιοπίου τοῦ αὐγου‐
10σταλίου, καὶ Ἀκακίου στρατηλάτου, ἀτακτήσαντες οἱ ὄχλοι ἤρξαντο ὑβρίζειν τὸν αὐγουστάλιον διὰ τὸ ἐπαινεῖν τὸν βασιλέα Ἀναστάσιον. τῆς δὲ ἀηδίας κινουμένης, εἰσπηδήσαντές τινες ἀπὸ τοῦ θρόνου καθ‐ εῖλαν τὸν υἱὸν τοῦ αὐγουσταλίου καὶ ἀνεῖλον αὐτόν. ὁ δὲ στρατη‐ λάτης Ἀκάκιος, ὅσους ἠδυνήθη πιάσαι, ἀνεῖλεν. καὶ ἀκούσας ὁ βασι‐
15λεὺς ὠργίσθη κατ’ αὐτῶν. ὁ δὲ Διόσκορος πρεσβεύσας κατεπράϋνεν αὐτόν. μεταξὺ δὲ Ἰνδῶν καὶ Περσῶν κάστρον ἐστὶν ὀνόματι Τζουν‐ δαδεέρ, ἔνθα πολλὰ χρήματα καὶ λίθους τιμίους εἶναι πολλοὺς Κου‐ άδης μαθὼν ἐπεζήτει τοῦτο λαβεῖν. δαίμονες δὲ τῷ τόπῳ παρ‐ εδρεύοντες ἐκώλυον αὐτὸ χειρωθῆναι. πᾶσαν οὖν κινήσας τῶν παρ’
20αὐτῷ μάγων ἐπίνοιαν, ἔπειτα δὲ καὶ Ἰουδαίων, καὶ τοῦ σκοποῦ μὴ ἐπιτυχών, πεισθεὶς διὰ τῆς πρὸς θεὸν εὐχῆς τῶν Χριστιανῶν τούτου κυριεῦσαι, ἐπίσκοπόν τινα Χριστιανῶν τῶν ἐν Περσίδι περὶ τούτου παρεκάλεσεν, ὃς σύναξιν ἐπιτελέσας καὶ τῶν θείων μυστηρίων μετα‐ λαβών, προσελθὼν τῷ τόπῳ τοὺς ἐκεῖσε δαίμονας ἐξεδίωξε καὶ τῷ
25Κουάδῃ τὸ κάστρον ἀπόνως παρέδωκεν· τούτῳ Κουάδης καταπλαγεὶς τῷ σημείῳ πρωτοκαθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Μανι‐ χαίων καὶ Ἰουδαίων προκαθεζομένων, ἄδειαν δὲ παρέσχε καὶ τοῖς βουλομένοις βαπτίζεσθαι. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη γʹ.
30
κζʹ. κγʹ. εʹ. ϛʹ. ζʹ. αʹ. ϛʹ.
Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ βασιλεὺς εἶδεν ἐν ὁράματι ἄνδρα
φοβερὸν βαστάζοντα κώδικα· καὶ τοῦτον ἀναπτύξας καὶ εὑρὼν163

164

τὸ τοῦ βασιλέως ὄνομα εἶπεν αὐτῷ· “ἰδού, διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω ιδʹ.” καὶ ἀπήλειψεν αὐτά. διυπνισθεὶς δὲ καὶ προσκαλεσά‐ μενος Ἀμάντιον τὸν πραιπόσιτον εἶπεν αὐτῷ τὸ ὅραμα. ὁ δὲ εἶπεν· “κἀγὼ ἐθεασάμην ταύτῃ τῇ νυκτί, ὅτι παρισταμένου μου τῷ κράτει
5σου, χοῖρος μέγας ἐλθὼν καὶ δραξάμενός μου τῆς χλαίνης κατέρραξέ με εἰς τὴν γῆν καὶ ἀνήλωσεν.” προσκαλεσάμενος δὲ Πρόκλον τὸν ὀνειροκρίτην ἐξεῖπεν αὐτῷ τὰ ὁραθέντα. ὁ δὲ εἶπεν αὐτοῖς· ὅτι “ἀμφότεροι οὐ μετὰ πολὺ τελειοῦσθε.” τοῦ δὲ ἐπισκόπου Κων‐ σταντινουπόλεως Τιμοθέου ἀποθανόντος, Ἰωάννην τὸν Καππαδόκην,
10πρεσβύτερον καὶ σύγκελλον Κωνσταντινουπόλεως, ἐπίσκοπον ὁ βασι‐ λεὺς προεχειρίσατο. οὗτος χειροτονηθεὶς τῇ τρίτῃ ἡμέρᾳ τοῦ πάσχα τὴν ἀποστολικὴν ἐνεδύσατο στολήν. ὁ δὲ λαὸς πολλὴν στάσιν ἐποί‐ ησε τῷ Ἰωάννῃ τοῦ ἀναθεματίσαι Σευῆρον. Τῷ δ’ αὐτῷ ἔτει ἰνδικτιῶνος ιαʹ, μηνὶ Ἀπριλλίῳ θʹ, τέθνηκεν
15Ἀναστάσιος ὁ δυσσεβὴς βασιλεύς, βασιλεύσας ἔτη κζʹ μῆνας ζʹ, τῷ σλδʹ ἔτει ἀπὸ Διοκλητιανοῦ· καὶ ἐβασίλευσεν Ἰουστῖνος ὁ εὐσεβὴς ἀντ’ αὐτοῦ, ἀνὴρ πρεσβύτης καὶ πολύπειρος, ἀπὸ στρατιωτῶν ἀρξά‐ μενος καὶ ἕως τῆς συγκλήτου προκόψας, Ἰλλύριος τῷ γένει. τινὲς δέ φασιν ὅτι θείῳ σκηπτῷ κεραυνωθεὶς Ἀναστάσιος ἐμβρόντητος
20γέγονεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛιαʹ. Τῆς θείας σαρκώσεως ἔτη φιαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. αʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. κδʹ.
25Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη γʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. ζʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει Ἰουστῖνος βασιλεύσας πᾶσιν ἄριστος ἀνεδείχθη,164

165

ζηλωτὴς μὲν τῆς ὀρθοδόξου πίστεως ἔμπυρος καὶ ἐν πολέμοις εὐδο‐ κιμῶν, σύμβιον δὲ ἔχων ὀνόματι Λουπικίαν. ταύτην Εὐφημίαν οἱ δῆμοι ἐκάλεσαν στεφθεῖσαν αὐτὴν αὐγούσταν. Βιταλιανὸς δὲ ὁ προρρηθεὶς μετὰ θάνατον Ἀναστασίου Ἰουστίνῳ τῷ μεγάλῳ σφόδρα
5ᾠκειώθη, ὥστε στρατηλάτου ἀξίαν παρ’ αὐτοῦ δέξασθαι καὶ ὑπατεῦσαι ἐλθόντα ἐν Βυζαντίῳ καὶ ὕπατον ἀναγορευθῆναι καὶ κόμητα Πραι‐ σέντου παρρησίαν τε ἔχειν τοσαύτην πρὸς τὸν βασιλέα, ὥστε καὶ Σευῆρον προστάξαι ἐκβληθῆναι καὶ ἀναιρεθῆναι. λίαν γὰρ ἦν ὀρθό‐ δοξος ὁ Βιταλιανός. ὁ δὲ Σευῆρος ἀκούσας ἔφυγεν, καὶ Ἰουλιανὸς
10Ἁλικαρνασοῦ ἐπίσκοπος· καὶ εἰς Αἴγυπτον ἀπελθόντες ταύτην ἐτά‐ ραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον κινήσαντες, Διοσκό‐ ρου ἐπισκοποῦντος Ἀλεξανδρείας. ἐπίσκοποι δὲ καὶ κληρικοὶ ἀπὸ Ῥώμης ἦλθον λαβόντες αὐθεντίαν ὑπὸ Ὁρμίσδου, τοῦ ἐπισκόπου Ῥώμης, σπουδῇ Βιταλιανοῦ, ἔτι ζῶντος Ἰωάννου τοῦ Καππάδοκος,
15ἐπισκόπου Κωνσταντινουπόλεως, καὶ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύν‐ οδον συνέταξαν τοῖς * διπτύχοις καὶ ταῖς ἄλλαις τρισὶ συνόδοις ἐν τοῖς ἱεροῖς διπτύχοις. Σευήρου δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γεγονότος, Παῦλος ἐχειροτονήθη ἐπίσκοπος Ἀντιοχείας, ὁ ξενοδόχος τῶν Εὐβούλου. καὶ ἐδωρήσατο ὁ βασιλεὺς τῇ πόλει Ἀντιοχείας χιλίας λίτρας χρυσίου·
20καὶ ταῖς ἄλλαις δὲ πόλεσι πολλὴν εὐνομίαν παρέσχεν, κωλύσας καὶ τὰς δημώδεις ταραχάς. Ξεναΐαν δὲ τὸν Φιλόξενον, ἐπίσκοπον Ἱερα‐ πόλεως, μανιχαιόφρονα ὄντα, καὶ Πέτρον Ἀπαμείας ἐξώρισεν ὁ εὐσε‐ βὴς βασιλεὺς Ἰουστῖνος σὺν πᾶσι τοῖς μετέχουσι τῆς λώβης αὐτῶν. Ἀμάντιον δὲ τὸν πραιπόσιτον καὶ Ἀνδρέαν τὸν κουβικουλάριον καὶ
25Θεόκριτον τὸν κόμητα Ἀμαντίου, ὃν ἐβούλετο ποιῆσαι βασιλέα, ὡς τυραννίδα μελετήσαντας ἀνεῖλεν. ὁ γὰρ πραιπόσιτος τῷ Ἰουστίνῳ δέδωκε χρήματα ῥογεῦσαι, ὅπως Θεόκριτος βασιλεύσῃ. ὁ δὲ στρατὸς
καὶ οἱ δῆμοι οὐχ εἵλαντο Θεόκριτον βασιλεῦσαι, ἀλλ’ Ἰουστῖνον165

166

ἀνεκήρυξαν. αὐτοὶ δὲ δυσφορήσαντες τυραννίδα ἐμελέτησαν καὶ ἀν‐ ῃρέθησαν. ἀνεκαλέσατο δὲ ὁ βασιλεὺς πάντας τοὺς ἀδίκως ἐξορισ‐ θέντας ὑπὸ Ἀναστασίου καὶ Ἀππίωνα τὸν πατρίκιον, ὃν ἐν Νικαίᾳ πρεσβύτερον βίᾳ ἐχειροτόνησεν· ὃν ὁ βασιλεὺς ὡς ἐχέφρονα ἐποίησεν
5ἔπαρχον πραιτωρίων, καὶ Διογενιανὸν ἀνατολῆς στρατηλάτην. Τῷ δ’ αὐτῷ ἔτει ἐφάνη ἀστὴρ ἐν τῇ ἀνατολῇ, φοβερὸς κομήτης, ὃς εἶχεν ἀκτῖνα πέμπουσαν ἐπὶ τὰ κάτω, ὃν ἔλεγον οἱ ἀστρονόμοι πωγωνίαν εἶναι· καὶ ἐφοβοῦντο. [Start of a diagram]Κόσμου ἔτη ͵ϛιβʹ.
10Τῆς θείας σαρκώσεως ἔτη φιβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. βʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. κεʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. ζʹ. Κωνσταντιν. ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. βʹ.
15Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη γʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Παῦλος ἔτη γʹ. αʹ.[End of a diagram]
19Τούτῳ τῷ ἔτει Βιταλιανὸς ἐδολοφονήθη ὑπὸ τῶν Βυζαντίων
20μηνιώντων αὐτῷ διὰ τὸ πολλοὺς ἀνῃρηκέναι ἐν τῷ καιρῷ τῆς ἐπ‐ αναστάσεως αὐτοῦ κατὰ Ἀναστασίου. Ἰωάννου δὲ τοῦ Καππάδοκος, ἐπισκόπου Κωνσταντινουπόλεως, τελευτήσαντος, Ἐπιφάνιος, πρεσβύ‐ τερος τῆς αὐτῆς ἐκκλησίας καὶ σύγκελλος, ἐχειροτονήθη μηνὶ Φεβρου‐ αρίῳ κεʹ. ὁμοίως καὶ Ὁρμίσδα τοῦ Ῥώμης κοιμηθέντος, Ἰωάννης τὴν
25ἐπισκοπὴν διεδέξατο. Τῷ δ’ αὐτῷ ἔτει ἐδημοκράτησε τὸ βένετον μέρος, ἐν πάσαις ταῖς πόλεσι ταραχὰς ἐγείροντες καὶ λιθασμοὺς καὶ φόνους πολλοὺς ἀπερ‐ γαζόμενοι. ἐπήρχοντο δὲ καὶ τοῖς ἄρχουσιν. ἀπὸ δὲ Ἀντιοχείας ἤρχθη τὸ κακὸν τῆς ἀταξίας, καὶ οὕτω διεδόθη ἐν πάσαις ταῖς
30πόλεσιν, καὶ ἐκράτησεν ἐπὶ χρόνους εʹ· καὶ ἔσφαζον ξίφεσι τοὺς ἀπαντῶντας Πρασίνους καὶ τοὺς κατ’ οἶκον κρυπτομένους ἀνιόντες ἐφόνευον, μὴ τολμώντων τῶν ἀρχόντων ἐκδίκησιν τῶν φόνων ποιῆσαι.
ταῦτα διεπράττοντο ἕως ἔτους ἕκτου Ἰουστίνου τοῦ εὐσεβοῦς.166

167

Κωνσταντινουπόλεως ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ.
γʹ. κϛʹ. ηʹ. αʹ. ιʹ. αʹ. βʹ.
Τούτῳ τῷ ἔτει πολέμου κινηθέντος μεταξὺ Ῥωμαίων καὶ
5Περσῶν ὁ Ἰουστῖνος ἀπέστειλε πρέσβεις καὶ δῶρα πρὸς Ζιλγβίν, τὸν ῥῆγα τῶν Οὔννων· καὶ συνέθετο μεθ’ ὅρκων πατρίων συμμα‐ χήσειν τῷ βασιλεῖ κατὰ Περσῶν. ἀποστείλας δὲ καὶ Κουάδης πρὸς αὐτόν, συνέθετο καὶ αὐτῷ. τοῦτο δὲ μαθὼν Ἰουστῖνος ἐλυπήθη σφόδρα. ἀπῆλθε δὲ πρὸς τοὺς Πέρσας ὁ Ζιλγβὶ μετὰ χιλιάδων κʹ
10τοῦ πολεμῆσαι Ῥωμαίους. ὁ δὲ Ἰουστῖνος ἐδήλωσε Κουάδῃ, τῷ βασιλεῖ τῶν Περσῶν, πρεσβεύων περὶ εἰρήνης καὶ ὡς ἐπ’ ἄλλῳ τινὶ γράψας, καὶ περὶ Ζιλγβί, ὅτι συμμαχίας ὅρκους ἔχει μετὰ Ῥωμαίων, καὶ ὅτι δῶρα ἔλαβε πολλὰ καὶ βούλεται προδότης γενέσθαι τῶν Περσῶν, καὶ ὅτι “δεῖ ἡμᾶς ἀδελφοὺς ὄντας εἰς φιλίαν ἐλθεῖν καὶ μὴ ὑπὸ
15τῶν κυνῶν τούτων παίζεσθαι.” ὁ δὲ Κουάδης ἠρώτησε κατ’ ἰδίαν τὸν Ζιλγβίν, εἰ ἔλαβε παρὰ Ῥωμαίων δῶρα προτραπεὶς κατὰ Περσῶν; ὁ δὲ εἶπεν· ναί. καὶ ὀργισθεὶς ὁ Κουάδης ἐφόνευσε αὐτόν, καὶ διὰ τῆς νυκτὸς πέμψας πλῆθος Περσῶν ἀνεῖλε τὸν λαὸν αὐτοῦ, ὑπονοήσας, ὅτι δόλῳ ἦλθον πρὸς αὐτόν. ὅσοι δὲ ἠδυνήθησαν φυγεῖν,
20ἀνέζευξαν εἰς τὰ ἴδια. Εὐφράσιος δὲ ὁ Ἀντιοχείας τὴν ἐν Χαλκη‐ δόνι σύνοδον ἐξέβαλε τῶν διπτύχων καὶ τὸ ὄνομα Ὁρμίσδα τοῦ πάπα Ῥώμης. μετὰ δὲ ταῦτα φοβηθεὶς τὰς τέσσαρας συνόδους ἐκή‐ ρυττεν. Καβάδης δέ, ὁ τῶν Περσῶν βασιλεύς, τὸν τῶν Ῥωμαίων
25βασιλέα ἐπίτροπον τοῦ ἑαυτοῦ οἴκου καταλιπεῖν ἠθέλησεν· οὐ γὰρ ἠβούλετο τὸν πρεσβύτερον αὐτοῦ υἱόν, ὃν καὶ ὁ νόμος Περσῶν ἐκάλει τοῦ ἄρξαι, οὐδὲ τὸν δεύτερον, διότι τὸν ὀφθαλμὸν ἐκκέκοπτο, Χοσ‐
ρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεννήθη, ὑπερηγάπα167

168

ὁ πατήρ. ἔδοξεν οὖν αὐτῷ εἰς Ῥωμαίους εἰρηνεῦσαι, καὶ Χοσρόην εἰσποιητὸν παῖδα τοῦ βασιλέως γενέσθαι· ἐπὶ τούτῳ πρέσβεις εἰς Βυζάντιον πρὸς Ἰουστῖνον ἔπεμψεν. ὁ δὲ βασιλεὺς τὴν σύγκλητον εἰς βουλὴν καλέσας οὐ κατεδέξατο τοῦτο γενέσθαι, δόλον καὶ προ‐
5δοσίαν Ῥωμαίων τοῦτο καλοῦντες, Πρόκλου κυαίστορος, ἀνδρὸς συν‐ ετοῦ καὶ ἀγχίνου, τοῦτο καλῶς βουλευσαμένου.
δʹ. κζʹ. θʹ. βʹ. ιαʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει ἔπαθεν ὑπὸ θεομηνίας τὸ Δοράχιον, πόλις τῆς νέας Ἠπείρου τοῦ Ἰλλυρικοῦ. ὁ δὲ βασιλεὺς πολλὰ χρήματα
10παρέσχεν εἰς ἀνανέωσιν τῆς πόλεως· ὁμοίως δὲ καὶ ἡ Κόρινθος, μητρόπολις τῆς Ἑλλάδος, καὶ ταύτην μεγάλως ἐφιλοτιμήσατο. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ.
εʹ. κηʹ. ιʹ. γʹ. ιβʹ. γʹ. αʹ.
Τούτῳ τῷ ἔτει Τζάθιος, ὁ τῶν Λαζῶν βασιλεύς, ἀποστατήσας
15τῆς τῶν Περσῶν βασιλείας, Καβάδου βασιλεύοντος καὶ φιλοῦντος τὸν Τζάθιον, ὡς καὶ αὐτοῦ προβαλλομένου αὐτὸν βασιλέα τῶν Λαζῶν, ἦλθε πρὸς Ἰουστῖνον εἰς τὸ Βυζάντιον καὶ παρεκάλεσε τὸν βασιλέα γενέσθαι αὐτὸν Χριστιανὸν καὶ ὑπ’ αὐτοῦ ἀναγορευθῆναι βασιλέα τῶν Λαζῶν. ὁ δὲ βασιλεὺς μετὰ χαρᾶς αὐτὸν δεξάμενος ἐφώτισεν
20αὐτὸν καὶ υἱὸν αὐτὸν ἀνηγόρευσεν. ἔγημε δὲ καὶ γυναῖκα Ῥωμαίαν, τὴν ἐγγόνην Νόμου τοῦ πατρικίου καὶ ἀποκουροπαλάτου, Οὐαλερι‐ ανήν τινα, καὶ εἰς τὴν ἰδίαν χώραν ἔλαβεν, προχειρισθεὶς παρὰ Ἰουστίνου βασιλεὺς τῶν Λαζῶν, φορέσας στέφανον καὶ χλανίδα βασιλικὴν ἄσπρην ἔχουσαν ταβλὶν χρυσοῦν, ἐν ᾧ ἐκ κεντητοῦ ἐν‐
25εκεχάρακτο ἡ εἰκὼν τοῦ βασιλέως Ἰουστίνου, καὶ στιχάριν ἄσπρον ἔχον πλουμία χρυσᾶ καὶ εἰκόνα τοῦ βασιλέως· τὰ γὰρ τζαγγία αὐτοῦ
ῥούσια ἦσαν ἔχοντα μαργαρίτας Περσικῷ σχήματι· ὁμοίως καὶ ἡ168

169

ζώνη αὐτοῦ ἦν χρυσῆ διὰ μαργαριτῶν. ἔλαβε δὲ παρὰ τοῦ βασιλέως δῶρα πολλά, καὶ μετὰ χαρᾶς ἀπῆλθεν εἰς τὰ ἴδια. γνοὺς δὲ τοῦτο Καβάδης, ὁ τῶν Περσῶν βασιλεύς, ἐδήλωσε τῷ βασιλεῖ, ὅτι “φιλίας καὶ εἰρήνης μεταξὺ ἡμῶν οὔσης τὰ ἐχθρῶν πράττεις καὶ τοὺς ὑπὸ
5τὴν ἐξουσίαν Περσῶν ὄντας ἀπ’ αἰῶνος προσελάβου.” ὁ δὲ βασι‐ λεὺς ἀντεδήλου αὐτῷ· “ἡμεῖς τινὰ τῶν ὑποκειμένων τῇ βασιλείᾳ σου οὔτε προσελαβόμεθα, οὔτε προετρεψάμεθα· ἀλλ’ ἐλθόντος Τζαθίου εἰς τὰ ἡμέτερα βασίλεια, ἐδεήθη προσπίπτων ἡμῖν ῥυσθῆναι μυσαροῦ καὶ ἑλληνικοῦ δόγματος καὶ ἀσεβῶν θυσιῶν καὶ πλάνης
10δαιμόνων καὶ προσελθεῖν τῷ δημιουργῷ τῶν ὅλων θεῷ καὶ γενέσθαι Χριστιανός. τοῦτον ἡμεῖς βαπτίσαντες εἰς τὴν ἰδίαν ἀπελύσαμεν χώραν.” ἔκτοτε λοιπὸν ἐγένετο ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. Τῷ δ’ αὐτῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν καὶ τοὺς ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθησαν ὑπὸ τῶν Ὁμηριτῶν, καὶ ὁ πόλεμος Ἐλεσ‐
15βαᾶ, τοῦ βασιλέως τῶν Αἰθιόπων, πρὸς τοὺς Ὁμηρίτας, καὶ ἡ νίκη αὐτοῦ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ.
ϛʹ. κθʹ. αʹ. δʹ. ιγʹ. δʹ. βʹ.
Τούτῳ τῷ ἔτει Θευδέριχος κρατῶν τῆς Ῥώμης ἀρειανοφρονῶν
20ἐβιάσατο τὸν πάπαν Ἰωάννην ἀνελθεῖν εἰς τὸ Βυζάντιον πρὸς τὸν βασιλέα Ἰουστῖνον καὶ πρεσβεῦσαι ὑπὲρ Ἀρειανῶν, ὥστε μὴ ἀναγ‐ κάζειν αὐτοὺς ἐξίστασθαι τῆς αἱρέσεως αὐτῶν· ἐπεὶ καὶ Θευδέριχος εἰς τοὺς κατὰ τὴν Ἰταλίαν ὀρθοδόξους τοῦτο ποιεῖν ἠπείλει. ὁ δὲ Ἰωάννης ἐλθὼν ἐν Βυζαντίῳ καὶ προτραπεὶς ὑπὸ Ἐπιφανίου τοῦ
25πατριάρχου οὐ κατεδέξατο, ἕως προεκάθισε τοῦ Ἐπιφανίου ὁ Ῥώμης. ὁ δὲ Ἰωάννης πᾶσι μὲν τοῖς ἐπισκόποις ἐκοινώνησεν, Τιμοθέῳ δὲ τῷ Ἀλεξανδρείας οὐκ ἐκοινώνησεν. Κουάδης δέ, υἱὸς Περόζου, ὁ τῶν Περσῶν βασιλεύς, πολλὰς μυριάδας Μανιχαίων σὺν τῷ ἐπισκόπῳ αὐτῶν Ἰνδαζάρῳ ἀνεῖλεν ἐν μιᾷ ἡμέρᾳ σὺν τοῖς οὖσι συγκλητικοῖς
30Πέρσαις ἐκ τοῦ αὐτῶν φρονήματος· τὸν γὰρ υἱὸν αὐτοῦ τὸν τρίτον,169

170

τὸν λεγόμενον Φθασουαρσάν, ὃν ἐγέννησεν αὐτῷ Σαμβίκη, ἡ θυγάτηρ αὐτοῦ, οἱ Μανιχαῖοι παιδαγωγήσαντες καὶ τοῦ ἰδίου φρονήματος ποιήσαντες ἐπηγγείλαντο αὐτῷ, ὅτι “ὁ σὸς πατὴρ γεγήρακεν, καὶ εἰ συμβῇ αὐτὸν τελευτῆσαι, οἱ ἀρχιμάγοι ἕνα τῶν σῶν ἀδελφῶν ποιοῦσι
5βασιλέα διὰ τὸ κρατηθῆναι τὸ δόγμα αὐτῶν. ἡμεῖς δὲ δυνάμεθα δι’ εὐχῶν ἡμῶν πεῖσαι τὸν σὸν πατέρα ἀποτάξασθαι τὴν βασιλείαν καὶ σὲ προχειρίσασθαι, ἵνα πανταχῆ κρατύνῃς τὸ τῶν Μανιχαίων δόγμα. ὁ δὲ συνετάξατο τοῦτο ποιεῖν, ἐὰν βασιλεύσῃ. γνοὺς δὲ ταῦτα Κου‐ άδης ἐκέλευσε κομβέντον γενέσθαι διὰ τό, φησίν, ποιῆσαι τὸν υἱὸν
10αὐτοῦ Φθασουαρσὰν βασιλέα, κελεύσας καὶ πάντας τοὺς Μανιχαίους σὺν τῷ ἐπισκόπῳ αὐτῶν καὶ γυναιξὶ καὶ τέκνοις παραγενέσθαι ἐν τῷ κομβέντῳ, ὁμοίως καὶ τὸν ἀρχιμάγον Γλωνάζην καὶ τοὺς μάγους καὶ τὸν τῶν Χριστιανῶν ἐπίσκοπον Βοαζάνην, ἀγαπώμενον παρὰ Κουάδου ὡς ἰατρὸν ἄριστον· καὶ καλέσας τοὺς Μανιχαίους ἔφη·
15“χαίρω ἐπὶ τῷ ὑμετέρῳ δόγματι καὶ θέλω δοῦναι ἔτι ζῶν τὴν βα‐ σιλείαν τῷ υἱῷ μου Φθασουαρσάν, ὡς σύμφρονι ὑμῶν. ἀλλ’ ἀφ‐ ορίσατε ἑαυτοὺς πρὸς τὸ παραλαβεῖν αὐτόν.” οἱ δὲ θαρρήσαντες πάντες μετὰ παρρησίας ἠφόρισαν ἑαυτούς. ὁ δὲ Κουάδης ἐπιτρέψας τὰ στρατεύματα αὐτοῦ εἰσελθεῖν, πάντας κατέκοψαν ξίφεσι σὺν τῷ
20ἐπισκόπῳ αὐτῶν ἐπ’ ὄψεσι τοῦ ἀρχιμάγου καὶ τοῦ ἐπισκόπου τῶν Χριστιανῶν. καὶ ἐξέπεμψε σάκρας εἰς πᾶσαν τὴν ὑπ’ αὐτὸν γῆν, ὥστε τὸν εὑρισκόμενον Μανιχαῖον ἀναιρεῖσθαι καὶ πυρίκαυστον γίνεσθαι, καὶ τὰς ὑποστάσεις αὐτῶν εἰς τὰ βασιλικὰ ταμιεῖα εἰσκο‐ μίζεσθαι, καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι. ὁ δὲ εὐσεβὴς βασι‐
25λεὺς Ἰουστῖνος ἐν πάσῃ ἱκανότητι καὶ ἀνδρείᾳ τῆς βασιλείας ἐπιλα‐ βόμενος σάκρας πανταχοῦ ἐν ταῖς πόλεσιν ἐξαπέστειλεν, ὥστε τιμω‐ ρηθῆναι πάντας τοὺς ἀταξίας ἢ φόνους ποιοῦντας, καὶ τοὺς ἐν Κων‐ σταντινουπόλει δήμους εἰρήνευσε καὶ φόβον ἔδειξε πολύν. ἔστεψε δὲ καὶ τὴν ἑαυτοῦ γαμετὴν Θεοδώραν ἀγούσταν ἅμα τῷ βασιλεῦσαι
30αὐτόν. καὶ προεβάλετο τὸν πατρίκιον Ὑπάτιον στρατηλάτην ἀνατο‐170

171

λῆς, τὸν Σεκουνδίνου, φυλάξαι τὰ ἀνατολικὰ μέρη διὰ τοὺς Πέρσας καὶ τὰς τῶν Σαρακηνῶν ἐπιδρομάς. ἐποίησε δὲ καὶ αὐτὸς διωγμὸν μέγαν κατὰ Μανιχαίων καὶ ἐτιμωρήσατο πολλούς. [Start of a diagram]Κόσμου ἔτη ͵ϛιζʹ.
5Τῆς θείας σαρκώσεως ἔτη φιζʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. ζʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. λʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. εʹ.
10Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. γʹ.[End of a diagram]
14Τούτῳ τῷ ἔτει Ἀνάζαρβος, μητρόπολις τῆς δευτέρας Κιλικίας,
15ἔπαθεν ὑπὸ σεισμοῦ φοβερωτάτου, ἡγεμονεύοντος αὐτῆς Καλλιοπίου, υἱοῦ Εἰρηναίου, καὶ ἐπτώθη πᾶσα ἡ πόλις. ταύτην δὲ Ἰουστῖνος ἀνήγειρε καὶ Ἰουστινούπολιν ἐκάλεσεν. Τῷ δ’ αὐτῷ ἔτει κατεποντίσθη ὑπὸ θεομηνίας ὑδάτων τοῦ ποταμοῦ Ἔδεσα, πόλις μεγάλη καὶ περιβόητος, τῆς Ὀσροηνῆς ἐπαρ‐
20χίας μητρόπολις. ὁ γὰρ Σκιρτὸς ποταμὸς διὰ μέσου αὐτῆς παρερ‐ χόμενος πλοῦτον αὐτῇ πολὺν καὶ τέρψιν παρέχει. τὸ τηνικαῦτα δὲ πλημμυρήσας δίκην θαλάσσης τοὺς οἴκους σὺν τοῖς οἰκοῦσι σύρων ἐπόντιζεν. λόγος δὲ κρατεῖ ἐν αὐτοῖς τοῖς περισωθεῖσιν, ὅτι καὶ ἄλλοτε ἐπόρθησε τὴν πόλιν ὁ αὐτὸς ποταμός, ἀλλ’ οὐχ οὕτως. μετὰ
25δὲ τὸ παῦσαι τὰ ὕδατα εὑρέθη πλὰξ λιθίνη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ γεγραμμένη ἱερογλυφικὸς γράμμασιν ἔχουσα οὕτως· Σκιρτὸς ποτα‐ μὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις. ὁ δὲ βασιλεὺς Ἰουστῖνος πολλὰ παρέσχε ταῖς ἀμφοτέραις πόλεσιν εἰς ἀνανέωσιν. Τῷ δ’ αὐτῷ ἔτει ἀνεφάνη γυνή τις ἐκ τῆς Κιλικίας γιγαντο‐
30γενής, ὑπερέχουσα τῇ ἡλικίᾳ πάντα ἄνθρωπον τέλειον πῆχυν ἕνα, καὶ πλατεῖα σφόδρα. γυρεύουσα δὲ τὰς πόλεις ἐλάμβανε κατ’ ἐργα‐ στήριον φόλλιν μίαν. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ
ηʹ. αʹ. γ ϛʹ. ιεʹ. ϛʹ. δʹ.171

172

Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ τῆς δʹ ἰνδικτιῶνος τὰ προοίμια τῆς τοῦ θεοῦ ὀργῆς ἐπῆλθον τῇ πόλει Ἀντιοχείᾳ. ἐμπυρισμὸς γὰρ μέγας γέγονεν ἀοράτως ἐν τῷ μέσῳ τῆς πόλεως, ὅστις προεμήνυσε τὴν μέλλουσαν ἔσεσθαι τοῦ θεοῦ ἀπειλήν. ἀνήφθη γὰρ τὸ πῦρ ἀπὸ
5τοῦ μαρτυρίου τοῦ ἁγίου Στεφάνου καὶ ἕως τοῦ πραιτωρίου τοῦ στρατηλάτου ἔφθασεν. αὕτη ἐγένετο ἀρχὴ ὠδίνων. ἐγένοντο δὲ οἱ ἐμπρησμοὶ ἐπὶ μῆνας ἕξ, καὶ ἐκάησαν οἶκοι πολλοί, καὶ ἀπέθανον λαοὶ πολλοί. καὶ οὐδεὶς ἠδύνατο γνῶναι, πόθεν τὸ πῦρ ἀνήπτετο· ἐκ γὰρ τῶν κεράμων τῶν πενταστέγων ἀνελάμβανεν. κατὰ δὲ πρεσ‐
10βείαν Εὐφρασίου τοῦ πατριάρχου ἐφιλοτιμήσατο ὁ βασιλεὺς τῇ πόλει κεντηνάρια δύο χρυσίου. τῷ δὲ Μαίῳ μηνὶ κʹ τῆς αὐτῆς δʹ ἰνδικ‐ τιῶνος, ὥρᾳ ζʹ, ὑπατεύοντος ἐν Ῥώμῃ Ὀλυβρίου ἔπαθεν ὑπὸ θεο‐ μηνίας Ἀντιόχεια ἡ μεγάλη τῆς Συρίας πάθος ἀνεξήγητον. τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν ἐπ’ αὐτήν, ὥστε πτωθῆναι σχεδὸν
15πᾶσαν τὴν πόλιν καὶ τάφον τῶν οἰκητόρων γενέσθαι. τινὰς δὲ κατα‐ χωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν πῦρ ἐκ τῆς γῆς ἐξελθὸν κατέφλεξεν. καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος, ὡς σπινθῆρες, κατήρχετο καὶ κατέκαιεν, ὥσπερ ἀστραπή, τὸν εὑρισκόμενον· καὶ ἐσείετο ἡ γῆ ἐπὶ ἐνιαυτὸν ἕνα.
20[Start of a diagram]Κόσμου ἔτη ͵ϛιθʹ. Τῆς θείας σαρκώσεως ἔτη φιθʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. θʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. βʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. αʹ.
25Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. εʹ.[End of a diagram]
30Τούτῳ τῷ ἔτει τοῦ σεισμοῦ ἐπικρατοῦντος Εὐφράσιος, ὁ ἐπί‐ σκοπος Ἀντιοχείας, κατεχώσθη ὑπὸ τοῦ σεισμοῦ καὶ ἀπέθανεν· καὶ πᾶς οἶκος καὶ ἐκκλησία κατέπεσον, καὶ τὸ κάλλος τῆς πόλεως ἠφα‐
νίσθη. καὶ οὐ γέγονε τοιαύτη θεομηνία ἐν ἄλλῃ πόλει ἐν πάσαις172

173

ταῖς γενεαῖς. ὁ δὲ εὐσεβέστατος βασιλεὺς Ἰουστῖνος ταῦτα μαθὼν μεγάλως ἤλγησε τὴν ψυχήν, ὥστε ἐπῇρε τὸ διάδημα ἐκ τῆς κεφαλῆς αὐτοῦ καὶ τὴν πορφύραν καὶ ἐπένθησεν ἐν σάκκῳ ἐπὶ ἡμέρας πολλάς, ὥστε καὶ τῇ ἑορτῇ προσελθὼν ἐν τῇ ἐκκλησίᾳ οὐ κατεδέξατο φορέσαι
5τὸ στέμμα ἢ τὴν χλαμύδα· ἀλλ’ οὕτω λιτῶς προσῆλθε μαντίον πορ‐ φυροῦν φορέσας καὶ κλαίων ἐπὶ πάσης τῆς συγκλήτου· καὶ πάντες ἔκλαιον σὺν αὐτῷ πενθικὰ φοροῦντες. ἀπέστειλε δὲ ὁ βασιλεὺς εὐθέως Καρῖνον τὸν κόμητα δοὺς αὐτῷ κεντηνάρια πέντε πρὸς ἐκ‐ χοϊσμόν, εἴ πως δυνηθῇ σῶσαί τινας, καὶ τὰ καταχωσθέντα πράγ‐
10ματα διασῶσαι ἐκ τῶν λῃστῶν καὶ ἁρπάγων. καὶ πάλιν ἀπέστειλεν ὄπισθεν αὐτοῦ τὸν πατρίκιον Φωκᾶν τὸν Κρατεροῦ, καὶ τὸν πατρί‐ κιον Ἀστέριον, τὸν ἀπὸ ἐπάρχων, ἄνδρας σοφούς, δοὺς αὐτοῖς χρή‐ ματα πάμπολλα πρὸς ἀνακαινισμὸν τῆς πόλεως. τῷ δὲ Ἀπριλλίῳ μηνὶ αʹ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τοῦ πάσχα, ἀσθενήσας
15ὁ βασιλεὺς Ἰουστῖνος προεχειρίσατο ἔτι ζῶν εἰς βασιλέα Ἰουστι‐ νιανόν, τὸν ἴδιον ἀνεψιόν, καὶ ἔστεψεν αὐτόν· καὶ συνεβασίλευσεν αὐτῷ μῆνας δʹ. τῷ δὲ Αὐγούστῳ μηνὶ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ἐτελεύτησεν ὁ εὐσεβέστατος Ἰουστῖνος καταλιπὼν βασιλέα τὸν Ἰου‐ στινιανόν.
20Τοῦ δὲ Εὐφρασίου, ἐπισκόπου Ἀντιοχείας, τελευτήσαντος, Ἐφραΐμιος ὁ Ἀμιδηνός, κόμης ἀνατολῆς ὢν ἐν τῷ χρόνῳ ἐκείνῳ, ἐχειροτονήθη ἀντ’ αὐτοῦ, ὅστις ζῆλον θεῖον κατὰ τῶν ἀποσχιστῶν
ἐνεδείξατο.173

174

[Start of a diagram]Κόσμου ἔτη ͵ϛκʹ. Τῆς θείας σαρκώσεως ἔτη φκʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. γʹ.
5Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. αʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει μόνος κρατήσας τὴν βασιλείαν ὁ μέγας Ἰου‐ στινιανὸς προεβάλετο κόμητα ἀνατολῆς Πατρίκιον τὸν Ἀρμένιον, ᾧ τινι δέδωκε χρήματα κελεύσας αὐτῷ ἀπελθεῖν καὶ ἀνανεῶσαι πόλιν τῆς Φοινίκης Λιβανησίας εἰς τὸ λιμιτὸν τὸ ἐσώτερον, τὴν καλουμέ‐
15νην Παλμύραν, κελεύσας τοῦ καθέζεσθαι ἐν αὐτῇ τὸν δοῦκα ...... καὶ τοὺς ἁγίους τόπους. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ αʹ τῆς αὐτῆς ἰνδικτιῶνος ἔδωκεν ὁ βασιλεὺς ὑπατείαν καὶ τοσαῦτα ἔδωκε χρήματα, ὅσα οὐδεὶς βασιλέων ὑπατεύσας. Τῷ δ’ αὐτῷ ἔτει ὁ βασιλεὺς Περσῶν ἐπολέμησε τῷ Λαζῷ
20Τζαθίῳ ὡς προσρυέντι Ῥωμαίοις. καὶ λοιπὸν ὁ βασιλεὺς Ἰουστι‐ νιανὸς ἔπεμψεν αὐτῷ βοήθειαν στρατοῦ καὶ στρατηλάτας τρεῖς, Βελι‐ σάριον καὶ Κήρυκον καὶ Εἰρηναῖον. καὶ πολεμήσαντες ἡττήθησαν. καὶ ἠγανάκτησεν ὁ βασιλεὺς κατὰ τῶν στρατηλατῶν, ὅτι φθονοῦντες ἀλλήλοις προέδωκαν τὴν νίκην, καὶ διαδεξάμενος αὐτοὺς ἀπέστειλε
25Πέτρον, τὸν νοτάριον αὐτοῦ, στρατηλάτην· καὶ συμβαλὼν τοῖς Πέρ‐ σαις μετὰ τῶν Λαζῶν ἐνίκησαν καὶ πολλοὺς ἀνεῖλον τῶν Περσῶν. Τῷ δ’ αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις ὁ βασιλεὺς τῶν Ἐλούρων, Γρέτης ὀνόματι, καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει μετὰ
τοῦ λαοῦ αὐτοῦ καὶ ᾔτησε τὸν βασιλέα γενέσθαι Χριστιανός. ὁ δὲ174

175

βασιλεὺς βαπτίσας αὐτὸν ἐν τοῖς θεοφανίοις ἐδέξατο αὐτὸν ἐκ τοῦ βαπτίσματος. καὶ ἐβαπτίσθησαν σὺν αὐτῷ συγκλητικοὶ αὐτοῦ καὶ συγγενεῖς αὐτοῦ δώδεκα· καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια φιλιω‐ θεὶς τῷ βασιλεῖ καὶ ἐπαγγειλάμενος συμμαχεῖν αὐτῷ, ἐν οἷς ἂν
5βουληθῇ. προεβάλετο δὲ ὁ βασιλεὺς στρατηλάτην Ἀρμενίας Τζίταν, ἄνδρα πολεμικὸν καὶ ἱκανώτατον. οὐ γὰρ εἶχεν ἡ Ἀρμενία στρα‐ τηλάτην, ἀλλὰ δοῦκας καὶ κόμητας. ἐστράτευσε δὲ ὑπ’ αὐτὸν Ἀρμε‐ νίων πλῆθος, ὡς εἰδότας τὰ μέρη τῆς Ἀρμενίας. ἔδωκε δὲ αὐτῷ καὶ ἀπὸ τῆς ἀνατολῆς στρατοῦ ἀριθμοὺς τέσσαρας· καὶ γέγονε μεγάλη
10φυλακὴ καὶ βοήθεια Ῥωμαίων. ἔζευξε δὲ αὐτῷ καὶ γυναῖκα τὴν ἀδελφὴν Θεοδώρας τῆς αὐγούστης, ὀνόματι Κομητώ. Τῷ δ’ αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις γυνή τις ἐκ τῶν Οὔννων τῶν λεγομένων Σαβήρ, βάρβαρος, ὀνόματι Βωαρήξ, χήρα, ἔχουσα μεθ’ ἑαυτῆς Οὔννων χιλιάδας ρʹ, ἥτις κατεδυνάστευσε τῶν
15Οὐννικῶν μερῶν μετὰ τὴν τοῦ ἰδίου ἀνδρὸς Βαλὰχ ἀποβολήν. αὕτη τοὺς προτραπέντας παρὰ Κουάδου, βασιλέως Περσῶν, δύο ῥῆγας ἀπὸ ἄλλου ἔθνους Οὔννων ἐνδοτέρων, ὀνόματι Στύραξ καὶ Γλώνης, τοῦ συμμαχῆσαι αὐτῷ κατὰ Ῥωμαίων, παρέλαβεν ἡ αὐτὴ Βωαρὴξ παριόντας διὰ τῆς χώρας αὐτῆς ἐπὶ τὰ Περσικὰ μετὰ χιλιάδων κʹ·
20οὓς καὶ κατέκοψεν, καὶ τὸν μὲν ἕνα ῥῆγα αὐτῶν, τὸν λεγόμενον Στύρακα, συλλαβομένη δέσμιον εἰς τὴν Κωνσταντινούπολιν τῷ βα‐ σιλεῖ ἔπεμψεν, τὸν δὲ Γλώνην ἐν τῷ πολέμῳ ἔσφαξεν. καὶ ταύτῃ γέγονε σύμμαχος καὶ εἰρηνικὴ τῷ βασιλεῖ Ἰουστινιανῷ. Τῷ δ’ αὐτῷ ἔτει καὶ ὁ πλησίον Βοσφόρου ῥὴξ τῶν Οὔννων,
25ὀνόματι Γορδᾶς, προσερρύη τῷ βασιλεῖ καὶ ἐγένετο Χριστιανὸς καὶ ἐφωτίσθη· καὶ ἐδέξατο αὐτὸν ὁ βασιλεὺς καὶ πολλὰ αὐτῷ παρεσχηκὼς δῶρα ἀπέστειλεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν φυλάττειν τὰ Ῥωμαϊκὰ καὶ τὴν Βόσφορον πόλιν. ἥτις ἐκλήθη ἐκ τοῦ συντελεῖν Ῥωμαίοις ἀντὶ χρημάτων βόας κατ’ ἔτος 〈Βοῶν φόρος· ἐκάθισε δ’ ἐκεῖ καὶ
30ἀριθμὸν στρατιωτῶν Ῥω〉μαίων καὶ τριβοῦνον φυλάττειν τὴν πόλιν175

176

διὰ τοὺς Οὔννους καὶ ἀπαιτεῖν τὰς συντελείας τῶν βοῶν. ἦν δὲ ἐν τῇ αὐτῇ πόλει συναλλάγματα πολλὰ Ῥωμαίων καὶ Οὔννων. ὁ δὲ γενόμενος Χριστιανὸς ῥὴξ τῶν Οὔννων ἀπελθὼν εἰς τὴν ἰδίαν χώραν εὗρε τὸν ἴδιον ἀδελφὸν καὶ διηγήσατο αὐτῷ τὴν τοῦ βασιλέως ἀγάπην
5καὶ φιλοτιμίαν, καὶ ὅτι Χριστιανὸς γέγονεν· καὶ λαβὼν τὰ ἀγάλματα, ἃ ἐσέβοντο οἱ Οὖννοι, ταῦτα ἐχώνευσεν, ἦσαν γὰρ ἀργυρᾶ καὶ ἠλέκτρινα. καὶ χολέσαντες οἱ Οὖννοι, συμποιήσαντες μετὰ τοῦ ἀδελ‐ φοῦ αὐτοῦ, ἀπελθόντες ἔσφαξαν αὐτόν· καὶ ἐποίησαν ῥῆγα τὸν ἀδελ‐ φὸν αὐτοῦ Μουάγεριν. καὶ φοβηθέντες, μὴ ἐκζητήσωσιν αὐτὸν οἱ
10Ῥωμαῖοι, ἦλθον αἴφνης ἐν τῇ Βοσφόρῳ πόλει καὶ ἐφόνευσαν τὸν τριβοῦνον Δαλμάτιον καὶ τοὺς στρατιώτας. καὶ ἀκούσας ταῦτα ὁ βασιλεὺς ἀπέστειλε τὸν ἀπὸ ὑπάτων Ἰωάννην, τὸν ἔγγονον Ἰωάννου τοῦ Σκύθου, υἱὸν δὲ τοῦ πατρικίου Ῥουφίνου, μετὰ βοηθείας Σκυ‐ θικῆς πολλῆς, καὶ ἐστράτευσε κατ’ αὐτῶν ἅμα καὶ Γώδιλαν διὰ
15γῆς ἀπὸ Ὀδυσσοπόλεως καὶ Βαδούριον στρατηγόν. καὶ ἀκούσαντες οἱ Οὖννοι ἔφυγον ἀφανεῖς γενόμενοι. καὶ γέγονεν εἰρήνη ἐν Βοσ‐ φόρῳ, καὶ ἐκράτησαν αὐτὴν οἱ Ῥωμαῖοι ἀφόβως. ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς ἀπέσπασε πάσας τὰς ἐκκλησίας τῶν αἱρετικῶν καὶ ἀπέδωκεν αὐτὰς τοῖς ὀρθοδόξοις δίχα τῶν Ἐξακιονιτῶν Ἀρειανῶν.
20ἐξεφώνησε δὲ τύπον ὁ βασιλεὺς περὶ τῶν ἐπισκόπων καὶ οἰκονόμων καὶ ὀρφανοτρόφων καὶ ξενοδόχων, ὥστε μὴ κληρονομεῖσθαι, εἰ μὴ ἃ πρὸ τοῦ γενέσθαι εἶχεν ἐν ὑποστάσει, εἰς ταῦτα ἵνα διατίθεται· ἀφ’ ἧς δὲ ὥρας προεχειρίσθη, μὴ ἔχειν αὐτὸν ἄδειαν διατίθεσθαι, ἀλλὰ τὰ ἑαυτοῦ πάντα τὸν εὐαγῆ οἶκον κληρονομεῖν. ὁ δ’ αὐτὸς
25βασιλεὺς ἐπλήρωσε καὶ τὸ δημόσιον λουτρὸν τὸ εἰς τὰ Δαγισθέου, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος ὁ βασιλεύς, καὶ τὸ μεσίαυλον τῆς βασι‐
λικῆς Ἴλλου κιστέρναν μεγάλην ἐποίησεν.176

177

[Start of a diagram]Κόσμου ἔτη ͵ϛκαʹ. Τῆς θείας σαρκώσεως ἔτη φκαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. βʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. δʹ.
5Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. βʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Ἡσαΐας, ἐπίσκοπος Ῥόδου, καὶ Ἀλέξανδρος, ἐπίσκοπος Διοσπόλεως τῆς Θρᾴκης, καθῃρέθησαν ὡς παιδερασταὶ εὑρεθέντες, καὶ ἐτιμωρήθησαν δεινῶς ὑπὸ τοῦ βασιλέως, καυλοτο‐ μηθέντες καὶ πομπεύσαντες, τοῦ κήρυκος βοῶντος· “ἐπίσκοποι ὄντες
15τὸ τίμιον σχῆμα μὴ ἐνυβρίζετε.” καὶ ἐξέθετο ὁ βασιλεὺς νόμους σφοδροὺς κατὰ τῶν ἀσελγαινόντων, καὶ πολλοὶ ἐτιμωρήθησαν. καὶ ἐγένετο φόβος πολὺς καὶ ἀσφάλεια. ἀνενέωσε δὲ ὁ εὐσεβὴς βασι‐ λεὺς πάντας τοὺς παλαιοὺς νόμους ποιήσας μονόβιβλον καὶ καλέσας αὐτὸ τὰς νεαρὰς διατάξεις, ἐν αἷς οὐ καταδέχεται τὸν ἄρχοντα ἐν
20οἷς ἄρχει τόποις ἀγοράζειν κτῆμα, ἢ κτίζειν οἶκον, ἢ κληρονομεῖν ξένον πρόσωπον, εἰ μή τις συγγενὴς αὐτῷ ὑπάρχει. Τῷ δ’ αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ κθʹ, ὥρᾳ γʹ, ἡμέρᾳ δʹ ἰνδι‐ κτιῶνος ζʹ ἔπαθεν ὑπὸ θεομηνίας πάλιν Ἀντιόχεια ἡ μεγάλη μετὰ δύο ἔτη τοῦ πρώτου αὐτῆς πάθους. καὶ ἐγένετο σεισμὸς μέγας ἐπὶ
25ὥραν μίαν, καὶ ἐγένετο βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερός· καὶ ἔπεσον πάντα τὰ κτισθέντα ἕως ἐδάφους καὶ τὰ τείχη, καὶ ἐκ τῶν μὴ πε‐ σόντων παλαιῶν κτισμάτων ἐν τῷ πρώτῳ σεισμῷ κατηνέχθησαν νῦν· καὶ πᾶσα ἡ εὐπρέπεια, ἡ γενομένη ἐν τῇ πόλει ἔκ τε τῶν τοῦ βασι‐ λέως φιλοτιμιῶν καὶ ὧν ἐξ ἰδίων οἱ πολῖται ᾠκοδόμησαν, πάντα
30κατέπεσον. ταῦτα μαθοῦσαι αἱ πλησιάζουσαι πόλεις μετὰ πένθους ἐλιτάνευον. ἀπέθανον δὲ καὶ ἐν ταύτῃ τῇ πτώσει χιλιάδες τέσσαρες καὶ ὀκτακόσιοι ἑβδομήκοντα. οἱ δὲ σωθέντες ἔφυγον εἰς τὰ ἄλλας πόλεις καὶ εἰς τὰ ὄρη ἐν καλύβαις ᾤκουν. γέγονε δὲ καὶ χειμὼν
μέγας καὶ βαρύτατος· καὶ ἐλιτάνευον οἱ ἀπομείναντες πάντες ἀνυπό‐177

178

δητοι, κλαίοντες καὶ ῥίπτοντες ἑαυτοὺς πρηνεῖς εἰς τὰς χιόνας, κράζοντες τό, “Κύριε ἐλέησον.” ἐφάνη δὲ ἐν ὁράματί τινι θεοσεβεῖ ἀνθρώπῳ, ὥστε εἰπεῖν πᾶσι τοῖς ὑπολειφθεῖσιν, ἵνα ἐπιγράψωσι εἰς τὰ ὑπέρθυρα αὐτῶν· “Χριστὸς μεθ’ ἡμῶν· στῆτε.” καὶ τούτου
5γενομένου, ἔστη ἡ ὀργὴ τοῦ θεοῦ. καὶ πάλιν ὁ βασιλεὺς καὶ ἡ αὐγούστα πολλὰ ἐδωρήσαντο χρήματα εἰς ἀνανέωσιν καὶ οἰκοδομὴν τῆς Ἀντιοχέων πόλεως· καὶ μετωνόμασεν αὐτὴν Θεούπολιν. ἐν δὲ τῇ καʹ τοῦ Μαρτίου μηνὸς τῆς ζʹ ἰνδικτιῶνος ἐπέρριψεν Ἀλαμούν‐ δαρος ὁ Ζεκικῆς, ὁ βασιλίσκος τῶν Σαρακηνῶν, καὶ ἐπραίδευσε τὴν
10πρώτην Συρίαν ἕως τῶν ὁρίων Ἀντιοχείας, εἰς τὸ λεγόμενον Λίταρ‐ γον, καὶ Σκαφαθῶν τῶν κτημάτων. καὶ ἐφόνευσε πολλοὺς καὶ ἔκαυσε τὰ ἔξω Χαλκηδόνος καὶ τὸ Σέρμιον κτῆμα καὶ τὴν Κυνηγίαν χώραν. καὶ ἀκούσαντες οἱ ἔξαρχοι τῶν Ῥωμαίων ἐξῆλθον κατ’ αὐτοῦ. καὶ γνόντες οἱ Σαρακηνοὶ σὺν τοῖς Πέρσαις λαβόντες τὴν πραῖδαν καὶ
15τοὺς αἰχμαλώτους διὰ τοῦ ἐσωτέρου λιμιτοῦ ἔφυγον. τῷ δὲ Ἀπριλλίῳ μηνὶ τῆς αὐτῆς ζʹ ἐπινεμήσεως κατέλαβε βοήθεια στρατοῦ πεμφθεῖσα ὑπὸ τοῦ βασιλέως καὶ πεζικὴ ἐκ Φρυγίας τῶν λεγομένων Λυκοκρα‐ νιτῶν· καὶ προεβάλετο στρατηλάτην ἀνατολῆς Βελισάριον διαδεξάμενος Ὑπάτιον πατρίκιον τὸν Σεκουνδίνου. καὶ τῇ ιβʹ τοῦ Μαΐου μηνὸς
20εἰσῆλθεν ἐν Ἀντιοχείᾳ Ἑρμογένης ὁ μάγιστρος ὁ Σκύθης, ἀνὴρ σοφός, πρέσβις ἀπολυθεὶς παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ πρὸς τὸν βασιλέα Περσῶν περὶ εἰρήνης. τῷ δὲ Ἰουνίῳ μηνὶ Σαμαρεῖται καὶ Ἰουδαῖοι ἐν Παλαιστίνῃ βασιλέα Ἰουλιανόν τινα ἔστεψαν καὶ κατὰ Χριστιανῶν ὅπλα κινήσαντες ἁρπαγὰς καὶ φόνους καὶ ἐμπυρισμοὺς
25κατὰ Χριστιανῶν εἰργάσαντο. οὓς ὁ θεὸς παρέδωκεν εἰς χεῖρας Ἰουστινιανοῦ, καὶ ἀνήλωσε πάντας, καὶ ἀπεκεφάλισε τὸν τύραννον Ἰουλιανόν. Χοσρόης δέ, ὁ τῶν Περσῶν βασιλεύς, δεξάμενος Ἑρμο‐ γένην τὸν μάγιστρον μετὰ δώρων πρεσβεύοντα περὶ εἰρήνης τῷ Ἰουλίῳ
μηνὶ τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος, λαβὼν τὰ δῶρα εἰρήνην οὐ κατεδέξατο178

179

ποιῆσαι, ἀναπεισθεὶς ὑπὸ Σαμαρειτῶν προσφυγόντων αὐτῷ καὶ ὑπο‐ τιθεμένων αὐτῷ προδιδόναι τὴν χώραν αὐτῶν, πᾶσαν τὴν Παλαι‐ στίνην, ὡς ἔχοντες καὶ συμμαχίαν Ἰουδαίους τε καὶ Σαμαρείτας χιλιάδας νʹ. τούτοις θαρρήσας Χοσρόης οὐ προείλετο τὴν εἰρήνην
5βουλόμενος καὶ τὴν Ἱερουσαλὴμ δι’ αὐτῶν παραλαβεῖν ἔχουσαν χρυσοῦ ἀναρίθμητα κεντηνάρια καὶ λιθέαν πολλήν. ἀφορμὴν δὲ ἔλαβε περὶ τῶν χρυσωρυχίων τῶν ἐν τοῖς ὄρεσιν Ἀρμενίας, ὡς πρώην ἀνὰ ταλάντου τελούντων Ῥωμαίοις τε καὶ Πέρσαις, νῦν δὲ τοῖς Ῥωμαίοις μόνοις τελούντων. καὶ ἄλλα τινὰ κεφάλαια προφασιζόμενος ἔγραφε
10τῷ βασιλεῖ. γνωσθέντος δὲ τοῦ δράματος τῶν Σαμαρειτῶν, ἐν τῳ ὑποστρέφειν αὐτοὺς ἐκ τῶν Περσῶν ἐκρατήθησαν εἰς τὸ Ἀμμάδιος. ἦσαν δὲ Σαμαρεῖται ὀνόματα πέντε ἐκ τῶν εὐπόρων αὐτῶν· καὶ παρεδόθησαν τῷ στρατηλάτῃ Βελισαρίῳ καὶ ἐξετασθέντες ὡμολόγη‐ σαν πάντα.
15Τῷ δ’ αὐτῷ χρόνῳ ὁ δοὺξ Παλαιστίνης ἐποίησεν ἔχθραν μετὰ τοῦ φυλάρχου τῶν ὑπὸ Ῥωμαίους Σαρακηνῶν· καὶ φοβηθεὶς ὁ φύλαρχος εἰσῆλθεν εἰς τὸ ἐσώτερον λιμιτόν. καὶ μαθὼν ὁ Ἀλα‐ μούνδαρος, ἐπιρρίψας παρέλαβεν αὐτὸν καὶ ἐφόνευσεν, καὶ λαβὼν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ τέκνα ὑπέστρεψεν. καὶ μαθόντες οἱ δοῦκες
20τῆς Φοινίκης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ ὁ φύλαρχος ἐδίωξαν ὀπίσω αὐτοῦ· καὶ ἀκούσας ὁ Ἀλαμούνδαρος ἔφυγεν εἰς τὰ Ἰνδικὰ μέρη, εἰς ἃ οὐδεὶς τῶν Ῥωμαίων εἰσῆλθέ ποτε. παρέλαβον δὲ καὶ τὰς σκηνὰς αὐτῶν καὶ ἤνεγκαν αἰχμαλωσίαν πολλὴν Σαρακηνῶν, ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, καὶ ὅσους εὗρον Ῥωμαίους αἰχμα‐
25λώτους καὶ καμήλους καὶ πρόβατα καὶ βόας καὶ πολλὴν μέταξιν καὶ ἱματισμόν. ἔκαυσαν δὲ καὶ Περσικὰ κάστρα τέσσαρα καὶ ὑπέστρεψαν
μετὰ νίκης μεγάλης.179

180

[Start of a diagram]Κόσμου ἔτη ͵ϛκβʹ. Τῆς θείας σαρκώσεως ἔτη φκβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. γʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. εʹ.
5Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιθʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. γʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει τῆς ηʹ ἐπινεμήσεως ἐποίησεν ὁ βασιλεὺς Ἰου‐ στινιανὸς διωγμὸν μέγαν κατὰ Ἑλλήνων καὶ πάσης αἱρέσεως καὶ τὰς τούτων οὐσίας ἐδήμευσεν. κατηγορήθη δὲ καὶ Μακεδόνιος, ὁ ἀπὸ ῥεφερενδαρίων, καὶ Ἀσκληπιόδοτος, ὁ ἀπὸ ἐπάρχων, ὅστις καὶ φοβη‐
15θεὶς ἐπίπισε καὶ ἀπέθανεν· καὶ Πηγάσιος ὁ Ἡλιουπολίτης σὺν τοῖς τέκνοις αὐτοῦ ἐν προόδῳ ἐξητάσθησαν· καὶ Φωκᾶς, ὁ πατρίκιος τοῦ Κρατεροῦ, καὶ ὁ κυαίστωρ Θωμᾶς καὶ ἄλλοι συνελήφθησαν· καὶ πολὺς φόβος ἐγένετο. καὶ ἐθέσπισεν ὁ βασιλεύς, ὥστε μὴ πολι‐ τεύεσθαι τοὺς ἑλληνίζοντας μηδὲ τοὺς αἱρετικούς, εἰ μὴ μόνους τοὺς
20ὀρθοδόξους Χριστιανούς, δοὺς αὐτοῖς καὶ προθεσμίαν ἕως μηνῶν τριῶν πρὸς ἐπιστροφήν. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς αὐτῆς ηʹ ἰνδικτιῶ‐ νος ἐν Ἀντιοχείᾳ Ἑρμογένης, ὁ ἀπὸ ὑπάτων μάγιστρος, καὶ Ῥου‐ φῖνος, ὁ ἀπὸ στρατηλατῶν πατρίκιος, ἐπὶ τὰ Περσικὰ μέρη ἀπερχό‐ μενοι πρεσβευταί, καὶ φθάσαντες εἰς τὸ Δαρᾶς ἐμήνυσαν τῷ βασιλεῖ
25τῶν Περσῶν τοῦ δέξασθαι αὐτούς. καὶ ἐν τῷ διάγειν αὐτοὺς εἰς τὸ Δαρᾶς ἅμα Βελισαρίῳ τῷ στρατηλάτῃ τῆς ἀνατολῆς καὶ τῶν λοιπῶν ἐξάρχων Ῥωμαίων, καὶ ἀπληκευόντων αὐτῶν πρὸ μικροῦ τῆς πόλεως, μαθὼν ὁ Μηράμ, πρωτοστράτηγος τῶν Περσῶν τοῦ βασιλέως, σὺν τῷ υἱῷ τοῦ βασιλέως καὶ τοῖς λοιποῖς στρατηγοῖς Περσίδος συνηγμένοι
30ἐν τῷ Νιτζίβιος μετὰ Περσικῆς δυνάμεως πολλῆς, τῷ Ἰουνίῳ μηνὶ180

181

τῆς ηʹ ἰνδικτιῶνος ἐπέρριψεν αὐτοῖς μερίσας τὸ ἴδιον πλῆθος εἰς τρία τάγματα. καὶ τοῦτο γνόντες οἱ στρατηγοὶ Ῥωμαίων σὺν τῷ μαγί‐ στρῳ, καλῶς στρατηγήσαντες ὥρμησαν κατὰ Περσῶν, καὶ ἐγένετο πόλεμος μέγας καὶ συμβολὴ φοβερά. καὶ ἔκοψαν οἱ Ῥωμαῖοι τοὺς
5Πέρσας, καὶ ἀπώλεσαν αὐτοὺς ἐπάραντες καὶ τὸ βάνδον αὐτῶν. ὁ δὲ Μηρὰμ καὶ ὁ υἱὸς τοῦ βασιλέως Περσῶν καὶ ὀλίγοι ἐκ τῶν περι‐ σωθέντων κατέφυγον εἰς τὸ Νιτζίβιος· καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι νίκην μεγάλην. γνοὺς δὲ τοῦτο ὁ τῶν Περσῶν βασιλεὺς ἐπέτρεψεν εἰσελθεῖν πρὸς αὐτὸν τὸν πατρίκιον Ῥουφῖνον μόνον ἅμα τῷ κόμητι
10Ἀλεξάνδρῳ. καὶ τῷ Αὐγούστῳ μηνὶ εἰσῆλθε πρὸς αὐτόν, καὶ πολλὰ διαλεχθέντες καὶ εἰρήνης πάκτα κατατυπώσαντες ἐξῆλθον ἐν εἰρήνῃ. Ῥώμης ἐπίσκοπος Βονιφάτιος ἔτη βʹ.
͵ϛκγʹ. φκγʹ. δʹ. ϛʹ. αʹ. ιαʹ. κʹ. ιαʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ἰνδικτιῶνος θʹ ἐφάνη μέγας
15καὶ φοβερὸς ἀστὴρ εἰς τὸ δυτικὸν μέρος, κομήτης, πέμπων ἐπὶ τὰ ἄνω τὰς ἑαυτοῦ ἀκτῖνας ἀστραπτούσας, ὃν ἔλεγον Λαμπαδίαν, καὶ ἔμεινεν ἐπὶ εἴκοσι ἡμέρας λάμπων· καὶ ἐγένοντο κοσμικαὶ δημοκρα‐ τίαι καὶ φόνοι. ἐν δὲ τῇ συμπληρώσει τοῦ Νοεμβρίου μηνὸς κατέλαβεν ὁ πατρίκιος Ῥουφῖνος ἐκ τῆς πρεσβείας τῶν Περσῶν πρὸς τὸν βα‐
20σιλέα Ἰουστινιανὸν εἰρήνης πάκτα στοιχήσας· ὅν τινα δεξάμενος ὁ βασιλεὺς ἐχάρη λίαν διὰ τὴν εἰρήνην, καὶ ἠσμένισε τὰ στοιχηθέντα πάκτα, καὶ ἔτυχον εἰρήνης τὰ πράγματα ἀμφοτέρων.
͵ϛκδʹ. φκδʹ. εʹ. ζʹ. βʹ. ιβʹ. καʹ. ιβʹ. εʹ. Τούτῳ τῷ ἔτει πέμπτῳ ὄντι τῆς βασιλείας Ἰουστινιανοῦ μηνὶ
25Ἰαννουαρίῳ ἰνδικτιῶνος ιʹ γέγονε τοῦ λεγομένου Νίκα ἡ ἀνταρσία. καὶ ἔστεψαν οἱ τῶν δήμων εἰς βασιλέα Ὑπάτιον, τὸν συγγενῆ τοῦ βασιλέως Ἀναστασίου· καὶ ἐκαύθη πολὺ μέρος τῆς πόλεως, καὶ ἡ μεγάλη ἐκκλησία, καὶ ἡ ἁγία Εἰρήνη, καὶ ὁ ξενὼν τοῦ Σαμψών, καὶ τὸ Αὐγουσταῖον, καὶ τὸ προσκιόνιον τῆς βασιλικῆς, καὶ ἡ Χαλκῆ τοῦ
30παλατίου. καὶ ἐγένετο φόβος μέγας, καὶ πολλοὶ τῶν εὑρεθέντων ἐν τῷ λεγομένῳ ἱππικῷ μετὰ Ὑπατίου, ὥς φασι λεʹ χιλιάδες, ἀπέθανον. γέγονε δὲ ἡ ἀταξία τοῦ Νίκα τρόπῳ τοιούτῳ. ἀνελθόντα τὰ μέρη ἐν τῷ ἱππικῷ, ἔκραξαν οἱ τῶν Πρασίνων· ἄκτα διὰ Καλοπόδιον
τὸν κουβικουλάριον καὶ σπαθάριον. οἱ Πράσινοι· “ἔτη πολλά,181

182

Ἰουστινιανὲ αὔγουστε· τούβικας. ἀδικοῦμαι, μόνε ἀγαθέ, οὐ βαστάζω, οἶδεν ὁ θεός. φοβοῦμαι ὀνομάσαι, μὴ πλέον εὐτυχήσῃ καὶ μέλλω κινδυνεύειν.” —Μανδάτωρ· “τίς ἐστιν, οὐκ οἶδα.” —〈οἱ Πρά‐ σινοι〉 “Ὁ πλεονεκτῶν με, τρισαύγουστε, εἰς τὰ τζαγγαρεῖα εὑρίσκε‐
5ται.” —Μανδάτωρ· “οὐδεὶς ὑμᾶς ἀδικεῖ.” —Οἱ Πράσινοι· “εἷς καὶ μόνος ἀδικεῖ με, θεοτόκε, μὴ ἀνακεφαλίσῃ.” —Μανδά‐ τωρ· “τίς ἐστιν ἐκεῖνος, οὐκ οἴδαμεν.” —Οἱ Πράσινοι· “σὺ καὶ μόνος οἶδας, τρισαύγουστε, τίς πλεονεκτεῖ με σήμερον.” —Μαν‐ δάτωρ· “εἴ τις ἐάν ἐστιν, οὐκ οἴδαμεν.” —Οἱ Πράσινοι· “Καλο‐
10πόδιος ὁ σπαθάριος ἀδικεῖ με, δέσποτα πάντων.” —Μανδάτωρ· “οὐκ ἔχει πρᾶγμα Καλοπόδιος.” —Οἱ Πράσινοι· “εἴ τίς ποτέ ἐστιν, τὸν μόρον ποιήσει τοῦ Ἰούδα, ὁ θεὸς ἀνταποδώσει αὐτῷ ἀδικοῦντί με διὰ τάχους.” —Μανδάτωρ· “ὑμεῖς οὐκ ἀνέρχεσθε εἰς τὸ θεωρῆσαι, εἰ μὴ εἰς τὸ ὑβρίζειν τοὺς ἄρχοντας.” —Οἱ Πρά‐
15σινοι· “εἴʹ τις δήποτε ἀδικεῖ με, τὸν μόρον ποιήσει τοῦ Ἰούδα.” — Μανδάτωρ· “ἡσυχάσατε, Ἰουδαῖοι, Μανιχαῖοι καὶ Σαμαρεῖται.” — Οἱ Πράσινοι· Ἰουδαίους καὶ Σαμαρείτας ἀποκαλεῖς; ἡ θεοτόκος μετὰ ὅλων.” —Μανδάτωρ· “ἕως πότε ἑαυτοὺς καταρᾶσθε;” — Οἱ Πράσινοι “εἴ τις οὐ λέγει, ὅτι ὀρθῶς πιστεύει ὁ δεσπότης,
20ἀνάθεμα αὐτῷ, ὡς τῷ Ἰούδᾳ.” —Μανδάτωρ· “ἐγὼ ὑμῖν λέγω, εἰς ἕνα βαπτίζεσθε.” —Οἱ δὲ Πράσινοι ἀνεβόησαν ἐπάνω ἀλλήλων καὶ ἔκραζον, ὡς ἐκέλευσεν Ἄντλας· “εἰς ἕνα βαπτίζομαι.” —Μαν‐ δάτωρ· “ὄντως εἰ μὴ ἡσυχάσητε, ἀποκεφαλίζω ὑμᾶς.” —Οἱ Πρά‐ σινοι· “ἕκαστος σπεύδει ἀρχὴν κρατῆσαι, ἵνα σωθῇ· καὶ εἴ τι ἐὰν
25εἴπωμεν θλιβόμενοι, μὴ ἀγανακτήσῃ τὸ κράτος σου· τὸ γὰρ θεῖον πάντων ἀνέχεται.” —Οἱ Πράσινοι· “ἡμεῖς λόγον ἔχοντες, αὐτο‐ κράτωρ, ὀνομάζομεν ἄρτι πάντα· ποῦ ἐστιν, ἡμεῖς οὐκ οἴδαμεν, οὐδὲ τὸ παλάτιον, τρισαύγουστε, οὐδὲ πολιτείας κατάστασις. μίαν εἰς τὴν
πόλιν προέρχομαι, ὅτ’ ἂν εἰς βορδώνην καθέζομαι· εἴθοις μηδὲ τότε,182

183

τρισαύγουστε.” —Μανδάτωρ· “ἕκαστος ἐλεύθερος ὅπου θέλει ἀκινδύνως δημοσιεύει.” —Οἱ Πράσινοι· “καὶ θαρρῶ ἐλευθερίας, καὶ ἐμφανίσαι οὐ συγχωροῦμαι· καὶ ἐάν ἐστιν ἐλεύθερος, ἔχει δὲ Πρασίνων ὑπόληψιν, πάντως εἰς φανερὸν κολάζεται.” —Μανδάτωρ·
5“ἑτοιμοθάνατοι, οὐδὲ τῶν ψυχῶν ὑμῶν φείδεσθε;” —Οἱ Πρά‐ σινοι· “ἐπαρθῇ τὸ χρῶμα τοῦτο, καὶ ἡ δίκη οὐ χρηματίζει· ἄνες τὸ φονεύεσθαι· καὶ ἄφες, κολαζόμεθα. ἴδε πηγὴ βρύουσα, καὶ ὅσους θέλεις, κόλαζε. ἀληθῶς τὰ δύο ταῦτα οὐ φέρει ἀνθρωπίνη φύσις. εἴθοις Σαββάτης μὴ ἐγεννήθη, ἵνα μὴ ἔσχεν υἱὸν φονέα. εἰκότως
10ἕκτος φόνος ἐστὶν ὁ γενόμενος εἰς τὸ Ζεῦγμα· τῇ πρωΐᾳ ἐθεώρησεν, καὶ τῇ δείλῃ ἐσφάγη, δέσποτα πάντων.” —Οἱ Βένετοι· “τοὺς φονεῖς ὅλου τοῦ σταδίου ὑμεῖς μόνοι ἔχετε.” —Οἱ Πράσινοι· “πότε σφάζεις, καὶ ἀποδημεῖς.” —Οἱ Βένετοι· “σὺ δὲ σφάζεις, καὶ διακινεῖς. τοὺς φονεῖς γὰρ τοῦ σταδίου ὑμεῖς μόνοι ἔχετε.” —
15Οἱ Πράσινοι· “δέσποτα Ἰουστινιανέ, αὐτοὶ παρακαλοῦσιν, καὶ οὐδεὶς αὐτοὺς φονεύει. νοήσει ὁ θέλων τὸν ξυλοπώλην, τὸν εἰς τὸ Ζεῦγμα, τίς ἐφόνευσεν, αὐτοκράτωρ;” —Μανδάτωρ· “ὑμεῖς αὐτὸν ἐφονεύσατε.” —Οἱ Πράσινοι· “τὸν υἱὸν τοῦ Ἐπαγάθου τίς ἐφό‐ νευσεν, αὐτοκράτωρ;” —Μανδάτωρ· “καὶ αὐτὸν ὑμεῖς ἐφονεύ‐
20σατε· καὶ τοὺς Βενέτους πλέκετε.” —Οἱ Πράσινοι· “ἄρτι καὶ ἄρτι· κύριε ἐλέησον. τυραννεῖται ἡ ἀλήθεια. ἤθελον ἀντιβάλαι τοῖς λέγουσιν ἐκ θεοῦ διοικεῖσθαι τὰ πράγματα· πόθεν αὕτη ἡ δυστυ‐ χία;” —Μανδάτωρ· “ὁ θεὸς κακῶν ἀπείραστος.” —Οἱ Πρά‐ σινοι· “θεὸς κακῶν ἀπείραστος; καὶ τίς ἐστιν ὁ ἀδικῶν με; εἰ
25φιλόσοφός ἐστιν ἢ ἐρημίτης, τὴν διαίρεσιν εἴπῃ τῶν ἑκατέρων.” — Μανδάτωρ· “βλάσφημοι καὶ θεοχόλωτοι, ἕως πότε οὐχ ἡσυχάζετε;” —Οἱ Πράσινοι· “ἂν θεραπεύεται τὸ κράτος σου, στέγω, καὶ μὴ θέλων, τρισαύγουστε. ὅλα, ὅλα οἶδα· ἀλλὰ σιωπῶ. σώζου, δίκη, οὐκέτι χρηματίζεις. μεταβαίνω, καὶ τότε ἰουδαΐζω. μᾶλλον δὲ ἑλλη‐
30νίσαι συμφέρει, καὶ μὴ βενετίσαι, ὁ θεὸς οἶδεν.” —Οἱ Βένετοι.
“τὸ μισῶ οὐ θέλω βλέπειν· καὶ ὁ φθόνος παρενοχλεῖ μοι.” —Οἱ183

184

Πράσινοι· “ἀνασκαφῇ τὰ ὀστέα τῶν θεωρούντων.” —Καὶ κατ‐ ῆλθον οὗτοι καὶ ἔασαν τὸν βασιλέα καὶ τοὺς Βενέτους θεωροῦντας. καὶ εὐθὺς συνέβη γενέσθαι ὑπό τινων μαϊστόρων πρόφασιν δημοτικῆς ταραχῆς τρόπῳ τοιῷδε. κρατήσας ὁ ἔπαρχος τρεῖς δημότας τῶν
5ἀτακτούντων ἐφούρκισεν αὐτούς. καὶ ὁ μὲν εἷς παραυτὰ ἀπέθανεν, οἱ δὲ δύο ἔπεσον ἐκ τῆς φούρκας. πάλιν ἐκρεμάσθησαν, καὶ πάλιν ἔπεσον. τούτους οὖν ἑωρακὼς ὁ ἑστὼς ὄχλος ἔκραξεν· “τούτους τῇ ἐκκλησίᾳ.” ἀκηκοότες οὖν οἱ μοναχοὶ τοῦ ἁγίου Κόνωνος ἥρπασαν αὐτοὺς ἐν ἀκατίῳ καὶ ἐπέρασαν εἰς τὸν ἅγιον Λαυρέντιον, διότι
10προνόμια εἶχε τοῦ μηδένα ἐκβλήσκεσθαι τοῦ ναοῦ, ἕως οὗ πάθῃ τὸ ἱκανόν. ἀκούσας δὲ ὁ ἔπαρχος ἔπεμψε στρατιώτας τοῦ φυλάττειν αὐτούς, καὶ γνόντες οἱ δῆμοι ἀπῆλθον εἰς τὸ πραιτώριον αἰτοῦντες τὸν ἔπαρχον ἀποστῆναι ἐκ τοῦ ἁγίου Λαυρεντίου τοὺς φυλάσσοντας στρατιώτας· καὶ ἀποκρίσεως οὐκ ἔτυχον παρ’ αὐτοῦ· καὶ θυμωθέντες
15ἔβαλον πῦρ εἰς τὸ πραιτώριον, καὶ ἐκάησαν οἱ ἔμβολοι ἀπὸ τῆς καμάρας τοῦ Φόρου ἕως τῆς Χαλκῆς, τά τε ἀργυροπρατεῖα, καὶ τὰ Λαύσου πάντα πυρὶ ἀνηλώθησαν· καὶ τοὺς ἐμπίπτοντας αὐτοῖς στρα‐ τιώτας κατέσφαξαν ἀφειδῶς. καὶ εἰσερχόμενοι ἐν τοῖς οἴκοις διήρ‐ παζον τὰς ὑποστάσεις, καὶ ἐνεπύρισαν τὴν εἴσοδον τοῦ παλατίου
20τὴν χαλκόστεγον, καὶ 〈τὸν πόρτικον〉 τῶν προτικτόρων καὶ τὸ ἕνα‐ τον τοῦ Αὐγουστέως. καὶ κατῆλθεν ὁ δῆμος εἰς τὸν Ἰουλιανοῦ, τὸν Σοφίας λέγω, λιμένα εἰς τὸν οἶκον Πρόβου ζητοῦντες ὅπλα καὶ κράζοντες “ἄλλον βασιλέα τῇ πόλει·” καὶ ἔβαλον πῦρ εἰς τὰ Πρόβου, καὶ κατηνέχθη ὁ οἶκος. καὶ ἦλθον καὶ ἔκαυσαν τὸ βαλανεῖον τοῦ Ἀλεξάνδρου καὶ τὸν
25ξενῶνα τῶν Σαμψὼν τὸν μέγαν, καὶ ἀπώλοντο οἱ ἄρρωστοι, καὶ τὴν μεγάλην ἐκκλησίαν σὺν τοῖς ἀμφοτέροις κίοσιν· καὶ πᾶσα ἐκ τετραέντου κατηνέχθη. ὁ δὲ βασιλεὺς φοβηθεὶς ἠθέλησε βαλεῖν εἰς δρόμωνα τὰ χρήματα καὶ ἐξελθεῖν ἐπὶ τὴν Θρᾴκην ἕως Ἡρακλείας, καταλείψας φυλάττειν τὸ παλάτιον τὸν στρατηλάτην Μοῦνδον μετὰ τοῦ υἱοῦ
30αὐτοῦ καὶ ͵γ ἀνδρῶν καὶ Κωνσταντιόλου, καὶ τοὺς κουβικουλαρίους.184

185

οἱ δὲ δῆμοι τοὺς νεκροὺς σύραντες ἔβαλον εἰς τὴν θάλασσαν, φονεύ‐ σαντες καὶ γυναῖκας πολλάς. φήμης δὲ γενομένης, ὅτι ὁ βασιλεὺς λαβὼν τὴν αὐγούσταν ἐξῆλθεν ἐν τῇ Θρᾴκῃ, ἀνηγόρευσαν βασιλέα Ὑπάτιον τὸν πατρίκιον, καὶ καθεζόμενος ἐν τῷ ἱππικῷ εὐφημεῖτο
5ὑπὸ τῶν δήμων καὶ ἤκουε τὰς ὑβριστικὰς φωνὰς τὰς πρὸς Ἰουστι‐ νιανὸν τὸν βασιλέα. ἦλθον δὲ καὶ ἀπὸ Φλακιανῶν νεώτεροι Πρά‐ σινοι σʹ λωρικάτοι ὑπολαμβάνοντες ἀνοῖξαι τὸ παλάτιον καὶ εἰσαγαγεῖν τὸν Ὑπάτιον. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ παρὰ τοῦ δήμου καὶ Ὑπατίου τολμηθέντα εἰσῆλθεν ἐν τῷ παλατίῳ καὶ ἀνῆλθεν ἐπὶ τὰ λεγόμενα Πούλ‐
10πιτα ὄπισθεν τοῦ καθίσματος τοῦ ἱπποδρομίου εἰς τὸν τρίκλινον τὸν ἔχοντα τὰς χαλκᾶς θύρας, ἔχων μεθ’ ἑαυτοῦ Μοῦνδον καὶ Κωνσταντίο‐ λον καὶ Βελισάριον καὶ ἄλλους συγκλητικοὺς καὶ ἐνόπλων στρατιωτῶν βοήθειαν καὶ κουβικουλαρίους καὶ σπαθαρίους. ἐξελθὼν δὲ Ναρσῆς ὁ κουβικουλάριος ὑπέσυρέ τινας ἐκ τοῦ Βενέτου μέρους ῥογεύσας χρή‐
15ματα· καὶ ἤρξαντο κράζειν· “Ἰουστινιανὲ αὔγουστε, τούβικας. κύριε, σῶσον Ἰουστινιανὸν τὸν βασιλέα καὶ Θεοδώραν τὴν αὐγούσταν.” τότε διχονοῆσαν τὸ πλῆθος, ὥρμησαν κατ’ ἀλλήλων. καὶ ἐξελθόντες οἱ τοῦ παλατίου μετὰ τῆς αὐτῆς βοηθείας ἀπέσχισάν τινας αὐτῶν ἀπὸ τοῦ δήμου καὶ ὥρμησαν εἰς τὸ ἱπποδρόμιον, καὶ ὁ μὲν Ναρσῆς
20διὰ τῶν θυρῶν, ὁ δὲ υἱὸς Μούνδου διὰ τῆς σφενδόνης, ἄλλοι δὲ διὰ τοῦ μονοπάτου τοῦ καθίσματος εἰς τὸ πέλμα, καὶ ἤρξαντο κόπτειν τοὺς δήμους, οἱ μὲν τοξεύοντες, οἱ δὲ κατασφάζοντες, ὥστε μηδένα τῶν πολιτῶν ἢ Βενέτων ἢ Πρασίνων εὑρεθέντων ἐν τῷ ἱππικῷ σωθῆναι. ὁ δὲ Βελισάριος εἰσδραμὼν ἐπὶ τὸ κάθισμα τοῦ βασιλέως
25μετὰ σπαθαρίων, συλλαβόμενος Ὑπάτιον προσήγαγε τῷ βασιλεῖ, καὶ ἀπέθεντο αὐτὸν ἐν τῇ φυλακῇ. ἀπέθανον δὲ τῇ ἡμέρᾳ ἐκείνῃ χιλιά‐ δες λεʹ ἀνδρῶν. καὶ οὐκέτι ἐφαίνετο δημότης πώποτε, ἀλλ’ ἐγένετο ἡσυχία τῇ ἡμέρᾳ ἐκείνῃ. τῇ δὲ ἐπαύριον ἐσφάγησαν Ὑπάτιος καὶ Πομπήιος, ὁ ἀδελφὸς αὐτοῦ· καὶ ἐρρίφησαν τὰ σώματα αὐτῶν ἐν τῇ
30θαλάσσῃ, καὶ ἐδημεύθησαν οἱ οἶκοι αὐτῶν, μετὰ καὶ ἄλλων ιηʹ
πατρικίων καὶ ἰλλουστρίων καὶ ὑπατικῶν δημευθέντων ὡς συνδρό‐185

186

μων Ὑπατίου. καὶ ἐγένετο φόβος μέγας, καὶ ἡσύχασεν ἡ πόλις, καὶ οὐκ ἤχθη ἱππικὸν ἐπὶ ἱκανὸν χρόνον. Τῷ δ’ αὐτῷ ἔτει γέγονε καὶ ἀστέρων δρόμος πολὺς ἀπὸ ἑσπέρας ἕως αὔγους· ὥστε πάντας ἐκπλήττεσθαι καὶ λέγειν, ὅτι οἱ ἀστέρες
5πίπτουσιν, καὶ οὐκ οἴδαμέν ποτε τοιοῦτον πρᾶγμα. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ.
͵ϛκεʹ. φκεʹ. ϛʹ. ηʹ. αʹ. ιγʹ. κβʹ. ιγʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Θεοδώρα, ἡ εὐσεβεστάτη αὐγούστα, ἐξῆλθεν εἰς τὰ θερμὰ τῶν Πυθίων θερμίσαι· καὶ συνεξῆλθον αὐτῇ ὅ τε
10πατρίκιος Μηνᾶς ὁ ἔπαρχος, καὶ ὁ πατρίκιος Ἡλίας, ὁ κόμης τῶν λαργιτιώνων, καὶ ἄλλοι πατρίκιοι καὶ οἱ κουβικουλάριοι καὶ σατρά‐ παι, χιλιάδες τέσσαρες· καὶ πολλὰ ἐχαρίσατο ταῖς ἐκκλησίαις καὶ πτωχείοις καὶ τοῖς μοναστηρίοις.
͵ϛκϛʹ. φκϛʹ. ζʹ. θʹ. βʹ. ιδʹ. κγʹ. ιδʹ. ζʹ.
15Τούτῳ τῷ ἔτει Πρίσκος ὕπατος ἀπὸ νοταρίων τοῦ βασιλέως, ἀγανακτηθεὶς ὑπὸ Θεοδώρας τῆς βασιλίσσης ἐδημεύθη καὶ διάκονος Κυζίκου ἐχειροτονήθη, κελεύσαντος τοῦ βασιλέως. Τῷ δ’ αὐτῷ ἔτει γεγόνασιν Οὐανδαλικοὶ πόλεμοι, καὶ παρέλαβε Βελισάριος τὴν Ἀφρικήν. Οὐανδῆλοι, καθὼς ἐν τοῖς ἄνω χρόνοις
20εἴρηται, ἐπὶ Ἀρκαδίου βασιλέως καὶ Ὀνωρίου τὴν Ἱσπανίαν κατα‐ λαβόντες μετὰ Γοδιγίσκλου, τοῦ ῥηγὸς αὐτῶν, ἐκ ταύτης ἐπὶ Λιβύην περάσαντες, ταύτην κατέσχον. τοῦ δὲ Γοδιγίσκλου τελευτήσαντος, Γόγδαρις καὶ Γιζέριχος, οἱ τούτου υἱοί, τὴν τούτου ἀρχὴν διεδέξαντο. Γόγδαρις δὲ ἐξ ἀνθρώπων γενόμενος, Γιζέριχος βασιλεὺς Οὐανδήλων
25ἀναδείκνυται, καὶ πόλιν Καρθαγένναν βασιλεύσας ἔτη λθʹ, παρα‐ λαβὼν καὶ Ῥώμην. τούτου δὲ τελευτήσαντος, Ὀνώριχος, ὁ υἱὸς αὐτοῦ, τὴν βασιλείαν διεδέξατο πολλὰ κακὰ τοῖς ἐν Λιβύῃ Χριστια‐ νοῖς ἐνδειξάμενος καὶ ἀρειανίζειν βιαζόμενος· καὶ πολλοὺς ἐφόνευσε
καὶ ἐγλωσσοτόμησεν ἀπὸ τῆς φάρυγγος, οἳ καὶ τῇ τοῦ θεοῦ χάριτι186

187

ὕστερον ἐλάλουν. τούτων καταφρονήσαντες ἐπολέμησαν οἱ Μαυρού‐ σιοι καὶ πολλὰ κακὰ εἰς Οὐανδήλους εἰργάσαντο. ὀκτὼ δὲ ἔτη βασι‐ λεύσας τελευτᾷ ἀπολέσας τὴν Νουμιδίαν καὶ τὸ Αὐράσιον ὄρος, οἳ οὐκέτι ὑπὸ τοὺς Οὐανδήλους ἐγένοντο. Γουνδαμοῦνδος δέ, ὁ Γεήζωνος
5υἱός, υἱοῦ Γιζερίχου, τὴν ἀρχὴν διεδέξατο μείζονα κακὰ τοῖς Χρι‐ στιανοῖς ἐνδειξάμενος· ἐτελεύτησε βασιλεύσας ἔτη ιβʹ. τούτου τὴν ἀρχὴν διεδέξατο Τρασαμοῦνδος, ἀνὴρ εὐειδὴς καὶ συνετὸς καὶ με‐ γαλόψυχος. οὗτος τοὺς Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πατρῴαν δόξαν, οὐκ αἰκιζόμενος, τοὺς δὲ ἀπειθοῦντας ἀποστρεφό‐
10μενος. τελευτησάσης δὲ τῆς γυναικὸς αὐτοῦ ἀτέκνου βουλεύεται ἄριστα, καὶ πέμψας πρὸς Θευδέριχον, τὸν βασιλέα Γότθων, εἰς Ἱσπα‐ νίαν ᾔτει τὴν τούτου ἀδελφὴν λαβεῖν πρὸς γάμον Ἀμαλαφρίδα χήραν οὖσαν. ὁ δὲ καὶ τὴν ἀδελφὴν δέδωκεν αὐτῷ εἰς γυναῖκα καὶ Γότθων δοκίμων χιλίους ἐν τάξει δορυφόρων σὺν ἄλλαις πέντε χιλιάσιν
15ἀνδρῶν μαχίμων πρὸς ὑπουργίαν τούτων. ἐδωρήσατο δὲ τῇ ἀδελφῇ Θευδέριχος καὶ τῶν ἐν Σικελίᾳ ἀκρωτηρίων ἓν τὸ καλούμενον Λύ‐ σιον· καὶ ἀπ’ αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων τῶν ἐν Λίβυσι βασιλευσάντων κρείσσων τε καὶ δυνατώτατος· ἐγένετο δὲ καὶ φίλος Ἀναστασίου τοῦ βασιλέως. ἐκράτησε δὲ τῆς βασιλείας ἔτη κζʹ. τούτου
20δὲ τελευτήσαντος, Ἰλδέριχος ὁ Ὀνωρίχου τοῦ Γιζερίχου παιδὸς ἐβασί‐ λευσεν, ἀνὴρ πρᾷος καὶ ἀγαθός, καὶ οὐδὲ Χριστιανοῖς χαλεπὸς ἐγεγόνει· τὰ δὲ εἰς τὸν πόλεμον μαλακός τε λίαν, καὶ οὐδὲ ἀκοῦσαι ἤθελε τοῦτο τὸ πρᾶγμα. Ἀμεργοῦς δέ, ὁ τούτου ἀδελφιδός, ἀνὴρ ἀγαθὸς τὰ πολέμια, ἐστρατήγει Οὐανδήλων, ὃν δὴ καὶ Ἀχιλλέα
25ἐκάλουν. Ἰλδέριχος δὲ φίλος ἦν Ἰουστινιανοῦ πρὸ τοῦ βασιλεῦσαι αὐτὸν ἐπὶ Ἰουστίνου, τοῦ θείου αὐτοῦ, καὶ πολλὰ χρήματα πρὸς αὐτὸν ἐπεμπέ τε καὶ ἐδέχετο παρ’ αὐτοῦ τὴν φιλίαν κρατύνων. ἦν δέ τις τούτου συγγενὴς ἐκ τοῦ γένους Γιζερίχου, Γελίμερ ὀνόματι, ἀνὴρ
δεινὸς καὶ κακοήθης καὶ πράγμασι νεωτέροις καὶ χρήμασιν ἀλλοτρίοις187

188

ἐπιτίθεσθαι ἐπιστάμενος. οὗτος τυραννήσας κατὰ τοῦ ἰδίου δεσπότου Ἰλδερίχου ἑπταετίαν βασιλεύσαντος, τοῦτον κρατήσας εἰς φυλακὴν ἀπέθετο σὺν τῇ γυναικὶ Ἀμαλαφρίδι καὶ τοὺς Γότθους διέφθειρεν ἅπαντας καὶ Ἄμερα καὶ τὸν αὐτοῦ ἀδελφὸν Εὐαγέην ἐν φυλακῇ
5ἔσχεν. ἐπαρθεὶς δὲ τῇ τυραννίδι οὐκ ἠδύνατο ἐν τῷ καθεστῶτι βιοτεύειν. γράφει τοίνυν πρὸς βασιλέα Ἰουστινιανὸν ἀπολογούμενος, ὡς αὐτῷ ἡ βασιλεία ἐννόμως προσήκει, Ἰλδερίχου μὴ ἰσχύοντος ταύτην διοικῆσαι. ταῦτα δὲ Ἰουστινιανὸς μαθὼν ἔγραψε πρὸς αὐτόν, ὡς οὐ καταδέξεται ταύτην τὴν τυραννίδα. αὐτὸς δὲ μὴ προσχὼν τοῖς
10γεγραμμένοις τόν τε Ἄμερα ἐξετύφλωσε καὶ Ἰλδέριχον σὺν Εὐαγέῃ ἐν μείζονι φυλακῇ ἀπέκλεισεν. ταῦτα μαθὼν Ἰουστινιανὸς κατὰ Λιβύης ἐστράτευσε καταλύσας τὸν Μηδικὸν πόλεμον, καὶ μεταπεμψά‐ μενος Βελισάριον ἐκ τῆς ἑῴας ἐβουλεύετο περὶ τούτου. ἡ δὲ σύγ‐ κλητος ἐδυσχέραινεν ἀναμιμνήσκουσα τόν τε Λέοντος τοῦ βασιλέως
15στόλον τὸν κατὰ Οὐανδήλων στρατεύσαντα σὺν τῷ Βασιλίσκῳ καὶ ἀπολωλότα, ὅσοι τε στρατιῶται ἀπέθανον, καὶ ὅσα χρήματα ἀνηλώ‐ θησαν, δεδιότες δὲ τοῦ κινδύνου τὸ μέγεθος, μὴ αὐτὸν στρατηγὸν ταύτης τῆς στρατείας ἐκλέξοιτο ὁ βασιλεύς. παρελθὼν δὲ Ἰωάννης ὁ πατρίκιος εἰς τὸ μέσον ἔλεξε τάδε· “ἡμεῖς μέν, ὦ δέσποτα, τοῖς
20σοῖς προστάγμασι πειθόμεθα καὶ οὐκ ἀντιτείνομεν ἀλλὰ δίκαιόν ἐστι λογίσασθαί σε τό τε τῆς ὁδοῦ μῆκος καὶ τὰ τῆς θαλάσσης πελάγη, καὶ τὸ διὰ ξηρᾶς ρμʹ ἡμερῶν ὁδοῦ διάστημα ἔχον, καὶ τῆς νίκης τὸ ἄδηλον, καὶ τῆς ἥττης τὸ ἐπώδυνον, καὶ τῆς μεταμελείας τὸ ἀνόνη‐ τον.” ἀποδεξάμενος δὲ ὁ βασιλεὺς τὸν λόγον τὴν εἰς τὸν πόλεμον
25προθυμίαν κατέπαυσεν. ἐπίσκοπος δέ τις τῆς ἑώας τὸν βασιλέα ἀνεπτέρωσε λέγων ἐκ θεοῦ ἐπισκῆψαι αὐτῷ ὄναρ κελεῦον αὐτὸν πρὸς τὸν βασιλέα γενέσθαι καὶ αἰτήσασθαι αὐτὸν τοὺς ἐν Λιβύῃ Χριστια‐ νοὺς ῥύσασθαι ἐκ τῶν τυράννων. “κἀγὼ αὐτῷ συλλήψομαι, καὶ Λιβύης κύριον θήσομαι.” ταῦτα ὁ βασιλεὺς ἀκούσας κατέχειν τὴν
30διάνοιαν οὐκέτι ἠδύνατο, ἀλλὰ τήν τε στρατιὰν καὶ τὰς ναῦς ἐξώπλι‐ ζεν, ὅπλα τε καὶ σιτία ἡτοίμαζεν. καὶ Βελισάριον ἐμπαράσκευον
ἐκέλευσεν εἶναι ὡς ἐν Λιβύῃ στρατηγήσοντα. Πουδέντιος δὲ εὐθὺς188

189

τυραννήσας Τρίπολιν ἐκράτησε καὶ τῷ Ἰουστινιανῷ ἔγραψε πέμψαι στρατὸν καὶ ταύτην παραλαβεῖν. ὁμοίως καὶ Γόδδας ὁ Γότθος τυ‐ ραννήσας κατὰ τοῦ ἰδίου δεσπότου Γελίμερος Σαρδανίαν τὴν νῆσον ἐκράτησε καὶ πρὸς Ἰουστινιανὸν ἔγραψεν, ὅπως πέμψῃ στρατὸν καὶ
5στρατηγὸν καὶ παραλάβῃ τὴν νῆσον· ὃς καὶ ἀπέστειλε Κύριλλον μετὰ τετρακοσίων ἀνδρῶν πρὸς βοήθειαν αὐτοῦ. ὁ δὲ Γελίμερ ἀποστείλας τὸν ἀδελφὸν αὐτοῦ μετὰ στόλου πολλοῦ καὶ ἐπιλογῆς καὶ τοῦ στρα‐ τοῦ τῶν Οὐανδήλων, ταύτην παρέλαβε καὶ τὸν Γόδδαν ἀνεῖλεν. Βελισάριος δὲ παρέλαβε τὴν στρατιὰν καὶ τὸν στόλον καὶ τοὺς ἄρ‐
10χοντας, Σολόμωνά τε τὸν στρατηγὸν καὶ Δωρόθεον, τὸν τῆς Ἀρμε‐ νίας, καὶ Κυπριανὸν καὶ Βαλεριανὸν καὶ Μαρτῖνον καὶ Ἀλφίαν καὶ Ἰωάννην καὶ Μάρκελλον καὶ Κύριλλον, οὗ πρόσθεν ἐμνήσθην, καὶ ἑτέρους πολλοὺς τῶν Θρᾴκην οἰκούντων. εἵποντο δὲ αὐτοῖς Ἐλοῦ‐ ροι, ὧν Φάρας ἦρχεν, χίλιοι, καὶ Μασσαγέται ἱπποτοξόται, ὧν ἡγοῦντο
15Σισίννιός τε καὶ Βάλας. ναῦς δὲ ὑπῆρχον φʹ ἀνὰ μυριάδας πέντε μεδίμνων χωροῦσαι. ναῦται δὲ τρισμύριοι Αἰγύπτιοί τε καὶ Ἴωνες καὶ Κίλικες. ἀρχηγὸς δὲ εἷς ἐπὶ ταῖς ναυσὶ Καλώνυμος Ἀλεξανδρεύς. ἦσαν δὲ καὶ δρόμωνες διὰ ναυμαχίαν ἐνενήκοντα. στρατηγὸν δὲ αὐτοκράτορα ἐφ’ ἅπασι Βελισάριον ὁ βασιλεὺς ἔστησεν. ὥρμητο δὲ ὁ
20Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. συνεπεφέρετο δὲ μετ’ αὐτοῦ καὶ Ἀντωνῖναν, τὴν ἑαυτοῦ γαμετήν. ὁ δὲ Γελίμερ τὸν ἑαυτοῦ ἀδελφὸν Τζάτζωνα σὺν ρκʹ ναυσὶ καὶ στρατὸν ἐκλελεγμένον ἐν Σάρδῳ τῇ νήσῳ κατὰ Γόδδα ἀπέστειλεν. ἕβδομον δὲ ἦν ἔτος Ἰουστινιανοῦ ὅτε ὁ Βελισάριος ἐν τῇ νήσῳ
25ἐστάλη. συνῆν δὲ αὐτῷ καὶ Προκόπιος ὁ συγγραφεύς. ἀπάραντες δὲ τῆς βασιλίδος πόλεως ἦλθον ἐν Ἀβύδῳ. Βελισάριος δὲ ἐφρόν‐ τιζεν, ὅπως ὁ σύμπας στόλος ἅμα πλέοι καὶ εἰς χωρίον τὸ αὐτὸ
προσορμίζοιτο. καταλαβὼν δὲ τὴν Σικελίαν ἀπέστειλε Προκόπιον189

190

τὸν συγγραφέα εἰς τὴν Συράκουσαν, εἴπως εὕροι τινὰς ὁδηγήσοντας αὐτὸν εἰς Λιβύην ἐκ τοῦ αἰφνιδίου προσορμίσασθαι τῇ γῇ καὶ τὸν λαὸν ἐξαγαγεῖν δεδιότα τὴν ναυμαχίαν. αὐτὸς δὲ τὸν στόλον ἀρά‐ μενος εἰς Καύκανα τὸ χωρίον προσώρμισεν, διακοσίοις σταδίοις τῆς
5Συρακούσης ἀπέχον. Προκόπιος δὲ ἐν Συρακούσῃ εἰσελθὼν τροφάς τε ὠνήσατο παρὰ Ἀμαλασούνθας, τῆς γυναικὸς Θευδερίχου, μητρὸς δὲ Ἀταλαρίχου, βασιλέως Ἰταλίας, φιλίαν πρὸς Ἰουστινιανὸν ἐχόν‐ των· ἐπέτυχέ τε παραδόξως καὶ ἀνδρός, φίλου μὲν αὐτῷ ὑπάρχοντος ἐκ παιδός, πεπειραμένου δὲ τῶν τῆς Λιβύης τόπων καὶ τῆς θαλάσσης,
10τρίτην * ἔχοντος ἡμέραν ἐκ Καρχηδόνος ἀφικομένου. καὶ διεβεβαι‐ οῦτο πᾶσαν ἀμεριμνίαν ἔχειν αὐτοὺς καὶ μὴ ὑποπτεύειν τινὰ κατ’ αὐτῶν στρατεύεσθαι, ὥστε ἀπὸ τεσσάρων μονῶν τῆς θαλάσσης τὸν Γελίμερα αὐλίζεσθαι. τοῦτον οὖν λαβὼν Προκόπιος εἰς Καύκανα πρὸς Βελισάριον ἀπήγαγεν. ταῦτα μαθὼν Βελισάριος τῇ τῆς Λιβύης
15ἀκτῇ τριταῖος προσώρμισεν εἰς χωρίον, ὃ Κεφαλὴν Βράχους καλοῦ‐ σιν. ἀποβάντες δὲ τῶν νηῶν χάρακά τε καὶ τάφρον βαθεῖαν ποιή‐ σαντες ἐστρατοπεδεύσαντο ἐν ἡμέρᾳ μιᾷ, ἔνθα καὶ ὕδατος πολύ τι χάσμα τῆς τάφρου ὀρυττομένης ἡ γῆ ἀνῆκεν, τοῦ τόπου ἀνύδρου ὄντος, καὶ εἰς πᾶσαν χρείαν τοῖς τε ζώοις καὶ τῷ στρατῷ γέγονεν.
20τῇ δὲ ἐπιούσῃ ὁ λαὸς πρὸς πραῖδαν ἐχώρει. ὁ δὲ στρατηγὸς τού‐ τους ᾐκίσατο λέγων πρὸς αὐτοὺς τάδε· “τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ἄδικόν ἐστιν ἐν παντὶ καιρῷ, καὶ μάλιστα ἐν τοῖς κινδύνοις. ἐγὼ γὰρ ἐκείνῳ μόνον τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ταύτην ὑμᾶς ἀπεβίβασα, ὅπως τῇ δικαιοσύνῃ καὶ ἀγαθοεργίᾳ τόν τε
25θεὸν θεραπεύσωμεν καὶ τοὺς Λίβυας πρὸς ἡμᾶς ἐπισπασώμεθα. αὕτη δὲ ὑμῶν ἡ ἀκράτεια εἰς τοὐναντίον ἡμῖν μεταβήσεται, καὶ τοὺς Λίβυας συμμαχεῖν τοῖς Οὐανδήλοις παρασκευάσει. ἀλλὰ πειθόμενοι τῷ ἐμῷ λόγῳ, ὠνούμενοι τὰς τροφὰς κομίζεσθε, καὶ μήτε ἄδικοι
δόξητε εἶναι, μήτε τὴν φιλίαν τῶν Λιβύων εἰς ἔχθραν μεταβάλητε,190

191

καὶ τὸν θεὸν ἀναπαύσητε. παύσασθε τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, καὶ κέρδος ἀποσείσασθε κινδύνων μεστόν.” ἀποστείλας τε Βελισά‐ ριος ἐπὶ Σύλλεκτον τὴν πόλιν στρατὸν ταύτην ἀπονητὶ παρέλαβεν. ἐν νυκτὶ γὰρ πρὸς αὐτὴν ἀφικόμενοι, σὺν ταῖς εἰσιούσαις ἁμάξαις
5τῶν ἀγροίκων εἰσελθόντες ταύτην ἔσχον. καὶ ἐπειδὴ ἡμέρα ἐγένετο, τόν τε ἱερέα καὶ τοὺς ταύτης πρώτους λαβόντες πρὸς τὸν στρατηγὸν ἔπεμψαν. τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελού‐ μενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ἵππους. συνελήφθη δὲ καὶ ὁ τὰς βασιλικὰς ἀποκρίσεις ποιῶν βεριδάριος. Βελισάριος δὲ
10διακοσμήσας τὸ στράτευμα ἐπὶ Καρχηδόνα ἐβάδιζεν. Ἰωάννῃ δὲ τῷ Ἀρμενίῳ τριακοσίους ἐπιλέκτους παραδοὺς παρήγγειλε παρακολου‐ θεῖν τε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι. εἰς δὲ Σύλ‐ λεκτον τὴν πόλιν ἀφικόμενος ἀγαθότητι καὶ γλυκολογίᾳ τούτους ἀνεκτήσατο, ὥστε τοὺς λοιποὺς καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν
15ποιήσασθαι, οὔτε ὑποχωρούντων, οὔτε κρυπτομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ὑπηρετούντων. ὀγδο‐ ήκοντα δὲ σταδίους ἀνύοντες ἡμέραν ἑκάστην ἄχρι Καρχηδόνος δι‐ ετέλεσαν. οὕτως δὲ διὰ τῆς Λεπτῆς πόλεως καὶ Ἀδραμούτου εἰς Χράσιν τὸ χωρίον ἀφίκοντο, ὀκτὼ καὶ τριακοσίους σταδίους Καρχη‐
20δόνος ἀπέχον, ἔνθα ἦν καὶ βασίλεια τῶν Οὐανδήλων καὶ παράδεισοι κάλλιστοι καὶ κρῆναι διειδέσταται καὶ ὀπωρῶν παντοδαπῶν πλῆθος ἄπειρον· ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο, καὶ τῶν καρπῶν ὡραίων ὄντων καὶ πάντων ἀπο‐ λαυόντων, αἴσθησις οὐ γέγονε ἐλαττουμένης ταύτης. ὁ δὲ Γελίμερ
25ἀκούσας παρεῖναι τοὺς Ῥωμαίους γράφει εἰς Καρχηδόνα πρὸς τὸν ἀδελφὸν Ἀματᾶν, Ἰλδέριχον μὲν καὶ ἄλλους ὅσους ἔχει συγγενεῖς αὐτοῦ ἐν φυλακῇ ἀποκτεῖναι, αὐτὸν δὲ καὶ τοὺς Οὐανδήλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν, ἐξοπλίσαι πρὸς πόλεμον. ὁ δὲ Ἀματᾶς τὰ κελευσθέντα αὐτῷ ἐποίησεν. Βελισάριος δὲ Ἀρχελάῳ
30τῷ ὑπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλε πλησιάσαι τῇ191

192

Καρχηδόνι καὶ μὴ εἰσβαλεῖν πρὸς αὐτήν, ἄχρις ἂν αὐτοὺς κελεύσῃ. αὐτὸς δὲ εἰς Δέκιμον ἀφίκετο ἀπέχον Καρχηδόνος σταδίους ἑβδο‐ μήκοντα. ὁ δὲ Γελίμερ τὸν ἀνεψιὸν Κιβαμοῦνδον ἐκέλευσεν ἅμα δισχιλίων κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀματᾶς μὲν ἐκ Καρ‐
5χηδόνος, Γελίμερ δὲ ὄπισθεν, Κιβαμοῦνδος δὲ ἐκ τῶν ἀριστερὰ χωρίων εἰς ταὐτὸ τὴν κύκλωσιν τῶν πολεμίων ποιήσωνται. Βελισά‐ ριος δὲ τὸν μὲν Ἰωάννην, ὡς προέφην, προάγειν ἐκέλευσεν, Μασσα‐ γέτας δὲ ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι. Ἀματᾶς δὲ οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ πλῆθος τῶν Οὐανδήλων ἐν Καρχηδόνι
10ἀπέλιπεν, καὶ ὡς τάχιστα εἰς τὸ Δέκιμον ἀφίκετο σὺν ὀλίγοις, καὶ οὐδ’ αὐτοῖς συνειλεγμένοις. συναντήσας δὲ τῷ Ἰωάννῃ εἰς χεῖρας ἦλθεν, καὶ κτείνεται ὑπὸ Ἰωάννου, καὶ τρέπονται οἱ σὺν αὐτῷ φεύγοντες ἀκρατῶς, καὶ ἀνεσόβουν πάντας τοὺς ἐκ Καρχηδόνος εἰς Δέκιμον ἰόντας, οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι. Ἰωάννης
15δὲ καὶ οἱ σὺν αὐτῷ οὓς * ἔσφαζον ἕως τῶν πυλῶν Καρχηδόνος τοσούτους, ὥστε εἰκάζειν τοὺς ὁρῶντας δισμυρίων πολεμίων τὸ ἔργον εἶναι. Κιβαμοῦνδος δὲ καὶ οἱ σὺν αὐτῷ δισχίλιοι περιπεπτωκότες ἐν τῇ ἀλκῇ τοῖς Οὔννοις ἀπώλοντο πάντες. Βελισάριος δὲ εἰς Δέ‐ κιμον ὢν οὐδὲν τούτων ἔμαθεν, ἀλλὰ χαράκωμα περιβαλὼν ἐφωσά‐
20τευσεν, καταλιπὼν αὐτόθι τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς πεζούς. αὐτὸς δὲ λαβὼν τοὺς ἱππεῖς καὶ τοὺς ἡγεμόνας ἐπὶ Καρχηδόνα ἐχώρει. εὑρὼν δὲ τοὺς πεπτωκότας νεκροὺς τόν τε Ἀματᾶν καὶ τοὺς Οὐανδήλους καὶ μαθὼν τὰ γεγονότα, εἰς λόφον τινὰ ἀνελθὼν ὁρᾷ κονιορτὸν ἐκ μεσημβρίας, καὶ Οὐανδήλων ἱππέων πλῆθος πολύ,
25ἡγουμένου αὐτοῖς Γελίμερος, μὴ γνώσαντος μήτε τὸ Κιβαμούνδου πάθος μήτε τὸ τοῦ Ἀματᾶ. ἐπεὶ δὲ ἐγγὺς ἀλλήλων γεγόνασιν, προ‐ τερήσαντες Οὐανδῆλοι τὸν λόφον καταλαμβάνουσι καὶ φοβεροὶ τοῖς
ἐναντίοις ἐδείχθησαν. οἱ δὲ Ῥωμαῖοι τραπέντες εἰς χωρίον ἀφικνοῦν‐192

193

ται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον. θεὸς δὲ παραδόξως τού‐ τους ἀλλοιώσας εἰς δειλίαν κατέστησεν. εἰ γὰρ τὴν δίωξιν εὐθὺς ἐποιήσαντο, ἄρδην ἂν ἅπαντας σὺν Βελισαρίῳ διέφθειραν, (τοσοῦτον ἦν πλῆθος τῶν Οὐανδήλων) καὶ τὸν Ἰωάννην ὑποστρέφοντα ἐκ
5Καρχηδόνος καὶ σκυλεύοντα τοὺς τεθνεῶτας ἀπονητὶ κρατῆσαι ἤμελλον. κατιὼν δὲ ἐκ τοῦ λόφου Γελίμερ καὶ εὑρὼν τὸν ἀδελφὸν νεκρὸν εἴς τε ὀλοφύρσεις ἐτράπη καὶ τῆς νίκης τὴν ἀκμὴν ἤμβλυνεν. Βελισά‐ ριος δὲ τούς τε φεύγοντας στῆναι κελεύσας καὶ κοσμίως τὰ πάντα διατάξας καὶ ὀνειδίσας τῆς δειλίας καὶ τὴν τελευτὴν τῶν ἐναντίων
10ἅμα τε καὶ Ἰωάννου νίκην μαθών, δρόμῳ καὶ ἀνδρείᾳ ἐπὶ Γελίμερα χωρεῖ. οἱ δὲ βάρβαροι ἀπαρασκεύαστοι εὑρεθέντες εἰς φυγὴν ἐτρά‐ πησαν κραταιὰν καὶ πολλοὺς ἀποβαλόντες ἐπὶ Νουμιδίαν ἐχώρουν καταλιπόντες Καρχηδόνα. νυκτὸς δὲ καταλαβούσης, ὅ τε Βελισάριος καὶ Ἰωάννης καὶ οἱ Μασσαγέται εἰς Δέκιμον ἀφικόμενοι, ἅπαντα
15τὰ συμβεβηκότα μαθόντες ἔχαιρον· τῇ δὲ ἐπαύριον ἅμα τοῖς πεζοῖς καὶ τῇ Βελισαρίου γυναικὶ ἅπαντες ἐπὶ Καρχηδόνα ἐπορεύοντο. οἱ δὲ Καρχηδόνιοι τὰς πύλας ἀναπετάσαντες καὶ λύχνα ἅψαντες παν‐ δημεὶ πρὸς ὑπάντησιν Βελισαρίου ἐξῄεσαν. οἱ δὲ ἐν αὐτῇ Οὐανδῆλοι ἐν τοῖς ἱεροῖς προσέφυγον. καταλαβόντος δὲ καὶ τοῦ στόλου τὴν
20ἅλυσιν ἄραντες ἐν τῷ λιμένι τούτους ἐδέξαντο. καὶ ὁ μὲν πλεῖστος στόλος τὴν ἐντολὴν Βελισαρίου φυλάξαντες οὐκ εἰσῆλθον ἐν τῷ λιμένι, ἀλλ’ ἔξω προσώρμισαν. Καλώνυμος δὲ τὴν παρακοὴν ἐν‐ δυσάμενος εἰσῆλθε καὶ τὰ πλοῖα ληϊσάμενος πολλὰ χρήματα ἀφ‐ ήρπαζεν, καὶ ἐν τοῖς ἐργαστηρίοις καὶ οἴκοις τοῖς πλησίον τοῦ λιμένος
25εἰσῆλθε καὶ πολλοὺς ᾐχμαλώτευσεν. ἀπονητὶ δὲ Βελισάριος τῆς Καρχηδόνος κρατήσας παρῄνει τοῖς στρατιώταις λέγων· “ὁρᾶτε, ἡλίκα εὐτυχήματα γεγόνασιν ἡμῖν, ἐπειδὴ σωφροσύνην εἰς τοὺς Λίβυας ἐπεδειξάμεθα. βλέπετε, τὴν εὐκοσμίαν ἐν Καρχηδόνι διασώσασθε, καὶ μήτις ἀδικήσῃ τινά, ἢ ἀφαρπάσῃ τι αὐτοῦ. πολλὰ γὰρ κακὰ
30παθόντες ὑπὸ Οὐανδήλων ἀνδρῶν βαρβάρων, βασιλεὺς ὁ ἡμέτερος
βοηθῆσαι τούτοις ἡμᾶς ἀπέστειλε καὶ τὴν ἐλευθερίαν χαρίσασθαι.”193

194

ταῦτα παραινῶν εἰς Καρχηδόνα εἰσῆλθεν. καὶ ἀναβὰς εἰς τὸ παλά‐ τιον ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν. τούτῳ προσῆλθον οἵ τε ἔμποροι Καρχηδόνος καὶ ὅσοι πλησίον τῆς θαλάσσης ἔμενον, ὀλο‐ φυρόμενοι ἁρπαγὴν πεπονθέναι ὑπὸ τοῦ στόλου. ὁ δὲ Βελισάριος
5Καλώνυμον τὸν ναύαρχον ὥρκισεν, ὅπως ἅπαντα τὰ διαρπαγέντα ἐνέγκῃ καὶ ἀποδώσῃ τοῖς οἰκείοις δεσπόταις. ὁ δὲ σφετερισάμενος ἐξ αὐτῶν καὶ ἐπιορκήσας οὐ μετὰ πολὺ τὴν δίκην ἔτισεν. ἔξω γὰρ φρενῶν γενόμενος, τὴν ἑαυτοῦ γλῶσσαν φαγὼν ἀπέθανεν. Βελισά‐ ριος δὲ τὸν λαὸν εἱστία βασιλικῶς, καὶ ἡ τοῦ Γελίμερος θεραπεία
10παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα πάντα ὑπούργει. οὕτω δὲ ὁ στρατηγὸς ἀθορύβως τὴν πόλιν ἔσχεν, ὥστε οὐδὲ ὕβριν τινὰ ἐπ‐ ήγαγεν ἀνθρώπῳ, οὐδὲ ἐπὶ τῆς ἀγορᾶς τινας συνέβη τὴν οἰκίαν ἀσφαλίσαι· ἀλλ’ ἀγοράζοντες οἱ στρατιῶται ἤσθιον καὶ εὐφραίνοντο. τοὺς δὲ εἰς τὰ ἱερὰ καταφυγόντας Οὐανδήλους πιστὰ δοὺς ἐξήγαγεν.
15τῶν δὲ τειχῶν τῆς πόλεως ἐπεμελεῖτο ἠμελημένων πρότερον ὄντων. ἔλεγον δὲ καὶ παλαιὸν λόγον ἐν Καρχηδόνι εἰρῆσθαι, ὡς τὸ γάμμα διώξει τὸ βῆτα, 〈καὶ πάλιν τὸ βῆτα διώξει τὸ γάμμα·〉 νυνὶ δὲ τετέλεσται. πρότερον γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξεν, νῦν δὲ Βελισάριος Γελίμερα. Γελίμερ δὲ χρήματα πολλὰ τοῖς γεωργοῖς
20Λιβύων προιέμενος πρὸς ἑαυτὸν ὑπηγάγετο καὶ ἐκέλευσεν αὐτοὺς Ῥωμαίων τοὺς εἰς τὰ χωρία περιόντας κτείνειν. τοῦτο δὲ ποιησάν‐ των τῶν γεωργῶν, μαθὼν ὁ Βελισάριος ἀποστέλλει Διογένην, ἕνα τῶν αὐτοῦ δορυφόρων, αἰκίσασθαι τοὺς γεωργούς. ὁ δὲ Διογένης ἅμα τοῖς σὺν αὐτῷ εἰς οἰκίαν εἰσελθὼν ἐκάθευδε μηδὲν πολέμιον
25ἐννοούμενος· τοῦτο μαθὼν Γελίμερ τριακοσίους ἐπιλεξάμενος ἀπο‐ στέλλει κατ’ αὐτοῦ. ἐλθόντες δὲ περιεκύκλωσαν τὴν οἰκίαν δεδιότες εἰσελθεῖν τὴν νύκτα. οἱ δὲ Ῥωμαῖοι αἰσθόμενοι, ἀναστάντες καὶ ὁπλισάμενοι τοῖς ἵπποις τε ἐπιβάντες, εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀνοίγουσιν ἐξαπίνης τὰς θύρας καὶ ταῖς ἀσπίσι περιφραξάμενοι καὶ
30τοῖς δόρασιν ἀμυνόμενοι τοὺς ἐναντίους ἐτρέψαντο. Γελίμερ δὲ ἐν194

195

Νουμιδίᾳ γενόμενος Οὐανδήλους πάντας συνήγαγε καὶ ὅσους προσ‐ φιλεῖς εἶχε τῶν Μαυρουσίων καὶ πρὸς πόλεμον εὐτρεπίζετο. ἀπέστειλε δὲ καὶ γράμματα ἐν Σαρδανίᾳ πρὸς Τζάτζωνα, τὸν ἴδιον ἀδελφόν, τὰ συμβάντα αὐτῷ δηλοποιῶν· ὃς ἀπάρας εὐθὺς μετὰ παντὸς τοῦ
5λαοῦ ἀπὸ Σαρδανίας εἰς τὴν Λιβύης ἀκτὴν τριταῖος κατέλαβε καὶ εὗρε τὸν Γελίμερα. οἳ καὶ περιπλακέντες ἀλλήλων τῷ τραχήλῳ οὐδὲν μέντοι εἰς ἀλλήλους ἐφθέγγοντο· ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον· ὁμοίως καὶ ὁ στρατὸς τὴν συμφορὰν ἀπωδύροντο. ὁ δὲ Γελίμερ παραλαβὼν ἀμφοτέρους ἐπὶ Καρχηδόνα ἐχώρει καὶ ταύτην
10πολιορκεῖν ἐπειρᾶτο, οἰόμενος τοὺς ἐν Καρχηδόνι προδιδόναι αὐτῷ τὴν πόλιν, καὶ Ῥωμαίων στρατιωτῶν, οἷς ἡ τοῦ Ἀρείου δόξα ἤσκητο. πέμψας δὲ καὶ εἰς τοὺς ἄρχοντας τῶν Οὔννων πολλὰ αὐτοῖς ἀγαθὰ ὑπισχνεῖτο διδόναι, εἰ καταπροδώσουσιν αὐτῷ Ῥωμαίους. ταῦτα δὲ Βελισάριος μαθὼν παρὰ τῶν αὐτομόλων καὶ Λαυρέντιόν τινα ἐν
15Καρχηδόνι ὄντα προδότην εὑρὼν ἀνεσκολόπισεν ἐπὶ λόφου πρὸ τῆς πόλεως, καὶ ἀπὸ τούτου εἰς δέος μέγα ἐνέπεσον οἱ προδοσίαν μελε‐ τήσαντες, ὥστε τοὺς Μασσαγέτας ὁμολογῆσαι τὰ ὑπὸ Γελίμερος αὐτοῖς δηλωθέντα. τοῦ δὲ Βελισαρίου πάντας λόγῳ πειθικῷ καὶ ὅρκοις πρὸς φιλίαν αὐτοῦ μεταβαλόντος, αὐτὸς ἐκέλευσεν εὐθὺς Ἰωάννην
20τὸν Ἀρμένιον παραλαβεῖν πάντας τοὺς ἱππεῖς πάρεξ πεντακοσίων καὶ ἐξελθόντα πρὸς τοὺς Οὐανδήλους ἀκροβολίσασθαι. αὐτὸς δὲ τῇ ὑστεραίᾳ ἅμα τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσιν εἵ‐ πετο. καταλαβὼν δὲ τοὺς Οὐανδήλους ἐν Τρικαμάρῳ στρατοπεδεύ‐ σαντας, ἔμειναν τὴν νύκτα πλησίον ἀλλήλων. συνέβη δὲ τέρας
25γενέσθαι ἐν τῷ Ῥωμαϊκῷ στρατῷ· τῶν γὰρ δοράτων τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο. τοῦτο θεασάμενοι κατεπλάγησαν· φραξάμενοι δὲ ἅμα πρωῒ ἀμφότεροι πρὸς πόλεμον ὥρμησαν. Ἰωάννης δὲ τῶν ἀμφ’ αὐτὸν ὀλίγους ἀπολεξάμενος τόν τε ποταμὸν διέβη καὶ τοῖς
Οὐανδήλοις εἰσέβαλεν. ὁ δὲ Τζάτζων ὠθισμῷ χρησάμενος ἐδίωξεν195

196

αὐτόν. οἱ δὲ Οὐανδῆλοι διώκοντες ἄχρι εἰς τὸν ποταμὸν ἦλθον. αὖθις δὲ Ἰωάννης πλείους τῶν ὑπασπιστῶν Βελισαρίου λαβὼν κατὰ τοῦ Τζάτζωνος εἰσεπήδησε σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ. γίνεται οὖν καρτερὰ ἡ μάχῃ, καὶ πίπτει Τζάτζων, ὁ τοῦ Γελίμερος ἀδελ‐
5φός. τότε δὴ πᾶν τὸ στράτευμα Ῥωμαίων τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, καὶ τούτους τρεψάμενοι μέχρι τοῦ στρατοπέδου ἐδίωξαν· καὶ ὑποστρέψαντες τοὺς νεκροὺς ἀπέδυον, ὅσοι μάλιστα ἐχρυσοφόρουν, καὶ εἰς τὸ ἑαυτῶν στρατόπεδον ὑπεχώρησαν. ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων πεντήκοντα, Οὐανδήλων
10δὲ ὀκτακόσιοι. καταλαβὼν δὲ Βελισάριος σὺν τοῖς πεζοῖς τῇ δείλῃ πρὸς ὀψίαν, ἄρας ὡς εἶχε τάχους σὺν παντὶ τῷ στρατῷ ἐπὶ τὸ τῶν Οὐανδήλων στρατόπεδον ᾤχετο. Γελίμερ δὲ γνοὺς Βελισάριον παρόντα σὺν τοῖς πεζοῖς καὶ παντὶ τῷ στρατῷ, ἐπιβὰς τῷ ἵππῳ, μηδὲν δια‐ ταξάμενος ἀκρατῶς ἐπὶ Νουμιδίαν ἔφυγε μετ’ ὀλίγων συγγενῶν καὶ
15οἰκετῶν αὐτοῦ καταπεπληγμένος. ἐπεὶ δὲ αὐτὸν φυγόντα ᾔσθοντο Οὐανδῆλοι, καὶ οἱ πολέμιοι ἤδη ἑωρῶντο, τότε δὴ οἵ τε ἄνδρες καὶ αἱ γυναῖκες καὶ τὰ παιδία ἐθορύβουν τε καὶ ἐκώκυον καὶ οὔτε χρημάτων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων, ἀλλ’ ἕκα‐ στος ἔφυγεν, ὅπου ἠδύνατο. ἐπελθόντες δὲ οἱ Ῥωμαῖοι τό τε στρα‐
20τόπεδον αἱροῦσιν, καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μέν, ὅσοις ἐνέτυχον, ἔκτειναν, παῖδας δὲ καὶ γυναῖκας ἐν ἀνδραπόδων λόγῳ ἐποιοῦντο, χρήματα δὲ τοσαῦτα τὸ πλῆθος εὗρον, ὅσα οὐδε‐ πώποτε ἐν ἑνὶ χωρίῳ τετύχηκεν εἶναι. τὴν γὰρ Ῥωμαίων ἀρχὴν ληϊσάμενοι χρήματα εἰς Λιβύην πολλὰ μετήνεγκαν· καὶ τῆς χώρας
25αὐτῆς ἀγαθῆς οὔσης καὶ εὐκάρπου, χρημάτων πρόσοδοι αὐτοῖς πολλαὶ γεγόνασιν. ἐνενήκοντα πέντε γὰρ ἔτη Οὐανδῆλοι Λιβύης ἐκράτησαν, καὶ πολὺν πλοῦτον συναγαγόντες, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τὰς τῶν
Ῥωμαίων χεῖρας ὁ πᾶς πλοῦτος ἐπανῆκεν. ἐν τρισὶ γὰρ μησὶ πολε‐196

197

μήσας ὁ Βελισάριος ἀπὸ τοῦ Ὀκτωβρίου μηνὸς εἰς τὸ τέλος τοῦ Δεκεμβρίου πᾶσαν τὴν Λιβύην ὑπέταξεν. ἀπέστειλε δὲ Ἰωάννην τὸν Ἀρμένιον σὺν διακοσίοις ἐπιλέκτοις διώκειν τὸν Γελίμερα ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβῃ. ὃς φθάσας τὸν Γελίμερα ἤμελλε λαμβάνειν,
5εἰ μὴ συνηνέχθη πρᾶγμα τοιόνδε. Οὐλίαρίς τις τῶν Βελισαρίου δορυφόρων συνῆν τῷ Ἰωάννῃ, ὃς οἴνῳ μεμεθυσμένος ἰδὼν ὄρνιν ἐπὶ δένδρου καθημένην, ἐντείνας τὸ τόξον κατ’ αὐτῆς ἔβαλεν· καὶ τῆς μὲν ὄρνιθος ἀπέτυχεν, τὸν δὲ Ἰωάννην ὄπισθεν εἰς τὸν αὐχένα ἔβαλεν. ὁ δὲ καιρίαν πληγεὶς τέθνηκε πολὺ αὑτοῦ πένθος βασιλεῖ
10τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ καὶ πᾶσι Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολιπών. οὕτω Γελίμερ διαφυγὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπὶ Μαυ‐ ρουσίους ἐχώρει. Βελισάριος δὲ τοῦτον διώξας εἰς Παππούαν τὸ ὄρος ἀπέκλεισεν εἰς τὰ ἔσχατα Νουμιδίας. τοῦτο δὲ παρακαθίσας διὰ τοῦ χειμῶνος, λειψάντων αὐτῷ πάντων τῶν ἐπιτηδείων, (ἄρτος
15γὰρ παρὰ Μαυρουσίοις οὐ γίνεται, οὔτε οἶνος, οὔτε ἔλαιον, ἀλλὰ τὰ ὄλυρα καὶ τὰς κριθὰς ὡς ἄλογα ζῶα ἄνεφθα ἐσθίουσιν.) τούτοις Γελίμερ περιπεσὼν γράφει πρὸς Φαρᾶν, ὃν Βελισάριος κατέλιπε φυλάσσειν αὐτόν, πεμφθῆναι αὐτῷ κιθάραν καὶ ἄρτον ἕνα καὶ σπόγγον. ὁ δὲ Φαρᾶς διηπόρει, τί ἂν εἴη τοῦτο, ἕως ἂν ὁ τὴν
20ἐπιστολὴν κομίσας εἶπεν, ὡς ἄρτον μὲν ἐπιθυμεῖ θεάσασθαι Γελίμερ, μὴ ἰδὼν ἄρτον, ἀφ’ οὗ ἀναβέβηκεν, σπόγγον δὲ διὰ τὸ τοὺς ὀφθαλ‐ μοὺς ἐκ τῆς ἀλουσίας κακοῦσθαι, ὅπως τῷ σπόγγῳ τούτους παρα‐ μυθήσηται· κιθάραν δὲ κιθαριστῇ ἀγαθῷ ὄντι, ὅπως τὴν συμφορὰν τὴν παροῦσαν τῇ κιθάρᾳ θρηνήσῃ καὶ ἀποκλαύσηται. ταῦτα ἀκού‐
25σας Φαρᾶς περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυρό‐ μενος, κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν, ὅσα ἔχρηζε
τῷ Γελίμερι. τοῦ δὲ χειμῶνος παρελθόντος, δεδιὼς ὁ Γελίμερ τὴν197

198

πολιορκίαν Ῥωμαίων καὶ ἐλεήσας τὰ τῶν συγγενῶν τέκνα σκώληκας ἐν αὐτῇ τῇ ταλαιπωρίᾳ πεποιηκότα, ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φαρᾶν ἔγραψεν, ὅπως τὰ πιστὰ λαβών, αὐτός τε καὶ οἱ σὺν αὐτῷ πρὸς Βελισάριον παραγένωνται. ὁ δὲ ὅρκῳ τοῦτον πληρο‐
5φορήσας, λαβὼν ἅπαντας εἰς Καρχηδόνα ἧκεν. Βελισάριος δὲ τοῦτον περιχαρῶς ἐδέξατο, ὁ δὲ Γελίμερ γελῶν πρὸς Βελισάριον εἰσῆλθεν· ὃν οἱ μὲν τῇ ὑπερβολῇ τοῦ πάθους ἐκστάντα τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα· οἱ δὲ φίλοι τούτου ἀγχίνουν τε τὸν ἄνθρωπον λογίζεσθαι, ὅτι βασιλέα ὄντα καὶ βασιλικοῦ γένους καὶ
10δύναμιν ὀχυρὰν ἔχοντα καὶ χρήματα μεγάλα, ἄφνω εἰς φυγήν τε * καὶ κακοπάθειαν τὴν ἐν Παππούᾳ ὑποστάντα καὶ νῦν ἐν αἰχμαλώ‐ των λόγῳ ἥκοντα, οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι. Βελισάριος δὲ τοῦτον σὺν τοῖς ἄρχουσι πᾶσι τῶν Οὐανδήλων οὐκ ἐν ἀτιμίᾳ ἐφύλαττεν, ὅπως πρὸς βασιλέα Ἰουστι‐
15νιανὸν τοῦτον ἀπαγάγῃ εἰς τὸ Βυζάντιον. Κύριλλον δὲ εὐθὺς Βε‐ λισάριος σὺν τῇ κεφαλῆ Τζάτζωνος εἰς Σαρδὼ τὴν νῆσον πέμψας, ἣ Κύρνος ἐκαλεῖτο πρότερον, ταύτην Ῥωμαίοις ὑπέταξεν. εἰς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανίᾳ Ἰωάννην ἕτερον ἀποστείλας, ἥτις τριάκοντα ἡμερῶν ὁδὸν ἀπέχει Καρχηδόνος εἰς τὰ Γάδειρά τε καὶ
20τὰς ἡλίου δυσμὰς κεῖται, ἄλλον τε Ἰωάννην, τῶν ὑπασπιστῶν ἕνα, εἰς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλείων στη‐ λῶν ἔπεμψεν, τὸ ἐκεῖ φρούριον, ὃ Σεπτὸν καλοῦσιν, καθέξοντα. εἰς δὲ τὰς νήσους, αἵπερ ἐγγύς εἰσι τῆς Ὠκεανοῦ εἰσβολῆς, Μαϊόρικά τε καὶ Μινόρικα, Ἀπολινάριον ἔστελλεν, ἄνδρα ἀγαθὸν εἰς τὰ πολέ‐
25μια. ἀπέστειλε δὲ καὶ ἐν Σικελίᾳ τινὰς τῶν Λιβυαίων καὶ τῶν Οὐανδήλων τὸ φρούριον λαβεῖν ἐκέλευσεν. οἱ δὲ τοῦτο φυλάσσοντες
Γότθοι τῇ μητρὶ Ἀταλαρίχου ταῦτα δῆλα ἐποίησαν. ἡ δὲ γράφει198

199

πρὸς Βελισάριον μὴ τοῦτο τυραννίδι λαβεῖν τὸ φρούριον, ἕως ἂν βασιλεὺς Ἰουστινιανὸς γνῷ καὶ τὸ δοκοῦν αὐτῷ ποιήσῃ. ἐν τούτοις ὁ Οὐανδαλικὸς πόλεμος ἐτελεύτα. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίνεσθαι, ὤδινε καὶ εἰς Βελισάριον. τινὲς γὰρ
5διέβαλον αὐτὸν εἰς τὸν βασιλέα τυραννίδα μελετᾷν. ὁ δὲ βασιλεὺς πέμψας Σολόμωνα ἀποπειρᾶται τὴν Βελισαρίου γνώμην, πότερον σὺν Γελίμερί τε καὶ Οὐανδήλοις εἰς Βυζάντιον ἥκειν, ἤ, αὐτοῦ μέ‐ νοντος, ἐκείνους στεῖλαι ὧδε· οὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες οἱ τὴν τυραννίδα ἐπενεγκόντες. ὁ δὲ Βελισάριος εἰς Βυζάντιον ἀφίκετο
10Σολόμωνα στρατηγὸν Λιβύης καταλιπών. καταλαβὼν δὲ Βελισάριος τὸ Βυζάντιον ἅμα Γελίμερι καὶ τοῖς Οὐανδήλοις γερῶν ἠξιώθη μεγά‐ λων, οἵων ἐν τοῖς ἄνω χρόνοις οἱ Ῥωμαίων στρατηγοὶ ἐν μεγίσταις νίκαις ἀνεδήσαντο. ἑξακοσίων τε χρόνων παρῳχηκότων οὐδεὶς ἐλη‐ λύθει εἰς τιμὴν τοιαύτην, εἰ μὴ Τίτος καὶ Τραϊανὸς καὶ ἄλλοι
15αὐτοκράτορες στρατηγήσαντες ἐπὶ τὸ βαρβαρικὸν ἔθνος ἐνίκησαν. τά τε γὰρ λάφυρα ἐνδεικνύμενος καὶ τὰ τοῦ πολέμου ἀνδράποδα ἐν μέσῃ τῇ πόλει ἐπόμπευσεν, ὃν θρίαμβον καλοῦσι Ῥωμαῖοι, οὐ τῷ παλαιῷ μέντοι τρόπῳ, ἀλλὰ πεζῇ βαδίζων ἐκ τῆς οἰκίας τῆς αὑτοῦ ἄχρις εἰς τὸ ἱπποδρόμιον. ἦν δὲ τὰ λάφυρα, ὅσα δὴ ὑπουργικὰ τῇ
20βασιλέως τάξει ἀνεῖσθαι εἰώθει, θρόνοι χρυσοῖ, καὶ ὀχήματα, οἷς τῶν βασιλέων αἱ γυναῖκες ὀχοῦνται, κόσμος τε πολὺς ἐκ λίθων ἐν‐ τίμων συγκείμενος, ἐκπώματα δὲ χρυσᾶ, καὶ τὰ ἄλλα σύμπαντα, ὅσα εἰς τὴν βασιλέως θοίνην χρήσιμα. ἦν δὲ καὶ ἄργυρος ἕλκων μυριάδας πολλὰς ταλάντων καὶ παντοδαπῶν βασιλικῶν κειμηλίων, ἅπερ Γιζέ‐
25ριχος τὸ ἐν Ῥώμῃ συλήσας παλάτιον ἔλαβεν· ἐν οἷς καὶ τὰ Ἰουδαίων κειμήλια ἦν, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν Ἱεροσολύμων ἅλωσιν εἰς Ῥώμην ἤνεγκεν. ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ
τε αὐτὸς ἐσθῆτά τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ199

200

συγγενὲς ἅπαν, Οὐανδήλων τε ὅσοι εὐμήκεις ἄγαν καὶ καλοὶ τῷ σώματι ἦσαν. ὡς δὲ ἐν τῷ ἱπποδρομίῳ Γελίμερ ἐγένετο τόν τε βασιλέα ἐπὶ βήματος καθήμενον καὶ τὸν δῆμον ἑστῶτα ἐφ’ ἑκάτερα μέρη εἶδεν, ἐπιλέγων οὐκ ἐπαύσατο βοῶν· “ματαιότης ματαιοτήτων·
5τὰ πάντα ματαιότης.” ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ τοῦ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες πρηνῆ πεσόντα προσκυνῆσαι τὸν βασιλέα ἠνάγκασαν. ὁ δὲ βασιλεύς τε καὶ ἡ αὐγούστα τοῦ Ἰλδε‐ ρίχου παῖδας καὶ ἐγγόνους πάντας τε τοὺς ἐκ τῆς Οὐαλεντινιανοῦ βασιλέως συγγενείας χρήματα ἱκανὰ ἐδωρήσατο, καὶ Γελίμερι χωρία
10ἐν Γαλατίᾳ μεγάλα τε καὶ τερπνὰ μετὰ πάντων τῶν συγγενῶν αὐτοῦ ἐν τούτοις οἰκεῖν συνεχώρησεν, εἰς πατρικίου δὲ τάξιν τοῦτον οὐκ ἀνεβίβασε διὰ τὸ μὴ δέχεσθαι αὐτὸν τῆς Ἀρείου δόξης μεταστῆναι. ὁ δὲ Βελισάριος μετὰ τὸν θρίαμβον ὑπάτευσεν, καὶ πάμπολλα χρή‐ ματα ἐκ τῆς αὐτοῦ νίκης ὁ δῆμος τοῦ Βυζαντίου ἀπήλαυσεν, ὅσα
15οὐδέποτε. τοῦ δὲ Σολόμωνος τὴν Λιβύην διέποντος, Μαυρούσιοι πόλεμον κατὰ Λιβύων ἐκίνησαν. οἱ δὲ Μαυρούσιοι ἐκ τῶν ἐθνῶν κατάγονται, οὓς Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐκ τῆς Φοινίκων χώρας ἀπὸ Σιδῶνος μέχρις Αἰγύπτου κατοικοῦντας ἀπήλασεν. οἵ τινες κατα‐ λαβόντες τὴν Αἴγυπτον καὶ μὴ δεχθέντες ὑπ’ αὐτῶν καταλαμβάνουσι
20τὴν Λιβύην, καὶ ταύτην παροικήσαντες (ἐν ὑστέρῳ καιρῷ οἱ παρὰ Ῥωμαίοις βασιλεῖς κρατήσαντες Τίγισιν ταύτην ὠνόμασαν) στήσαν‐ τες δύο στήλας ἐπὶ τῆς μεγάλης κρήνης ἐκ λίθων λευκῶν ἐγκεκολαμ‐ μένα ἐχούσας γράμματα Φοινικικὰ λέγοντα τάδε· “ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ, υἱοῦ Ναυῆ.” ἦσαν δὲ
25καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον αὐτόχθονες, ἔχοντες βασιλέα200

201

〈Ἀνταῖον〉 εἰς Κλιπέαν, ὃς Ἡρακλεῖ ἐπάλαισεν, ὃν τῆς γῆς υἱὸν ἔφασκον εἶναι, οἵ τινες Καρχηδόνα ἔκτισαν. Σολόμων δὲ λαβὼν ἐκ Καρχηδόνος τὰ στρατεύματα κατὰ Μαυρουσίων ἐχώρει. ἐλθὼν δὲ εἰς Βυζάκιον εἰς Ῥαμμῆς τὸ χωρίον, ἔνθα οἱ Μαυρούσιοι ἐστρατο‐
5πέδευσαν κύκλον ἐκ τῶν καμήλων ποιησάμενοι τάς τε γυναῖκας καὶ τοὺς παῖδας ἐντὸς τοῦ κύκλου ἀποθέμενοι, καὶ τοὺς Μαυρουσίους κατ’ αὐτοῦ ἐξερχομένους, ἀποβὰς τοῦ ἵππου, πεντακοσίους ἐπιλέκτους ἐπαγόμενος εἰς ἓν τοῦ κύκλου ἐπισκῆψαι μέρος καὶ τὰς καμήλους κτείνειν ἐκέλευσεν. φονεύσας δὲ ἀμφὶ σʹ δρόμῳ εἰς τὸ τοῦ
10κύκλου μέσον ἐχώρησεν, ἔνθα αἱ γυναῖκες ἐκάθηντο. οἱ δὲ βάρ‐ βαροι ἐκπλαγέντες ἐπὶ τὸ ὄρος ἔφυγον σὺν πάσῃ ἀκοσμίᾳ. κτεί‐ νονται δὲ Μαυρουσίων ἐν ταύτῃ τῇ ἡμέρᾳ μύριοι. αἱ δὲ γυναῖκες πᾶσαι σὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο. καὶ τούτους λαβόντες σὺν ταῖς καμήλοις καὶ πάσῃ τῇ λείᾳ εἰς Καρχηδόνα εἰσ‐
15ῄεσαν τὴν ἐπινίκιον ἑορτὴν ἄγοντες. οἱ δὲ βάρβαροι πάλιν συν‐ αθροισθέντες πανδημεὶ σὺν γυναιξὶ καὶ τέκνοις μηδένα καταλιπόντες ἐστράτευσαν κατὰ Ῥωμαίων καὶ τὰ ἐν Βυζακίῳ χωρία ἐληΐζοντο. Σολόμων δὲ ἄρας κατὰ τάχος πᾶν τὸ στράτευμα ἐπ’ αὐτοὺς ᾔει. γενόμενος δὲ ἐν Βουργαρίωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο,
20διεκόσμησε τὸ στράτευμα ὡς εἰς μάχην. οἱ δὲ Μαυρούσιοι ἐν τῷ ὄρει τῶν Βουργαρίων ἐπὶ πλεῖον ἔμενον εἰς τὸ πεδίον κατελθεῖν μὴ βουλόμενοι. Σολόμων δὲ ἀποστέλλει Θεόδωρον διὰ τῆς νυκτὸς σὺν χιλίοις πεζοῖς καὶ τῶν σημείων τινά, ὅπως εἰς τὸ ὄρος ἐκ τῶν ὄπισθεν αὐτῶν διὰ τῆς νυκτὸς ἀνέλθωσι καὶ ἅμα τῷ ἡλίῳ ἀνίσχοντι *
25τὰ σημεῖά τε ὕπερθεν ἄραντες κατὰ τῶν πολεμίων χωρήσωσιν. ὁμοίως δὲ καὶ αὐτὸς ὄρθρου βαθέος ἀνελθών, ἅμα κατὰ τῶν πολε‐ μίων ἐχώρησαν. ἰδόντες δὲ οἱ βάρβαροι, ὅτι ἐν μέσῳ τῶν Ῥωμαίων γεγόνασιν, εἰς φυγὴν ὥρμησαν κατὰ κρημνῶν ὠθίζοντες ἑαυτοὺς καὶ
ἀναιροῦντες. ἀπέθανον δὲ ἐν τῷ πολέμῳ Μαυρουσίων μυριάδες εʹ,201

202

τῶν δὲ Ῥωμαίων τὸ παράπαν οὐδὲ εἷς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν, ἀλλὰ πάντες ὑγιεῖς τὴν νίκην ἤραντο. οἱ δὲ πλεῖστοι τῶν ἀρχόντων αὐτῶν τοῖς Ῥωμαίοις προσερρύησαν. γυναικῶν μέντοι καὶ παίδων τοσοῦτον πλῆθος οἱ Ῥωμαῖοι ἔλαβον, ὥστε προβάτου τιμῆς
5παῖδα Μαυρούσιον ὠνήσασθαι βουλομένῳ ἀπεδίδοντο. καὶ τότε αὐτοῖς τὸ παλαιὸν λόγιον γυναικὸς μάντιδος ἀπέβη, ὡς ἄρα τὸ πλῆθος αὐτῶν παρὰ ἀνδρὸς ἀγενείου ὄλλυται. ὁ γὰρ Σολόμων εὐνοῦχος ἐκ παίδων παρὰ γνώμην καθέστηκεν ὑπὸ πάθους τὰ γεννητικὰ μόρια ἀποβαλών. λαβὼν δὲ τὴν λείαν πᾶσαν εἰς Καρχηδόνα ὑπέστρεψεν.
10Ἐν τούτῳ δὲ τῷ χρόνῳ τέρας ἐν τῷ οὐρανῷ συνέβη γενέσθαι. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην ὥσπερ ἡ σελήνη ἐστύγναζεν ἅπαντα τὸν ἐνιαυτόν· ἐπὶ πλεῖστον δὲ ἐκλείποντι ἐῴκει, οὐ καθαρῶς φαίνων, ὥσπερ εἰώθει. χρόνος δὲ ἦν δέκατος τῆς βασιλείας Ἰουστι‐ νιανοῦ. ἐν τούτῳ τῷ χρόνῳ οὔτε πόλεμος, οὔτε θάνατος ἐπιφερόμενος
15τοῖς ἀνθρώποις ἐπέλειπεν. ἔαρι δὲ ἀρχομένῳ Βελισάριος ἀπεστάλη παρὰ Ἰουστινιανοῦ τὴν Σικελίαν ὑπόφορον ποιῆσαι Ῥωμαίοις. χει‐ μάσαντος δὲ αὐτοῦ ἐν Σικελίᾳ, τῆς ἑορτῆς τοῦ πάσχα καταλαβούσης, ἐστασίασαν οἱ ἐν Λιβύῃ Ῥωμαῖοι κατὰ Σολόμωνος τρόπῳ τοιῷδε· λαβόντες γὰρ τῶν ἀναιρεθέντων Οὐανδήλων τὰς γυναῖκας κατέσχον
20τοὺς ἀγροὺς αὐτῶν ὡς ἰδίους καὶ τελεῖν τῷ βασιλεῖ τὰ ὑπὲρ αὐτῶν τέλη οὐκ ἤθελον· ὁ δὲ Σολόμων παρῄνει αὐτοῖς μὴ ἀνταίρειν κατὰ τοῦ βασιλέως, ἀλλὰ τὰ ὁρῶντα τούτῳ ἀποδιδόναι. μετέπεσον δέ τινες αὐτῶν, καὶ μάλιστα τῶν Γότθων, πρὸς τὴν Ἀρείου δόξαν, οὓς οἱ ἱερεῖς τῆς ἐκκλησίας ἠφόριζον, καὶ οὐδὲ τὰ τέκνα αὐτῶν βαπτίζειν
25ἤθελον· ὅθεν ἐν τῇ ἑορτῇ γέγονεν ἡ στάσις. ἐβουλεύσαντο δὲ οἱ στρατιῶται Σολόμωνα ἐν τῷ ἱερῷ κτεῖναι. ἐξελθόντες δὲ τῆς πόλεως ἐληΐζοντο τὰ ἐκείνης χωρία καὶ τοὺς Λίβυας ὡς πολεμίους ἐχρῶντο.
Σολόμων δὲ ἀκούσας ταῦτα, εἰς θόρυβον πολὺν ἐμπεσὼν πιθανολο‐202

203

γίαις πείθειν τὸν στρατὸν ἐπειρᾶτο παύσασθαι τῆς στάσεως. συλ‐ λεγέντες δὲ τόν τε Σολόμωνα καὶ τοὺς ἄρχοντας ἀναιδῶς ὕβριζον. Θεόδωρον δὲ τὸν Καππάδοκα εἰς τὸ παλάτιον ἐλθόντες στρατηγὸν τοῦτον ἐψηφίσαντο καὶ σιδηροφοροῦντες ἅπαντα τὸν προστυγχά‐
5νοντα ἔκτεννον, εἴτε Λίβυν, εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον, τά τε χρήματα ἐληΐσαντο καὶ εἰς τὰς οἰκίας εἰσερχόμενοι ἅπαντα τὰ τίμια ἥρπαζον. Σολόμων δὲ εἰς τὸ ἱερὸν τοῦ παλατίου προσφυγὼν ἔλαθεν. νυκτὸς δὲ ἐπιγενομένης ἐξελθὼν τοῦ παλατίου σὺν τῷ Προκοπίῳ τῷ συγγραφεῖ καὶ Μαρτίνῳ, καὶ εἰς ναῦν εἰσελθὼν πρὸς
10Βελισάριον ἐν Συρακούσῃ τῆς Σικελίας ἀφίκετο, γράψας Θεοδώρῳ φροντίζειν τῆς Καρχηδόνος καὶ τῶν βασιλικῶν πραγμάτων. οἱ δὲ στρατιῶται συλλεγέντες εἰς τὸ Βουλῆς πεδίον Στότζαν, τὸν Μαρτί‐ νου δορυφόρον, τύραννον εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ’ ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης κρατήσωσιν.
15Στότζας δὲ ἐλθὼν πλησίον Καρχηδόνος ἔπεμψε κελεύων τάχιστα παραδοῦναι αὐτῷ Θεόδωρον τὴν πόλιν, ὅπως κακῶν ἀπαθεῖς μείνω‐ σιν. οἱ δὲ Καρχηδόνιοι καὶ Θεόδωρος τῷ βασιλεῖ ὡμολόγουν Καρ‐ χηδόνα φυλάσσειν. Στότζας δὲ ταῦτα ἀκούσας εἰς πολιορκίαν τῆς πόλεως καθίστατο. Βελισάριος δὲ ἀπολεξάμενος ἄνδρας ρʹ τῶν αὐτοῦ
20δορυφόρων τε καὶ ὑπασπιστῶν, * οὓς ὁ Σολόμων ἐπαγόμενος μιᾷ νηῒ εἰς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφάς. ἐπεὶ δὲ ἡμέρα ἐγε‐ γόνει, μαθὼν ὁ τύραννος καὶ οἱ στρατιῶται τὸν Βελισάριον ἥκειν αἰσχρῶς τε καὶ κόσμῳ οὐδενὶ εἰς φυγὴν ὥρμηντο. Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας
25ἐποιήσατο καὶ τούτους κατέλαβεν εἰς Μέμβρεσαν τὴν πόλιν. ἰδὼν δὲ αὐτοὺς τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιϊόντας κατ’
αὐτῶν ὁμοίως ἐχώρει. οἱ δὲ εἰς φυγὴν ὥρμηντο εἰς Νουμιδίαν τε203

204

ἀφικόμενοι συνελέγοντο. ὀλίγοι δὲ ἐν τῷ πολέμῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Οὐανδῆλοι ἦσαν. ἐφείδετο δὲ τῶν Ῥωμαίων Βελισάριος. ληϊσάμενος δὲ τὸ στρατόπεδον αὐτῶν εὗρέ τε χρήματα πολλὰ καὶ γυναῖκας, δι’ ἃς καὶ ὁ πόλεμος κατέστη. ταῦτα Βελισά‐
5ριος διαπραξάμενος εἰς Καρχηδόνα ἀπήλαυνεν. ἐλθὼν δέ τις ἐκ Σικελίας ἀπήγγειλεν, ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, εἰ μὴ αὐτὸς διὰ τάχους καταλάβοι· διαθέμενος δὲ τὰ ἐν Λιβύῃ, ὡς ἠδύνατο, Ἰλδίγερι τε καὶ Θεοδώρῳ παραδοὺς Καρχηδόνα εἰς Σικελίαν ᾔει. ταῦτα ἀκούσας Ἰουστινιανὸς
10Γερμανόν, τὸν ἀνεψιὸν αὐτοῦ, ἄνδρα πατρίκιον, εἰς Λιβύην σὺν ὀλίγοις τισὶν ἔπεμψε σὺν Δομνίκῳ καὶ Συμμάχῳ, ἀνδράσι σοφοῖς. γενόμενος δὲ ἐν Καρχηδόνι τούς τε στρατιώτας ὁ Γερμανὸς ἠρίθμει, καὶ τῶν γραμματέων τὰ βιβλία, ἐν οἷς τῶν στρατιωτῶν τὰ ὀνόματα ἐνεγέγραπτο, ἀναλεξάμενος εὗρε τὸ μὲν τρίτον μέρος τοῦ στρατοῦ
15ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ὑπὲρ τοῦ βασιλέως εἶναι, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ συντεταγμένους. διὰ τοῦτο πρὸς μάχην μὲν οὐχ ὑπεξέβη, τοῦ δὲ στρατοῦ ἐπεμελεῖτο. ἐπεφθέγγετο δὲ παρὰ τοῦ βασιλέως σταλῆναι, ὅπως τοῖς ἠδικημένοις στρατιώταις ἐπαμύνῃ, κολάσῃ δὲ τοὺς ἀδικίαν εἰς αὐτοὺς ἄρξαντας. τούτων οἱ
20στρατιῶται ἀκούσαντες τῶν λόγων κατ’ ὀλίγον αὐτῷ προσεχώρουν. ὁ δὲ Γερμανὸς αὐτοὺς σὺν πολλῇ φιλοφροσύνῃ ἐδέχετο, καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε καὶ τὰς ῥόγας αὐτῶν παρεῖχεν. ἐπεὶ δὲ ὁ τούτων λόγος περιφερόμενος εἰς πάντας ἦλθεν, ἀποταξάμενοι τὸν τύραννον εἰς Καρχηδόνα ἦλθον. ὁ δὲ Στότζας τοῦ κακοῦ ἤδη αἰσθόμενος,
25τοὺς ἀπομείναντας ἐπιρρώσας ἐπὶ Καρχηδόνα ἤλαυνεν. ὁ δὲ Γερ‐ μανὸς ἐξοπλίσας τὸ στράτευμα κατ’ αὐτοῦ ἐχώρει. ὁ δὲ σὺν αὐτῷ στρατὸς προθυμίαν πολλὴν ἐπιδειξάμενος εὐνοεῖν τῷ βασιλεῖ τὸν στρατηγὸν ἔπειθον. τούτους ἑωρακότες οἱ μετὰ Στότζα καὶ δειλίᾳ κατασχεθέντες ἀνεχώρησαν ἐπὶ Νουμιδίαν. ὁ δὲ Γερμανὸς παντὶ
30τῷ στρατῷ οὐκ εἰς μακρὰν ἦλθεν, καὶ τούτους καταλαβὼν εὗρεν,
ὅτι συνέμιξαν αὐτοῖς Μαυρουσίων βαρβάρων μυριάδες πολλαί, ὧν204

205

Ἰαύδας τε καὶ Ὀρταΐας ἦρχον. συμβαλόντες δὲ πόλεμον, καὶ τῆς μάχης κραταιᾶς γενομένης, τὸν Γερμανοῦ ἵππον τις τῶν πολεμίων ἔκτεινεν. πεσὼν δὲ ἐπὶ γῆς Γερμανὸς εἰς κίνδυνον ἦλθεν, εἰ μὴ τὸ τάχος οἱ δορυφόροι φραξάμενοι ἔφερον ἵππον καὶ τοῦτον ἀνεβί‐
5βασαν. τρέπονται τοίνυν οἱ στρατιῶται, καὶ ὁ Στότζας ἐν τῷ θορύβῳ τούτῳ σὺν ὀλίγοις διαφυγεῖν ἴσχυσεν. ὁ δὲ Γερμανὸς τοῖς ἀμφ’ αὐτὸν ἐγκελευσάμενος εὐθὺς ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων ὥρ‐ μησε καὶ τοῦτο παρέλαβε πολέμῳ. ἐνταῦθα δὲ τὰ χρήματα οἱ στρα‐ τιῶται οὐδενὶ λόγῳ ἁρπάζοντες τοῦ στρατηγοῦ λόγον οὐκ ἐποιοῦντο.
10δείσας δὲ ὁ Γερμανός, μὴ συμφρονήσαντες οἱ πολέμιοι ἐπ’ αὐτὸν ἴωσιν, ἵστατο ὀδυρόμενος καὶ πρὸς εὐκοσμίαν τούτους παρακαλῶν. οἱ δὲ Μαυρούσιοι τὴν τροπὴν θεασάμενοι κατὰ τῶν στασιαστῶν ὥρμησαν καὶ τούτους ἐδίωκον σὺν τῷ τοῦ βασιλέως στρατῷ. Στότζας δὲ τὸ θάρσος εἰς αὐτοὺς ἔχων, ἑωρακὼς τὰ ὑπ’ αὐτῶν γινόμενα
15μετὰ ρʹ εἰς φυγὴν ἐτράπη καὶ εἰς Μαυριτανίαν τὴν ἐνδοτέραν ἐχώρησεν. καὶ ἡ στάσις ἐν τούτοις ἐτελεύτα. Γερμανὸν δὲ σὺν Δομνίκῳ καὶ Συμμάχῳ μεταπεμψάμενος ὁ βασιλεὺς εἰς Βυζάντιον Σολόμωνι πάλιν τὰ τῆς Λιβύης πράγματα ἐνεχείρισεν, (τρισκαιδέκατον δὲ ἔτος ἦν τοῦτο τῆς Ἰουστινιανοῦ βασιλείας) παρασχόμενος αὐτῷ
20ἄρχοντάς τε ἄλλους καὶ Ῥουφῖνον καὶ Λεόντιον καὶ Ἰωάννην, τὸν Σισιννίου υἱόν. Σολόμων δὲ καταπλεύσας εἰς Καρχηδόνα μετρίως τὸν λαὸν ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλαττεν, διακοσμῶν τε τὸν στρατόν, [καὶ] εἴ τινα ὕποπτον ἐν αὐτῷ εὕρισκεν, εἰς Βυζάντιον ἔπεμπεν. Βελισάριος δὲ τήν τε Σικελίαν καὶ Ῥώμην ὑπὸ Οὐιττίου
25κατεχομένην καὶ τὰς πέριξ πόλεις παραλαβὼν Οὐίττιον εἰς Βυζάν‐ τιον πρὸς Ἰουστινιανὸν ἤγαγε μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ναρσῆν τὸν κουβικουλάριον μετὰ στόλου ἐν τῇ Ῥώμῃ πρὸς τὸ διακρατῆσαι τὰ ἐκεῖσε. Σολόμων δὲ τὰ ἐν Καρχηδόνι καὶ Λιβύῃ καλῶς διοικήσας κατὰ Μαυρουσίων
30ἐστράτευσεν. καὶ πρῶτον μὲν Γόνθαριν, τὸν αὐτοῦ δορυφόρον,
ἄνδρα ἀγαθὸν εἰς τὰ πολέμια, σὺν στρατεύματι ἔπεμψεν, ὅστις εἰς205

206

Βίγαν ποταμὸν ἀφικόμενος εἰς Βαύγαϊν, πόλιν ἔρημον, ἐστρατοπε‐ δεύσατο. ἐνταῦθα δὲ μάχης γενομένης, ἡττηθεὶς καὶ εἰς τὸ χαρά‐ κωμα ἀποχωρήσας ὑπὸ τῆς τῶν Μαυρουσίων προσεδρίας ἐπιέζετο. Σολόμων δὲ πλησίον γενόμενος καὶ ταῦτα μαθὼν κατὰ τάχος ἤει.
5οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσι καὶ εἰς τὸν Αὐρασίου ὄρους πρόποδα στρατοπεδεύουσιν. ὁ δὲ Σολόμων τούτοις συμβαλὼν εἰς φυγὴν ἔτρεψεν. οἱ δὲ Μαυρούσιοι ἐπὶ τὴν δυσχωρίαν τοῦ ὄρους ἔφυγον καὶ ἐπὶ Μαυριτάνους ᾤχοντο. Σολόμων δὲ τὰς ἐν Μουγάδῃ πεδιάδας ληϊσάμενος καὶ πᾶσαν τὴν γῆν αὐτῶν πυρπολήσας σῖτόν
10τε πολὺν κομισάμενος εἰς Ζερβούλην τὸ φρούριον ἀνέστρεψεν. ἔνθα Ἰαύδας σὺν δισμυρίοις Μαυρουσίοις προσέφυγεν. Ἰαύδας δὲ κατα‐ λιπὼν τὸ φρούριον εἰς τὸ τοῦ Αὐρασίου ὄρος εἰς ὕψος ἀναβὰς ἡσύχαζεν. Σολόμων δὲ Ζερβούλην τὸ φρούριον εἰς τρεῖς ἐπολιόρ‐ κησεν ἡμέρας, καὶ πάντα τὰ ἐν αὐτῷ ληϊσάμενος φύλακάς τε εἰς
15αὐτὸ καταστήσας ἐπὶ τὰ πρόσω ἐχώρει. καὶ διεσκοπεῖτο, ὅθεν εἰς τὴν κορυφὴν τοῦ ὄρους δυνηθείη γενέσθαι ἀποτόμου τε ὄντος καὶ πολλῇ δυσχερείᾳ κατεχομένου. ὁ δὲ θεὸς πόρον ἐν τῇ ἀπορίᾳ ἐποίησεν οὕτως. εἷς τῶν στρατιωτῶν τοῦ πεζικοῦ στρατοῦ, ὀπτίων ὤν, Γένζων ὀνόματι, εἴτε θυμῷ χρώμενος, εἴτε τι θεῖον αὐτὸν
20ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἀνέβαινε μόνος. ὀπίσω δὲ τούτου τινὲς συστρατιῶται ἠκολούθουν ἐν θαύματι μεγάλῳ ποιούμενοι τὸ γινό‐ μενον, τρεῖς δὲ τῶν Μαυρουσίων οἱ εἰς τὸ φυλάσσειν τὴν εἴσοδον τεταγμένοι ἰδόντες τὸν ἄνθρωπον ὑπήντων δρόμῳ νομίσαντες πρὸς αὐτοὺς ἀνιέναι. ὁ δὲ καθ’ ἕνα τούτους ἐρχομένους διὰ τὴν στενο‐
25χωρίαν τοῦ τόπου τόν τε πρῶτον ἀνεῖλεν, ὁμοίως καὶ τὸν ἄλλον σὺν τῷ τρίτῳ. τοῦτο κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε
καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν. ὡς δὲ τὸ γενόμενον ἤκουσέ206

207

τε καὶ εἶδεν ἡ τῶν Ῥωμαίων στρατιά, οὐδὲ τὸν στρατηγὸν ἀνα‐ μείναντες οὐδὲ τὰς σάλπιγγας, οὐδὲ τὴν τάξιν φυλάξαντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλους ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος
5ἔργα ἐπεδείξαντο εἰς τοὺς πολεμίους ἀρετῆς ἄξια. αὐτίκα οἱ βάρ‐ βαροι εἰς φυγὴν ὅπου ἕκαστος ἠδύνατο ᾔεσαν. Ἰαύδας δὲ πληγεὶς ἀκοντίῳ τὸν μηρὸν διέφυγέ τε καὶ εἰς Μαυριτάνους ἀπεχώρησεν. οἱ δὲ Ῥωμαῖοι διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ὄρος κατέλιπον, ἀλλὰ φρούρια οἰκοδομησάμενοι τοῦτο φυλάτ‐
10τουσιν. ἦν δέ τις πέτρα ἀπότομος πάνυ, ἐν ᾗ πύργον οἰκοδομή‐ σαντες οἱ Μαυρούσιοι ὀχυρὰν ταύτην ἐποίησαν καταφυγήν, ἰσχυράν τε καὶ ἀμαχωτάτην. ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα αὐτοῦ καὶ τὰς γυναῖκας ἀποθέμενος καὶ ἕνα φύλακα γέροντα τῶν χρημάτων καταστησάμενος. οὐ γὰρ ἄν ποτε ὑπετόπησε τοὺς πολε‐
15μίους εἰς τόνδε τὸν πύργον ἀφίξεσθαι, οὐδὲ βίᾳ τοῦτον ἑλεῖν δύ‐ νασθαι. οἱ δὲ Ῥωμαῖοι τὰς τοῦ Αὐρασίου δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον· καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον σὺν γέλωτι ἐνεχείρησεν. αἱ δὲ γυναῖκες τοῦτον κατεγέλων σὺν τῷ πρεσβύτῃ. ὁ δὲ Ῥωμαῖος, ἐπειδὴ χερσὶ καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει,
20σπασάμενος τὸ ξίφος ἐξήλατο καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπι‐ τυχὼν τούτου τὴν κεφαλὴν ἐξέτεμεν. οἱ δὲ στρατιῶται θαρροῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον καὶ τὰς γυναῖκας τά τε χρήματα μεγάλα ὄντα λαβόντες πρὸς Σολόμωνα ἤγαγον. ὁ δὲ Σολόμων τείχη ταῖς ἐν Λιβύῃ πόλεσι περιέβαλεν, καὶ ἐπεὶ Μαυρού‐
25σιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, Ζάβην τε τὴν χώραν καὶ Μαυριτανίαν καὶ Ἴτιφιν τὴν μητρόπολιν ὑπόφορον Ῥωμαίοις πεποίηκεν. τῆς γὰρ ἑτέρας Μαυριτανίας Καισάρεια ἡ πρώτη μητρό‐ πολις ὑπάρχει. ταύτην δὲ Βελισάριος τὸ πρότερον καθυπέταξεν. διὰ τοῦτο Λίβυες ἅπαντες ὑπήκοοι Ῥωμαίων γεγόνασιν εἰρήνης ἀσφα‐
30λοῦς τυχόντες. τετραετίαν δὲ ποιήσαντες ταύτῃ τῇ εἰρήνῃ, ἐν τῷ
ιζʹ ἔτει Ἰουστινιανοῦ, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου, τοῦ Σολό‐207

208

μωνος ἀδελφοῦ, παῖδες, ὑπὸ τοῦ βασιλέως ἀπεστάλησαν ἄρχειν ἐν Λιβύῃ, Πενταπόλεως μὲν Κῦρος, Τριπόλεως δὲ Σέργιος. οἱ δὲ Μαυρούσιοι τοὺς αὑτῶν πρεσβυτέρους εἰς Λεπτιμάγναν τὴν πόλιν ἔπεμψαν πρὸς Σέργιον, ὅπως δῶρά τε αὐτῷ προσαγάγωσι καὶ τὴν
5εἰρήνην κρατύνωσιν. Σέργιος δὲ Πουδεντίῳ πεισθείς, ἀνδρὶ Τρι‐ πολίτῃ, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς δοκιμωτέρους ἐν τῇ πόλει ἐδέξατο πάντα ἐπιτελεῖν τὰ αἰτούμενα ὑπισχνούμενος, καὶ ὅρκοις τὴν εἰρήνην ἐκράτυνεν· τοὺς δὲ λοιποὺς ἔξω ἐν προαστείῳ ἤλασεν. τούτους δὲ ἐπ’ ἄριστον καλέσας ἅπαντας ἔκτεινεν. εἷς δὲ
10τούτων λάθρα ἐκπηδήσας τοῖς ὁμοφύλοις τὰ γενόμενα ἐμήνυσεν. οἱ δὲ ταῦτα ἀκούσαντες δρόμῳ ἐπὶ τὸ οἰκεῖον στρατόπεδον ᾔεσαν καὶ σὺν πᾶσι τοῖς ἄλλοις ἐπὶ Ῥωμαίους ἐγένοντο. ὁ δὲ Σέργιος σὺν τῷ Πουδεντίῳ τούτοις ἀπήντησεν, καὶ μάχης κροτηθείσης, Πουδέντιος μὲν πολλοὺς ἀποβαλὼν θνήσκει, Σέργιος δὲ εἰς ἄφατον φόβον ἐμ‐
15πεπτωκὼς ἐπὶ Καρχηδόνα ἔπλευσε πρὸς Σολόμωνα, τὸν αὐτοῦ θεῖον. πᾶσαν δὲ τὴν Τρίπολιν Μαυρούσιοι ἀπέλιπον. οἱ δὲ βάρβαροι ἅπαντα ληϊσάμενοι τὰ ἐκεῖ χωρία ἐξανδραποδίσαντές τε πλῆθος Ῥωμαίων ἐπὶ Πεντάπολιν ᾔεσαν. ὁ δὲ Κῦρος γνοὺς φυγὰς εἰς Καρχηδόνα κατέπλει. οἱ δὲ βάρβαροι, μηδενὸς ἀντιστάντος αὐτοῖς, Βερονίκην τὴν πόλιν
20ἑλόντες ἐπὶ Καρχηδόνα ἐστράτευσαν, καὶ εἰς τὸ Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς τῶν ἐκεῖ ἐληΐσαντο χωρία. Ἀντάλας δὲ ἔχθραν ἔχων πρὸς Σολόμωνα, διότι τὸν αὐτοῦ ἀδελφὸν ἔκτεινεν, τοῖς βαρ‐ βάροις ἑνοῦται καὶ κατὰ Καρχηδόνος καὶ Σολόμωνος τούτους ὡδή‐ γησεν. Σολόμων δὲ ταῦτα ἀκούσας, παραλαβὼν τὸ στράτευμα κατ’
25αὐτῶν ὥρμησεν. ἐλθὼν δὲ εἰς Βέστην τὴν πόλιν ἓξ ἡμερῶν Καρ‐ χηδόνος ὁδὸν ἀπέχουσαν ἐν αὐτῇ ἐστρατοπεδεύσατο, ἦσάν τε σὺν αὐτῷ Κῦρος καὶ Σέργιος καὶ Σολόμων ὁ νέος, οἱ τοῦ Βάκχου παῖδες. ἰδὼν δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ δειλιάσας ἔπεμψε πρὸς τοὺς ἄρχοντας αὐτῶν μεμφόμενος αὐτούς, ὅτι ἔνσπονδοι Ῥωμαίων ὄντες
30ὅπλα κατ’ αὐτῶν ἐκίνησαν, ἀξιῶν δὲ τὴν εἰρήνην κρατύνεσθαι καὶ208

209

ὅρκοις βεβαιοῦσθαι. οἱ δὲ βάρβαροι χλευάσαντες τὰ εἰρημένα ἔφησαν· “ἐπειδὴ Σέργιος εἰς τὰ εὐαγγέλια ὀμόσας καλῶς ἐφύλαξε τοὺς ὅρ‐ κους ἀποκτείνας τοὺς ὀγδοήκοντα, πῶς νῦν ὑμῶν πιστεύσομεν τοὺς ὅρκους;” πολέμου δὲ κροτηθέντος, τρέπονται οἱ Ῥωμαῖοι. τοῦ δὲ
5ἵππου ὀκλάσαντος κτείνεται Σολόμων, καὶ οἱ τούτου δορυφόροι, Σέργιος δέ, ὁ τούτου ἀνεψιός, τὴν τῆς Λιβύης ἀρχὴν ὑπὸ τοῦ βασι‐ λέως ἐνεχειρίσθη. Ἰωάννης δὲ ὁ Σισιννιόλου καὶ οἱ λοιποὶ ἄρχοντες μῖσος πρὸς τὸν Σέργιον μέγα ἐκίνησαν, ὥστε μηδὲ ὅπλα κατὰ τῶν ἐχθρῶν αἴρειν βούλεσθαι. καὶ οἱ βάρβαροι ἀδεῶς πάντα ἐληΐζοντο.
10Ἀντάλας δὲ ἔγραψε τῷ βασιλεῖ Ἰουστινιανῷ, ὅτι “πάντες Μαυρού‐ σιοι τὴν σὴν φιλίαν καὶ δουλείαν αἱροῦνται, ἀλλὰ τὴν Σολόμωνος καὶ τῶν τούτου ἀνεψιῶν βιαίαν ἐπαγωγὴν οὐχ ὑποφέροντες ἐτυράν‐ νησαν. τούτους παράστειλον, καὶ εἰρήνη Ῥωμαίοις καὶ Μαυρουσίοις συνίσταται.” ὁ δὲ βασιλεὺς τοῦτο ποιῆσαι οὐ κατεδέξατο· ὁ δὲ
15Ἀντάλας καὶ ὁ τῶν Μαυρουσίων στρατὸς συνήχθησαν αὖθις ἐν Βυζακίῳ, καὶ σὺν αὐτοῖς Στότζας στρατιώτας ὀλίγους καὶ Οὐανδή‐ λους ἔχων. οἱ δὲ Λίβυες παρεκάλουν Ἰωάννην τὸν Σισιννιόλου στράτευμα ἀγεῖραι καὶ κατὰ τῶν πολεμίων χωρῆσαι σὺν Ἱμερίῳ, τῷ ἄρχοντι τῶν ἐν Βυζακίῳ καταλόγων. ὁ δὲ λαβὼν τὸν στρατὸν ἐπὶ
20τοὺς πολεμίους ᾔει, Ἱμέριον προάγειν κελεύσας. συμβολῆς δὲ γενο‐ μένης ἡττῶνται Ῥωμαῖοι, καὶ συλλαμβάνονται οἱ βάρβαροι τὸν Ἱμέριον ζῶντα σὺν τῷ στρατῷ αὐτοῦ· καὶ τοῦτον εἰς φυλακὴν ἀπο‐ θέμενοι τοὺς στρατιώτας Στότζᾳ παρέδωκαν ὁμολογοῦντας κατὰ Ῥωμαίων στρατεύεσθαι. παραλαμβάνουσι δὲ δόλῳ διὰ τοῦ Ἱμερίου
25Ἀδράμυτον τὴν πόλιν. καὶ οἱ μὲν τῶν Λιβύων εἰς Σικελίαν κατ‐ έφυγον, ἄλλοι δὲ εἰς ἄλλας νήσους καὶ εἰς Βυζάντιον. Μαυρούσιοι δὲ καὶ Στότζας ἐν ἀδείᾳ πολλῇ τὴν Λιβύην πᾶσαν ἐληΐζοντο. οἱ δὲ ἐν Βυζαντίῳ εἰσελθόντες Λίβυες ἐδέοντο τῷ βασιλεῖ, ὅπως στρά‐
τευμα καὶ στρατηγὸν ἄριστον εἰς Λιβύην ἀποστείλῃ. ὁ δὲ βασιλεὺς209

210

Ἀρεόβινδον σὺν στρατιώταις ὀλίγοις, ἄνδρα μὲν εὐγενῆ καὶ εὔβου‐ λον, ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον, καὶ σὺν αὐτῷ Ἀθανά‐ σιον καὶ Ἀρμενίους ὀλίγους, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον, οἱ Ἀρσακίδαι. οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλὰ καὶ αὐτὸν
5σὺν Ἀρεοβίνδῳ Λιβύης στρατηγοὺς εἶναι ἐκέλευσεν· Σέργιον μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεόβινδον δὲ πρὸς τοὺς ἐν Βυζακίῳ Μαυρουσίους διαμάχεσθαι. Ἀρεόβινδος δὲ τὴν Λιβύην καταλαβὼν καὶ τὸ ἥμισυ τοῦ στρατοῦ παραλαβὼν Ἰωάννην τὸν Κωνσταντιόλου κατὰ Στότζα καὶ τῶν βαρβάρων
10ἀπέστειλεν. Ἰωάννης δὲ τὰ πλήθη τῶν πολεμίων θεασάμενος ἠναγ‐ κάσθη χεῖρα αὐτοῖς ἐπιβαλεῖν. ἦν δὲ ἐν ἔχθρᾳ μεγάλῃ μετὰ Στότζα, ὥστε ἑκάτερος ηὔχετο φονεὺς τοῦ ἑτέρου γενέσθαι καὶ οὕτως ἀπο‐ θανεῖν. τῆς δὲ μάχης γενομένης, ἀμφότεροι τῶν στρατοπέδων ἐξ‐ ελθόντες ἐπ’ ἀλλήλους ἦλθον. ὁ μὲν οὖν Ἰωάννης τείνας τὸ τόξον
15κατὰ τὸν δεξιὸν βουβῶνα τῷ Στότζᾳ ἐπέτυχεν, ὃς μετ’ ὀλίγας ἡμέρας τέθνηκεν. οἱ δὲ βάρβαροι θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρή‐ σαντες, πλῆθος ἄπειρον ὄντες, τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαν‐ τας ἀπέκτειναν. τοῦτον δέ φασιν εἰρηκέναι· “ἡδύν τινα θάνατον θνήσκω, τῆς εὐχῆς μου εἰς Στότζαν πληρωθείσης·” καὶ ὁ Στότζας
20μαθὼν τὸν τοῦ Ἰωάννου θάνατον ἐν χαρᾷ ἐτελεύτησεν. θνήσκει δὲ καὶ Ἰωάννης ὁ Ἀρμένιος. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας περίλυπος γέγονε καὶ τὸν Σέργιον τῆς ἀρχῆς παραλύσας μετεπέμψατο, Ἀρεο‐ βίνδῳ δὲ μόνῳ τὴν τῆς Λιβύης ἀρχὴν ἐνεχείρισεν. μετὰ δὲ δύο μῆνας Γονθάριός τις, τῶν ἐν Νουμιδίᾳ καταλόγων ἡγούμενος, δόλον
25μελετήσας κατὰ Ἀρεοβίνδου λάθρα τοῖς Μαυρουσίοις ἐδήλου, ὅπως κατὰ Καρχηδόνος χωρήσωσιν. αὐτίκα γοῦν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς εἰς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας καὶ Ἰαύδας,
Βυζακίων δὲ Ἀντάλας. συνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης ὁ τύραννος210

211

σὺν τοῖς στρατιώταις ἀντὶ Στότζα. ταῦτα γνοὺς Ἀρεόβινδος Γον‐ θαρίῳ ὡς φίλῳ θαρρῶν τὸ στράτευμα παραδοὺς σὺν Ἀρταβάνῃ καὶ τοῖς Ἀρμενίοις κατὰ τῶν πολεμίων ἔστελλεν. ὁ δὲ Γόνθαρις τὸν ἑαυτοῦ μάγειρον ἐκ Μαυρουσίων ὄντα πρὸς τοὺς βαρβάρους
5ἀπέστειλε πρὸς Ἀντάλαν εἰπεῖν, ὡς αὐτῷ Γόνθαρις βούλεται τῆς Λιβύης ἀρχῆς κοινωνὸν λαβεῖν. ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσεν, ἀπεκρίθη δέ, ὡς οὐκ ἀσφαλῶς διὰ μαγείρου τὰ τοιαῦτα διοικεῖσθαι. ταῦτα Γόνθαρις ἀκούσας Οὐλίθεον, τὸν αὐτοῦ δορυ‐ φόρον, ὡς πιστὸν πρὸς Ἀντάλαν ἔπεμψεν, παρακαλῶν αὐτὸν πλη‐
10σιάσαι τῇ Καρχηδόνι, ὅπως αὐτὸς τὸν Ἀρεόβινδον ἀνέλῃ. Οὐλίθεος δὲ κρυφῇ τῷ Ἀντάλᾳ συνέτυχεν, καὶ συνεφώνησαν, ἵνα ὁ μὲν Ἀν‐ τάλας τοῦ Βυζακίου ἄρχῃ καὶ τὸ ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων λάβῃ καὶ χιλίους πεντακοσίους στρατιώτας Ῥωμαίους σὺν αὐτῷ, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβῃ καὶ Καρχηδόνος τὸ κράτος.
15ταῦτα διαπραξάμενος Οὐλίθεος ἐπανῆκε πρὸς Γονθάριδα. οἱ δὲ βάρβαροι κατὰ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν. καταλαβόντες δὲ τὸ Δέκιμον καὶ στρατοπεδευσάμενοι ἐν αὐτῷ τῇ ὑστεραίᾳ ἐπὶ Καρ‐ χηδόνα ἐχώρουν. ὑπαντήσαντες δὲ τοῦ Ῥωμαίων στρατεύματος ἀπροσ‐ δοκήτως αὐτοῖς συνέβαλον καὶ πολλοὺς τῶν Μαυρουσίων ἔκτειναν,
20οὓς δὴ ὁ Γόνθαρις κακίζων ἐπέσκωπτεν ὡς θρασυνομένους, καὶ τὰ τῶν Ῥωμαίων πράγματα εἰς κίνδυνον φέρειν. ὁ δὲ Ἀρεόβινδος πέμψας πρὸς Κουτζίναν παρεκάλει προδότην αὐτὸν γενέσθαι Μαυ‐ ρουσίων· ὁ δὲ ὡμολόγησε τοῦτο ποιεῖν. ἄπιστον γὰρ τὸ τῶν Μαυ‐ ρουσίων γένος πρός τε ἀλλήλους καὶ πρὸς ἅπαντας. ταῦτα Ἀρεό‐
25βινδος τῷ Γονθάριδι ἐθάρρησεν. ὁ δὲ παρῄνει τῷ Ἀρεοβίνδῳ τῷ
Κουτζίνᾳ μὴ πιστεύειν, Οὐλίθεον δὲ ἀποστείλας τῷ Ἀντάλᾳ ταῦτα211

212

ἐμήνυσεν. Γόνθαρις δὲ κτεῖναι τὸν Ἀρεόβινδον λάθρα διενοεῖτο καὶ πείθει τοῦτον ἐξελθεῖν τῆς Καρχηδόνος καὶ ἐν τῷ πολέμῳ εὑρε‐ θῆναι. ὁ δὲ Ἀρεόβινδος ἄπειρος τοῦ πολέμου ὤν, τὰ ὅπλα περι‐ βαλέσθαι μὴ δυνάμενος ἀνεβάλετο· καὶ οὕτως ὁ χρόνος προῆλθε τῆς
5ἡμέρας. διὸ δὴ τὴν παράταξιν εἰς τὴν αὔριον ἀποθέμενος ἡσύχασεν. Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν ποιεῖσθαι ὑποπτεύσας, ἅτε τῶν πραττομένων αἰσθόμενον, ἐκ τοῦ ἐμφανοῦς κατ’ αὐτοῦ ἐτυράννησεν. Ἀρεόβινδος δὲ κατὰ τάχος τὴν Καρχηδόνα καταλιπὼν καὶ φυγῇ χρησάμενος, εἰς ναῦν τε εἰσελθὼν ἐπὶ τὸ Βυζάντιον
10πορεύεσθαι ἤμελλεν, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσεν. ἀποστείλας δὲ Ἀθανάσιον ἐν Καρχηδόνι μετεπέμψατό τινας, ἐν οἷς καὶ Ἀρταβάνην, ὅστις πολλὰ παρῄνει τῷ Ἀρεοβίνδῳ, μήτε ἀνα‐ πεπτωκέναι μήτε δειλιαίνειν καὶ δεδιέναι τὸν Γονθάριδα, ἀλλ’ ἐπ’ αὐτὸν ὁμοῦ σὺν πᾶσι τοῖς αὐτῷ ἑπομένοις ἰέναι, πρίν τι περαιτέρω γε‐
15νέσθαι κακόν. ὁ δὲ Γόνθαρις τὸν Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλλεν ὡς ἄνανδρόν τε καὶ δειλὸν καὶ τὰς ῥόγας τούτοις μὴ βούλεσθαι διδόναι. ὁ δὲ Ἀρεόβινδος σὺν Ἀρταβάνῃ καὶ τοῖς ἑπο‐ μένοις κατὰ Γονθάριδος ἦλθεν. καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ ταῖς πύλαις. τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι οὐκ ἔγνωσαν τὰ
20ὑπὸ Γονθάριδος μελετηθέντα, καὶ συναγόμενοι κατ’ αὐτοῦ ὡπλίζοντο. ὁ δὲ Ἀρεόβινδος ἰδὼν ἀνθρώπους κτεινομένους, ἀήθης ὢν τοῦ τοιούτου θεάματος, τὴν δειλίαν οὐκ ἐνεγκὼν ἔφυγε καὶ εἰς τὸ τῆς παραθαλασσίας μοναστήριον, ὅπερ Σολόμων ἐδείματο καὶ περιετεί‐ χισεν ὡς φρούριον ἀσφαλές, εἰς αὐτὸ κατέφυγε σὺν τῇ γυναικὶ καὶ
25τῇ ἀδελφῇ. τότε καὶ Ἀρταβάνης φυγῇ ἐχρήσατο. Γόνθαρις δὲ κατὰ κράτος νικήσας τὸ παλάτιον ἔλαβεν. μεταπεμψάμενος δὲ τὸν τῆς πόλεως ἀρχιερέα καὶ Ἀθανάσιον τὰ πιστὰ τῷ Ἀρεοβίνδῳ ἐκέλευσε διδόναι καὶ εἰς τὸ παλάτιον αὐτὸν ἀγαγεῖν, ἀπειλήσας πολιορκήσειν αὐτὸν ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ
30δώσειν. ὁ δὲ παρὰ τοῦ ἐπισκόπου Ῥεπαράτου τὰ πιστὰ λαβὼν τῷ
Γονθάριδι εἰς ὄψιν ἦλθε καὶ πρηνὴς πεσὼν ἔκειτο τὴν ἱκετηρίαν212

213

αὐτῷ τὰ εὐαγγέλια προτεινόμενος, ἐφ’ ἃ τὰ πιστὰ ὁ ἱερεὺς αὐτῷ δέδωκεν. ὁ δὲ Γόνθαρις τοῦτον ἀνέστησεν ὀμωμοκὼς αὐτῷ ἐπὶ πάντων μηδὲν αὐτῷ κακὸν ποιεῖν, ἀλλὰ τῇ ὑστεραίᾳ σὺν τῇ γυναικὶ καὶ τοῖς χρήμασιν αὐτοῦ εἰς Βυζάντιον στέλλεσθαι. τὸν δὲ ἱερέα
5ἀποπεμψάμενος Ἀρεόβινδον καὶ Ἀθανάσιον συνδειπνεῖν ἐν τῷ παλα‐ τίῳ ἔλαβεν. ἐτίμησε δὲ τὸν Ἀρεόβινδον καὶ πρῶτον αὐτοῦ ἐπὶ τῆς στιβάδος κατέκλινεν, δειπνήσαντα δὲ αὐτὸν ἐν κοιτῶνι καθεύδειν ἐκέλευσεν. ἀποστείλας δὲ Οὐλίθεον σὺν ἑτέροις τισὶ κωκύοντά τε καὶ ὀλολυγμοῖς χρώμενον τοῦτον ἔκτεινεν. Ἀθανασίου δὲ ἐφείσατο
10διὰ τὸ γῆρας. τῇ δὲ ἐπαύριον τὴν τούτου κεφαλὴν τῷ Ἀντάλᾳ ἔπεμψεν, τὰ δὲ χρήματα κατασχὼν οὐδὲν τούτῳ κατὰ τὰς συνθήκας δέδωκεν. Ἀντάλας δὲ μαθὼν τὰ εἰς Ἀρεόβινδον πεπραγμένα καὶ τὰς τοῦ Γονθάριδος ἐπιορκίας λογισάμενος Ἰουστινιανῷ τῷ βασιλεῖ προσχωρεῖν ἤθελεν. Ἀρταβάνης δὲ τὰ πιστὰ λαβὼν παρὰ τοῦ Γον‐
15θάριδος εἰς τὸ παλάτιον σὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τοῦ τυράννου ὑπηρέτης εἶναι ὡμολόγησεν, λάθρα δὲ τοῦτον ἀνελεῖν ἐβουλεύετο. Γρηγορίῳ δὲ τῷ ἀνεψιῷ καὶ Ἀρτασηρίῳ τῷ δορυφόρῳ θαρρήσας τὸ βούλευμα ἔφη αὐτῷ Γρηγόριος· “νῦν σοί, Ἀρταβάνη, πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κάλλος. ὁ μὲν γὰρ στρατιάν τε
20καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν καὶ ἄρχοντας συνεπομέ‐ νους καὶ στόλον, οἷον οὐδέποτέ τις ἠκηκόει, πόνῳ πολλῷ τοῖς Ῥωμαίοις τὴν Λιβύην ὑπόφορον κατεστήσατο· νῦν δὲ ὡς ἐξ ἀρχῆς πάλιν γέγονεν εἰς τὸ ἀρχαῖον Λιβύη ἀποστατήσασα, ἐν σοὶ μόνῳ κεῖται ταύτην πάλιν τῷ βασιλεῖ προσενεγκεῖν καὶ τὰ πράγματα δια‐
25σώσασθαι. λογίζου δὲ τὸ σὸν γένος, ὅτι Ἀρσακίδης ἀνέκαθεν εἶ, καὶ ὅτι εὐγενὴς ὢν ἀνδραγαθίζεσθαι ἀεὶ πρέπει καὶ πολλὰ ἔργα ὑπὲρ ἀρετῆς ἐπιδεικνύειν. νέου γὰρ σοῦ ὄντος, ἐνθυμήθητι ὡς Ἀκάκιον, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Τζίταν, τὸν Ῥωμαίων στρα‐
τηγόν, ἐν πολέμοις ἔκτεινας Χοσρόῃ τε, τῷ βασιλεῖ τῶν Περσῶν,213

214

συνεστράτευες. τοιοῦτος δὲ ὢν μὴ περιΐδῃς τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὸς μεθύοντος κατεχομένην. ἐγὼ δέ σοι καὶ Ἀρτασήριος ὅσα εἰς δύναμιν ἐπιτάττοντι ὑπουργήσομεν.” Γόνθαρις δὲ τὸν Ἀρτα‐ βάνην ἡγεῖσθαι τοῦ στρατοῦ ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς
5ἐν Βυζακίῳ ἐκέλευσε χωρεῖν. συνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν στασιαστῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος· εἵποντο δὲ αὐτῷ καὶ Μαυρούσιοι, ὧν Κουτζίνας ἦρχεν. συμβαλὼν δὲ τῷ Ἀντάλᾳ καὶ τοῖς βαρβάροις τούτους ἐτρέψατο. ἐθελοκακήσας δὲ Ἀρταβάνης, ἐκ τοῦ αἰφνιδίου στρέψας τὸ βάνδον εἰς τὸ στρατόπεδον ἤλαυνεν.
10Οὐλίθεος δὲ κτεῖναι τοῦτον εἰς τὸ στρατόπεδον διενοεῖτο. Ἀρτα‐ βάνης δὲ ἔφασκε δεῖσαι, μὴ ἐξ Ἀδραμύτου τῆς πόλεως ἐξελθόντες οἱ βάρβαροι βοηθήσωσι τοῖς ἐναντίοις καὶ ἀνήκεστα ἔργα εἰς ἡμᾶς πράξωσιν· ἀλλὰ Γονθάριδα σὺν παντὶ τῷ στρατῷ ἐληλυθέναι, καὶ οὕτως πάντας ἑλεῖν. καὶ ἀναστρέψας εἰς Καρχηδόνα τῷ τυράννῳ
15ταῦτα ἀπήγγειλεν. ὁ δὲ τύραννος τῷ Πασιφίλῳ βουλευσάμενος ἅπαντα μὲν διενοήθη τὸν στρατὸν ἐξοπλίσαι καὶ σὺν αὐτῷ στρατεύ‐ σασθαι, φύλακας δὲ μόνους τῇ πόλει καταλιπεῖν. καθ’ ἑκάστην δὲ ἡμέραν πολλοὺς ἀνῄρει ὁ Γόνθαρις ἐξ ὑποψίας. ἐξελθὼν δὲ τῆς Καρχηδόνος ἐν προαστείῳ, οὗ δὴ στιβάδες ἦσαν ἐκ παλαιοῦ τρεῖς,
20ἐν αἷς κατεκλίθη σὺν Ἀρταβάνῃ καὶ Ἀθανασίῳ καὶ Πέτρῳ, τῷ δορυ‐ φόρῳ Σολόμωνος. Ἀρταβάνης τοίνυν τὸν καιρὸν ἐπιτήδειον εἰς τὸν τοῦ τυράννου φόνον οἰόμενος Γρηγορίῳ τε καὶ Ἀρτασηρίῳ καὶ δορυφόροις πιστοῖς τρισὶ τὸ πρᾶγμα ἐθάρρησεν· καὶ τοὺς μὲν δορυ‐ φόρους σὺν τοῖς ξίφεσιν ἔνδον ἐκέλευσε γενέσθαι· ἀρχόντων γὰρ
25ἑστιωμένων ὄπισθεν ἑστάναι δορυφόρους νόμος ἦν. ἐγχειρεῖν δὲ ἄφνω τὸ πρᾶγμα ἐκέλευσεν, ἡνίκα αὐτὸς τὸν καιρὸν αὐτοῖς διὰ νεύ‐ ματος ποιήσῃ, τὸν Ἀρτασῆριν κελεύσας πρῶτον τοῦ ἔργου ἔχεσθαι τῷ δὲ Γρηγορίῳ ἐπέταττε τῶν Ἀρμενίων πολλοὺς τοὺς εὐτολμοτά‐ τους ἀπολεξάμενον εἰς τὸ παλάτιον παρεῖναι τὰ ξίφη μόνα ἐπι‐
30φερομένους, καὶ αὐτοῖς τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν. προϊόντος
δὲ τοῦ πότου, καὶ τοῦ Γονθάριδος καταβεβρεγμένου τῷ οἴνῳ,214

215

Ἀρτασήρας σπασάμενος τὸ ξίφος κατὰ τοῦ τυράννου ἐχώρει. εἷς δὲ τῶν οἰκετῶν ἰδὼν τὸ ξίφος γυμνὸν ἀνέκραγεν, “τί τοῦτο, ὦ βέλ‐ τιστε;” λέγων. ὁ δὲ Γόνθαρις στρέψας τὸ πρόσωπον εἰς αὐτὸν ἔβλε‐ πεν. Ἀρτασήρας δὲ αὐτὸν τῷ ξίφει ἔπαισε καὶ τὴν δεξιὰν χεῖρα
5αὐτοῦ ἀφεῖλεν. ἀναπηδήσαντα δὲ τοῦτον Ἀρταβάνης μάχαιραν σπασάμενος ἐν τῇ τοῦ τυράννου πλευρᾷ ταύτην ἔπηξεν ἄχρι τῆς λαβῆς, καὶ τοῦτον ἄφνω ἀνεῖλεν. τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐπιμελεῖσθαι τῶν ἐν τῷ παλατίῳ χρημάτων, καθὼς ἐπὶ Ἀρεοβίνδου, ἐκέλευσεν. ἐπεὶ δὲ οἱ φύλακες τὴν τοῦ Γονθάριδος τελευτὴν ἔμα‐
10θον, Ἰουστινιανὸν ἀνεβόων καλλίνικον βασιλέα. ἐντεῦθεν οἱ τῷ βασιλεῖ εὐνοηκότες εἰσπηδήσαντες εἰς τὰς τῶν στασιαστῶν οἰκίας τούτους ἔκτειναν. Ἰωάννης δὲ σὺν τοῖς Οὐανδήλοις εἰς τὸ ἱερὸν καταφεύγει, οὓς Ἀρταβάνης τὰ πιστὰ δοὺς καὶ ἐξαγαγὼν εἰς Βυζάν‐ τιον ἀπέστειλεν. γέγονε δὲ ὁ τοῦ τυράννου φόνος μετὰ λϛʹ ἡμέρας
15τῆς τούτου τυραννίδος, ἐννεακαιδεκάτου ἔτους Ἰουστινιανοῦ ὑπ‐ άρχοντος. Ἀρταβάνης δὲ ἐκ τούτου κλέος μέγα περιεβάλετο εἰς πάντας ἀνθρώπους. Περίεκτα δέ, ἡ Ἀρεοβίνδου γυνή, μεγάλα δῶρα τῷ Ἀρταβάνῃ ἐδωρήσατο. ὁ δὲ βασιλεὺς τοῦτον στρατηγὸν Λιβύης ἐποίησεν ἁπάσης. ὁ δὲ Ἀρταβάνης μετ’ οὐ πολὺ παραιτησάμενος
20πρὸς βασιλέα εἰς Βυζάντιον ἦλθεν, καὶ ὁ βασιλεὺς Ἰωάννην, τὸν Πάππου ἀδελφόν, στρατηγὸν Λιβύης κατέστησεν. ὁ δὲ Ἰωάννης τὴν Λιβύην καταλαβὼν κατὰ Ἀντάλα καὶ Μαυρουσίων τῶν ἐν Βυ‐ ζακίῳ ἐπεστράτευσε καὶ τούτους πολεμήσας νίκην ἤρατο καὶ πολε‐ μίους πολλοὺς ἔκτεινε καὶ τὰ σημεῖα, ἅπερ Σολόμωνος οἱ βάρβαροι
25ἔλαβον, ἀφελόμενος ἐξ αὐτῶν τῷ βασιλεῖ εἰς Βυζάντιον ἔπεμψεν. τοὺς δὲ λοιποὺς τῶν βαρβάρων ἐδίωξε τῆς Ῥωμαίων ἀρχῆς. χρόνῳ δὲ ὑστέρῳ οἱ Λευάθαι στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων εἰς Βυζάκιον ἀφικόμενοι τῷ Ἀντάλᾳ ἡνώθησαν· οἷς Ἰωάννης ἀπαν‐ τήσας ἡττήθη καὶ πολλοὺς ἀποβαλὼν εἰς Καρχηδόνα ἐπανῆκεν. οἱ
30δὲ βάρβαροι μέχρι Καρχηδόνος κατελθόντες τὰ ἐκείνης χωρία ἐληΐ‐ σαντο. ὕστερον δὲ Ἰωάννης τῶν στρατιωτῶν τὴν προθυμίαν δι‐
εγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ὄντας σὺν τῷ Κουτζίνᾳ215

216

εἰς συμμαχίαν λαβὼν καὶ τούτους πολεμήσας ἔτρεψεν. καὶ δίωξιν μεγάλην ποιησάμενος πολὺ πλῆθος ἀνεῖλεν, οἱ δὲ λοιποὶ εἰς τὰς ἐσχατιὰς τῆς Λιβύης ἔφυγον, καὶ οὕτω τὰ πράγματα ἐν Λιβύῃ εἰρήνης βαθείας ἔτυχον.
5Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ.
͵ϛκζʹ. φκζʹ. ηʹ. ιʹ. γʹ. ιεʹ. αʹ. ιεʹ. ηʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἰβήρων βασιλεὺς Ζαμαναρζὸς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει πρὸς τὸν εὐσεβέστατον βασιλέα Ἰουστινιανὸν μετὰ τῆς γυναικὸς καὶ τῶν συγκλητικῶν αὐτοῦ, παρακαλῶν αὐτὸν
10τοῦ εἶναι αὐτὸν σύμμαχον Ῥωμαίων καὶ φίλον γνήσιον. ὁ δὲ βασι‐ λεὺς τὴν τοιαύτην προαίρεσιν ἀποδεξάμενος πολλὰ αὐτὸν ἐφιλοτιμή‐ σατο καὶ τοὺς αὐτοῦ συγκλητικούς· ὁμοίως καὶ ἡ αὐγούστα τῇ αὐτοῦ γυναικὶ κόσμια παντοῖα διὰ μαργαριτῶν ἐχαρίσατο. καὶ ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ εἰς τὴν ἰδίαν βασιλείαν.
15Ῥώμης ἐπίσκοπος Ἀγαπητὸς ἔτη βʹ.
͵ϛκηʹ. φκηʹ. θʹ. ιαʹ. αʹ. ιϛʹ. βʹ. ιϛʹ. θʹ. Τούτῳ τῷ ἔτει ἔπαθεν ὑπὸ θεομηνίας Πομπηϊούπολις τῆς Μυσίας. ἐσχίσθη γὰρ ἡ γῆ ὑπὸ τοῦ σεισμοῦ, καὶ ἐχαώθη τὸ ἥμισυ τῆς πόλεως μετὰ τῶν οἰκητόρων. καὶ ἦσαν ὑπὸ τὴν γῆν, καὶ αἱ
20φωναὶ αὐτῶν ἠκούοντο βοώντων ἐλεηθῆναι. καὶ πολλὰ ἐδωρήσατο ὁ βασιλεὺς πρὸς τὸ ἐκχοηθῆναι καὶ βοηθηθῆναι αὐτούς, καὶ τοὺς ζήσαντας ἐφιλοτιμήσατο. Τῷ δ’ αὐτῷ ἔτει παρέδωκεν Ἰουστινιανὸς τοῦ ψάλλεσθαι ἐν ταῖς ἐκκλησίαις τό· “ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ.” ἐποίησε
25δὲ καὶ τὸ ὡρολόγιον τοῦ Μιλίου. [Start of a diagram]Κόσμου ἔτη ͵ϛκθʹ. Τῆς θείας σαρκώσεως ἔτη φκθʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιβʹ.
30Ῥώμης ἐπίσκοπος Ἀγαπητὸς ἔτη βʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἄνθιμος ἔτος αʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ιζʹ.
Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιʹ.[End of a diagram]216

217

Τούτῳ τῷ ἔτει Ἐπιφανίου, ἐπισκόπου Κωνσταντινουπόλεως, τελευτήσαντος μηνὶ Ἰουνίῳ εʹ, ἰνδικτιῶνος ιεʹ, ἐπισκοπήσαντος ἔτη ιϛʹ καὶ μῆνας γʹ, Ἄνθιμος, αἱρετικός, ἐπίσκοπος Τραπεζούντων, μετετέθη ἐν Κωνσταντινουπόλει. Ἀγαπητὸς δέ, ὁ ἐπίσκοπος Ῥώμης,
5ἐν τούτῳ τῷ ἔτει ἀνελθὼν ἐν Κωνσταντινουπόλει σύνοδον ἐκρότησε κατὰ τοῦ δυσσεβοῦς Σευήρου καὶ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασέως καὶ τῶν λοιπῶν Θεοπασχιτῶν· ἐν οἷς καὶ Ἄνθιμος, ὁ ἐπίσκοπος Κων‐ σταντινουπόλεως, ὡς ὁμόφρων αὐτῶν καθαιρεθεὶς ἐξεβλήθη τῆς βασιλίδος ἐπισκοπήσας μῆνας ιʹ· καὶ ἐχειροτονήθη ἀντ’ αὐτοῦ Μη‐
10νᾶς, πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψών, ὑπὸ Ἀγαπητοῦ, τοῦ πάπα Ῥώμης. Ἀγαπητὸς δέ, ὁ ἐπίσκοπος Ῥώμης, ἐν Βυζαντίῳ ὢν ἐκοιμήθη, καὶ ἐχειροτονήθη ἀντ’ αὐτοῦ Σιλβέριος ζήσας ἔτος ἕν. Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτος αʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ.
15Ἀλεξανδρείας ἐπίσκοπος Γαϊνᾶς ἔτος αʹ.
ιαʹ. ιγʹ. αʹ. αʹ. δʹ. αʹ. ιαʹ.
Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ κζʹ, ἰνδικτιῶνος αʹ, γέγονε τὰ πρότερα ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας· καὶ ἐξῆλθεν ἡ λιτὴ ἀπὸ τῆς ἁγίας Ἀναστασίας, καθημένου Μηνᾶ τοῦ πατριάρχου ἐν τῷ
20βασιλικῷ ὀχήματι, καὶ τοῦ βασιλέως συλλιτανεύοντος τῷ λαῷ. γίνον‐ ται οὖν ἀπὸ τῆς ἡμέρας τῆς καύσεως τῆς ἁγιωτάτης μεγάλης ἐκκλη‐ σίας μέχρι τῶν ἐγκαινίων ἔτη εʹ μῆνες ιαʹ ἡμέραι ιʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεοδόσιος ἔτη βʹ.
25
ιβʹ. ιδʹ. αʹ. βʹ. εʹ. αʹ. ιβʹ.
Τούτῳ τῷ ἔτει ἐκίνησαν οἱ Βούλγαροι, δύο ῥῆγες μετὰ πλή‐ θους Βουλγάρων καὶ δρούγγου, εἰς τὴν Σκυθίαν καὶ Μυσίαν, στρατηλάτου ὄντος τῆς Μυσίας Ἰουστίνου καὶ τῆς Σκυθίας Βαου‐
δαρίου. οἵ τινες ἐξελθόντες κατὰ τῶν Βουλγάρων συνέβαλον πόλεμον,217

218

καὶ ἐσφάγη Ἰουστῖνος ὁ στρατηλάτης ἐν τῷ πολέμῳ, καὶ ἐγένετο ἀντ’ αὐτοῦ Κωνσταντῖνος ὁ Φλωρεντίου· καὶ ἦλθον οἱ Βούλγαροι ἕως τῶν μερῶν τῆς Θρᾴκης. καὶ ἐξῆλθε κατ’ αὐτῶν ὁ στρατηλάτης Κωνσταντῖνος καὶ Γώδιλας καὶ [ἀκούσας] ὁ στρατηλάτης τοῦ Ἰλλυ‐
5ρικοῦ, Ἀκοὺμ ὁ Οὖννος, ὃν ἐδέξατο ὁ βασιλεὺς ἀπὸ τοῦ βαπτίσμα‐ τος· καὶ μέσον βαλόντες τοὺς Βουλγάρους ἔκοψαν αὐτοὺς καὶ ἀπέκτειναν πλήθη πολλά, καὶ ἐξετίναξαν πᾶσαν τὴν πραῖδαν καὶ ἐνίκησαν κατὰ κράτος φονεύσαντες καὶ τοὺς δύο ῥῆγας αὐτῶν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτοὺς μετὰ χαρᾶς ὑπήντησαν αὐτοῖς ἄλλοι
10Βούλγαροι, καὶ ὡς ἀπὸ κόπου ὄντες οἱ στρατηλάται δέδωκαν αὐτοῖς νῶτα, καὶ κατεδίωξαν αὐτοὺς οἱ Βούλγαροι καὶ ἐσώκισαν αὐτοὺς φεύγοντας, Κωνσταντῖνον καὶ τὸν Ἀκοὺμ καὶ Γώδιλαν. καὶ ὁ μὲν Γώδιλας μετὰ τοῦ παραμηρίου αὐτοῦ κόψας τὸν σῶκον ἐξείλησεν, ὁ δὲ Κωνσταντῖνος σὺν τῷ Ἀκοὺμ συνελήφθησαν ζῶντες. καὶ τὸν
15μὲν Κωνσταντῖνον δέδωκαν λαβόντες χίλια νομίσματα, καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει, τὸν δὲ Ἀκοὺμ ἐκράτησαν εἰς τὴν ἰδίαν πατρίδα μετὰ καὶ ἄλλων αἰχμαλώτων. Τῷ δ’ αὐτῷ ἔτει παρέλαβε Χοσρόης, ὁ βασιλεὺς Περσῶν, Ἀντιόχειαν τῆς Συρίας τὴν μεγάλην, καὶ εἰσῆλθεν ἐν Ἀπαμείᾳ καὶ
20ἑτέραις πόλεσιν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛλβʹ. Τῆς θείας σαρκώσεως ἔτη φλβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιεʹ.
25Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεοδόσιος ἔτη βʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιγʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει προσερρύη Ῥωμαίοις Μοῦνδος ἐκ τοῦ γένους
τῶν Γηπαίδων καταγόμενος, υἱὸς Γιέσμου, ὅστις μετὰ τὴν τελευτὴν218

219

τοῦ πατρὸς αὐτοῦ ἦλθε πρὸς Ῥῆγαν, τὸν θεῖον αὐτοῦ ἀπὸ μητρός, ῥῆγα ὄντα τοῦ Σερμίου. καὶ γνοὺς τοῦτο ὁ ῥὴξ Ῥώμης, ὁ Θευδέ‐ ριχος, πέμψας πρὸς αὐτόν, καὶ πεισθεὶς ἀπῆλθε πρὸς αὐτὸν καὶ ἦν μετ’ αὐτοῦ συμμαχῶν αὐτῷ. μετὰ δὲ τὴν τελευτὴν Θευδερίχου ἦλθεν
5ἐπὶ τὸν Δανούβιον ποταμὸν καὶ ᾐτήσατο τὸν βασιλέα Ἰουστινιανὸν εἶναι ὑπὸ τὴν βασιλείαν αὐτοῦ· καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει. καὶ πολλὰ αὐτὸν φιλοτιμησάμενος ὁ βασιλεὺς καὶ τὸν υἱὸν αὐτοῦ ἀπέλυσεν αὐτούς, ποιήσας αὐτὸν στρατηλάτην τοῦ Ἰλλυρικοῦ. καὶ ἐν τῷ παραγενέσθαι αὐτὸν εἰς τὸ Ἰλλυρικόν, ἐξῆλθον οἱ Βούλγαροι
10πλῆθος πολύ, καὶ ὁρμήσας κατ’ αὐτῶν πάντας ἀνήλωσεν. καὶ ἀπ‐ έστειλεν ἐν Κωνσταντινουπόλει ἐκ τῆς αἰχμαλωσίας τὸν ἡγούμενον αὐτῶν μετὰ καὶ ἄλλων, καὶ ἐπόμπευσαν ἐν τῷ ἱππικῷ. καὶ ἐγένετο εἰρήνη βαθεῖα ἐν τῇ Θρᾴκῃ, μηκέτι τολμώντων τῶν Οὔννων περᾶσαι τὸν Δανοῦβιν. τοὺς δὲ αἰχμαλώτους τῶν Βουλγάρων ἔπεμψεν ὁ
15βασιλεὺς εἰς Ἀρμενίαν καὶ εἰς Λαζικήν, καὶ κατετάγησαν ἐν τοῖς νουμερίοις ἀριθμοῖς. Ἀλεξανδρείας ἐπίσκοπος Παῦλος ἔτη βʹ.
ιδʹ. ιϛʹ. γʹ. δʹ. ζʹ. αʹ. ιδʹ.
Τῷ ιδʹ ἔτει Ἰουστινιανοῦ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς,
20τετάρτην εἰσβολὴν εἰς τὴν τῶν Ῥωμαίων γῆν ἐποιήσατο. ἐλθόντι δὲ εἰς τὴν Κωμαγηνῶν χώραν κατὰ Παλαιστίνης καὶ Ἱεροσολύμων διενοεῖτο χωρεῖν, ὅπως τὰ ἐν Ἱεροσολύμοις κειμήλια ληΐσηται. χώραν γὰρ ταύτην ἀγαθὴν καὶ πολυχρύσων οἰκητόρων ἤκουεν εἶναι. Ῥω‐ μαῖοι δὲ τούτοις ὑπαντιάζειν τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυ‐
25ρώματα καταλαβόντες, ὡς ἕκαστος ἠδύνατο, ταῦτα διαφυλάττειν καὶ αὐτοὶ σώζεσθαι ἠβούλοντο. γνοὺς δὲ ταῦτα Ἰουστινιανὸς Βελισάριον αὖθις ἐκ τῶν ἑσπερίων ἐληλυθότα ἐπ’ αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς τοῦ δημοσίου ὀχούμενος τάχει πολλῷ εἰς τὴν Εὐφρατησίαν ἀφίκετο. Ἰοῦστος δέ, ὁ τοῦ βασιλέως ἀνεψιός, σὺν Βούζῃ, τῷ
30στρατηγῷ τῆς ἑῴας, ἐν Ἱεραπόλει καταφυγὼν ἐτύγχανεν. ἀκούσαντες219

220

δὲ Βελισάριον ἥκειν γράφουσι πρὸς αὐτοὺς ἀφίκεσθαι, καὶ τὴν Ἱερά‐ πολιν διαφυλάττειν. ὁ δὲ Βελισάριος τούτους λίαν κατεμέμψατο, γράψας πρὸς αὐτούς, οὐ δίκαιον εἶναι μίαν πόλιν φυλάττειν καὶ τοὺς ἐχθροὺς ἀφιέναι ἐπὶ τὴν τῶν Ῥωμαίων χώραν μετὰ ἀδείας
5βαδίζειν καὶ τὰς τῆς βασιλείας πόλεις λυμαίνεσθαι. “εὖ γὰρ ἴστε, ὅτι τὸ σὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ ἄμεινον. οὐ γὰρ ἂν σωτηρία τοῦτο κληθείη, ἀλλὰ προδοσία δικαίως. ἀλλ’ ἥκετε τάχιστα εἰς Εὔρωπον τὸ χωρίον, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον, ὅς’ ἂν ὁ θεὸς θέλῃ ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι.” ταῦτα
10ἀκούσαντες οἱ ἄρχοντες ἐθάρσησαν, καὶ Ἰοῦστον μὲν σὺν ὀλίγοις τισὶ φυλάττειν τὴν Ἱεράπολιν κατέλιπον, οἱ δὲ λοιποὶ εἰς Εὔρωπον ἦλθον. γνοὺς δὲ Χοσρόης Βελισάριον πάντα τὸν στρατὸν Ῥωμαίων στρατοπεδεύεσθαι ἐν Εὐρώπῳ ἐξέστη· καὶ πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, Ἀβανδάνην δὲ τὸν γραμματέα, ἄνδρα συνετόν, πρὸς Βελισά‐
15ριον ἔπεμψεν, τόν τε στρατηγὸν κατασκεψόμενον καὶ τὸ στρατόπεδον, τῷ δὲ λόγῳ δῆθεν μεμψόμενον, ὅτι βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐν Περσίδι οὐκ ἔπεμψε τὴν εἰρήνην πρυτανεύσοντας. ὁ δὲ Βελισάριος μαθὼν τοὺς πρέσβεις ἥκειν, αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς ἄπωθεν
20τοῦ στρατοπέδου κυνηγήσων ἐξῄει. Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδούλιον, ἄνδρα Ἀρμένιον, τὸν ποταμὸν διαβῆναι σὺν ἱππεῦσι χιλίοις ἐκέλευσεν, ὡς ψηλαφήσοντας τὴν τοῦ ποταμοῦ διάβασιν. Βελισάριος δέ, ἐπεὶ τὸν πρεσβευτὴν ἐγγὺς ἐρχόμενον ἔγνω, τὸν παπυλεῶνα ἐπήξατο ἐν χωρίῳ ἐρήμῳ παραδηλῶν ὅτι οὐδεμιᾷ παρα‐
25σκευῇ ἐνταῦθα ἥκει. τοὺς δὲ στρατιώτας διέταξεν, τῆς μὲν καλύβης ἐφ’ ἑκάτερα εἶναι Θρᾷκάς τε καὶ Ἰλλυριούς, Γότθους τε καὶ Ἐλού‐ ρους, μεθ’ οὓς Οὐανδήλους τε καὶ Μαυρουσίους. τοῦ τε πεδίου
ἐπὶ πλεῖστον διῆκον· οὐ γὰρ εἰς ἕνα τόπον ἵσταντο, ἀλλ’ ἐβάδιζον220

221

εἰλυόμενοι, ὡς κυνηγετοῦντες, καὶ παρέργως, τὸ δοκεῖν, τὸν Χοσρόου πρεσβευτὴν ἔβλεπον· διεζωσμένοι τε ἐβάδιζον καὶ φαιδροὶ τὰ πρόσωπα, πελέκυάς τε βαστάζοντες καὶ μεναύλους. ὁ δὲ Ἀβανδάνης εἰς ὄψιν Βελισαρίου ἐλθὼν λυπεῖσθαι τὸν Χοσρόην ἔφασκεν, ὅτι δή, καθὰ
5συνέθετο, οὐκ ἔπεμψεν Ἰουστινιανὸς πρέσβεις πρὸς αὐτὸν περὶ τῆς εἰρήνης καὶ ἠνάγκασε Χοσρόην κατὰ Ῥωμαίων στρατεύεσθαι. Βελι‐ σάριος δὲ ἀντ’ οὐδενὸς τούτου τοὺς λόγους ἐποιεῖτο τὸν Χοσρόην λέγων αἴτιον εἶναι τοῦ πολέμου. εἰ γὰρ εἰρήνης ἐφίετο, οὐκ ἂν εἰς τὴν τῶν Ῥωμαίων γῆν ἀφικόμενος ταύτην ἐζήτει, ἀλλ’ εἰς τὴν ἰδίαν
10χώραν μένων τοὺς πρέσβεις ἐξεδέχετο. καὶ ταῦτα εἰπὼν τὸν πρέσβιν ἀπεπέμψατο. ὁ δὲ πρὸς Χοσρόην ἀφικόμενος ἔφη στρατηγὸν ἑωρα‐ κέναι Βελισάριον συνετόν τε καὶ ἀνδρεῖον ὑπεράγαν, στρατιώτας δὲ οἵους αὐτὸς ἄλλους οὐ πώποτε εἶδεν, “ὧν τὴν εὐκοσμίαν ἐθαύμασα ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους·” καὶ συνεβούλευσε Χοσρόῃ μὴ
15συμπλέκεσθαι εἰς μάχην μετ’ αὐτῶν, ὅπως μὴ ἡττηθέντος αὐτοῦ τὸ πᾶν διαπέσῃ τῆς τῶν Περσῶν βασιλείας ἐν γῇ Ῥωμαίων ὑπάρχοντι καὶ φυγῆς τόπον μὴ ἔχοντι. καὶ τὸ νικᾷν αὐτὸν οὐ μέγα, στρα‐ τηγὸν γὰρ τῶν Ῥωμαίων καὶ μόνον νικήσειεν. ὁ δὲ Χοσρόης τῇ τούτου παραινέσει ἀναστρέφειν εὐθὺς ἐπὶ τὰ ἴδια διενοεῖτο. ἐφοβεῖτο
20γὰρ τὴν διάβασιν τοῦ ποταμοῦ ποιήσασθαι, ὡς τῶν Ῥωμαίων ταύ‐ την κατεχόντων. καὶ πολλὰ διαλογισάμενος ἀπέστειλε πρὸς Βελι‐ σάριον παρακαλῶν αὐτὸν τοῦ τὸν ποταμὸν διαβάντας ἀναστεῖλαι καὶ τούτῳ τὴν πάροδον ἀκωλύτως παρέχειν. Βελισάριος δὲ εὐθὺς πρὸς αὐτὸν πρέσβεις ἔπεμψε καὶ τοῦτον τῆς ἀναχωρήσεως ἐπῄνεσε καὶ
25πρέσβεις ἐκ τοῦ βασιλέως συντόμως ἥκειν διεβεβαιώσατο, ὅπως τὴν εἰρήνην βραβεύσωσιν. ἠξίου δὲ Χοσρόης τὸν Βελισάριον διὰ τῆς τῶν Ῥωμαίων γῆς τὴν πάροδον ποιήσασθαι ἀκινδύνως. ὁ δὲ Βελι‐ σάριος Ἰωάννην τὸν Ἐδεσηνόν, ἄνδρα διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ ἀπέστειλε πρὸς τὸ ἀκινδύνως παρελθεῖν αὐτὸν τὴν τῶν
30Ῥωμαίων χώραν. οἱ δὲ Ῥωμαῖοι τὸν Βελισάριον ἐν εὐφημίαις εἶχον,
μᾶλλον [δὲ] ἐνευδοκιμήσαντα ἐν τούτῳ τῷ ἔργῳ, ἢ ὅτε Γελίμερά τε221

222

δορυάλωτον καὶ Οὐιττίγιν τοὺς δύο βασιλεῖς εἰς Βυζάντιον ἤγαγεν. ἦν γὰρ ὡς ἀληθῶς λόγου τε καὶ ἐπαίνου ἄξιον, πεφοβημένων τῶν Ῥωμαίων καὶ ἐν τοῖς ὀχυρώμασι κρυπτομένων πάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῳ γεγονότος τῆς Ῥωμαίων ἀρχῆς, ἄνδρα ἕνα
5ἐν τῷ ὀξεῖ δρόμῳ ἐκ Βυζαντίου ἥκοντα ἀπεναντίας τοῦ τῶν Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου τῇ τούτου σοφίᾳ ἐξαπατηθέντα ἄπρακτον εἰς τὴν οἰκείαν ἀναχωρῆσαι χώραν. Τῷ δ’ αὐτῷ ἔτει Τιμοθέου, ἐπισκόπου Ἀλεξανδρείας, τελευτή‐
10σαντος, Σευῆρος ὁ δυσσεβής, Ἀντιοχείας μοιχὸς πρόεδρος, καὶ Ἰου‐ λιανὸς ὁ Ἁλικαρνασεὺς ἐν Ἀλεξανδρείᾳ φυγόντες, περὶ φθαρτοῦ καὶ ἀφθάρτου διενεχθέντες κατ’ ἀλλήλων γεγόνασιν, ὡς ἀληθείας ὄντες ἀλλότριοι. καὶ ὁ μὲν Θεοδόσιον, ὁ δὲ Γαϊνᾶν προεβάλοντο εἰς ἐπισκόπους Ἀλεξανδρείας· καὶ Γαϊνᾶς μὲν ἐκράτησε τῆς ἐπισκοπῆς
15ἐνιαυτόν, ὁ δὲ Θεοδόσιος δύο. τούτους δὲ Ἰουστινιανὸς πέμψας ἤγαγεν ἐν Βυζαντίῳ καὶ ἀλλήλων κεχωρισμένους διαιτᾶσθαι προσ‐ έταξεν, Παῦλον δέ τινα δοκούμενον εἶναι ὀρθόδοξον ἐπίσκοπον Ἀλεξανδρείας προεβάλετο. οὗτος τὴν μνήμην Σευήρου τοῦ ἀνιέρου ποιήσας ἐξεβλήθη τῆς ἐπισκοπῆς ὀργῇ τοῦ βασιλέως καὶ ἐλθὼν
20διέτριβεν εἰς Ἱεροσόλυμα.
ιεʹ. ιζʹ. δʹ. εʹ. ηʹ. βʹ. ιεʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος εʹ, γέγονεν ἐν Βυζαντίῳ τὸ μέγα θανατικόν. καὶ τῷ αὐτῷ χρόνῳ ἡ ὑπαπαντὴ τοῦ κυρίου ἔλαβεν ἀρχὴν ἐπιτελεῖσθαι ἐν τῷ Βυζαντίῳ τῇ βʹ τοῦ Φε‐
25βρουαρίου μηνός. καὶ τῷ Αὐγούστῳ μηνὶ ιϛʹ τῆς αὐτῆς εʹ ἰνδικτιῶ‐ νος ἐγένετο σεισμὸς μέγας ἐν Κωνσταντινουπόλει, καὶ ἔπεσον ἐκ‐ κλησίαι καὶ οἶκοι καὶ τὸ τεῖχος, μάλιστα τὸ κατὰ τὴν Χρυσῆν πόρταν. ἔπεσε δὲ καὶ ἡ λόγχη, ἣν ἐκράτει ὁ ἀνδριὰς ὁ ἑστὼς εἰς τὸν φόρον τοῦ ἁγίου Κωνσταντίνου, καὶ ἡ δεξιὰ χεὶρ τοῦ ἀνδριάντος τοῦ
30Ξηρολόφου· καὶ ἀπέθανον πολλοί, καὶ ἐγένετο φόβος μέγας. Ἀλεξανδρείας ἐπίσκοπος Ζώϊλος ἔτη ζʹ.
ιϛʹ. ιηʹ. εʹ. ϛʹ. θʹ. αʹ. ιϛʹ.
Τούτῳ τῷ ἔτει συνέβη πολεμῆσαι ἀλλήλους τὸν βασιλέα τῶν222

223

Αὐξουμιτῶν Ἰνδῶν ..... Ἰουδαίων ἐξ αἰτίας τοιαύτης. ὁ τῶν Αὐξου‐ μιτῶν βασιλεὺς ἐνδότερός ἐστι τῆς Αἰγύπτου, [ἰουδαΐζων.] οἱ δὲ τῶν Ῥωμαίων πραγματευταὶ διὰ τοῦ Ὁμηρίτου εἰσέρχονται ἐπὶ τὸν Αὐξουμίτην καὶ τὰ ἐνδότερα μέρη τῶν Ἰνδῶν καὶ Αἰθιόπων. τῶν
5δὲ πραγματευτῶν κατὰ τὸ εἰωθὸς εἰσελθόντων ἐν τοῖς ὁρίοις τοῦ Ὁμηρίτου, Δαμιανός, ὁ τούτων βασιλεύς, ἐφόνευσεν αὐτοὺς καὶ ἀφείλατο πάντα αὐτῶν λέγων, ὅτι· “οἱ Ῥωμαῖοι κακοποιοῦσι τοὺς ἐν τῇ χώρᾳ αὐτῶν Ἰουδαίους καὶ φονεύουσιν αὐτούς.” καὶ ἐκ τού‐ του ἔλυσαν τὴν πραγματείαν τῶν ἐνδοτέρων Ἰνδῶν τοῦ Αὐξουμίτου.
10καὶ ἀγανακτήσας ὁ τῶν Αὐξουμιτῶν βασιλεὺς Ἀδὰδ ἐδήλωσε τῷ Ὁμηρίτῃ, ὅτι· “ἔβλαψας τὴν βασιλείαν μου καὶ τὴν ἐνδοτέραν Ἰνδίαν, κωλύσας τοὺς Ῥωμαίων πραγματευτὰς τοῦ εἰσέρχεσθαι πρὸς ἡμᾶς.” καὶ ἦλθον εἰς ἔχθραν μεγάλην καὶ συνέβαλον πόλεμον μετ’ ἀλλήλων. καὶ ἐν τῷ μέλλειν αὐτοὺς πολεμεῖν Ἀδάδ, ὁ τῶν Αὐξουμιτῶν βασι‐
15λεύς, ἐτάξατο λέγων, ὅτι· “εἰ νικήσω τὸν Ὁμηρίτην, Χριστιανὸς γίνομαι, ὅτι ὑπὲρ Χριστιανῶν πολεμῶ.” καὶ τῇ τοῦ θεοῦ συνεργίᾳ ἐνίκησε κατὰ κράτος καὶ ἔλαβεν αἰχμάλωτον ζῶντα Δαμιανόν, τὸν βασιλέα αὐτῶν, καὶ τὴν χώραν αὐτῶν καὶ τὰ βασίλεια αὐτῶν· καὶ εὐχαριστήσας τῷ θεῷ Ἀδάδ, ὁ βασιλεὺς τῶν Αὐξουμιτῶν, ἔπεμψε
20πρὸς τὸν βασιλέα Ἰουστινιανὸν λαβεῖν ἐπίσκοπον καὶ κληρικούς, καὶ διδαχθῆναι καὶ γενέσθαι Χριστιανός. καὶ ἐχάρη ἐπὶ τούτῳ μεγάλως Ἰουστινιανός, καὶ ἐκέλευσε δοθῆναι αὐτοῖς ἐπίσκοπον, ὃν ἂν θελή‐ σωσιν. καὶ ἐπελέξαντο οἱ αὐτοὶ πρεσβευταὶ περιεργασάμενοι παρα‐ μονάριον τοῦ ἁγίου Ἰωάννου ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, ἄνδρα.
25εὐλαβῆ καὶ παρθένον, ὀνόματι Ἰωάννην, ἐτῶν ξβʹ. καὶ λαβόντες αὐτὸν ἀπῆλθον εἰς τὴν ἰδίαν χώραν πρὸς Ἀδάδ, τὸν βασιλέα αὐτῶν
καὶ οὕτως ἐπίστευσαν τῷ Χριστῷ καὶ ἐφωτίσθησαν [ἅπαντες αὐτῶν.]223

224

[Start of a diagram]Κόσμου ἔτη ͵ϛλϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φλϛʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιθʹ.
5Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ζώϊλος ἔτη ζʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιζʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ϛʹ, ἡμέρᾳ αʹ, ἰνδικτιῶνος ζʹ, γέγονε σεισμὸς μέγας εἰς ὅλον τὸν κόσμον, ὥστε πτωθῆναι τὸ ἥμισυ τῆς Κυζίκου. καὶ τῷ αὐτῷ ἔτει ἐπληρώθη ὁ χαλκοῦς κίων ὁ μέγας, ὁ πλησίον τοῦ παλατίου, ὁ λεγόμενος Αὐγουστεύς. καὶ ἀνηνέχθη
15ἡ στήλη τοῦ βασιλέως Ἰουστινιανοῦ ἔφιππος. καὶ τῷ αὐτῷ ἔτει ἀνεφάνη τις ἐκ τῆς τῶν Ἰταλῶν χώρας κωμοδρόμος ὀνόματι Ἀνδρέας ἔχων μεθ’ ἑαυτοῦ κύνα ξανθὸν καὶ τυφλόν, ὅστις κελευόμενος ὑπ’ αὐτοῦ ἐποίει θαύματα· ἑστῶτος γὰρ αὐτοῦ ἐν τῇ ἀγορᾷ, καὶ ὄχλου παρεστῶτος, λάθρα τοῦ κυνὸς ἐκομίζετο τὰ τῶν ἑστώτων δακτυλίδια
20χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σιδηρᾶ· καὶ ἐτίθει εἰς τὸ ἔδαφος περι‐ σκέπων αὐτὰ τῷ χώματι καὶ ἐπέτρεπε τῷ κυνί, καὶ ἔπαιρνεν καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. ὁμοίως καὶ διαφόρων βασιλέων νομίσματα μιγνύμενα ἐπεδίδου κατ’ ὄνομα. ἀλλὰ καὶ παρεστῶτος ὄχλου ἀνδρῶν τε καὶ γυναικῶν, ἐπερωτώμενος ἐδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας καὶ
25τοὺς πόρνους καὶ μοιχοὺς καὶ κνιποὺς καὶ μεγαλοψύχους· καὶ ὑπ‐ εδείκνυε πάντα μετὰ ἀληθείας. ὅθεν ἔλεγον, ὅτι “πνεῦμα ἔχει Πύθωνος.”
ιηʹ. κʹ. ζʹ. ηʹ. ιαʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει ἐπανέστη ἡ θάλασσα τῇ Θρᾴκῃ ἐπὶ μίλια δʹ
30καὶ ἐκάλυψεν αὐτὴν ἐπὶ τὰ μέρη Ὀδύσσου καὶ Διονυσοπόλεως καὶ τὸ Ἀφροδίσιον· καὶ πολλοὶ ἐπνίγησαν ἐν τοῖς ὕδασιν. καὶ πάλιν τῷ τοῦ θεοῦ προστάγματι ἀπεκατέστη ἡ αὐτὴ θάλασσα εἰς τοὺς
ἰδίους τόπους.224

225

Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ.
ιθʹ. καʹ. ηʹ. θʹ. αʹ. δʹ. αʹ.
Τούτῳ τῷ ἔτει γέγονε λεῖψις σίτου καὶ οἴνου καὶ χειμερία
5πολλή. καὶ ἐγένετο σεισμὸς μέγας ἐν Βυζαντίῳ, καὶ διαστροφὴ περὶ τοῦ ἁγίου πάσχα. καὶ ἐποίησαν οἱ δῆμοι τὴν ἀποκρεώσιμον μηνὶ Φεβρουαρίῳ δʹ. ὁ δὲ βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα. καὶ πάντες οἱ κρεωπῶλαι ἔσφαξαν καὶ προέθηκαν, καὶ οὐδεὶς ἠγόραζεν, οὔτε ἤσθιεν. τὸ δὲ πάσχα γέγονεν, ὡς ὁ
10βασιλεὺς ἐκέλευσεν, καὶ εὑρέθη ὁ λαὸς νηστεύων ἑβδομάδα περιττήν.
κʹ. κβʹ. θʹ. ιʹ. βʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει παρελήφθη ἡ Ῥώμη ὑπὸ τῶν Γότθων. καὶ ὁ πάπας Βιγίλιος παρεγένετο ἐν Κωνσταντινουπόλει, καὶ δεχθεὶς ὑπὸ τοῦ βασιλέως μετὰ μεγάλης τιμῆς ὑπισχνεῖτο ποιεῖν ἕνωσιν τῆς
15καθολικῆς ἐκκλησίας καὶ ἀναθεματίζειν τὰ τρία κεφάλαια, τοσοῦτον τιμηθεὶς ὑπὸ τοῦ βασιλέως, ὡς ἐπαρθέντα ἀκοινωνησίαν τεσσάρων μηνῶν δοῦναι Μηνᾷ, τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, εἰς ἐπι‐ τίμιον. καὶ Μηνᾶς δὲ αὐτῷ τὸ αὐτὸ ἐπιτίμιον δέδωκεν. ἀγανακτήσας δὲ ὁ βασιλεὺς κατὰ Βιγιλίου διὰ τὸ ἐπιτίμιον καὶ διὰ τὸ ὑπερτίθε‐
20σθαι πληρῶσαι τὰ δόξαντα περὶ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἀπ‐ έστειλε συλλαβεῖν αὐτόν. ὁ δὲ φοβηθεὶς τὴν ὀργὴν τοῦ βασιλέως τῷ θυσιαστηρίῳ Σεργίου τοῦ μάρτυρος μονῆς τῶν Ὁρμίσδου προσ‐ έφυγεν. κἀκεῖθεν ἑλκόμενος κατέσχε τοὺς βαστάζοντας τὸ θυσιαστή‐ ριον κίονας καὶ τούτους κατέστρεψεν, βαρὺς ὢν καὶ μέγας τῷ σώματι.
25ὁ δὲ βασιλεὺς μεταμεληθεὶς ἐδέξατο τὸν πάπαν Βιγίλιον. καὶ παρακληθεὶς Βιγίλιος ὑπὸ Θεοδώρας τῆς αὐγούστης ἐδέξατο Μηνᾶν, τὸν πατριάρχην Κωνσταντινουπόλεως, τῇ κθʹ τοῦ Ἰουνίου μηνὸς τῶν ἁγίων ἀποστόλων. Τῷ δ’ αὐτῷ ἔτει μηνὶ Μαίῳ ιαʹ, τῷ σαββάτῳ τῆς ἁγίας
30πεντηκοστῆς, τοῦ γενεθλίου ἀγομένου ἱππικοῦ, γέγονε μάχη τῶν δύο
μερῶν. καὶ ἀποστείλας ὁ βασιλεὺς τοὺς ἐκσκουβίτορας καὶ στρα‐225

226

τιώτας ξιφήρεις ἀνεῖλον πολλοὺς ἐξ αὐτῶν, καὶ ἐπνίγησαν φεύγοντες πολλοί. ἄλλοι δὲ καὶ ἐσφάγησαν, καὶ γέγονεν ὄλεθρος πολύς.
καʹ. κγʹ. ιʹ. ιαʹ. γʹ. ϛʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐγένοντο σεισμοὶ συνεχεῖς καὶ βροχαὶ μεγά‐
5λαι, ὁμοίως καὶ τῷ Φεβρουαρίῳ μηνὶ σεισμὸς μέγας, ὥστε πάντας ἀπογινώσκειν καὶ ἐν φόβῳ μεγάλῳ γίνεσθαι καὶ λιτανεύειν καὶ δέεσθαι τοῦ θεοῦ ῥυσθῆναι τῶν ἐπικειμένων ἀπειλῶν. Τῷ δ’ αὐτῷ ἔτει μηνὶ Ἰουνίῳ, ἰνδικτιῶνος ιαʹ, ἐκοιμήθη ἡ βασίλισσα Θεοδώρα εὐσεβῶς.
10
κβʹ. κδʹ. ιαʹ. ιβʹ. δʹ. ζʹ. δʹ. Τούτῳ τῷ ἔτει γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ φοβεραὶ πάνυ, ὥστε πολλοὺς καθεύδοντας ἐκ τῶν ἀστραπῶν βλαβῆναι. καὶ τῇ ἡμέρᾳ τοῦ ἁγίου Ἰωάννου γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ πάνυ φοβεραί, ὥστε τοῦ Ξηρολόφου κίονος ἀποπεταλωθῆναι μέρος καὶ ἡ
15κεφαλὴ ἡ γεγλυμμένη τοῦ αὐτοῦ κίονος. τῷ δὲ Ἰουλίῳ μηνὶ γέγονε συμβολὴ ἐξ ἀμφοτέρων τῶν μερῶν, καὶ ἐνεπυρίσθη ἡ οἰκία ἡ λεγο‐ μένη τῶν Πάρδου· καὶ ἐκαύθησαν πολλά, τοῦτ’ ἔστιν ἀπὸ τοῦ χαλκοῦ τετραπύλου ἕως τῆς λεγομένης τὰ Ἐλευσίας. καὶ ἐγένοντο φόνοι πολλοί. προκένσου δὲ γενομένου ἐν τῷ Ἑβδόμῳ ἀπώλεσαν
20οἱ βεστίτορες τὸ στέμμα τοῦ βασιλέως, ὅπερ μετὰ μῆνας ηʹ εὑρέθη. ὅπου καὶ ἓν μαργαριτάριν καὶ πᾶσα ἡ λοιπὴ αὐτοῦ λιθέα ἐσώθη καὶ εὑρέθη. [Start of a diagram]Κόσμου ἔτη ͵ϛμβʹ. Τῆς θείας σαρκώσεως ἔτη φμβʹ.
25Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. κγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. κεʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. εʹ.
30Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. εʹ.[End of a diagram]
33Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιγʹ ἀχθέντος ἱππικοῦ πρεσβευ‐226

227

τὴς Ἰνδῶν ἦλθεν ἐν Κωνσταντινουπόλει φέρων ἐλέφαντα· καὶ εἰσῆλθεν ἐν τῷ ἱπποδρομίῳ. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ κατεβιβάσθη τὸ ὄνομα Μηνᾶ, πατριάρχου Κωνσταντινουπόλεως, καὶ προεβιβάσθη τὸ ὄνομα Βιγιλίου προτασσομένου ἐν τοῖς διπτύχοις. τῷ δὲ Μαρτίῳ
5μηνὶ ἐξείλησεν ὁ ἐλέφας νυκτὸς ἀπὸ τοῦ σταύλου καὶ πολλοὺς ἐφόνευσε καὶ ἄλλους ἐκύλλωσεν. τῷ δὲ Ἀπριλλίῳ μηνὶ ιϛʹ ἐγένετο συμβολὴ τῶν δήμων πρὸς ἀλλήλους ἐν δειλινῇ, ἱππικοῦ ἀγομένου· καὶ πολλοὶ ἀπέθανον ἀμφοτέρων τῶν μερῶν· καὶ εἰς ἐργαστήρια εἰσῆλθον καὶ ἥρπαζον, εἴ τι εὕρισκον, ἐπάρχου ὄντος Ἰωάννου τοῦ
10ἐπιλεγομένου Κοκκοροβίου. τῷ δὲ Ἰουνίῳ μηνὶ κηʹ ἡμέρᾳ γʹ γέγονε τὰ ἐγκαίνια τῶν ἁγίων ἀποστόλων καὶ ἡ κατάθεσις τῶν ἁγίων λειψάνων Ἀνδρέου, Λουκᾶ καὶ Τιμοθέου, τῶν ἀποστόλων. καὶ διῆλθεν ὁ ἐπίσκοπος Μηνᾶς μετὰ τῶν ἁγίων λειψάνων καθήμενος ἐν ὀχήματι χρυσῷ βασιλικῷ διαλίθῳ κρατῶν τὰς τρεῖς θήκας τῶν
15ἁγίων ἀποστόλων εἰς τὰ γόνατα αὐτοῦ· καὶ οὕτως ἐποίησε τὰ ἐγκαίνια.
κδʹ. κϛʹ. ιγʹ. ιδʹ. ϛʹ. βʹ. ϛʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ, ἰνδικτιῶνος ιδʹ, ἐπέμφθη Ναρσῆς ὁ κουβικουλάριος εἰς Ῥώμην ὀφείλων πολεμῆσαι τοῖς Γότθοις τοῖς παραλαβοῦσι τὴν Ῥώμην, ἐπειδὴ μετὰ τὸ παραλαβεῖν αὐτὴν τὸν
20Βελισάριον πάλιν ἐπανέστησαν καὶ παρέλαβον αὐτὴν οἱ Γότθοι. τῷ δὲ Ἰουλίῳ μηνὶ θʹ ἐγένετο σεισμὸς μέγας καὶ φοβερὸς ἐν πάσῃ τῇ χώρᾳ Παλαιστίνης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ Συρίας καὶ Φοινίκης, καὶ ἔπαθε Τύρος καὶ Σιδὼν καὶ Βηρυτὸς καὶ Τρί‐ πολις καὶ Βύβλος· καὶ ἀπέθανον ἐν αὐταῖς ἀνθρώπων πλήθη πολλά.
25ἐν δὲ τῇ πόλει Βότρυος ἀπεσπάσθη ἀπὸ τοῦ παρακειμένου τῇ θα‐ λάσσῃ ὄρους, τοῦ λεγομένου Λιθοπροσώπου, μέρος πολὺ καὶ εἰσηνέχθη εἰς τὴν θάλασσαν καὶ ἀπετέλεσε λιμένα, ὡς δύνασθαι ὁρμᾷν ἐν
αὐτῇ πλοῖα πολλὰ παμμεγέθη. οὐκ εἶχε γὰρ ἡ αὐτὴ πόλις πρὸ227

228

τούτου λιμένα. ὁ δὲ βασιλεὺς ἀπέστειλε χρήματα πρὸς τὸ ἀνεγεῖραι τὰ πεπτωκότα τῶν αὐτῶν πόλεων. ἔφυγε δὲ ἡ θάλασσα εἰς τὸ πέλαγος ἐπὶ μίλιον ἕν, καὶ ἀπώλοντο πλοῖα πολλά. καὶ πάλιν τῇ τοῦ θεοῦ κελεύσει ἀπεκατέστη εἰς τὴν ἰδίαν κοίτην.
5
κεʹ. κζʹ. ιδʹ. ιεʹ. ζʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ιεʹ, γεγόνασι τὰ ἐγκαίνια τῆς ἁγίας Εἰρήνης πέραν ἐν Συκαῖς. καὶ ἐξῆλθον τὰ ἅγια λείψανα ἐκ τῆς μεγάλης ἐκκλησίας μετὰ καὶ τῶν δύο πατριαρχῶν, Μηνᾶ τοῦ Κωνσταντινουπόλεως καὶ Ἀπολιναρίου Ἀλεξανδρείας. καὶ
10ἐκάθισαν ἀμφότεροι ἐν τῷ βασιλικῷ ὀχήματι κατέχοντες ἐν τοῖς γόνασιν αὐτῶν τὰ ἅγια λείψανα· καὶ ἦλθον ἕως τοῦ Περάματος καὶ ἐπέρασαν, καὶ ὑπήντησεν αὐτοῖς ὁ βασιλεύς. καὶ ἠνέῳξαν τὴν αὐτὴν ἐκκλησίαν τῆς ἁγίας μάρτυρος Εἰρήνης. τῷ δ’ αὐτῷ ἔτει ἐκαθαρίσθη ὁ λιμὴν τοῦ Ἑβδόμου. καὶ τῷ αὐτῷ χρόνῳ τελευτᾷ
15Μηνᾶς, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, καὶ γέγονεν ἀντ’ αὐτοῦ Εὐτύχιος, ὁ ἀποκρισιάριος Ἀμασείας, μοναχὸς τῆς ἐν Ἀμασείᾳ μονῆς καὶ πρεσβύτερος τῇ αὐτῇ ἡμέρᾳ, τοῦ λειψάνου Μηνᾶ ἔτι κειμένου ἐν τῷ ἱερατείῳ. καὶ τῷ Αὐγούστῳ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης Ναρσῆ, τοῦ κουβικουλαρίου καὶ ἐξάρχου Ῥωμαίων. συμβαλὼν γὰρ
20πόλεμον μετὰ Τοτίλα, ῥηγὸς τῶν Γότθων, κατὰ κράτος ἐνίκησε καὶ ἔλαβε τὴν Ῥώμην καὶ ἔσφαξε τὸν Τότιλαν καὶ τὰ ἱμάτια αὐτοῦ ᾑμαγμένα σὺν τῷ διαλίθῳ καμηλαυκίῳ αὐτοῦ ἔπεμψεν ἐν Κωνσταν‐ τινουπόλει· καὶ ἐρρίφησαν εἰς τοὺς πόδας τοῦ βασιλέως ἐπὶ σεκρή‐ του. [δεῖ δὲ ταγῆναι καὶ τὸ τοῦ Ἀνθίμου ἔτος εἰς τὸν πατριάρχην
25Μηνᾶν, ἵνα συσταθῶσι τὰ ιϛʹ ἔτη.] Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ.
κϛʹ. κηʹ. ιεʹ. αʹ. ηʹ. δʹ. ηʹ.
Τούτῳ τῷ ἔτει γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος κατὰ Ὠριγένους τοῦ παράφρονος καὶ Διδύμου τοῦ ἀπὸ ὀμμάτων
30καὶ Εὐαργίου καὶ τῆς ἑλληνόφρονος αὐτῶν ληρῳδίας καὶ αὖθις κατὰ228

229

τῶν [ἀκεφάλων] κεφαλαίων. Βιγίλιος δὲ ὁ Ῥώμης τοῖς συνελθοῦσιν οὐ συνήδρευσεν· ἀπελύθη δὲ πολλῶν κινηθέντων ὑπὸ τοῦ βασιλέως καὶ ἐν τῷ Ἰλλυρικῷ ἐτελεύτησε τὴν ἐπὶ Ῥώμην ἀναλύων ὁδόν.
κζʹ. κθʹ. ιϛʹ. βʹ. θʹ. εʹ. θʹ.
5Τούτῳ τῷ ἔτει μηνὶ Αὐγούστῳ ιεʹ, ἰνδικτιῶνος βʹ, ὥρᾳ μεσο‐ νυκτίου, διαφαυούσης κυριακῆς, ἐγένετο σεισμὸς φοβερός, ὥστε παθεῖν οἴκους πολλοὺς καὶ λουτρὰ καὶ ἐκκλησίας καὶ μέρος τῶν τειχῶν Κωνσταντινουπόλεως, μάλιστα τὸ τῆς Χρυσῆς πόρτης· καὶ πολλοὶ ἀπέθανον. πέπτωκε δὲ καὶ Νικομηδείας μέρος πολύ. ἐπεκράτησε δὲ
10ὁ αὐτὸς σεισμὸς ἡμέρας μʹ. καὶ πρὸς ὀλίγον οἱ ἄνθρωποι κατενύ‐ γησαν λιτανεύοντες καὶ προσεδρεύοντες καὶ εἰς τὰς ἐκκλησίας μέ‐ νοντες, καὶ πάλιν φιλανθρωπίας θεοῦ γενομένης ἐπὶ τὸ χεῖρον γεγόνασιν. γίνεται δὲ ἡ μνήμη τοῦ σεισμοῦ τούτου κατ’ ἔτος ἐν τῷ Κάμπῳ, λιτανεύοντος τοῦ λαοῦ. οἱ δὲ Λαζοὶ ἀθετήσαντες Ῥω‐
15μαίους διὰ τὰς Ἰωάννου τοῦ ἄρχοντος αὐτῶν φιλαργυρίας καὶ ἀδικίας καὶ πρὸς Πέρσας αὐτομολήσαντες πάλιν τῷ χρόνῳ τούτῳ τοῖς Ῥωμαίοις προσερρύησαν, καὶ τὴν Πέτραν τὸ φρούριον παρέλαβον οἱ Ῥωμαῖοι καὶ τοὺς Πέρσας ἀπήλασαν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛμζʹ.
20Τῆς θείας σαρκώσεως ἔτη φμζʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. κηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ιζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. γʹ.
25Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιʹ.[End of a diagram]
29Τούτῳ τῷ ἔτει μηνὶ Ἰουλίῳ ιαʹ, ἰνδικτιῶνος γʹ, ἐν τῇ συνάξει
30τῆς ἁγίας Εὐφημίας τοῦ Ὅρου, γέγονε σεισμὸς μέγας· καὶ τῷ αὐτῷ229

230

μηνὶ ιθʹ ἐγένοντο βρονταὶ καὶ ἀστραπαὶ φοβεραὶ καὶ ἄνεμος Λὶψ φοβερός, ὥστε πεσεῖν τὸν σταυρὸν τὸν ἔσωθεν ἱστάμενον τῆς πόρ‐ της τοῦ Ῥησίου.
κθʹ. λαʹ. ιηʹ. δʹ. ιαʹ. ζʹ. ιαʹ.
5Τούτῳ τῷ ἔτει μηνὶ Ἰουλίῳ, ἰνδικτιῶνος δʹ, ἐστασίασαν Ἰου‐ δαῖοι καὶ Σαμαρεῖται ἐν Καισαρείᾳ τῆς Παλαιστίνης καὶ ποιήσαντες πρὸς ἀλλήλους ἐν τάξει πρασινοβενέτων ἐπῆλθον τοῖς Χριστιανοῖς τῆς αὐτῆς πόλεως καὶ πολλοὺς ἀνεῖλον καὶ ἐκκλησίας κατέκαυσαν, Στέφανον δέ, τὸν ἔπαρχον τῆς αὐτῆς πόλεως, ἐν τῷ πραιτωρίῳ
10ἀνεῖλον καὶ τὴν ὑπόστασιν αὐτοῦ καθήρπαξαν. ἡ δὲ γυνὴ αὐτοῦ ἀνελθοῦσα ἐν τῇ πόλει προσῆλθε τῷ βασιλεῖ· καὶ ἐκέλευσεν Ἀμαντίῳ τῷ στρατηλάτῃ κατελθεῖν ἐν Παλαιστίνῃ καὶ τὸν φόνον τοῦ Στε‐ φάνου ἐκζητῆσαι· ὅστις εὑρὼν τοὺς μὲν ἐφούρκισεν, τοὺς δὲ ἀπεκε‐ φάλισεν, τοὺς δὲ ἠκρωτηρίασε καὶ ἐδήμευσεν. καὶ ἐγένετο φόβος
15μέγας ἐν πᾶσι τοῖς ἀνατολικοῖς μέρεσιν. τῷ δὲ Δεκεμβρίῳ μηνὶ ἐγένετο θνῆσις ἀνθρώπων ἐν διαφόροις πόλεσιν, μάλιστα δὲ τῶν παίδων. ὁμοίως καὶ τῷ Μαΐῳ μηνὶ ἐγένετο σπάνις ἄρτου ἐν Βυ‐ ζαντίῳ. καὶ ἐστενώθησαν καὶ ἔκραζον τῷ βασιλεῖ· “δέσποτα, εὐθη‐ νίαν τῇ πόλει.” καὶ ἀνέσκαψαν τὸν ἔπαρχον ἐν γενεθλιακῷ θεωρίῳ,
20ὄντων ἐν τῷ ἱππικῷ καὶ πρεσβευτῶν τῶν Περσῶν. καὶ ἀγανακτήσας ὁ βασιλεὺς κελεύει Μουσωνίῳ τῷ ἐπάρχῳ κρατῆσαι τοὺς τοῦτο ποιήσαντας, καὶ ἐκολάσθησαν. ἐλύπησαν γὰρ τὸν βασιλέα, ὅτι ἐπὶ τοῦ πρεσβευτοῦ τῶν Περσῶν κατέκραζον αὐτοῦ οἱ δῆμοι. οἴνου μὲν γὰρ καὶ λάρδου καὶ παντοίου εἴδους εὐθηνία ἦν, σίτου δὲ καὶ
25κριθῆς λεῖψις τῷ δὲ Ἰουλίῳ μηνὶ ιγʹ, ἡμέρᾳ εʹ, ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ φοβεραί, ὥστε πολλοὺς βλαβῆναι, καὶ βροχὴ πολλή, ὥστε ἀπὸ πολλῆς ἀβροχίας οὖσαν κορεσθῆναι τὴν γῆν. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ.
λʹ. λβʹ. αʹ. εʹ. ιβʹ. ηʹ. ιβʹ.
30Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ ϛʹ εἰς τὴν μνήμην τῆς κόνεως ἐτελεύτησε Τιμόθεος, ὁ ἔξαρχος τῶν μοναστηρίων καὶ ἡγούμενος τῆς Δαλμάτου μονῆς· καὶ ἐγένετο ἀντ’ αὐτοῦ Ἄνθιμος, ἔγκλειστος τοῦ
αὐτοῦ μοναστηρίου. καὶ ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης230

231

ἀπὸ ἄρκτου ἕως δυσμῶν. καὶ τῷ Ἀπριλλίῳ μηνὶ ιϛʹ, ἡμέρᾳ βʹ, ἐγένετο σεισμὸς φοβερὸς καὶ ἀβλαβής. [Start of a diagram]Κόσμου ἔτη ͵ϛνʹ. Τῆς θείας σαρκώσεως ἔτη φνʹ.
5Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λαʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λγʹ. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιγʹ.
10Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιγʹ.[End of a diagram]
13Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιθʹ, ἡμέρᾳ ϛʹ, ἰνδικτιῶνος ϛʹ, γέγονε σεισμὸς μέγας διαφαύοντος σαββάτου. καὶ τῷ Δεκεμβρίῳ
15μηνὶ ιδʹ γέγονεν ἕτερος σεισμὸς φοβερὸς πάνυ, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως, τό τε Κωνσταντινιακὸν καὶ τὸ ὑπὸ Θεοδοσίου κτισθέν. κατέπεσον δὲ ἐν ἐξαιρέτῳ ἐκκλησίαι καὶ τὰ ἐπέκεινα τοῦ Ἑβδόμου καὶ ὁ ἅγιος Σαμουὴλ καὶ ἡ ἁγία θεοτόκος τῶν Πεταλᾶ καὶ τοῦ ἁγίου Βικεντίου καὶ πολλὰ θυσιαστήρια ἐκκλη‐
20σιῶν καὶ κιβώρια, ἀπὸ τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥησίου· καὶ οὐκ ἦν τόπος ἡ προάστειον, ὃ οὐκ ἔπεσεν ἀπὸ τῆς φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ. τὸ δὲ Ῥήγιον οὕτως ἔπεσεν ἕως ἐδάφους, ὥστε μὴ γνωρίζεσθαι αὐτό. ἔπεσε δὲ καὶ ἡ ἐκκλησία τοῦ ἁγίου Στρατονίκου καὶ Καλλινίκου ἕως ἐδάφους, αἱ οὖσαι ἐν τῷ Ῥηγίῳ. καὶ ὁ κίων
25δὲ ὁ πορφυροῦς, ὁ ἑστὼς ἔμπροσθεν τοῦ παλατίου Ἰουκουνδιανῶν μετὰ τῆς ἐπικειμένης αὐτῷ στήλης ἔπεσε καὶ ἐπάγη εἰς τὴν γῆν πόδας ὀκτώ. ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου τοῦ βασιλέως ἡ εἰς τὴν ἀψίδα τοῦ Ταύρου, ἡ εἰς τὸ ἀριστερὸν μέρος ἑστῶσα. καὶ πολλοὶ ἔπαθον ἐν τοῖς συμπτώμασιν, ἕτεροι δὲ καὶ μεθ’ ἡμέρας ἐκ τῶν
30καταληφθέντων ὑπὸ τῶν συμπτωμάτων διεσώθησαν μετὰ δύο καὶ τρεῖς ἡμέρας. ἠκούσθη δὲ ὅτι καὶ ἐν ἑτέραις πόλεσι τὸ αὐτὸ γέγονεν. τοιοῦτον γὰρ μέγαν καὶ φοβερὸν σεισμὸν οὐ μέμνηται ἄνθρωπος ἐπὶ τῆς γῆς ἐν τῇ γενεᾷ ἐκείνῃ. ἔμεινε δὲ σειομένη ἡ γῆ νυκτὸς
καὶ ἡμέρας μετὰ φιλανθρωπίας ἡμέρας δέκα, καὶ πρὸς ὀλίγον οἱ231

232

ἄνθρωποι κατενύγησαν λιτανεύοντες, φιλανθρωπίας δὲ γενομένης παρὰ θεοῦ ἐπὶ τὸ χεῖρον πάλιν γεγόνασιν. ὁ δὲ βασιλεὺς οὐκ ἐφό‐ ρεσε τὸ στέμμα ἐπὶ ἡμέρας μʹ, ἀλλὰ καὶ τῇ ἁγίᾳ Χριστοῦ γεννήσει χωρὶς αὐτοῦ προῆλθεν ἐν τῇ ἐκκλησίᾳ· ὥστε καὶ τὰ ἐξ ἔθους γινό‐
5μενα ἄριστα εἰς τὰ ιθʹ ἀκούβιτα ἔπαυσε καὶ τὴν τούτων ἔξοδον τοῖς πτωχοῖς δέδωκεν. τῷ δ’ αὐτῷ χρόνῳ εἰσῆλθεν ἔθνος ἐν Βυζαντίῳ παράδοξον τῶν λεγομένων Ἀβάρων, καὶ πᾶσα ἡ πόλις συνέτρεχεν εἰς τὴν θέαν αὐτῶν, ὡς μηδέποτε ἑωρακότες τοιοῦτον ἔθνος. εἶχον γὰρ τὰς κόμας ὄπισθεν μακρὰς πάνυ, δεδεμένας πρανδίοις καὶ
10πεπλεγμένας, ἡ δὲ λοιπὴ φορεσία αὐτῶν ὁμοία τῶν λοιπῶν Οὔννων. οὗτοι φυγόντες ἐκ τῆς ἰδίας χώρας ἦλθον εἰς τὰ μέρη Σκυθίας καὶ Μυσίας καὶ ἔπεμψαν πρὸς Ἰουστινιανὸν πρέσβεις αἰτοῦντες δεχθῆναι αὐτούς. τῷ δὲ Φεβρουαρίῳ μηνὶ γέγονε θνῆσις ἀνθρώπων ἀπὸ βουβῶνος, μάλιστα δὲ τοῖς νέοις, ὥστε μὴ ἐπαρκεῖν τοὺς ζῶντας
15θάπτειν τοὺς τεθνεῶτας· ἐπεκράτησε δὲ ἡ θνῆσις ἀπὸ μηνὸς Φε‐ βρουαρίου ἕως μηνὸς Ἰουλίου. [Start of a diagram]Κόσμου ἔτη ͵ϛναʹ. Τῆς θείας σαρκώσεως ἔτη φναʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λβʹ.
20Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λδʹ. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιʹ.
25Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιδʹ.[End of a diagram]
27Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ζʹ, ἡμέρᾳ γʹ, ὥρᾳ εʹ, φιλοκαλουμένου τοῦ τρούλλου τῆς μεγάλης ἐκκλησίας, (ἦν γὰρ διερρηγμένος ἐκ τῶν γενομένων σεισμῶν) ἐργαζομένων τῶν Ἰσαύρων, ἔπεσε τὸ ἀνατολικὸν
30μέρος τῆς προϋποστολῆς τοῦ ἁγίου θυσιαστηρίου καὶ συνέτριψε τὸ κιβώριον καὶ τὴν ἁγίαν τράπεζαν καὶ τὸν ἄμβωνα. καὶ κατ‐ εγινώσκοντο οἱ μηχανικοί, ὡς ὅτι περ ἀποκάτωθεν οὐκ ἐποίησαν τὴν κρέμασιν φυγόντες τὴν ἔξοδον, ἀλλ’ ἐτρύπησαν τοὺς πινσοὺς
τοὺς βαστάζοντας τὸν τροῦλλον, καὶ διὰ τοῦτο οὐκ ἐβάσταξαν. λοι‐232

233

πὸν συνιδὼν ὁ εὐσεβέστατος βασιλεὺς ἤγειρεν ἄλλους πινσοὺς καὶ ἐδέξατο τὸν τροῦλλον, καὶ οὕτως ἐκτίσθη, ὑψωθεὶς πλέον εἴκοσι πόδας εἰς ἀνάστασιν ἐπάνω τοῦ πρώτου κτίσματος. Τῷ δ’ αὐτῷ ἔτει ἐπανέστησαν οἱ Οὖννοι καὶ οἱ Σκλάβοι τῇ
5Θρᾴκῃ πλήθη πολλὰ καὶ ἐπολέμησαν αὐτὴν καὶ πολλοὺς ἐφόνευσαν καὶ ᾐχμαλώτευσαν. ἐπίασαν δὲ καὶ Σέργιον τὸν στρατηλάτην, τὸν υἱὸν Βάκχου τοῦ πρεσβυτέρου, καὶ τὸν Ἐδερμᾶν, τὸν στρατηγὸν Καλοποδίου, τοῦ ἐνδοξοτάτου κουβικουλαρίου καὶ πραιποσίτου. εὑ‐ ρόντες δὲ τοῦ τείχους τοῦ Ἀναστασιακοῦ τόπους τινὰς πεπτωκότας
10ἐκ τῶν σεισμῶν, εἰσελθόντες ᾐχμαλώτευσαν ἕως Δρυπίας καὶ Νυμφῶν καὶ Χίτου κώμης· καὶ πάντες ἔφυγον ἐν τῇ πόλει μετὰ τῶν ὑπαρχόντων αὐτῶν. τοῦτο δὲ γνοὺς ὁ βασιλεὺς ἐδημότευσε πολλοὺς καὶ ἔπεμψεν εἰς τὸ μακρὸν τεῖχος· καὶ συγκρούσαντες πόλε‐ μον ἐκεῖ πολλοὶ ἀπέθανον τῶν Ῥωμαίων καὶ σχολαρίων. λοιπὸν
15ἐκέλευσεν ὁ βασιλεὺς καὶ κατηνέχθησαν τὰ ἀργυρᾶ κιβώρια καὶ αἱ ἅγιαι τράπεζαι αἱ ἀργυραῖ αἱ ἔξω τῆς πόλεως, καὶ παρεφύλαττον τὰς πόρτας πάσας τοῦ τείχους τοῦ Θεοδοσιακοῦ αἱ σχολαὶ καὶ οἱ προτίκτορες καὶ οἱ ἀριθμοὶ καὶ πᾶσα ἡ σύγκλητος. ἰδὼν δὲ ὁ βασι‐ λεὺς ὅτι ἐπιμένουσιν οἱ βάρβαροι, ἐκέλευσε Βελισάριον τὸν πατρί‐
20κιον ἐξελθεῖν κατ’ αὐτῶν μετὰ ἑτέρων τῆς συγκλήτου. ὁ δὲ Βελι‐ σάριος ἔλαβε πᾶσαν τὴν ἵππον, τήν τε βασιλικὴν καὶ τοῦ ἱππικοῦ καὶ τῶν εὐαγῶν οἴκων καὶ παντὸς ἀνθρώπου, ὅπου ἦν ἵππος· καὶ ὁπλίσας λαὸν ἐξῆλθεν εἰς Χίτου κώμην· καὶ ἐποίησε φωσάτον καὶ ἤρξατο πιάζειν ἐξ αὐτῶν τινὰς καὶ φονεύειν. καὶ ἐκέλευσε κοπῆναι
25δένδρα καὶ σύρεσθαι ὄπισθεν τοῦ ἐξερκέτου αὐτῶν, καὶ ἐγένετο ἐκ τοῦ ἀνέμου κονιορτὸς μέγας, καὶ ἐπῆγεν ἐπάνω τῶν βαρβάρων. οἱ δὲ νομίσαντες, ὅτι πλῆθος πολύ εἰσιν, ἔφυγον καὶ ἦλθον εἰς τὰ μέρη τοῦ ἁγίου Στρατονίκου εἰς τὸ Δέκατον. μαθόντες δὲ ἐκ τῶν
κατασκόπων, ὅτι παραφυλακὴ πολλή ἐστιν εἰς τὰ τείχη Κωνσταντι‐233

234

νουπόλεως, ἦλθον εἰς τὰ μέρη Τζουρουλοῦ καὶ Ἀρκαδιουπόλεως καὶ τοῦ ἁγίου Ἀλεξάνδρου Ζουπαρῶν καὶ ἔμειναν ἐκεῖ παρακαθήμενοι ἕως τὸ ἅγιον πάσχα. μετὰ δὲ τὴν ἑορτὴν τοῦ πάσχα ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες τῆς πόλεως σὺν αὐτῷ ἐν Σηλυμβρίᾳ ἐπὶ τὸ
5κτίσαι τὸ τεῖχος τὸ μακρόν, ὅθεν οἱ βάρβαροι εἰσῆλθον. καὶ ἔμει‐ νεν ὁ βασιλεὺς ἐκεῖ ἕως τοῦ Αὐγούστου μηνός· ὁμοίως καὶ οἱ βάρ‐ βαροι ἔξω τῆς πόλεως περιεπόλευον ἕως τοῦ Αὐγούστου. λοιπὸν ἐκέλευσεν ὁ βασιλεὺς γενέσθαι πλοῖα διάπρυμνα, ὥστε ἀπελθεῖν εἰς τὸν Δανοῦβιν καὶ ἀπαντῆσαι τοῖς βαρβάροις περνοῦσι καὶ πολεμῆσαι
10αὐτούς. τοῦτο γνόντες οἱ βάρβαροι παρεκάλεσαν διὰ πρεσβευτοῦ ἀκινδύνως ἐᾶσαι αὐτοὺς περᾶσαι τὸν Δανοῦβιν. καὶ ἔπεμψεν Ἰου‐ στῖνον, τὸν ἀνεψιὸν αὐτοῦ καὶ κουροπαλάτην, καὶ διέσωσεν αὐτούς. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ.
λγʹ. λεʹ. δʹ. ηʹ. ιεʹ. ιαʹ. αʹ.
15Τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν ὁ βασιλεὺς τὴν γέφυραν τοῦ Σαγάρεως ποταμοῦ. καὶ ἀποστρέψας τὸν αὐτὸν ποταμὸν ἐν ἄλλῃ κοίτῃ εἴλησε καμάρας φοβερὰς πέντε καὶ ἐποίησεν αὐτὸν διοδεύεσθαι, ξυλίνης πρότερον οὔσης τῆς γεφύρας.
λδʹ. λϛʹ. εʹ. θʹ. ιϛʹ. ιβʹ. βʹ.
20Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ θʹ, ἡμέρᾳ εʹ, ἰνδικτιῶνος θʹ, ἐφημίσθη ἐν Κωνσταντινουπόλει, ὅτι ἐτελεύτησεν ὁ βασιλεύς· ἦν γὰρ ἐλθὼν ἀπὸ τῆς Θρᾴκης καὶ οὐδένα ἐθεώρει. καὶ λοιπὸν οἱ δῆμοι ἥρπασαν τοὺς ἄρτους αἰφνίδιον ἐκ τῶν ἀρτοπωλίων καὶ μαγκι‐ πίων, καὶ περὶ ὥραν τρίτην οὐχ εὑρίσκετο ἄρτος ἐν πάσῃ τῇ πόλει·
25καὶ βροχὴ μεγάλη τῇ αὐτῇ ἡμέρᾳ. ἐκλείσθησαν δὲ καὶ τὰ ἐργαστή‐ ρια, καὶ ἐθρυλήθη τὸ παλάτιον, ὅτι οὐδεὶς ἐκ τῆς συγκλήτου ἐθεώρει τὸν βασιλέα διὰ τὸ κεφαλαλγεῖσθαι αὐτόν. ἐκ τούτου ἐπίστευον, ὅτι ἀπέθανεν. περὶ ὥραν δὲ ἐννάτην συμβούλιον ἐποίησεν ἡ σύγκλη‐ τος, καὶ ἀπέστειλαν τὸν ἔπαρχον καὶ ἐποίησαν φῶτα ἅψαι εἰς πᾶσαν
30τὴν πόλιν, ὅτι ὑγίανεν ὁ βασιλεύς. καὶ τούτῳ τῷ τρόπῳ κατέστη234

235

ἡ πόλις ἐκ τῆς ταραχῆς. μετὰ δὲ τὸ ὑγιᾶναι τὸν βασιλέα Εὐγένιος ὁ ἀπὸ ἐπάρχων διέβαλε Γεώργιον, τὸν κουράτορα τῶν Μαρίνης, καὶ Αἰθέριον, τὸν κουράτορα τῶν Ἀντιόχου, ὡς θελήσαντας ποιῆσαι βασιλέα Θεόδωρον, τὸν υἱὸν Πέτρου τοῦ μαγίστρου, οἷς συνεφώ‐
5νησε καὶ Γερόντιος, ὁ ἔπαρχος τῆς πόλεως. ζητηθείσης δὲ τῆς ὑποθέσεως καὶ μὴ ἀποδειχθείσης, ἠγανακτήθη Εὐγένιος, καὶ ἐδη‐ μεύθη ὁ οἶκος αὐτοῦ. προσφυγὼν δὲ ἐκεῖνος τῇ ἐκκλησίᾳ ἐσώθη. τῷ δὲ Δεκεμβρίῳ μηνὶ γέγονεν ἐμπυρισμὸς μέγας ἐν τῷ λιμένι Ἰουλιανοῦ, καὶ πολλοὶ οἶκοι ἐκάησαν καὶ ἐκκλησίαι ἀπὸ ἀρχῆς τοῦ
10λιμένος ἕως τῶν Πρόβου. γέγονε δὲ καὶ θανατικὸν μέγα ἐν Κιλικίᾳ καὶ Ἀναζαρβῷ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ σεισμοί. καὶ συν‐ έβαλον κατ’ ἀλλήλων οἱ ὀρθόδοξοι καὶ οἱ Σευηριανοί, καὶ πολλοὶ φόνοι γεγόνασιν. καὶ ἀποστείλας ὁ βασιλεὺς Ζήμαρχον, τὸν κόμητα τῆς ἀνατολῆς, ἐκώλυσε τοὺς ἀτάκτους καὶ πολλοὺς ἐξώρισε καὶ ἐδή‐
15μευσε καὶ ἠκρωτηρίασεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛνδʹ. Τῆς θείας σαρκώσεως ἔτη φνδʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λεʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λζʹ.
20Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. γʹ.[End of a diagram]
26Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιβʹ, ἡμέρᾳ δʹ, ἰνδικτιῶνος ιʹ, ἑσπέρας βαθείας, γέγονεν ἐμπυρισμὸς μέγας ἐν τοῖς Καισαρίου ἕως τῆς λεγομένης Ὀμφακερᾶς· καὶ ἐκάησαν ὅλα τὰ ἐργαστήρια καὶ οἱ πυλεῶνες ἕως τοῦ Βοός. τῷ δὲ Νοεμβρίῳ μηνὶ ἱππικοῦ ἀγομένου,
30πρὸ τοῦ ἀνελθεῖν τὸν βασιλέα γέγονε δημοτικὴ ταραχή, καὶ ἐπ‐ ῆλθον οἱ Πράσινοι τοῖς Βενέτοις· καὶ γνοὺς ὁ βασιλεὺς ἀνῆλθεν ἐν τῷ καθίσματι, καὶ θεασάμενος τὴν μάχην ἐκέλευσε Μαρίνῳ, τῷ
κόμητι τῶν ἐκσκουβιτόρων, σὺν τῷ κουράτορι τῶν Καισαρίου κατ‐235

236

ελθεῖν καὶ χωρίσαι τὰ μέρη. οἱ δὲ ἀπελθόντες οὐκ ἠδυνήθησαν χωρίσαι αὐτούς. καὶ πολλοὶ μὲν ἀπέθανον ἐξ ἀμφοτέρων τῶν μερῶν, πολλοὶ δὲ καὶ ἐπληγώθησαν. εἰσελθόντες δὲ οἱ Βένετοι εἰς τὰ βάθρα τῶν Πρασίνων ἔκραζον· “ἅψον ὧδε, ἅψον ἐκεῖ· ὧδε Πράσινος οὐ
5φαίνεται.” καὶ πάλιν οἱ Πράσινοι ἔκραζον· “αἴ, αἴ, ὅλοι, ὅλοι.” εἰς τὴν Μέσην ἦλθον, εἰς τὰς γειτονίας τῶν Βενέτων, καὶ ἐλίθαζον οὓς εὕρισκον καὶ ἔκραζον· “ἅψον, ἅψον· ὧδε Βένετος οὐ φαίνεται.” καὶ εἰσήρχοντο εἰς τὰς γειτονίας διαφαυούσης κυριακῆς καὶ ἥρπαζον τὰς ὑποστάσεις. καὶ ἐκέλευσεν ὁ βασιλεὺς συσχεθῆναι τοὺς Πρασί‐
10νους, καὶ πολλαῖς βασάνοις ἐκολάσθησαν. οἱ δὲ Βένετοι προσέφυγον τῇ ἐκκλησίᾳ τῆς θεοτόκου τῶν Βλαχερνῶν. οἱ δὲ ἐξειλήσαντες Πράσινοι προσέφυγον εἰς τὴν ἁγίαν Εὐφημίαν ἐν Χαλκηδόνι· οὓς ἐκβαλὼν ὁ ἔπαρχος ἐτιμωρήσατο. ἤρξαντο δὲ αἱ γυναῖκες αὐτῶν καὶ αἱ μητέρες κράζειν εἰς τὰς ἐκκλησίας τῷ βασιλεῖ, ἵνα παράσχῃ
15τοῖς Πρασίνοις ἰνδουλγεντίας· καὶ ἐδιώχθησαν μετὰ βάκλων, καὶ οὐ διηλλάγη αὐτοῖς ὁ βασιλεὺς ἕως τῆς Χριστοῦ γεννήσεως. τῷ δὲ Φεβρουαρίῳ μηνὶ ἐκέλευσεν ὁ βασιλεὺς τῶν ἑπτὰ σχολαρίων τοὺς καθεζομένους ἐν τῇ Νικομηδείᾳ καὶ Κίῳ καὶ Προύσῃ καὶ Κυζίκῳ καὶ Κοτυαείῳ καὶ Δορυλαίῳ ἀπελθεῖν καὶ καθίσαι ἐν τῇ Θρᾴκῃ, ἔν
20τε Ἡρακλείᾳ καὶ ταῖς πέριξ αὐτῆς πόλεσιν. τῷ δὲ Μαρτίῳ μηνὶ ἐπανέστησαν αἱ σχολαὶ τῷ κόμητι αὐτῶν διά τινας συνηθείας, ἃς ἐλάμβανον· καὶ ἀπέκοψαν αὐτάς. καὶ ἐπῆλθον αὐτῷ. εὑρέθη δὲ ἐκεῖ Θεόδωρος, ὁ υἱὸς Πέτρου τοῦ μαγίστρου, ὁ Κονδοχέρης, καὶ ἀπειλη‐ τικοῖς λόγοις χρησάμενος ἠδυνήθη αὐτοὺς καταπραΰναι. τῷ δ’ αὐτῷ
25ἔτει παρελήφθη * Ὁβαισίπολις ὑπὸ τῶν Οὔννων· καὶ ἔπεμψεν ὁ βασιλεὺς Μάρκελλον τὸν στρατηλάτην καὶ ἴδιον αὐτοῦ ἀνεψιὸν μετὰ πλήθους στρατοῦ, τοῦ ἀναρρύσασθαι τὴν πόλιν καὶ τὴν * Περσίδα.
τῷ δὲ Ἀπριλλίῳ μηνὶ παρελήφθη καὶ ἡ Ἀναστασιούπολις τῆς Θρᾴκης236

237

ὑπὸ τῶν αὐτῶν Οὔννων. καὶ τῷ Μαίῳ μηνὶ γʹ κατηγορήθη Ζή‐ μαρχος, ὁ κουράτωρ τῶν Πλακιδίας, ὡς κατὰ τοῦ βασιλέως πολλὰ λαλήσας καὶ δεινά, ὑπὸ Γεωργίου, κουράτορος τῶν Μαρίνης, καὶ Ἰωάννου ἀπὸ ὑπάτων, συγγενῶν Θεοδώρας τῆς βασιλίσσης.
5
λϛʹ. ληʹ. βʹ. ιαʹ. ιηʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ γέγονε στάσις δημοτικὴ ἐν τοῖς Πιττακίοις, καὶ πολλοὺς ὁ βασιλεὺς ἐτιμωρήσατο. τῷ δὲ Νοεμβρίῳ μηνὶ ἀβροχία πολλὴ ἐγένετο καὶ λεῖψις ὑδάτων, ὥστε γε‐ νέσθαι μάχας πολλὰς ἐν τοῖς ὑδρείοις. ἐφύσησε δὲ καὶ βορρᾶς
10ἄνεμος 〈ἀπὸ〉 Αὐγούστου μηνός, καὶ οὐδαμοῦ νότος, καὶ οὐκ ἤρχοντο τὰ πλοῖα ἐν τῇ πόλει, ὥστε καὶ λιτὰς ἐκβαλεῖν Εὐτύχιον τὸν πα‐ τριάρχην εἰς Ἱερουσαλήμ, τοῦτ’ ἔστιν εἰς τὸν ἅγιον Διομήδην. τῷ δ’ αὐτῷ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης Ναρσοῦ τοῦ πατρικίου δηλοῦντα παραλαβεῖν αὐτὸν πόλεις ὀχυρὰς τῶν Γότθων δύο, Βη‐
15ρωΐαν καὶ Βρίγκας. τῇ δὲ κεʹ τοῦ αὐτοῦ μηνὸς ἡμέρᾳ σαββάτῳ ἑσπέρας ἐπιβουλὴν ἐμελέτησάν τινες τοῦ φονεῦσαι τὸν βασιλέα, ὡς κάθηται ἐν τῷ παλατίῳ. ἦσαν δὲ Ἀβλάβιος ἀπὸ μελιστῶν καὶ Μάρκελλος ἀργυροπράτης καὶ Σέργιος, ὁ ἀνεψιὸς τοῦ κουράτορος Αἰθερίου. ἡ δὲ μελέτη αὐτῶν ἦν αὕτη· ὡς κάθηται ἐν τῷ τρικλίνῳ
20ἑσπέρας πρὸ τοῦ μισεῦσαι, εἰσπηδήσαντες σφάξωσιν αὐτόν, ἔχοντες ἰδίους ἀνθρώπους συνεργοῦντας αὐτοῖς Ἰνδοὺς κρυπτομένους εἰς τὸ Σελεντιαρίκιν καὶ εἰς τὸν Ἀρχάγγελον καὶ εἰς τὸ Ἅρμα, ἵνα γενο‐ μένης τῆς ἐπιβουλῆς ταραχὴν ποιήσωσιν. ὁ δ’ αὐτὸς Ἀβλάβιος καὶ χρυσίον ἔλαβε παρὰ Μαρκέλλου τοῦ ἀργυροπράτου λίτρας νʹ εἰς τὸ
25συνεργῆσαι αὐτῷ. καὶ τοῦ θεοῦ εὐδοκήσαντος ἐθάρρησεν ὁ Ἀβλάβιος Εὐσεβίῳ, τῷ ἀπὸ ὑπάτων ὄντι κόμητι φοιδεράτων, καὶ Ἰωάννῃ τῷ λογοθέτῃ, τῷ κατὰ Δομεντζίολον, λέγων, ὅτι “ἐν τῇ ἑσπέρᾳ ταύτῃ
βουλόμεθα ἐπελθεῖν τῷ βασιλεῖ.” ὁ δὲ μηνύσας τῷ βασιλεῖ ἐκρά‐237

238

τησεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς φοροῦντας κρυπτὰ ξίφη. καὶ ὁ μὲν ἀργυροπράτης Μάρκελλος ἀστοχήσας τοῦ προσδοκωμένου, σύρας ὃ ἐφόρει ξίφος δέδωκεν ἑαυτῷ τρεῖς πληγὰς ἐν τῷ τρικλίνῳ συσχε‐ θεὶς καὶ τελευτᾷ. Σέργιός τε, ὁ Αἰθερίου ἀνεψιός, διαδρὰς προσ‐
5έφυγεν ἐν Βλαχέρναις, ὃν ἐξαγαγόντες τῆς ἐκκλησίας καὶ ἐξετάσαντες ἔπεισαν ὁμολογῆσαι, ὡς καὶ Ἰσάκιος ὁ ἀργυροπράτης καὶ Βελισάριος ὁ ἐνδοξότατος πατρίκιος καὶ αὐτὸς συνῄδει τῇ τοιαύτῃ ἐπιβουλῇ, καὶ Βῖτος ὁ ἀργυροπράτης καὶ Παῦλος, ὁ κουράτωρ τοῦ αὐτοῦ Βελι‐ σαρίου, ἐγίνωσκον τὴν σκέψιν. καὶ συσχεθέντων ἀμφοτέρων καὶ
10ἐκδοθέντων Προκοπίῳ τῷ ἐπάρχῳ, κατέθεντο καὶ κατεῖπον Βελισα‐ ρίου τοῦ πατρικίου. αὐτίκα οὖν ὁ βασιλεὺς γέγονεν ὑπὸ ἀγανά‐ κτησιν Βελισαρίου· πολλοὶ δὲ καὶ φυγῇ ἐχρήσαντο. καὶ τῇ εʹ τοῦ Δεκεμβρίου μηνὸς ἐποίησεν ὁ βασιλεὺς σελέντιον ἐνέγκας καὶ τὸν ἁγιώτατον πατριάρχην Εὐτύχιον, κελεύσας ἀναγνωσθῆναι τὰς αὐτῶν
15καταθέσεις· καὶ ἀκούσας Βελισάριος μεγάλως ἐβαρήθη καὶ γέγονεν ὑπὸ ἀγανάκτησιν τοῦ βασιλέως. καὶ πέμψας ὁ βασιλεὺς ἔλαβε πάντας τοὺς ἀνθρώπους αὐτοῦ καὶ αὐτὸν ἐκάθισεν ἐν τῷ οἴκῳ αὐτοῦ παρα‐ φυλαττόμενον. τῷ δὲ Δεκεμβρίῳ μηνὶ κδʹ γέγονε τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας τὸ δεύτερον· ἡ δὲ παννυχὶς τῶν αὐτῶν ἐγκαινίων
20γέγονεν εἰς τὸν ἅγιον Πλάτωνα, καὶ ἐξῆλθεν ἐκεῖθεν ὁ πατριάρχης Κωνσταντινουπόλεως Εὐτύχιος μετὰ τῆς λιτῆς, συμπαρόντος καὶ τοῦ βασιλέως, καθεζόμενος ἐν τῷ ὀχήματι καὶ φορῶν τὸ ἀποστολικὸν σχῆμα καὶ κρατῶν τὸ ἅγιον εὐαγγέλιον, πάντων ψαλλόντων τό· “Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν.” τῷ δ’ αὐτῷ μηνὶ παρελήφθη
25μέρη τινὰ τῆς Ἀφρικῆς ὑπὸ τῶν Μαυριτάνων, ἐπαναστάντων αὐτῶν τῇ Ἀφρικῇ τρόπῳ τοιούτῳ. Κουτζίνας τις ὀνόματι ἐκ τοῦ αὐτοῦ ἔθνους, ἔξαρχος τῶν Μαυριτάνων, εἶχεν ἔθος λαμβάνειν παρὰ τοῦ κατὰ τὸν καιρὸν ἄρχοντος τῆς Ἀφρικῆς ῥητὸν χρυσίον. ἐλθόντος
δὲ αὐτοῦ λαβεῖν αὐτό, Ἰωάννης, ὁ ἄρχων Ἀφρικῆς, ἐφόνευσεν αὐτόν.238

239

ἀνέστησαν δὲ τὰ τέκνα τοῦ αὐτοῦ Κουτζίνα ἐκδικοῦντες τὸ πατρῷον αἷμα, καὶ ἐπαναστάντες τῇ Ἀφρικῇ παρέλαβον αὐτῆς μέρη τινὰ πραιδεύσαντες. ὁ οὖν βασιλεὺς γνοὺς τοῦτο ἀπέστειλε πρὸς βοή‐ θειαν τῆς Ἀφρικῆς Μαρκιανόν, τὸν ἀνεψιὸν αὐτοῦ καὶ στρατηλάτην,
5μετὰ ἐξερκέτου πρὸς τὸ εἰρηνεῦσαι τοὺς Μαύρους. καὶ προσερρύησαν αὐτῷ, καὶ εἰρήνευσεν ἡ Ἀφρική. τῷ δὲ Ἀπριλλίῳ μηνὶ διεδέχθη Προκόπιος, ὁ ἔπαρχος τῆς πόλεως, καὶ γέγονεν ἀντ’ αὐτοῦ Ἀνδρέας, ὁ ἀπὸ λογοθετῶν. καὶ ἐξερχομένου αὐτοῦ ἐκ τοῦ παλατίου τῆς Χαλκῆς καθημένου ἐν τῷ ὀχήματι καὶ ἀπερχομένου εἰς τὸ πραιτώ‐
10ριον, ὑπήντησαν αὐτῷ οἱ Πράσινοι εἰς τὸ Λαῦσον· καὶ ἤρξαντο αὐτὸν ὑβρίζειν καὶ λιθάζειν· καὶ ἐγένετο ἀταξία μεγάλη ἐν τῇ Μέσῃ τῶν δύο μερῶν. καὶ εἰσῆλθον ἐν ταῖς φυλακαῖς, καὶ ἐκράτησεν ἡ μάχη ἀπὸ ὥρας ιʹ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰουστῖνον, τὸν ἀνεψιὸν αὐτοῦ καὶ κουροπαλάτην, καὶ ἀπεδίωξεν αὐτούς. καὶ πάλιν περὶ
15ὥραν ιβʹ συνέβαλον μάχην καὶ ἐκρατήθησαν καὶ ἐπόμπευσαν ἐπὶ πολλὰς ἡμέρας· καὶ ἔκοψαν τοὺς ἀντίχειρας αὐτῶν, ὅσοι μετὰ ξιφῶν ἐμαχήσαντο. καὶ τῇ ιθʹ τοῦ Ἰουλίου μηνὸς ἐδέχθη Βελισάριος ὁ πατρίκιος, ἀπολαβὼν καὶ πάσας αὐτοῦ τὰς ἀξίας. ἔφθασε δὲ καὶ Πέτρος ὁ μάγιστρος ἀπὸ Περσίδος ποιήσας πάκτα εἰρήνης ἔτη ιζʹ
20ἕνεκεν Λαζικῆς καὶ τῶν μερῶν τῆς ἀνατολῆς. τῷ δ’ αὐτῷ μηνὶ ἦλθον 〈εἰς Κωνσταντινούπολιν〉 πρέσβεις Ἀσκήλ, τοῦ ῥηγὸς Ἑρμη‐ χιόνων, τοῦ ἔσωθεν κειμένου τοῦ τῶν βαρβάρων ἔθνους πλησίον τοῦ ὠκεανοῦ. τῷ δὲ Αὐγούστῳ μηνὶ γέγονε λεῖψις ὕδατος, ὥστε σφαλισθῆναι τὰ δημόσια λουτρά, καὶ γενέσθαι φονοκόπια εἰς τὰ
25ὑδρεῖα.239

240

[Start of a diagram]Κόσμου ἔτη ͵ϛνϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φνϛʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λθʹ.
5Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιθʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. εʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἀπῆλθεν ὁ βασι‐ λεὺς Ἰουστινιανὸς χάριν εὐχῆς ἐν τοῖς Μυριαγγέλοις, ἤγουν ἐν Γερ‐ μίοις, πόλει τῆς Γαλατίας. τῷ δὲ Νοεμβρίῳ μηνὶ εἰσῆλθεν ἐν Βυζαντίῳ Ἀρέθας, ὁ πατρίκιος καὶ φύλαρχος τῶν Σαρακηνῶν,
15ὀφειλὰς ἀγαγεῖν τῷ βασιλεῖ, τίς τῶν τέκνων αὐτοῦ ὀφείλει μετὰ τὴν αὐτοῦ ἀποβίωσιν κρατῆσαι τῆς φυλαρχίας αὐτοῦ, καὶ περὶ τῶν γινο‐ μένων ὑπὸ Ἄμβρου, τοῦ υἱοῦ Ἀλαμουνδάρου, εἰς τοὺς τόπους αὐτοῦ. τῷ δὲ Δεκεμβρίῳ μηνὶ γέγονεν ἐμπυρισμὸς μέγας, καὶ ἐκαύθη τελείως ὁ ξενὼν τῶν Σαμψὼν καὶ τὰ ἔμπροσθεν τῶν Ῥούφου οἰκήματα καὶ
20τὸ μεσίαυλον, τὸ πλησίον τῆς μεγάλης ἐκκλησίας, τὸ λεγόμενον Γαρσονοστάσιον, καὶ τὰ δύο ἀσκητήρια τὰ πλησίον τῆς ἁγίας Εἰρήνης σὺν τῷ μεσιαύλῳ αὐτῆς καὶ μέρος τοῦ νάρθηκος αὐτῆς.
ληʹ. μʹ. δʹ. ιγʹ. κʹ. ιϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ Βελισάριος
25ὁ πατρίκιος ἐν Βυζαντίῳ, καὶ ἡ τούτου περιουσία ἦλθεν εἰς τὸν δεσποτικὸν οἶκον τῶν Μαρίνης. τῇ δὲ αὐτῇ ιγʹ ἰνδικτιῶνι, μηνὶ Ἀπριλλίῳ ιβʹ, Εὐτύχιος, ὁ πατριάρχης Κωνσταντινουπόλεως, καθ‐ ῃρέθη καὶ ἐξωρίσθη ἐν Ἀμασείᾳ ὑπὸ Ἰουστινιανοῦ. καὶ γέγονεν ἀντ’ αὐτοῦ Ἰωάννης ὁ ἀπὸ σχολαστικῶν, ἀποκρισιάριος ὢν Ἀντιο‐
30χείας τῆς μεγάλης καὶ πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας.
Τῷ δ’ αὐτῷ ἔτει Ἰουστινιανὸς ὁ βασιλεὺς τὸ περὶ φθαρτοῦ240

241

καὶ ἀφθάρτου κινήσας δόγμα καὶ ἴδικτον πανταχοῦ καταπέμψας ἀλλότριον τῆς εὐσεβείας, θεοῦ προφθάσαντος, ἐτελεύτησε μηνὶ Νοεμ‐ βρίῳ ιδʹ τῆς ἐχομένης ιδʹ ἰνδικτιῶνος, βασιλεύσας ἔτη ληʹ μῆνας ζʹ ἡμέρας ιγʹ. καὶ γίνεται τούτου διάδοχος ὁ ἀνεψιὸς αὐτοῦ Ἰουστῖ‐
5νος ὁ κουροπαλάτης. Τῷ δ’ αὐτῷ ἔτει Θεοδοσιανοὶ καὶ Γαϊανῖται ἐν Ἀλεξανδρείᾳ κτίζειν ἤρξαντο συνακτήρια, καὶ αὐθεντήσαντες οἱ Γαϊανῖται ἐπίσκο‐ πον ἑαυτοῖς ἐχειροτόνησαν Ἐλπίδιον, τὸν ἀρχιδιάκονον αὐτῶν· ὃν ὁ βασιλεὺς δεδεμένον ἐλθεῖν προσέταξεν. ἐρχόμενος δὲ κατὰ τὸν
10Σίγριν ἀπέθανεν. Θεοδοσιανοὶ δὲ Δωρόθεον κρυπτῶς ἐν νυκτὶ ἐπίσκοπον ἑαυτοῖς ἐχειροτόνησαν. καὶ εἰς ἓν συνελθόντες οἵ τε Γαϊανῖται καὶ οἱ Θεοδοσιανοὶ κοινὸν ἐπίσκοπον ἑαυτοῖς ἐνεθρόνισαν. Ἰωάννην δέ τινα μοναχόν, * ὃν οἱ Γαϊανῖται δόλον ὑπομεμενηκέναι νομίσαντες τὸν πώγωνα τοῦ ἀββᾶ σὺν τῷ δέρματι καὶ τῇ σαρκὶ ἐξ‐
15έδειραν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛνηʹ. Τῆς θείας σαρκώσεως ἔτη φνηʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. μαʹ.
20Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη βʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. ζʹ.[End of a diagram]
26Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ ιδʹ, ἰνδικτιῶνος ιδʹ, ἐβασίλευσεν Ἰουστῖνος, ὁ ἀνεψιὸς Ἰουστινιανοῦ, στεφθεὶς ὑπὸ Ἰωάννου πατρι‐ άρχου τοῦ ἀπὸ σχολαστικῶν. ἦν δὲ τῷ γένει Θρᾴξ, μεγαλόψυχός τε καὶ εἰς πάντα ἐπιδέξιος, φιλοκτίστης. εἶχε δὲ καὶ γυναῖκα Σοφίαν
30ὀνόματι, ἥν τινα καὶ ἔστεψεν αὐγούσταν. εὐσεβὴς δὲ ὢν ἐπεκόσμησε241

242

τὰς ἐκκλησίας τὰς κτισθείσας ὑπὸ Ἰουστινιανοῦ, τήν τε μεγάλην ἐκκλησίαν καὶ τοὺς ἁγίους ἀποστόλους καὶ ἄλλας ἐκκλησίας καὶ μο‐ ναστήρια, χαρισάμενος αὐτοῖς κειμήλια καὶ πᾶσαν πρόσοδον. ἦν δὲ ὀρθόδοξος πάνυ. καὶ ἀπέστειλε τὸν ἀββᾶν Φωτεινόν, τὸν προγονὸν
5Βελισαρίου τοῦ πατρικίου, δοὺς αὐτῷ ἐξουσίαν κατὰ παντὸς προσ‐ ώπου καὶ πράγματος τοῦ εἰρηνεῦσαι τὰς ἐκκλησίας πάσας τὰς Αἰγύπτου καὶ Ἀλεξανδρείας.
βʹ. μβʹ. ϛʹ. βʹ. βʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Αἰθέριος καὶ Αὔδιος καὶ ὁ σὺν αὐτοῖς ἰατρὸς
10ἐπεβούλευσαν τῷ βασιλεῖ Ἰουστίνῳ καὶ γνωσθέντες ἀπέθανον ξίφει. ἐποίησε δὲ ὑπατείαν καὶ ἔρριψε χρήματα πολλά, ὥστε πολλοὺς πλουτίσαι. Τῷ δ’ αὐτῷ ἔτει ὁ ἀββᾶς Ἀγάθων, ἀδελφὸς Ἀπολιναρίου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, ἐλθὼν εἰς Ἀλεξάνδρειαν καὶ λόγους
15εἰσπραττόμενος Εὐστόχιον μοναχόν, μέγαν ὄντα [καὶ] οἰκονόμον Ἀλεξανδρείας τότε, τῆς οἰκονομίας χάριν ἐφρούρησε τοῦτον· ὃς φυγὼν διὰ τῆς στέγης ἦλθεν ἐν Βυζαντίῳ, Μακαρίου τότε ἐκβληθέντος τῆς ἐκκλησίας κατὰ συσκευήν· καὶ ἐχειροτονήθη Εὐστόχιος ἀντὶ Μακα‐ ρίου ἐπίσκοπος Ἱεροσολύμων.
20Ἱεροσολύμων ἐπίσκοπος Εὐστόχιος ἔτος αʹ.
γʹ. μγʹ. ζʹ. γʹ. αʹ. ιθʹ. θʹ.
Τούτῳ τῷ ἔτει μεταστειλαμένη Σοφίᾳ, ἡ εὐσεβεστάτη αὐγούστα, τούς τε ἀργυροπράτας καὶ σημαδαρίους ἐκέλευσεν ἐνεχθῆναι τὰς ὁμολογίας τῶν χρεωστούτων καὶ τὰ σημάδια· καὶ ἐντυχοῦσα αὐτοῖς
25ἔλαβε τὰ σημάδια παρασχομένη αὐτὰ τοῖς χρεωστοῦσι καὶ ἀπέδωκεν αὐτὰ τοῖς ἰδίοις δεσπόταις· καὶ μεγάλως εὐφημίσθη ἐπὶ τούτῳ ὑπὸ πάσης τῆς πόλεως. Εὐστόχιος δὲ ἀπελθὼν εἰς Ἱεροσόλυμα μίσει τῷ πρὸς Ἀπολινάριον καὶ Ἀγάθωνα καὶ Μακάριον τοὺς τῆς νέας λαύρας μοναχοὺς ἐξέβαλεν ὡς Ὠριγενιστάς· καὶ διὰ τοῦτο ἐξεβλήθη·
30καὶ πάλιν ἀπεκατέστη Μακάριος εἰς τὸν ἴδιον θρόνον.242

243

Ἱεροσολύμων ἐπίσκοπος Μακάριος πάλιν ἔτη δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ.
δʹ. μδʹ. ηʹ. δʹ. αʹ. αʹ. ιʹ.
Τούτῳ τῷ ἔτει ἱπποδρομίας ἐπιτελεσθείσης, καὶ φιλονεικούτων
5τῶν μερῶν πρὸς ἀλλήλους, ἔπεμψε μανδάτα εἰς ἑκάτερα τὰ μέρη ὁ βασιλεὺς λέγων εἰς μὲν τοὺς Βενέτους, ὅτι “Ἰουστινιανὸς ὁ βασι‐ λεὺς παρ’ ὑμῖν ἐτελεύτησεν,” εἰς δὲ τοὺς Πρασίνους, ὅτι “Ἰουστι‐ νιανὸς ὁ βασιλεὺς παρ’ ὑμῖν ζῇ·” καὶ ἀκούσαντα τὰ μέρη ἐσίγησαν καὶ οὐκέτι ἐφιλονείκησαν.
10Τῷ δ’ αὐτῷ ἔτει ἤρξατο κτίζειν τὸ παλάτιον τῶν Σοφιανῶν ἐπ’ ὀνόματι τῆς αὐτοῦ γυναικὸς Σοφίας, προφάσει τοῦ ἐκεῖσε ταφῆ‐ ναι Ἰοῦστον τὸν υἱὸν αὐτοῦ πρὸ τοῦ βασιλεῦσαι αὐτόν, ἔτι κουρο‐ παλάτου ὄντος αὐτοῦ, ἐν τῷ οἴκῳ τοῦ ἀρχαγγέλου τῶν ἐκεῖσε, κοσμήσας αὐτὸ ὑπὸ διαφόρων πολυτίμων μαρμάρων.
15Ῥώμης ἐπίσκοπος Βενέδικτος ἔτη [εʹ].
εʹ. μεʹ. [αʹ.] εʹ. βʹ. βʹ. ιαʹ.
Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς ἤρξατο κτίζειν τὸ παλάτιον τὸ δεύτερον ἐν τῷ προαστείῳ αὐτοῦ, ὃ εἶχε πρὸ τοῦ βασιλεῦσαι αὐτόν. ὁμοίως δὲ καὶ ἐν τῇ νήσῳ τῆς Πριγκίπου καὶ αὐτῷ ὄντι
20προαστείῳ αὐτοῦ ἐν τῷ λιμένι, καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων Ἀναρ‐ γύρων ἐν τοῖς Δαρείου. ἀπεκατέστησε δὲ καὶ τὸ λουτρὸν τοῦ Ταύ‐ ρου τὸ δημόσιον καὶ ἐπωνόμασεν αὐτὸ Σοφιανὰς ἐπ’ ὀνόματι τῆς γυναικὸς αὐτοῦ Σοφίας. Τῷ δ’ αὐτῷ ἔτει Ἀναστάσιος, ὁ ἐπίσκοπος Ἀντιοχείας ὁ μέγας,
25καθαψάμενος ἐν τοῖς ἀντιγράφοις τῶν συνοδικῶν Ἰωάννου τοῦ Κωνσταντινουπόλεως, τοῦ χειροτονήσαντος Ἰωάννην τὸν Ἀλεξαν‐ δρείας, καὶ τούτου χειροτονηθέντος ἐξεβλήθη τῆς ἰδίας ἐπισκοπῆς κατὰ ἀγανάκτησιν Ἰουστίνου, καὶ ἐχειροτονήθη Γρηγόριος, μοναχὸς καὶ ἀποκρισιάριος τῆς μονῆς τῶν Βυζαντίων.
30Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ.
ϛʹ. μϛʹ. [βʹ.] ϛʹ. γʹ. γʹ. αʹ.
Τούτῳ τῷ ἔτει Ναρσῆς, ὁ κουβικουλάριος καὶ πρωτοσπαθάριος,243

244

ὁ ἀγαπητὸς τοῦ βασιλέως Ἰουστίνου, εἰς ὃν καὶ ἐλοιδορεῖτο, ἔκτισε τὴν οἰκίαν Ναρσοῦ καὶ τὴν μονὴν τῶν Καθαρῶν. ἀκούσας δὲ Ἰουστῖνος ὁ βασιλεὺς περὶ τοῦ ἀνεψιοῦ αὐτοῦ, ὃν εἶχεν ἐν Ἀλεξαν‐ δρείᾳ αὐγουστάλιον, ὅτι συσκευὴν μελετᾷ κατὰ τοῦ βασιλέως, πέμψας
5ἀπεκεφάλισεν αὐτόν.
ζʹ. μζʹ. [γʹ.] ζʹ. δʹ. δʹ. βʹ. Τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν Ἰουστῖνος τὴν ἐκκλησίαν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου ἐν τῷ ὀρφανοτροφείῳ, καὶ τῶν ἁγίων ἀποστόλων ἐν τῷ Τρικόγχῳ, τὴν καεῖσαν ἐπὶ Ζήνωνος
10τοῦ βασιλέως. προσέθηκε δὲ καὶ εἰς τὴν ἐκκλησίαν τῆς ἁγίας θεο‐ τόκου τῶν Βλαχερνῶν τὰς δύο ἀψῖδας, τῆς τε ἄρκτου καὶ μεσημ‐ βρίας, ἐν τῷ μεγάλῳ ναῷ καὶ ἐποίησε τὴν ἐκκλησίαν κατὰ σταυρίου. Τῷ δ’ αὐτῷ ἔτει Ῥωμαῖοί τε καὶ Πέρσαι τὴν εἰρήνην διέφθει‐ ραν, καὶ πάλιν ὁ Περσικὸς ἀνεκαινίσθη πόλεμος διὰ τὸ πρεσβεῦσαι
15τοὺς Ὁμηρίτας Ἰνδοὺς πρὸς Ῥωμαίους, καὶ ἀποστεῖλαι τὸν βασιλέα Ἰουλιανὸν τὸν μαγιστριανὸν μετὰ σάκρας πρὸς Ἀρέθαν, τὸν βασιλέα τῶν Αἰθιόπων, διὰ τοῦ Νείλου ποταμοῦ ἀπὸ Ἀλεξανδρείας καὶ τῆς Ἰνδικῆς θαλάσσης· καὶ ἀπεδέχθη παρὰ τῷ βασιλεῖ Ἀρέθᾳ μετὰ χαρᾶς πολλῆς ὡς ἐφιεμένῳ τὴν φιλίαν τοῦ βασιλέως Ῥωμαίων. ἐξηγεῖτο
20δὲ ἐπανελθὼν ὁ αὐτὸς Ἰουλιανός, ὅτι, ὅτε ἐδέξατο αὐτόν, γυμνὸς ἦν ὁ βασιλεὺς Ἀρέθας, καὶ κατὰ τοῦ ζώσματος αὐτοῦ εἶχεν εἰς τὰς ψύας αὐτοῦ λινόχρυσα ἱμάτια· κατὰ δὲ τῆς γαστρὸς ἐφόρει σχιστὰ διὰ μαργαριτῶν τιμίων, καὶ ἐν τοῖς βραχίοσιν ἀνὰ πέντε κλαβίων, καὶ χρυσᾶ ψέλια εἰς τὰς χεῖρας αὐτοῦ· ἐν δὲ τῇ κεφαλῇ αὐτοῦ
25λινόχρυσον φακιόλιν ἐσφενδονισμένον, ἔχον ἐξ ἀμφοτέρων τῶν δεσμῶν σειρὰς τέσσαρας, καὶ μανιάκην χρυσοῦν ἐν τῷ τραχήλῳ αὐτοῦ· καὶ ἵστατο ἐπάνω τεσσάρων ἐλεφάντων ἑστώτων καὶ ἐχόντων ζυγὸν καὶ τροχοὺς τέσσαρας, καὶ ἐπάνω ὡς ὄχημα ὑψηλὸν ἠμφιεσμένον χρυ‐ σέοις πετάλοις, ὥσπερ ἐστὶ τὰ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν ὀχήματα·
30καὶ ἑστὼς ἐπάνω αὐτοῦ ἐβάσταζε σκουτάριν μικρὸν κεχρυσωμένον καὶ δύο λαγκίδια χρυσᾶ· καὶ ἡ σύγκλητος αὐτοῦ πᾶσα μετὰ ὅπλων ᾄδοντες μέλη μουσικά. εἰσενεχθεὶς οὖν ὁ πρέσβις τῶν Ῥωμαίων καὶ προσκυνήσας ἐκελεύσθη παρ’ αὐτοῦ ἀναστῆναι καὶ ἀχθῆναι
πρὸς αὐτόν. δεξάμενος δὲ τὴν τοῦ βασιλέως σάκραν κατεφίλησε τὴν244

245

σφραγῖδα τὴν ἔχουσαν τὸ στηθάριον τοῦ βασιλέως· δεξάμενος δὲ καὶ τὰ δῶρα ἐχάρη μεγάλως. ἀναγνοὺς δὲ εὗρε περιέχοντα τοῦ ὁπλίσασθαι αὐτὸν κατὰ τοῦ βασιλέως Περσῶν, καὶ τὴν πλησιάζουσαν αὐτῷ χώραν τῶν Περσῶν ἀπολέσαι καὶ τοῦ λοιποῦ μηκέτι συν‐
5άλλαγμα ποιεῖν μετὰ τῶν Περσῶν, ἀλλὰ δι’ ἧς ὑπέταξε χώρας τῶν Ὁμηριτῶν διὰ τοῦ Νείλου ποταμοῦ ἐπὶ τὴν Αἴγυπτον ἐν Ἀλεξαν‐ δρείᾳ τὴν πραγματείαν ποιεῖσθαι. εὐθέως δὲ στρατεύσας ὁ βασι‐ λεὺς Ἀρέθας ἐπ’ ὄψεσι τοῦ πρεσβευτοῦ Ῥωμαίων ἐκίνησε πόλεμον κατὰ Περσῶν προπέμψας τοὺς ὑπ’ αὐτὸν Σαρακηνούς. ἀπελθὼν δὲ
10καὶ αὐτὸς ἐπὶ τὴν Περσικὴν χώραν ἐξεπόρθησε πᾶσαν τὴν ἐν τοῖς μέρεσιν ἐκείνοις. κρατήσας δὲ ὁ βασιλεὺς Ἀρέθας τὴν κεφαλὴν Ἰουλιανοῦ καὶ δεδωκὼς αὐτῷ εἰρήνης φίλημα ἀπέλυσεν αὐτὸν ἐν πολλῇ θεραπείᾳ σὺν πολλοῖς χαρίσμασιν. ἐγένετο δὲ καὶ ἄλλη αἰτία ταράξασα τὸν Χοσρόην. Οὖννοι γὰρ κατ’ ἐκεῖνο καιροῦ, οὓς Τούρ‐
15κους λέγειν εἰώθαμεν, πρεσβεύουσι πρὸς Ἰουστῖνον διὰ τῆς τῶν Ἀλανῶν χώρας ἀποστείλαντες. τοῦτο φοβηθεὶς Χοσρόης προεφασί‐ σατο τὴν τῶν Ἀρμενίων πρὸς αὐτὸν ἀνταρσίαν καὶ πρὸς Ἰουστῖνον προσχώρησιν καὶ ᾐτεῖτο τοὺς πρόσφυγας. ἐτέλει γὰρ ὁ βασιλεὺς τῶν Ῥωμαίων ἀνὰ ἔτος πεντακοσίας λίτρας χρυσίου, ὅπως τὰ πλησιάζοντα
20τοῦ τόπου φρούρια διαφυλάττωσι Πέρσαι, ἵνα μὴ εἰσβαλόντα τὰ ἔθνη ἑκατέραν διαλύσωσι πολιτείαν· καὶ κοινοῖς ἀναλώμασι τὰ φρού‐ ρια ἐφυλάττοντο. ὁ δὲ Ἰουστῖνος ἔλυσε τὴν εἰρήνην φάσκων ἐπονεί‐ διστον εἶναι φορολογεῖσθαι ὑπὸ τῶν Περσῶν τοὺς Ῥωμαίους. διὰ τοῦτο χώραν ἔλαβεν ὁ μέγας οὗτος Περσῶν τε καὶ Ῥωμαίων πόλεμος.
25ὁ δὲ Ἰουστῖνος Μαρτῖνον, τὸν πατρίκιον καὶ συγγενῆ αὐτοῦ, στρα‐
τηγὸν χειροτονήσας τῆς ἀνατολῆς κατὰ Περσῶν ἐξέπεμψεν.245

246

[Start of a diagram]Κόσμου ἔτη ͵ϛξεʹ. Τῆς θείας σαρκώσεως ἔτη φξεʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. ηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. μηʹ.
5Ῥώμης ἐπίσκοπος [Βενέδικτος] [ἔτη εʹ.] [δʹ.] Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. γʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ϛʹ ἠσθένησεν ὁ βασιλεὺς καὶ ἐν λύπῃ γέγονε πρὸς Βαδουάριν τὸν ἴδιον ἀδελφὸν καὶ ὕβρισεν αὐτὸν ἐσχάτως, ἐπιτρέψας τοῖς κουβικουλαρίοις γρονθιζόμενον ἐξαγαγεῖν αὐτὸν ἐπὶ σελεντίου. ἦν δὲ κόμης τῶν βασιλικῶν σταύλων. μαθοῦσα
15δὲ Σοφία ἐλυπήθη καὶ ἐνεκάλεσε τῷ βασιλεῖ· ὁ δὲ μετεμελήθη καὶ κατελθὼν πρὸς αὐτὸν εἰς τὸν σταῦλον εἰσῆλθεν ἄφνω μετὰ τοῦ πραιποσίτου τῶν κουβικουλαρίων. ὁ δὲ Βαδουάριος ἰδὼν τὸν βασιλέα ἔφυγεν ἀπὸ ζακὸς εἰς ζάκα φόβῳ τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς ἔκραξεν· “ὁρκίζω σε κατὰ τοῦ θεοῦ, ἀδελφέ μου, μεῖνόν με.” καὶ
20δραμὼν ἐκράτησεν αὐτόν, καὶ περιπλακεὶς κατεφίλησεν αὐτὸν λέγων· “ἔπταισά σοι, ἀδελφέ μου· ἀλλὰ δέξαι με ὡς ἀδελφόν σου πρῶτον καὶ ὡς βασιλέα. ἐκ γὰρ διαβολικῆς ἐνεργείας οἶδα ὅτι τοῦτο γέγο‐ νεν.” ὁ δὲ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ κλαίων εἶπεν· “ἀληθῶς, δέσποτα, ἐξουσίαν ἔχεις· πλὴν παρουσίᾳ τῆς συγκλήτου εὐτέλισας
25τὸν δοῦλόν σου· ἄρτι, ὁ δεσπότης, τούτοις ἀπολόγησαι.” καὶ ἐδείκνυεν αὐτῷ τὰ ἄλογα. ὁ δὲ βασιλεὺς παρεκάλεσεν αὐτὸν συμ‐ φαγεῖν αὐτῷ, καὶ εἰρήνευσαν. Τῷ δ’ αὐτῷ χρόνῳ γέγονε πόλεμος περὶ τὸ Σάργαθον Περ‐ σῶν καὶ Ῥωμαίων μέγας, καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι.
30Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ.
θʹ. αʹ. [εʹ.] θʹ. βʹ. ϛʹ. δʹ.
Τούτῳ τῷ ἔτει ἦλθον οἱ Ἄβαρεις εἰς τὰ μέρη τοῦ Δανουβίου,246

247

καὶ μαθὼν ὁ βασιλεὺς ἀπέστειλε Τιβέριον, τὸν κόμητα τῶν ἐκσκου‐ βιτόρων, κατ’ αὐτῶν· καὶ συμβαλὼν αὐτοῖς ἡττήθη αἰφνιδιασθεὶς ὑπ’ αὐτῶν, καὶ ἀποβαλὼν πολλοὺς ὑπέστρεψεν. Ὁρμίσδας δέ, ὁ βασιλεὺς Περσῶν, Ἀρδαμάνην στρατηγὸν χειροτονήσας ἀπέστειλε
5περᾶσαι τὸν Εὐφράτην καὶ τὴν Ῥωμαίων χώραν λυμήνασθαι. αὐτὸς δὲ παραλαβὼν τὰς δυνάμεις ἐπέστη τοῖς τὴν Νισίβιν πολιορκοῦσι Ῥωμαίοις. ὁ δὲ Μαρτῖνος τοῦτο γνούς, καταλιπὼν τὴν Νισίβιν ἀνεχώρησεν ἐπὶ τὰ Ῥωμαϊκὰ μέρη. Ἀρδαμάνης δὲ περὶ τὴν Ἀντι‐ όχειαν γενόμενος καὶ διαφθείρας τὰ προάστεια τῆς πόλεως ἐπὶ τὴν
10Κοίλην Συρίαν ἐχώρει. οὕτω μὲν οὖν ὁ Ἀρδαμάνης αἰχμαλωσίας πολλῆς κρατήσας εἰς τὴν ἑαυτοῦ χώραν ἐπανέζευξεν. ὁ δὲ αὐτο‐ κράτωρ Ἰουστῖνος ἐπὶ τοῖς πραττομένοις δεινοπαθῶν τὸν μὲν Μαρ‐ τῖνον τῆς στρατηγίας ἀπέπαυσεν, Ἀρχέλαον δὲ χειροτονεῖ στρατηγόν. ὁ δὲ Ἀρδαμάνης τὸ Δαρᾶς παρέλαβε καὶ οὕτως ὑπέστρεψεν. καὶ
15τοῦτο μαθὼν Ἰουστῖνος, καταπλαγεὶς τῷ μεγέθει τῆς συμφορᾶς νόσῳ παραφορᾶς περιβάλλεται καὶ σπονδὰς ποιῆσαι αἰτεῖται τῷ Ὁρμίσδᾳ, ὅστις ἐνιαυσιαίας σπονδὰς ποιῆσαι κατεδέξατο. [Start of a diagram]Κόσμου ἔτη ͵ϛξζʹ. Τῆς θείας σαρκώσεως ἔτη φξζʹ.
20Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. ιʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ζʹ.
25Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. εʹ.[End of a diagram]
28Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς Τιβέριον, τὸν κόμητα τῶν ἐκσκουβιτόρων, υἱοποιησάμενος καίσαρα ἀνηγόρευσε καὶ συγκάθεδρον
30αὐτοῦ ἐποίησεν ἔν τε ταῖς ἱπποδρομίαις καὶ αἰσίαις ἡμέραις. ἦν γὰρ
ὁ βασιλεὺς στυφόμενος τοὺς πόδας καὶ τὸ πλεῖον κατακείμενος.247

248

ιαʹ. γʹ. ιαʹ. δʹ. ηʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἔκτισεν Ἰουστῖνος τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεν‐ τος καὶ ἐχορήγησε τῇ πόλει δαψίλειαν ὕδατος.
ιβʹ. δʹ. ιβʹ. εʹ. θʹ. ζʹ.
5Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς τὴν συναγωγὴν τῶν Ἑβραίων, τὴν οὖσαν ἐν τοῖς Χαλκοπρατείοις, ἀποσπάσας ἐξ αὐτῶν ἐποίησεν ἐκκλησίαν τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου, πλη‐ σιάζουσαν τῇ μεγάλῃ ἐκκλησίᾳ. Τῷ δ’ αὐτῷ ἔτει μηνὶ Αὐγούστῳ λαʹ, ἰνδικτιῶνος ιʹ, ἐτελεύτησεν
10Ἰωάννης, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως. Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐτύχιος πάλιν ἔτη δʹ.
ιγʹ. εʹ. αʹ. ϛʹ. ιʹ. ηʹ.
Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιαʹ, Εὐτύχιος ἀπ‐ έλαβε πάλιν τὸν θρόνον Κωνσταντινουπόλεως. ὁ δὲ βασιλεὺς
15ἀσθενήσας καὶ μικρὸν ἀνεθεὶς τῆς νόσου προσεκαλέσατο τόν τε ἀρχιερέα καὶ τὴν σύγκλητον καὶ πάντας τοὺς ἱερεῖς καὶ πολιτευομέ‐ νους· καὶ ἀγαγὼν τὸν καίσαρα Τιβέριον παρουσίᾳ πάντων ἀνηγό‐ ρευσεν αὐτὸν βασιλέα, τοῖσδε τοῖς λόγοις χρησάμενος· “ἴδε ὁ θεὸς ὁ ἀγαθύνας σε, τοῦτο τὸ σχῆμα ὁ θεός σοι δέδωκεν, οὐκ ἐγώ.
20τίμησον αὐτό, ἵνα τιμηθῇς ὑπ’ αὐτοῦ. τίμησον τὴν μητέρα σου, τήν ποτέ σου δέσποιναν γενομένην. οἶδας, ὅτι πρῶτον αὐτῆς δοῦλος ἦς, νῦν δὲ υἱός. μὴ ἐπιχαρῇς αἵμασιν. μὴ ἐπικοινωνήσῃς φόνων. μὴ κακὸν ἀντὶ κακοῦ ἀποδώσῃς. μὴ εἰς ἔχθραν ὁμοιωθῇς ἐμοί· ἐγὼ γὰρ ὡς ἄνθρωπος ἔπταισα. καὶ γὰρ πταιστὸς καὶ ἐγενόμην καὶ
25ἀπέλαβον κατὰ τὰς ἁμαρτίας μου. ἀλλὰ δικάσομαι τοῖς ποιήσασί μοι τοῦτο ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. μὴ ἐπάρῃ σε τοῦτο τὸ σχῆμα, ὡς καὶ ἐμέ. οὕτω πρόσεχε πᾶσιν, ὡς ἑαυτῷ. γνῶθι τίς ἦς καὶ τίς νῦν εἶ. μὴ ὑπερηφανήσῃς, καὶ οὐχ ἁμαρτάνεις. οἶδας τίς ἤμην, καὶ τίς ἐγενόμην, καὶ τί εἰμί. ὅλοι οὗτοι τέκνα σού εἰσι καὶ δοῦλοι.
30οἶδας, ὅτι τῶν σπλάγχνων μου προετίμησά σε. τούτους [οὓς] βλέ‐
πεις, ὅλους τῆς πολιτείας βλέπεις. πρόσεχε τῷ στρατιώτῃ σου. μὴ248

249

συκοφάντας δέξῃ. μὴ εἴπωσί σοί τινες, ὅτι ὁ πρό σου οὕτω διεγέ‐ νετο· ταῦτα γὰρ λέγω ἀφ’ ὧν ἔπαθον. οἱ ἔχοντες οὐσίας ἀπο‐ λαυέτωσαν αὐτῶν· τοῖς δὲ μὴ ἔχουσι δώρησαι.” καὶ γενομένης εὐχῆς παρὰ τοῦ πατριάρχου, καὶ 〈μετὰ τὸ〉 λεχθῆναι παρὰ πάντων
5τὸ ἀμήν, ἔπεσεν ὁ καῖσαρ εἰς τοὺς πόδας τοῦ βασιλέως, καὶ ἔφη αὐτῷ ὁ βασιλεύς· “ἐὰν θέλῃς, εἰμί· ἐὰν θέλῃς, οὐκ εἰμί. ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα, ἃ ἐπελαθόμην εἰπεῖν σοι, αὐτὸς ἐμβαλεῖ εἰς τὴν καρδίαν σου.” ταῦτα διεξελθὼν ὁ βασι‐ λεὺς ἐπλήρου δακρύων τὸ ἄθροισμα. τοῦ δὲ συλλόγου διαλυθέντος,
10ὁ Τιβέριος δῶρα τοῖς ὑπηκόοις διένειμε καὶ ὅσα ταῖς βασιλικαῖς ἀναγορεύσεσιν εἴθισται. [Start of a diagram]Κόσμου ἔτη ͵ϛοαʹ. Τῆς θείας σαρκώσεως ἔτη φοαʹ. Ῥωμαίων βασιλεὺς Τιβέριος ἔτη δʹ. αʹ.
15Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη δʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. θʹ.[End of a diagram]
22Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἐβασίλευσε Τιβέ‐ ριος στεφθεὶς ὑπὸ Εὐτυχίου πατριάρχου, ὡς προλέλεκται. ὑπῆρχε δὲ τῷ γένει καὶ αὐτὸς Θρᾴξ. βασιλεύσαντος δὲ αὐτοῦ, ἔκραξαν τὰ
25μέρη ἐπὶ τῆς ἱπποδρομίας· “ἴδω, ἴδω τὴν αὐγούσταν Ῥωμαίων.” ὁ δὲ ἔπεμψε μανδάτον λέγων· “ἡ ἄντικρυς τοῦ δημοσίου λουτροῦ Δαγιστέως, ἥ τις ὀνομάζεται ἐκκλησία; ὁμώνυμός ἐστιν ἡ αὐγούστα.” καὶ ἔκραξαν τὰ μέρη· “Ἀναστασία αὐγούστα, τούβικας. σῶσον, κύριε, οὓς ἐκέλευσας βασιλεύειν.” ἀκούσασα δὲ Σοφία, ἡ τοῦ Ἰου‐
30στίνου γυνή, ἐπλήγη τὴν ψυχήν. ἐβούλετο γὰρ λαβεῖν Τιβέριον καὶ
μεῖναι αὐγούστα. οὐ γὰρ ᾔδει ὅτι εἶχε γυναῖκα. τινὲς δὲ ἔλεγον,249

250

ὅτι καὶ ἐπὶ ζωῆς Ἰουστίνου προσεφιλώθη αὐτῷ, καὶ αὐτὴ ἔπεισεν Ἰουστῖνον τοῦ ποιῆσαι αὐτὸν καίσαρα. ὁ δὲ Τιβέριος πέμψας ἤγαγεν Ἀναστασίαν τὴν γυναῖκα αὐτοῦ ἔχουσαν καὶ θυγατέρας δύο ἐξ αὐτοῦ Χαριτὼ καὶ Κωνσταντῖναν. καὶ ἔστεψεν αὐτὴν αὐγούσταν καὶ ἔρριψεν
5ὑπατείαν πολλήν. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ.
βʹ. ζʹ. γʹ. ηʹ. αʹ. ιʹ.
Τούτῳ τῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς Τιβέριος τὸ παλάτιον τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι καὶ ἐπωνόμασεν αὐτὸ ἐπ’ ὀνόματι Σοφίας, τῆς
10γυναικὸς Ἰουστίνου· καὶ ἀπεκατέστησεν αὐτὴν ἐν αὐτῷ δεδωκὼς αὐτῇ καὶ κουβικουλαρίους εἰς ὑπουργίαν αὐτῆς, κελεύσας τιμᾶσθαι αὐτὴν ὡς μητέρα αὐτοῦ, κτίσας καὶ λουτρὸν καὶ πᾶσαν θεραπείαν αὐτῆς. ἀπέστειλε δὲ πρέσβεις πρὸς τὸν βασιλέα Περσῶν κατὰ τὸ ἔθος μηνύων τὴν ἀναγόρευσιν αὐτοῦ· καὶ οὐ προσήκατο τὴν εἰρήνην
15ὁ τῶν Περσῶν βασιλεύς. τότε Τιβέριος μεγάλας δυνάμεις συν‐ ήθροιζε καὶ διασπείρας τοὺς βασιλικοὺς θησαυροὺς πολλὰ στρατό‐ πεδα ἐποίησεν, χειροτονήσας Ἰουστινιανόν τινα στρατηγὸν ἀνατολῆς· ὃς ἀναλαβὼν τὰς δυνάμεις ἐπὶ τὸ Δαρᾶς παραγίνεται. στρατο‐ πεδεύουσι δὲ καὶ Πέρσαι πλησίον αὐτῶν στρατηγούμενοι ὑπὸ Ταμ‐
20χοσρόου. τῆς δὲ παρατάξεως γενομένης, εἰς λόγους ἦλθον καὶ σπένδονται πρὸς ἀλλήλους, ἐφ’ ᾧ χρόνον τριετῆ Ῥωμαίους τε καὶ Πέρσας τὴν ἀνατολὴν μὴ λυμήνασθαι· τὸν δὲ πόλεμον ἐπὶ τὴν Ἀρμενίαν συστήσασθαι.
γʹ. ηʹ. δʹ. θʹ. βʹ. ιαʹ.
25Τούτῳ τῷ ἔτει ὁ τῶν Περσῶν βασιλεὺς ἀναλαβὼν τὰς ἑαυτοῦ δυνάμεις ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. ἀκηκοὼς δὲ ὁ τῶν Ῥωμαίων στρατηγὸς τὸν τῶν Περσῶν βασιλέα μέλλειν τὸν πόλεμον αὐτουργεῖν ἔκλυτος γέγονεν· δέος γὰρ εἰσῆλθεν εἰς τὸν λαὸν τῶν Ῥωμαίων. διὰ τοῦτο λόγοις Ἰουστινιανὸς πρὸς τὰς δυνάμεις χρησάμενος ἀπέπαυσε
30τῆς δειλίας τὸ μάχιμον. πολέμου δὲ κροτηθέντος, καὶ τῆς τοξείας250

251

τῶν Περσῶν πολλῆς γεγονυίας, ὡς καὶ τὰς ἡλιακὰς ἀποκρύπτειν ἀκτῖνας, Ῥωμαῖοι ταῖς ἀσπίσι τὰς ἐκ τῶν τόξων βολὰς ἀπορριψά‐ μενοι τῆς κατασυστάδην μάχης ἀπήρχοντο· βαθείας δὲ καθεστώσης τῆς τῶν Ῥωμαίων ἐκτάξεως, φέρειν οὐκ εἶχον οἱ Πέρσαι· καὶ τρέ‐
5πεται ἡ τῶν Βαβυλωνίων πληθύς, καὶ ἀναιροῦνται πλήθη πολλά. παραλαμβάνουσι δὲ καὶ τὸ τῶν Περσῶν τοῦλδον καὶ τὸ βασιλικὸν σκηνοπήγιον καὶ πᾶσαν τὴν ἀποσκευὴν ἐπίδοξον οὖσαν. κρατοῦσι δὲ καὶ τῶν ἐλεφάντων οἱ Ῥωμαῖοι καὶ πρὸς Τιβέριον πέμπουσι τὰ ἐπίσημα ἐκεῖνα καὶ βασιλικὰ λάφυρα. νομοθετεῖ τοίνυν ὁ τῶν Περ‐
10σῶν βασιλεὺς τὴν αἰσχύνην μὴ φέρων μηκέτι βασιλέα Περσῶν εἰς πόλεμον ἐξέρχεσθαι. ὁ δὲ Ῥωμαϊκὸς στρατὸς ἐπετίθετο ταῖς Περ‐ σικαῖς συμφοραῖς καὶ πρὸς τὰ ἐνδότερα τῆς Περσίδος ἐχώρησε καὶ πολλὴν αἰχμαλωσίαν καὶ ἅλωσιν ἐν Περσίδι πεποίηκε φθάσας καὶ μέσον τῆς Ὑρκανικῆς θαλάσσης. χειμῶνος δὲ γενομένου, οὐκ ἐπ‐
15ανέζευξαν οἱ Ῥωμαῖοι εἰς τὰ ἴδια, ἀλλὰ ἐν Περσίδι παρεχείμασαν. Τῷ δ’ αὐτῷ ἔτει ἤρξατο κτίζειν Τιβέριος τὸ δημόσιον Βλαχερ‐ νῶν καὶ ἀνενέωσε πολλὰς ἐκκλησίας καὶ ξενῶνας καὶ γηροκομεῖα· καὶ ἐκέλευσε γράφεσθαι ἑαυτὸν ἐν τοῖς συμβολαίοις Τιβέριος Κων‐ σταντῖνος.
20Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ.
δʹ. θʹ. αʹ. ιʹ. γʹ. ιβʹ.
Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ ϛʹ, ἰνδικτιῶνος ιεʹ, ἐτελεύτησεν Εὐτύχιος ὁ πατριάρχης, καὶ ἐχειροτονήθη μετὰ ἓξ ἡμέρας Ἰωάννης, διάκονος τῆς μεγάλης ἐκκλησίας, ὁ Νηστευτής. ὁ δὲ βασιλεὺς Τιβέ‐
25ριος ἀγοράσας σώματα ἐθνικῶν κατέστησε στράτευμα εἰς ὄνομα ἴδιον, ἀμφιάσας καὶ καθοπλίσας αὐτοὺς χιλιάδας ιεʹ, δεδωκὼς αὐτοῖς στρα‐ τηγὸν Μαυρίκιον, τὸν κόμητα τῶν φοιδεράτων, καὶ ὑποστράτηγον αὐτοῦ Ναρσῆν· καὶ ἀπέστειλεν αὐτοὺς κατὰ Περσῶν. πολέμου δὲ κροτηθέντος μεγάλου, νικῶσι Ῥωμαῖοι κατὰ κράτος καὶ ἀφείλαντο
30ἐκ τῶν Περσῶν πόλεις τε καὶ χώρας, ἃς ἐπὶ Ἰουστινιανοῦ καὶ Ἰουστίνου παρέλαβον. ἀπελθὼν δὲ Μαυρίκιος ἐν Κωνσταντινου‐
πόλει ἐδέχθη ὑπὸ τοῦ βασιλέως μετὰ τιμῆς μεγάλης, καὶ ἐθριάμ‐251

252

βευσε Τιβέριος τὰς νίκας Μαυρικίου καὶ προσελάβετο αὐτὸν γαμβρὸν εἰς Κωνσταντῖναν, τὴν ἑαυτοῦ θυγατέρα. ὁμοίως δὲ καὶ Γερμανῷ τῷ στρατηγῷ ἔζευξε τὴν θυγατέρα αὐτοῦ Χαριτώ, ποιήσας ἀμφοτέρους καίσαρας.
5Τῷ δὲ Αὐγούστῳ μηνὶ ιδʹ, ἰνδικτιῶνος ιεʹ, φαγὼν συκάμινα πρώϊμα ἀξιοθέατα νενοθευμένα φθίσει περιέπεσεν· καὶ μέλλων τεθνά‐ ναι προσκαλεσάμενος τὸν πατριάρχην Ἰωάννην καὶ τὴν σύγκλητον ἅμα τοῖς στρατεύμασιν ἐν τῷ τριβουναλίῳ καὶ ἀχθεὶς ἐν φορείῳ, λαλῆσαι μὴ δυνάμενος δι’ ἐπαναγνωστικοῦ τὰ συμφέροντα τοῖς
10πράγμασι τῶν Ῥωμαίων τῷ λαῷ κατάδηλα πεποίηκε καὶ Μαυρίκιον, τὸν ἴδιον γαμβρόν, βασιλέα ἀνηγόρευσεν. πάντων δὲ εὐφημησάντων τὸν βασιλέως σκοπὸν καὶ Μαυρίκιον τὸν βασιλέα, ὑποστρέψας Τι‐ βέριος ἐν τῇ ἰδίᾳ κλίνῃ τέθνηκε βασιλεύσας ἔτη γʹ μῆνας ιʹ ἡμέρας ηʹ. [Start of a diagram]Κόσμου ἔτη ͵ϛοεʹ.
15Τῆς θείας σαρκώσεως ἔτη φοεʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. αʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιαʹ.
20Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιγʹ.[End of a diagram]
24Τούτῳ τῷ ἔτει ἐβασίλευσε Μαυρίκιος ἐτῶν ὑπάρχων μγʹ, καὶ
25μετ’ ὀλίγον τὸν γάμον πεποίηκεν, Παύλου τοῦ πατρὸς αὐτοῦ ἐλθόντος εἰς τὸ Βυζάντιον, καὶ παρενύμφευσε Μαρίτης ὁ εὐνοῦχος τοῦ παλα‐ τίου μέγας ὑπάρχων. τῷ δὲ Ἀπριλλίῳ μηνὶ γέγονεν ἐν τῷ Φόρῳ ἐμπυρισμός, καὶ ἀνέμων καταιγίδες συνεργοῦσαι τῷ πυρὶ πολλὰς, οἰκίας διώλεσαν. καὶ τῇ ιʹ τοῦ Μαΐου μηνὸς γέγονε σεισμὸς μέγας,
30καὶ πάντες κατέφυγον εἰς τὰς ἐκκλησίας, καὶ τὸ γενέθλιον ἱππικὸν οὐκ ἐπετελέσθη. τῷ δ’ αὐτῷ μηνὶ πρεσβεύουσιν οἱ Ἄβαρεις πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον, οἳ πρὸ ὀλίγου χρόνου τὸ Σέρμιον χειρωσάμενοι, πόλιν τῆς Εὐρώπης ἐπίσημον, ἠξίουν ταῖς ὀγδοήκοντα
χιλιάσι τοῦ χρυσοῦ, αἷς ἐλάμβανον κατ’ ἔτος παρὰ Ῥωμαίων, προσ‐252

253

τεθῆναι ἄλλας κʹ· ὁ δὲ βασιλεὺς εἰρήνης ἐφιέμενος τοῦτο κατεδέξατο. ᾔτησε δὲ καὶ ἐλέφαντα, ζῶον Ἰνδικόν, ἐκπεμφθῆναι αὐτῷ πρὸς θέαν· καὶ ὁ βασιλεὺς τὸν μείζονα πάντων ἀπέστειλε πρὸς αὐτόν· καὶ τοῦτον θεασάμενος πάλιν ἔπεμψεν αὐτὸν πρὸς τὸν βασιλέα.
5ὁμοίως καὶ κλίνην χρυσῆν ᾔτησε σταλῆναι αὐτῷ· ὁ δὲ βασιλεὺς καὶ ταύτην ἀπέστειλεν, αὐτὸς δὲ καὶ ταύτην ἀπέστρεψεν εὐτελίσας αὐτήν. ᾔτει δὲ πάλιν ἄλλας κʹ χιλιάδας προστεθῆναι ταῖς ρʹ. τοῦ δὲ βασι‐ λέως μὴ καταδεξαμένου, στρατεύσας ὁ Χαγάνος τὴν Σιγγιδόνα πόλιν κατέστρεψε καὶ πολλὰς ἑτέρας πόλεις ἐχειρώσατο τὰς ὑπὸ τὸ Ἰλλυ‐
10ρικὸν τελούσας. παρέλαβε δὲ καὶ τὴν Ἀγχίαλον, ἠπείλει δὲ καὶ τὰ Μακρὰ τείχη καταστρέψαι. ὁ δὲ βασιλεὺς Ἐλπίδιον τὸν πατρίκιον σὺν Κομεντιόλῳ πρέσβεις πρὸς τὸν Χαγάνον ἐξαπέστειλεν. καὶ ὁ βάρβαρος ἐπὶ ταῖς τῶν πάκτων συνθήκαις εἰρήνην ἄγειν καθωμολό‐ γησεν. ἐν δὲ τῇ ἀνατολῇ Ἰωάννην τὸν Μυστάκωνα στρατηγὸν
15Ἀρμενίας ὁ βασιλεὺς πεποίηκεν· ὃς ἐληλυθὼς ἐν τῷ Νυμφίῳ ποταμῷ, ἔνθα τῷ Τίγριδι μίγνυται, συμβάλλει πόλεμον μετὰ Καρδαρίγα (Καρδαρίγας δὲ οὐκ ἔστι κύριον ὄνομα, ἀλλ’ ἀξία μεγίστη παρὰ Πέρσαις) τοῦ τῶν Περσῶν στρατηγοῦ, καὶ κρατοῦσι τῶν βαρβάρων οἱ Ῥωμαῖοι. Κροῦς δὲ ὁ ὑποστράτηγος φθόνῳ ζηλοτυπήσας τρέπε‐
20ται. τοῦτον ἰδόντες καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων ἐτράπησαν καὶ μόλις ἐπὶ τὸν χάρακα διασώζονται. δευτέρας δὲ συμβολῆς γενομένης ἡττῶνται Ῥωμαῖοι καὶ πολλοὶ ἐξ αὐτῶν διεφθάρησαν.
βʹ. ιαʹ. γʹ. ιβʹ. εʹ. ιδʹ. Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ κεʹ, ἰνδικτιῶνος βʹ, ὕπατος ὁ
25βασιλεὺς ἀναγορεύεται, καὶ πολλοὺς θησαυροὺς τῇ πόλει ἐδωρή‐ σατο. προβάλλεται δὲ Φιλιππικὸν στρατηγὸν τῆς ἑῴας ποιήσας αὐτὸν γαμβρὸν εἰς Γορδίαν τὴν ἰδίαν ἀδελφήν. ὁ δὲ Φιλιππικὸς κατα‐ λαβὼν τὰ Περσικὰ μέρη ἐπλησίασε τῇ Νισίβει· καὶ ἀθρόως εἰς τὴν Περσίδα εἰσβαλὼν πολλὴν αἰχμαλωσίαν ἔλαβεν. τοῦτο δὲ μαθὼν
30Καρδαρίγας, ὁ τῶν Περσῶν στρατηγός, ἔγκρυμμα ποιήσας ἠβουλήθη
λοχῆσαι τὰ τῶν Ῥωμαίων στρατόπεδα. ὁ δὲ Φιλιππικὸς τὴν αἰχμα‐253

254

λωσίαν διασώσας διὰ τῶν ὀρέων εἰς τὴν τῶν Μήδων χώραν παρ‐ έβαλε καὶ πολλὰ χωρία διέφθειρε τῆς Μηδικῆς καὶ ὑπέστρεψεν ἐπὶ τὰ Ῥωμαϊκά. ὁ δὲ Χαγάνος τὴν εἰρήνην διαλῦσαι δόλῳ ἔσπευδεν. τὰ γὰρ Σκλαυινῶν ἔθνη κατὰ τῆς Θρᾴκης ἐξώπλισεν· ἅ τινα παρ‐
5εγένοντο μέχρι τῶν Μακρῶν τειχέων πολλὴν ἅλωσιν ποιούμενα. ὁ δὲ βασιλεὺς τὰ τοῦ παλατίου στρατεύματα ἐξαγαγὼν τῆς πόλεως καὶ τοὺς δήμους φυλάττειν τὰ Μακρὰ τείχη ἐκέλευσεν. καὶ Κομεντίολον στρατηγὸν χειροτονήσας καὶ ἐξοπλίσας κατὰ τῶν βαρβάρων ἀπέστει‐ λεν. ὁ δὲ ἀδοκήτως τοῖς βαρβάροις ἐπιπεσὼν πολλὰ πλήθη ἀνεῖλε
10καὶ τούτους ἀπήλασεν. παραγενόμενος δὲ ἐν Ἀδριανουπόλει περι‐ έτυχεν Ἀρδαγάστῳ πλήθη Σκλαυινῶν μετὰ αἰχμαλωσίας ἐπιφερο‐ μένῳ· καὶ τούτῳ ἐπιπεσὼν τήν τε αἰχμαλωσίαν διέσωσε καὶ νίκην μεγάλην περιεβάλετο.
γʹ. ιβʹ. δʹ. ιγʹ. ϛʹ. ιεʹ.
15Τούτῳ τῷ ἔτει Φιλιππικὸς ἀναλαβὼν τὰ στρατεύματα ἐπὶ τὴν Περσικὴν χώραν ἐξώρμησεν. καὶ καταλαβὼν τὴν Ἀρζανηνὴν μεγάλης αἰχμαλωσίας ἐκράτησε καὶ δειλίαν τοῖς Περσικοῖς ἐμποιεῖ στρατεύ‐ μασιν· νόσῳ δὲ περιπεσὼν ὁ Φιλιππικὸς ἐπὶ τὴν Μαρτυρόπολιν παρα‐ γίνεται χειροτονήσας τὸν Ἀνεψὶχ ἐξηγεῖσθαι τῶν λαῶν, καὶ Στέφανον
20ταγματάρχην προστησάμενος. ὁ δὲ Καρδαρίγας καταλαβὼν τὴν Μαρ‐ τυρόπολιν ταύτης τὰ προάστεια ἐμπρήσας πάντα ὑπέστρεψεν. ὁ δὲ Φιλιππικὸς ἐν Κωνσταντινουπόλει νοσῶν παραγέγονεν, καὶ τὰ στρα‐ τεύματα ὑπέστρεψεν ἀβλαβῶς εἰς τὰ ἴδια. Τῷ δ’ αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ υἱός, καὶ ἐπωνόμασεν αὐτὸν
25Θεοδόσιον.
δʹ. ιγʹ. εʹ. ιδʹ. ζʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς ἐξεληλυθὼς τῆς βασιλίδος πόλεως στρατοπεδεύεται ἐπὶ τὴν Ἄμιδαν πόλιν, καὶ ἀθροίσας τὸ ὁπλιτικὸν ἠρώτα, εἰ προθύμως ἔχουσι πρὸς τὸν πόλεμον χωρῆσαι. τῶν δὲ
30Ῥωμαίων ὅρκοις πεισάντων αὐτὸν μετὰ προθυμίας πολεμεῖν παρα‐254

255

γίνεται ἐπὶ τὸ Ἄρζαμον. ὁ δὲ Καρδαρίγας τοῦτο μαθὼν γέλωτι τὴν ἀκοὴν ἀπεπέμπετο, ἐνύπνιον εἶναι δοκῶν τὸ λεγόμενον. καλέσας δὲ τοὺς μάγους ἠρώτα, τίς ἔσται τῆς νίκης κύριος. οἱ δὲ τῶν δαι‐ μόνων θεραπευταὶ Πέρσας ἔφασκον ὑπὸ τῶν θεῶν τὴν νίκην ἀπ‐
5ενέγκασθαι. σκιρτῶσι τοίνυν ἐπὶ τούτοις οἱ Πέρσαι ταῖς τῶν μάγων ὑποσχέσεσιν εὐφραινόμενοι καὶ δημιουργοῦσιν εὐθὺς ξυλοπέδας ἐκ ξύλου τε καὶ σιδήρου, ὅπως τοῖς Ῥωμαίοις ὑποβάλωσιν. ὁ δὲ στρα‐ τηγὸς παρεγγυᾷ τοῖς Ῥωμαίοις τοὺς γεωργικοὺς μὴ λυμαίνεσθαι πόνους, ὅπως μὴ ἡ μισοπόνηρος δικαιοσύνη τοῦ θεοῦ ἐπὶ τοὺς βαρ‐
10βάρους μετοικίσῃ τὴν νίκην. τῇ οὖν ἐπιούσῃ ἀποστέλλει ὁ στρατηγὸς δύο φυλάρχους τῶν Σαρακηνῶν, καὶ ζωγροῦσι Πέρσας ζῶντας, δι’ ὧν ἔγνωσαν τῶν ἐναντίων τὰ κινήματα· οἳ ἔφασαν τῇ κυριακῇ ἡμέρᾳ βούλεσθαι τοὺς βαρβάρους ἐπιθέσθαι τοῖς Ῥωμαίοις. ὁ δὲ Φιλιππι‐ κὸς ἐξ ἑωθινοῦ τοὺς Ῥωμαίους συντάξας τρισὶ φάλαγξιν ἀπήντα πρὸς
15πόλεμον. αὐτὸς δὲ ἀναλαβὼν τὴν θεανδρικὴν μορφήν, ἣν ἀχειρο‐ ποίητον οἱ Ῥωμαῖοι δοξάζουσιν, διατρέχων τὰς τάξεις τῷ ὁπλιτικῷ μετεδίδου θείας δυνάμεως. καὶ στὰς ὀπίσω τῆς παρατάξεως τοῦτο κατέχων τὸ ὅπλον δάκρυσι πολλοῖς τὸ θεῖον εὐμενίζετο· ὅστις τὰς οὐρανίους ταξιαρχίας συμμάχους προσελάβετο. τοῦ δὲ πολέμου κρο‐
20τηθέντος, Βιταλιανὸς ὁ ταξίαρχος πάντων θρασύτερον κινηθεὶς τὴν φάλαγγα τῶν Περσῶν διέσπασε καὶ τὸ τοῦλδον παρέλαβεν. οἱ δὲ Ῥωμαῖοι περὶ τὰ σκῦλα ἤρξαντο ἀσχολεῖσθαι· οὓς θεασάμενος ὁ Φι‐ λιππικός, φοβηθεὶς μὴ εἰς τὰ λάφυρα καὶ οἱ λοιποὶ τραπέντες τῆς παρατάξεως ἐπιλάθωνται, καὶ στραφέντες οἱ βάρβαροι ἀπολέσωσιν
25αὐτούς, Θεοδώρῳ τῷ Ἰλιβινῷ τὴν ἑαυτοῦ περικεφαλαίαν περιθεὶς ἐξαπέστειλε τῷ ξίφει πλήττειν τοὺς ἐνασχολουμένους ἐπὶ τὰ λάφυρα. ὃν ἰδόντες καὶ νομίσαντες Φιλιππικὸν εἶναι, καταλιπόντες τὰ σκῦλα ἐπὶ τὸν πόλεμον ἐχώρησαν. τοῦ δὲ πολέμου κροτηθέντος ἐπὶ ὥρας πολλάς, φωνὴ γίνεται παρὰ τοῦ στρατηγοῦ τοὺς ἵππους τῶν Περσῶν
30πλήττειν τοῖς δόρασιν. τούτου δὲ γενομένου, ἐτράπη τὸ Περσικὸν255

256

στράτευμα, καὶ νίκην μεγάλην οἱ Ῥωμαῖοι ἀνεδήσαντο καὶ πολλοὺς ἀνήλωσαν καὶ τούτους ἐσκύλευσαν. τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τὰς ἑαυτοῦ δυνάμεις ὁ Καρδαρίγας πάλιν πρὸς πόλεμον ὁπλίζεται. καὶ δευτέρου πολέμου κροτηθέντος, νικῶσι πάλιν Ῥωμαῖοι, καὶ ἀναι‐
5ροῦνται Πέρσαι πολλοί, χειροῦνται δὲ καὶ ζῶντες δισχίλιοι καὶ εἰς Βυζάντιον πέμπονται. προσέφυγε δὲ καὶ Καρδαρίγας εἰς τὸ Δαρᾶς· οἱ δὲ Πέρσαι μεθ’ ὕβρεων τοῦτον ἀπεπέμψαντο. ὁ δὲ Φιλιππικὸς Ἡράκλειον, τὸν Ἡρακλείου τοῦ αὐτοκράτορος πατέρα, ὑποστράτηγον ὄντα ἐπὶ κατασκοπῇ τῶν βαρβάρων ἐξέπεμψεν, καὶ αὐτὸς τοὺς ἐν
10πολέμῳ τραυματίας γενομένους πρὸς τὰς πόλεις ἰατρεύεσθαι παρ‐ έπεμψεν. ἀναλαβὼν δὲ τὸ στράτευμα εἰς τὴν Βαβυλωνίαν εἰσβάλλει καὶ τὸ Χλομαρῶν φρούριον παρακαθέζεται. ὁ δὲ Καρδαρίγας στρα‐ τολογεῖ ἰδιώτας μετὰ ὑποζυγίων καὶ ὀχλαγωγήσας στρατοπεδεύειν ἐκόμπαζε καὶ δι’ ὀχυρῶν τόπων ἐν ἀσελήνῳ νυκτὶ ἐπὶ τὰ νῶτα
15γίνεται τῶν Ῥωμαίων μηδαμῶς θαρρῶν χεῖρας αὐτοῖς ἐμβαλεῖν. φόβος δὲ ἄκαιρος ἐπιπεσὼν τῷ Φιλιππικῷ, καταλιπὼν τὸ φρούριον φυγῇ ἀλόγῳ ἐχρήσατο. καὶ τοῦτο γνόντες οἱ Ῥωμαῖοι εἰς φυγὴν ἐτρέποντο διὰ τόπων δυσεξοδεύτων μεγάλοις κινδύνοις περιπεσόντες· ἦν γὰρ καὶ ἀσέληνος ἡ νύξ. ἡλίου δὲ ἀνατείλαντος τῆς συμφορᾶς ἀπηλλάτ‐
20τοντο. καταλαβόντες δὲ τὸν στρατηγὸν ὕβρεσιν αἰσχίσταις τοῦτον ἐβλασφήμουν. οἱ δὲ Πέρσαι ἐπίπλαστον νομίσαντες τὴν φυγὴν διῶξαι οὐκ ἐτόλμησαν. Ἡράκλειος δὲ διαπεράσας τὸν Τίγριν, ὅσα τῆς Μη‐ δικῆς χώρας ἦσαν ἐπίσημα χωρία, παρεδίδου πυρί, καὶ οὕτω πρὸς
Φιλιππικὸν ἀνέκαμψε μετὰ σκύλων πολλῶν.256

257

[Start of a diagram]Κόσμου ἔτη ͵ϛοθʹ. Τῆς θείας σαρκώσεως ἔτη φοθʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. εʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιδʹ.
5Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιζʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει ὁ τῶν Ἀβάρων Χαγάνος τὰς σπονδὰς διαλύσας τήν τε Μυσίαν καὶ Σκυθίαν κατεπολέμει δεινῶς καταστρέψας τήν τε Ῥατιάρναν καὶ Βονωνίαν καὶ Ἄκυς καὶ Δορόστολον καὶ Ζάρδαπα καὶ Μαρκιανούπολιν. ὁ δὲ Κομεντίολος ἐπὶ τὴν Ἀγχίαλον ἦλθε καὶ
15διελὼν τὸ στράτευμα τοὺς ἀδοκίμους ἐκ τῶν ἀριστέων διέκρινεν· καὶ τὴν μὲν ἄχρηστον δύναμιν μʹ χιλιάδας φυλάττειν τὸν χάρακα κελεύει, τοὺς δὲ ἐπιλέκτους ἑξακισχιλίους ὄντας παραλαβὼν δύο χιλιάδας παρέδωκε τῷ Κάστῳ καὶ δύο τῷ Μαρτίνῳ, καὶ τὰς δύο αὐτὸς ἀναλαβὼν κατὰ τῶν βαρβάρων χωρεῖ. ὁ δὲ Κάστος ἐλθὼν ἐπὶ
20τὰ Ζάρδαπα καὶ τὸν Αἷμον, εὑρὼν τοὺς βαρβάρους ἠμελημένους πολλοὺς διέφθειρεν. αἰχμαλωσίας δὲ κρατήσας πολλῆς δορυφόρῳ διασώζειν ἐδίδου. Μαρτῖνος δὲ εἰς τὰ περὶ Τόμεα τὴν πόλιν γενό‐ μενος, τῷ Χαγάνῳ ἀπροσδοκήτως περιπεσὼν πολλοὺς τῆς αὐτοῦ δυ‐ νάμεως ἀνεῖλεν, ὥστε αὐτὸν φυγῇ τὴν σωτηρίαν πραγματεύσασθαι.
25ὁ δὲ Μαρτῖνος ἐπίδοξον νίκην ἀράμενος πρὸς τὸν στρατηγὸν ἐπ‐ ανήρχετο, ἔνθα ἐπηγγείλατο ἀναμένειν αὐτούς. ὁ δὲ Κομεντίολος δει‐ λίᾳ κατασχεθεὶς εἰς Μαρκιανούπολιν ὑπέστρεψεν. οἱ δὲ μὴ εὑρόντες αὐτὸν ἐπεσύναξαν τὰ ἴδια στρατεύματα καὶ ἐπὶ τοὺς στενωποὺς τοῦ Αἵμου στρατοπεδεύονται. ἰδὼν δὲ ὁ Μαρτῖνος τὸν Χαγάνον δια‐
30περῶντα τὸν ποταμὸν πρὸς τὸν στρατηγὸν ἐπανῆλθεν. ὁ δὲ Κάστος257

258

τὸν ποταμὸν διαπεράσας καὶ πλησιάσας τοὺς προτρέχοντας τῶν Ἀβά‐ ρων τῆς μάχης κρατεῖ. σκαιοῦ δέ τινος δαίμονος ὑποθήκαις οὐκ ἀνέστρεψεν ἐπὶ τὸν στρατηγόν. τῇ δὲ ἐπιούσῃ κρατήσας τὰς διαβάσεις ὁ Χαγάνος ἀπέκλεισεν αὐτόν. περισχίζεται τοίνυν ὁ λαός, καὶ ἕκαστος
5ὡς εἶχε δυνάμεως διὰ τοῦ ἄλσους ἔφυγον. θηρεύονται τοίνυν τινὲς παρὰ τῶν βαρβάρων καὶ καταμηνύουσιν, ποῦ ἐκέκρυπτο Κάστος, καὶ τοῦτον ζωγρήσαντες περιεσκίρτων καὶ ἠγάλλοντο. ὁ δὲ Χαγάνος διὰ τῆς μεσημβρίας ὁδεύσας κατὰ τῆς Θρᾴκης χωρεῖ καὶ τὰ Μακρὰ τείχη κατέλαβεν. ὁ δὲ Κομεντίολος ἐν ταῖς ὕλαις τοῦ Αἵμου κρυ‐
10πτόμενος ἐξῆλθε σὺν τῷ Μαρτίνῳ. καὶ καταλαβὼν τὸν Χαγάνον ἀνετοιμότατον διὰ τὸ τὴν πληθὺν τῶν βαρβάρων περικεχῦσθαι τῇ Θρᾴκῃ, πρώτῃ φυλακῇ κατ’ αὐτοῦ χωρεῖ. καὶ ἦν αὐτῷ μέγα τῶν ἐπιχείρων τὸ κατόρθωμα, εἰ μὴ τύχῃ τινὶ παρεσφάλη τοῦ ἐγχειρή‐ ματος. ἑνὸς γὰρ ζώου τὸν φόρτον διαστρέψαντος, ἕτερος τὸν δεσπό‐
15την τοῦ ζώου προσφωνεῖ τὸν φόρτον ἀνορθῶσαι τῇ πατρῴᾳ φωνῇ· “τόρνα, τόρνα, φράτερ.” καὶ ὁ μὲν κύριος τῆς ἡμιόνου τὴν φωνὴν οὐκ ᾐσθάνετο, οἱ δὲ λαοὶ ἀκούσαντες καὶ τοὺς πολεμίους ἐπιστῆναι αὐτοῖς ὑπονοήσαντες εἰς φυγὴν ἐτράπησαν, “τόρνα, τόρνα” μεγίσταις φωναῖς ἀνακράζοντες. ὁ δὲ Χαγάνος μεγάλην δειλίαν περιβαλόμενος
20ἀκρατῶς ἔφυγεν. καὶ ἦν ἰδεῖν Ἀβάρους τε καὶ Ῥωμαίους ἀλλήλους διαδιδράσκοντας, μηδενὸς διώκοντος. ὁ δὲ Χαγάνος ἀναλαβὼν τὰς δυνάμεις τὴν Ἀπειρίαν πόλιν παρεκάθισεν. εὑρὼν δὲ Βουσᾶν, τὸν τῆς πόλεως μαγγανάριν, ἀνελεῖν αὐτὸν ἐπειρᾶτο. ὁ δὲ Βουσᾶς παρ‐ εκάλει χρήματα ἱκανὰ αὐτῷ παρέχειν, εἴπερ τὸ ζῇν αὐτῷ φιλοτιμή‐
25σοιτο· οἱ δὲ τοῦτον δεσμήσαντες τῇ πόλει παρέστησαν. αὐτὸς δὲ ἐζήτει τοὺς τὴν πόλιν οἰκοῦντας ὠνήσασθαι αὐτόν, διηγούμενος ὅσα ὑπὲρ τῆς πόλεως ἠγωνίσατο. πολίτης δέ τις τὰ πλήθη ἀνέπειθε μὴ
τοῦτο ποιεῖν, λόγος δὲ τοῦτον τῇ Βουσᾶ γυναικὶ παρευνάζεσθαι.258

259

ἐπεὶ τοίνυν κατεφρονήθη ὁ Βουσᾶς, ὑπισχνεῖτο τῷ Χαγάνῳ παραδι‐ δόναι τὴν πόλιν, καὶ πολιορκητικὸν ὄργανον συμπηξάμενος, ὃν κριὸν ὀνομάζουσιν, τὴν πόλιν παρέλαβεν. μαθόντες δὲ οἱ βάρβαροι τὸ τεχ‐ νούργημα πλείστας καὶ ἄλλας πόλεις ἐδουλώσαντο καὶ μετὰ πολλῆς
5αἰχμαλωσίας ὑπέστρεψαν. ἀκούσαντες δὲ οἱ Βυζάντιοι, ὅτι Κάστος ὑπὸ τῶν βαρβάρων αἰχμάλωτος γέγονεν, μεγάλαις λοιδορίαις κατὰ Μαυρικίου ἐχρῶντο καὶ εἰς φανερὸν τοῦτον ἐβλασφήμουν. κατὰ τοῦτον δὲ τὸν χρόνον Ἡράκλειος, ὁ τοῦ Ἡρακλείου πατήρ, Περσικῷ φρουρίῳ προσβάλλει, καὶ τοῦτο εἷλεν· ὁμοίως καὶ Θεόδωρος τὸ Μα‐
10ζαρῶν φρούριον. ἀμφότεροι δὲ εἰς τὸ Βεϊουδὲς παραγίνονται. καὶ τοῦ φρουρίου ὀχυροῦ ὄντος, στρατιώτης τις, Σαπφήρης ὀνόματι, σκόλοπας τεχνουργήσας καὶ κατὰ τὰς ἁρμογὰς τῶν λίθων τούτους πηγνύων τὴν ἄνοδον ἐποιήσατο. ὡς δὲ ἐπέβη ἐκεῖνος τῇ στεφάνῃ τοῦ τείχους, Πέρσης ἀνὴρ τοῦτον ἐξώθησεν. πίπτει οὖν ὁ Σαπφήρης
15κάτω, καὶ ὑποδέχονται αὐτὸν οἱ Ῥωμαῖοι ταῖς ἀσπίσιν· καὶ αὖθις τοῦ ἔργου κατατολμᾷ, καὶ πάλιν ἐξωθεῖται τοῦ ὀχυρώματος· πάλιν δὲ οἱ Ῥωμαῖοι ταῖς ἀσπίσιν αὐτὸν ὑποδέχονται, καὶ πάλιν πρὸς τὴν ἐπιβουλὴν ἐνεχείρησεν. ἐπὶ δὲ τῇ κεφαλῇ τοῦ τείχους γενόμενος τὸν Πέρσην ἀπέτεμεν· εἶτα τὴν κεφαλὴν ὑπατεύσας Ῥωμαίους θάρσους
20ἐνέπλησεν. καὶ πολλῶν μιμησαμένων τὸν ἀριστέα καὶ διὰ τῶν πασ‐ σάλων ἐπιβάντων τοῦ τείχους, παραδίδοται Ῥωμαίοις τὸ φρούριον καὶ τοὺς μὲν τῶν Περσῶν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες σὺν τῇ ἀποσκευῇ τὸ φρούριον ... παρέδωκαν. ὁ δὲ Φιλιππικὸς αὖθις εἰς Βυζάντιον τὴν ὁδὸν ἐποιήσατο Ἡράκλειον καταλιπὼν ἡγεμόνα
25Ῥωμαίων. ἐλθὼν δὲ εἰς Ταρσὸν καὶ μαθών, ὅτι ὁ βασιλεὺς Πρίσκον στρατηγὸν ἀνατολῆς χειροτονήσας ἀπέστειλεν, γράφει Ἡρακλείῳ κα‐ ταλιπόντι τὸ στράτευμα εἰς Ἀρμενίαν παραγενέσθαι πρὸς Ναρσῆν
καὶ τὴν τοῦ Πρίσκου παρουσίαν κατάδηλον ποιῆσαι. ἦν γὰρ ὁ αὐτο‐259

260

κράτωρ τῷ Φιλιππικῷ κελεύσας τετάρτην μοῖραν τῆς ῥόγας τῷ στρατῷ ἀποστερῆσαι. ἐνόσει γὰρ Μαυρίκιος τὸ φιλόχρυσον. ὁ δὲ Φι‐ λιππικὸς φοβηθεὶς μὴ ἀφορμὴ τυραννίδος γένηται τοῦτο, τῷ βασιλεῖ οὐχ ὑπήκουσε διά τε τοῦτο τῆς στρατηγίας ἀποπαύεται. Πρίσκος δὲ
5καταλαβὼν τὴν Ἀντιόχειαν προστάττει τοὺς στρατιώτας ἐπὶ τὸ Μο‐ νόκαρτον συναχθῆναι· προσκαλεῖται δὲ καὶ Γερμανόν, τὸν τὴν Ἐδε‐ σηνῶν ἀρχὴν πεπιστευμένον, σὺν τῷ ἐπισκόπῳ· καὶ σὺν αὐτοῖς πρὸς τὸ στρατόπεδον ἀπήρχετο τὴν ἑορτὴν τοῦ πάσχα σὺν αὐτοῖς ποιη‐ σόμενος. οἱ δὲ ἡγεμόνες τοῦ στρατοῦ ὑπήντησαν αὐτῷ μετὰ τῶν
10βάνδων ἀπὸ δύο σημείων τοῦ στρατοπέδου. ὁ δὲ Πρίσκος κατὰ τὸ εἰωθὸς οὐκ ἀπέβη τοῦ ἵππου οὐδὲ ταῖς συνήθεσι προσηγορίαις ἐχρή‐ σατο. ἐντεῦθεν αὐτῷ τοῦ μίσους γέγονεν ἔναρξις· ἐπὶ ταῖς κοιναῖς γὰρ ὕβρεσι τὰ πλήθη ἀνιῶνται. μετὰ δὲ τὴν ἑορτὴν τὰ τοῦ βασι‐ λέως σοβαρῶς ἐπεδείκνυ γράμματα. συρρέουσι τοίνυν τὰ πλήθη ἐπὶ
15τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον, τὰ μὲν ξίφη ἐπιφερόμενα, τὰ δὲ λίθους, τὰ δὲ ξύλα. γίνεται τοίνυν περιδεὴς ὁ Πρίσκος καὶ ἐπιβὰς τῷ ἵππῳ φυγῇ ἀπέδρα τὸν κίνδυνον. οἱ δὲ διαρρήξαντες τὸ τούτου σκηνοπήγιον πάντα τὰ αὐτοῦ διήρπασαν. ὁ δὲ καταλαβὼν τὴν Κωνσταντίαν ὑπὸ ἰατρῶν τὰς βολὰς τῶν λίθων καὶ τὰ ἕλκη ἐθεραπεύετο. καὶ ἀπο‐
20στέλλει τὸν ἐπίσκοπον τῆς πόλεως ἀπολογούμενος τῷ στρατοπέδῳ, ὑπισχνούμενος πείθειν τὸν αὐτοκράτορα μηδὲν αὐτοῖς ἀποστερεῖν τῶν εἰωθότων παρασχέσθαι. ὁ δὲ στρατὸς τὸν ἐπίσκοπον μετὰ ὕβρεως ἀπεπέμπετο τόν τε Γερμανὸν ἄκοντα στρατηγὸν ἀνηγόρευσαν ἐπὶ ἀσπίδος ὑψώσαντες, τούς τε βασιλικοὺς ἀνδριάντας κατέστρεψαν καὶ
25τὰς τούτου εἰκόνας ἠφάνισαν· καὶ ἐπὶ τυραννίδα χωρεῖν ἤμελλον καὶ τὰς πόλεις σκυλεύειν, εἰ μὴ ὁ Γερμανὸς τοῦτο πολλῇ νουθεσίᾳ καὶ παραινέσει τούτους ἐκώλυσεν. ὁ δὲ Πρίσκος ταῦτα τῷ βασιλεῖ κατάδηλα πεποίηκεν. καὶ ὁ βασιλεὺς τὸν Φιλιππικὸν πάλιν στρατη‐
γὸν τῆς ἀνατολῆς πεποίηκεν· καὶ ὁ Πρίσκος εἰς Βυζάντιον ὑπέστρε‐260

261

ψεν. ὁ δὲ στρατὸς ὅρκοις κατησφαλίζετο μηδαμῶς ὑπὸ Μαυρικίου βασιλεύεσθαι. οἱ δὲ βάρβαροι ταῖς Ῥωμαϊκαῖς συμφοραῖς ἐνετρύφων. ὁ δὲ αὐτοκράτωρ Ἀριστόβουλον, τὸν κουράτορα τῶν βασιλικῶν οἴκων, πρὸς τὸν στρατὸν ἀπέστειλεν, ὅπως ὅρκοις καὶ δώροις διαλύσῃ
5τὴν τυραννίδα· ὃ καὶ πεποίηκεν. τῆς δὲ τυραννίδος ἀποσπασθείσης, γίνεται Περσῶν καὶ Ῥωμαίων κατὰ τὴν Μαρτυρόπολιν πόλεμος μέ‐ γιστος. τῶν δὲ Ῥωμαίων δυνάμει καὶ στρατηγίᾳ καταπολεμησάντων τοὺς Πέρσας, ἀναιρεῖται ὁ τῶν Περσῶν στρατηγὸς Μαρουζᾶς. συλ‐ λαμβάνονται δὲ καὶ ζῶντες τρισχίλιοι καὶ οἱ τῶν Περσικῶν ταγμάτων
10ταξίαρχοι· χίλιοι δὲ μόνοι τὸν ἀριθμὸν διεσώθησαν, οἳ καὶ μετὰ κινδύνων ἐπὶ τὴν Περσίδα ἀνέστρεψαν. οἱ δὲ Ῥωμαῖοι ἐκπέμπουσι πρὸς τὸν αὐτοκράτορα ἐκ τῶν Περσικῶν λαφύρων πολλὰ καὶ τοὺς ζωγρηθέντας ἅπαντας σὺν τοῖς βάνδοις. ὁ δὲ Μαυρίκιος ἔκτισε τὸν Καριανὸν ἔμβολον ἐν Βλαχέρναις ὑπογράψας ἐν αὐτῷ διὰ ζωγράφων
15τὰς ἑαυτοῦ πράξεις ἐκ παιδόθεν μέχρι τῆς αὐτοῦ βασιλείας· καὶ ἀνεπλήρωσε καὶ τὸ ἐν αὐτῷ δημόσιον λουτρόν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛπʹ. Τῆς θείας σαρκώσεως ἔτη φπʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ϛʹ.
20Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιηʹ.[End of a diagram]
27Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ϛʹ, οἱ Λογγί‐ βαρδοι πόλεμον κατὰ Ῥωμαίων ἤραντο, καὶ τὰ τῶν Μαυρουσίων ἔθνη κατὰ τὴν Ἀφρικὴν μεγάλας ταραχὰς ἐποιήσαντο. ἐν δὲ τῇ
30Περσίδι φυλακὴ ὑπάρχει λεγομένη Λήθη, καὶ πολλοὺς ὁ τῶν Περ‐ σῶν βασιλεὺς ἀπὸ διαφόρων ἐθνῶν ἐν ταύτῃ κατέκλεισε σὺν τοῖς αἰχμαλώτοις τῆς πόλεως τοῦ Δαρᾶς. οὗτοι οὖν ἀπογνόντες ἑαυτῶν
ἐπανίστανται κατὰ τῶν φυλασσόντων αὐτούς· καὶ ἀνελόντες τὸν261

262

Μαρουσᾶν καὶ τὴν τούτου κεφαλὴν λαβόντες εἰς τὸ Βυζάντιον ἧκαν· ὁ δὲ βασιλεὺς μετὰ χαρᾶς μεγάλης αὐτοὺς ὑπεδέξατο· τὸν δὲ Φι‐ λιππικὸν μόλις στρατηγὸν ὁ στρατὸς κατεδέξατο. πολέμου δὲ Περ‐ σῶν καὶ Ῥωμαίων ἐν Μαρτυροπόλει γεγονότος, ἡττῶνται Ῥωμαῖοι.
5ὁ δὲ αὐτοκράτωρ πάλιν τῆς στρατηγίας τὸν Φιλιππικὸν διαδεξάμενος Κομεντίολον στρατηγὸν τῆς ἀνατολῆς ἀπέστειλεν. ὁ δὲ Κομεντίολος περὶ τὴν Νισίβιν γενόμενος καὶ οἱ Πέρσαι κατὰ τὸ Σαρβανῶν ἀλ‐ λήλοις συνέβαλον. Ἡράκλειος δέ, ὁ τοῦ Ἡρακλείου πατήρ, ἐνευδο‐ κιμήσας ἐν τῷ πολέμῳ ἀνεῖλε τὸν τῶν Περσῶν στρατηγόν. Ἀφραάτου
10δὲ ἀναιρεθέντος, τρέπονται Πέρσαι, καὶ διώκουσι Ῥωμαῖοι. πολλῆς δὲ ἁλώσεως ἐν αὐτοῖς γενομένης, παραλαμβάνουσι καὶ τὸ τοῦλδον καὶ πολλὰ λάφυρα ἐν Βυζαντίῳ ἐκπέμπουσιν. ὁ δὲ αὐτοκράτωρ ἱπ‐ πικαῖς θεωρίαις καὶ πανηγύρεσι τὴν πόλιν ἐφαίδρυνε καὶ τὰς νίκας ἐθριάμβευσεν. ὁ δὲ Ὁρμίσδας, 〈ὁ τῶν Περσῶν βασιλεύς,〉 στρατηγὸν
15χειροτονήσας τὸν Βαρὰμ ἅμα δυνάμεσι πολλαῖς κατὰ Σουανίας ἐκ‐ πέμπει. ἀδοκήτως δὲ ταύτῃ ἐπιστάς, καταπολεμηθέντων τῶν Τούρκων ὑπὸ τῶν Περσῶν, τοσοῦτον Ὁρμίσδας ηὐξήθη, ὡς καὶ φόρους μʹ χιλιάδας χρυσοῦ παρὰ τῶν Τούρκων λαβεῖν, πρότερον τούτου τὰ ἴσα τοῖς Τούρκοις τελοῦντος. τοῦ δὲ Βαρὰμ περιδόξου κατὰ τὸν
20πόλεμον τοῦτον γεγονότος καὶ εἰς τὸν Ἀράξην ποταμὸν στρατοπεδευ‐ ομένου, ὁ Μαυρίκιος τοῦτο μαθὼν Ῥωμανὸν χειροτονεῖ στρατηγόν, καὶ ἐν Σουανίᾳ μετὰ δυνάμεως ἐκπέμπει. καταλαβὼν δὲ ὁ Ῥωμανὸς τὴν Λαζικὴν καὶ εἰς τὸν Φάσιδα γενόμενος ποταμὸν ἐπὶ τὴν Ἀλ‐ βανίαν στρατοπεδεύεται. ὁ δὲ Βαρὰμ τὸν τῶν Ῥωμαίων στρατὸν
25ἐπιδημήσαντα ἀκηκοὼς διεγέλα τὸ πρᾶγμα· ἐπεθύμει δὲ καὶ Ῥωμαϊκῆς παρατάξεως πεῖραν λαβεῖν· οὐ γὰρ ἦν ποτε Ῥωμαίους πολεμήσας. διαβὰς τοίνυν τὸν γείτονα ποταμόν, ὡς ἐπὶ τὰ ἐνδότερα μέρη τῆς
Περσίδος τοὺς Ῥωμαίους ἐφελκόμενος ᾔει· ὁ δὲ Ῥωμανὸς τὴν Ῥω‐262

263

μαϊκὴν πληθὺν ἐχώριζεν, τοὺς ἀδοκίμους εἰς τὸ τοῦλδον καταλιπών· καὶ δέκα χιλιάδας ἐπιλέκτους λαβὼν κατὰ τῶν βαρβάρων ἐχώρει, δύο δὲ χιλιάδας προτρέχειν τοῦ στρατοῦ παρακελεύεται· οἵ τινες συναν‐ τήσαντες τοὺς προτρέχοντας τῶν Περσῶν τούτους τρέπουσι καὶ
5πάντας ἀνήλωσαν. τῆς γὰρ φυγῆς γενομένης, καὶ κρημνοῦ συναν‐ τήσαντος αὐτοῖς, ἀποκλεισθέντες πάντες ἀνῃρέθησαν· οἱ δὲ Ῥωμαῖοι μέχρι τοῦ χάρακος τῶν βαρβάρων ἐγένοντο, ὡς καταπλαγῆναι τὸν Βαρὰμ ἐπὶ τούτῳ. τοῦτο ἀκηκοὼς Ῥωμανὸς παραθαρρύνει τὸ στρα‐ τόπεδον, καὶ παρατάσσονται ἐν πεδίῳ τῆς Ἀλβανίας. ὁ δὲ Βαρὰμ
10ἀπεπειρᾶτο κλέψαι τὸν πόλεμον, διητύχησε δὲ τοῦ βουλεύματος· συνέσει γὰρ ὁ Ῥωμανὸς ἐκεκόσμητο. συμβαλόντων δὲ ἀλλήλοις, καὶ πολλῶν ἀναιρεθέντων βαρβάρων, μεγίστη Ῥωμαίων γίνεται νίκη· σκυλεύονται τοίνυν οἱ βάρβαροι καὶ ταφῆς ἀμοιρήσαντες τοῖς θηρίοις γίνονται κατάβρωμα. τοῦτο ἀκούσας ὁ τῶν Περσῶν βασιλεὺς καὶ
15τὴν αἰσχύνην μὴ φέρων γυναικείαν ἐσθῆτα τῷ Βαρὰμ ἐξέπεμψεν, καὶ τῆς στρατηγίας τοῦτον ἀπέπαυσεν. νεωτερίζει τοίνυν ὁ Βαρὰμ καὶ πρὸς τυραννίδα χωρεῖ· καὶ ἀνθυβρίζει διὰ γραμμάτων τὸν Ὁρ‐ μίσδαν ἐπιγράψας τὴν ἐπιστολήν· Ὁρμίσδᾳ, τῇ θυγατρὶ Χοσρόου, ὁ Βαρὰμ ταῦτα ἐπιστέλλει. συναγαγὼν δὲ τὰ στρατεύματα ἔφασκεν
20ἀγανακτεῖν τὸν Ὁρμίσδαν κατὰ τῶν στρατευμάτων, ὡς ὑπὸ Ῥωμαίων ἡττηθέντων. ἐπεδείκνυε δὲ καὶ ἐπίπλαστα γράμματα ὡς ἀπὸ Ὁρμίσδα πρὸς τὸ ὑπομειῶσαι τὰς τῶν στρατιωτῶν ῥόγας, ὑπομιμνήσκων αὐ‐ τοὺς τό τε ἀπηνὲς τοῦ Ὁρμίσδα καὶ ὠμότατον, τὸ φιλάργυρόν τε καὶ βίαιον, καὶ ὅπως φόνοις μὲν ἀρεσκόμενος, εἰρήνης δὲ ἀπεχόμενος,
25καὶ πῶς τοὺς μεγιστᾶνας δεσμοῖς καθυπέβαλεν, καὶ τοὺς μὲν ξίφει ἀπέτεμεν, τοὺς δὲ ἀπέπνιξεν ἐν τῷ Τίγριδι· καὶ πῶς κατηνάγκαζε Πέρσας ἐν μεγάλοις πολέμοις χωρεῖν, ὅπως διαφθαρῶσι καὶ μὴ κατ’ αὐτοῦ στασιάσωσιν. τοιούτοις δὲ λόγοις συμβαλὼν ὁ Βαρὰμ τὰ στρα‐ τεύματα τυραννίδα μεγάλην κατὰ Ὁρμίσδα ἐξῆψεν· καὶ ὅρκοις τὸν
30Βαρὰμ ὀχυρώσαντες δογματίζουσι πάντες καθελεῖν τὸν Ὁρμίσδαν.263

264

ὁ δὲ Ὁρμίσδας Φεροχάνην, τὸν μάγιστρον αὐτοῦ, καθοπλίσας μετὰ δυνάμεως ἀπέστειλε κατὰ Βαράμ. ὁ δὲ Βαρὰμ ἐδήλου τῷ Φεροχάνῃ καὶ τοῖς στρατεύμασιν, ὅτι οὐ δεῖ ὅπλα κατὰ Περσῶν ἐπιφέρεσθαι Πέρσας· καὶ ὑπεμίμνησκεν αὐτοὺς τὴν τοῦ Ὁρμίσδα τραχύτητα, τὸ
5ἄδικον, τὸ αἱμοχαρὲς καὶ φιλόφονον, τὸ ἄπιστον καὶ ἀλαζονικόν τε καὶ βίαιον. τούτων αἰσθόμενοι ἀληθῶς εἰρημένων οἱ περὶ τὸν Φεροχάνην λαοὶ πρὸς Βαρὰμ μετατίθενται καὶ τὸν Φεροχάνην ἀνελόντες τῷ Βαρὰμ ἡνώθησαν καὶ ἐπὶ Κτησιφῶντα ὥρμησαν. ὁ δὲ Ὁρμίσδας εἶχεν ἐν δεσμοῖς Βινδόην τὸν ἐν ἀξίᾳ μεγάλῃ τελοῦντα. ἐν δὲ σάλῳ μεγάλῳ
10τῶν πραγμάτων ὄντων, Βεστάν, ὁ τοῦ Βινδόου ἀδελφός, εἰς τὴν φρου‐ ρὰν εἰσπηδήσας ἐξάγει Βινδόην, τὸν ἀδελφὸν αὐτοῦ, καὶ συναθροίσαντες πλῆθος ἀγροίκων τε καὶ πολιτικῶν τρίτῃ ὥρᾳ τῆς ἡμέρας εἰσέρχονται εἰς τὰ βασίλεια· καὶ εὑρόντες τὸν Ὁρμίσδαν ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζόμενον, ὕβρεσι τοῦτον πολλαῖς καθυπέβαλον. ὁ δὲ Βινδόης κρα‐
15τήσας τὸν Ὁρμίσδαν ἀφείλατο τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εἰς φρουρὰν τοῦτον παρέδωκεν, παρεκάλει δὲ Χοσρόην τοῦ πατρῴου θρόνου ἀνθέξεσθαι. ὁ δὲ Ὁρμίσδας ἐκ τῆς φρουρᾶς ἄγγελον ἐξ‐ έπεμψε τοῖς Πέρσαις αἰτούμενος λαλῆσαι τὰ συμφέροντα τῇ Περσίδι. γίνεται τοίνυν τῇ ἐπαύριον, καὶ συνηθροίσθη ἡ σύγκλητος τῶν
20Περσῶν ἐν τοῖς βασιλείοις σὺν τῷ πλήθει, καὶ ἄγουσι τὸν Ὁρμίσδαν δέσμιον. ὁ δὲ Ὁρμίσδας ἀνεμίμνησκε Πέρσας, ὡς οὐ δεῖ περὶ τοὺς βασιλεῖς τοιαῦτα ἐξαμαρτάνειν, καὶ ὅσα, ἀφ’ οὗ ἐβασίλευσεν, τρό‐ παια πεποίηκεν, καὶ ὅσα εὐεργέτησε Πέρσας, καὶ ὅπως Τούρκους τῇ Περσίδι φόρους τελεῖν πεποίηκεν, Ῥωμαίους δὲ εἰρήνης ἐρᾷν,
25καὶ ὅπως τὴν Μαρτυρόπολιν παρέλαβεν· καὶ τὰς πατρῴας ἀριστείας ἐξήγγειλεν. ἠξίου δὲ ἀποχειροτονηθῆναι Χοσρόην τῆς βασιλείας ὡς φιλόδικον καὶ ἄπληστον καὶ αἱμοχαρῆ, ὑπεροπτικόν τε καὶ ὑβριστὴν
καὶ φιλοπόλεμον· ὑπεῖναι δὲ αὐτῷ ἄλλον παῖδα, καὶ τοῦτον εἰς264

265

βασιλέα προχειρίσασθαι παρεκάλει. Βινδόης δὲ πρὸς τὸν Ὁρμίσδαν ἀντέλεγε καὶ τὰ τούτου σφάλματα εἰς μέσον προβαλλόμενος πάντας διήγειρε κατὰ Ὁρμίσδα· καὶ ἄγουσιν εἰς μέσον τήν τε γυναῖκα Ὁρμίσδα καὶ τὸν υἱόν· καὶ τοῖς † προσειωθόσιν ἐπ’ ὄψεσιν Ὁρ‐
5μίσδα τούτους ἐδιχοτόμησαν. τὸν δὲ Ὁρμίσδαν τυφλώσαντες τῇ φρουρᾷ ἐναπέθεντο. καὶ ὁ μὲν Χοσρόης ἄχρι τινὸς τὸν πατέρα ἐφιλοφρόνησεν ἐν τῇ φρουρᾷ πᾶσαν ἡδονὴν παρέχων· ὁ δὲ Ὁρμίσδας ὕβρεσι τοῦτον ἠμείβετο καταπατῶν τὰ ὑπὸ τοῦ βασιλέως πεμπόμενα. ὀργισθεὶς δὲ ὁ Χοσρόης ῥοπάλοις ἀγρίοις ἐκέλευσε κατὰ τῶν λαγό‐
10νων τυπτόμενον τοῦτον ἀποθανεῖν. τοῦτο δὲ ἐλύπησε τοὺς Πέρσας καὶ μῖσος κατὰ τοῦ Χοσρόου ἐνέθηκεν. Χοσρόης δὲ συναθροίσας δυνάμεις, τῶν βασιλείων ὑπεξελθὼν κατὰ τοῦ Βαρὰμ παρεγένετο ἐν πεδίῳ τοῦ Ζάβα ποταμοῦ, ἔνθα Βαρὰμ τὸν χάρακα εἶχεν. ὑπο‐ λαβὼν δὲ Χοσρόης, ὅτι τινὲς τῶν ἀρχόντων πρόσκεινται τῷ Βαράμ,
15τούτους ἐφόνευσεν. ταραχθέντος δὲ τοῦ λαοῦ, ἀποδιδράσκει Χοσρόης μετά τινων ὀλίγων· καὶ πάντες οἱ περὶ τὸν Χοσρόην τῷ Βαρὰμ προσεχώρησαν. ὁ δὲ Χοσρόης ἠπόρει, τί δρᾶσαι, ἐνίων μὲν συμ‐ βουλευόντων αὐτῷ πρὸς Τούρκους χωρεῖν, ἑτέρων δὲ πρὸς Ῥωμαίους. ὁ δὲ Χοσρόης τοῦ ἵππου ἐπιβὰς καὶ τὸν χαλινὸν ἐάσας προστάττει
20πᾶσιν ἕπεσθαι τοῖς τοῦ ἵππου κινήμασιν· ὁ δὲ ἵππος ἐπὶ τὰ Ῥω‐ μαϊκὰ μέρη ἀπεκίνησεν. καὶ πρὸς τὸ Κερκέσιον παραγίνεται καὶ πρέσβεις ἐκπέμπει τὴν ἑαυτοῦ ἄφιξιν Ῥωμαίοις κατάδηλον ποιούμενος. ἔτυχε δὲ Πρόβον τὸν πατρίκιον ἐκεῖ ὄντα τοῦτον ὑποδέξασθαι καὶ διὰ γραμμάτων τῷ βασιλεῖ μηνῦσαι τὰ κατ’ αὐτόν. ὁ δὲ Βαρὰμ ἀπ‐
25έστειλε πρέσβεις πρὸς Μαυρίκιον αἰτούμενος μὴ συμμαχῆσαι τῷ Χοσρόῃ· κελεύει δὲ ὁ βασιλεὺς Μαυρίκιος Κομεντιόλῳ στρατηγῷ εἰς Ἱεράπολιν τὸν Χοσρόην ὑποδέξασθαι καὶ βασιλικαῖς θεραπείαις τιμῆσαι.
Τῷ δ’ αὐτῷ ἔτει κατέδειξεν ὁ βασιλεὺς Μαυρίκιος γενέσθαι εἰς265

266

τὴν μνήμην τῆς ἁγίας θεοτόκου τὴν λιτὴν ἐν Βλαχέρναις καὶ ἐγκώμια λέγειν τῆς δεσποίνης, ὀνομάσας αὐτὴν Πανήγυριν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛπαʹ. Τῆς θείας σαρκώσεως ἔτη φπαʹ.
5Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιʹ.
10Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιθʹ.[End of a diagram]
13Τούτῳ τῷ ἔτει τεκνοποιηθεὶς ὁ βασιλεὺς Μαυρίκιος Χοσρόην, τὸν βασιλέα Περσῶν, Δομετιανόν, ἐπίσκοπον Μελιτηνῆς, πρὸς
15αὐτὸν ἐξέπεμψεν, τὸν ἴδιον συγγενῆ, σὺν Ναρσῇ, τὴν ἡγεμονίαν τοῦ πολέμου τούτῳ καταπιστεύσας. οἵ τινες παραλαβόντες τὸν Χοσ‐ ρόην καὶ πάσας τὰς Ῥωμαϊκὰς δυνάμεις εἰς τὴν Περσίδα εἰσβάλλου‐ σιν. ὁ δὲ Βαρὰμ τοῦτο μαθών, τὰς περὶ αὐτὸν δυνάμεις ἀναλαβὼν ἐν τόπῳ Ἀλεξανδρινῆς ὀνομαζομένῳ ἐστρατοπέδευσεν, κωλύειν οἰόμε‐
20νος τὰ ἐκ τῆς Ἀρμενίας ἐρχόμενα στρατεύματα τοῦ μὴ ἑνωθῆναι τῷ Ναρσῇ. ἐκέλευσε γὰρ Μαυρίκιος Ἰωάννην τὸν Μυστάκωνα, τὸν τῆς Ἀρμενίας στρατηλάτην, ἀναλαβεῖν τὰ στρατεύματα καὶ ἑνωθῆναι τῷ Ναρσῇ, τοῦ ἅμα συστήσασθαι τὸν πρὸς τὸν Βαρὰμ πόλεμον. διὰ δὲ τῆς νυκτὸς ἡνώθησαν πᾶσαι αἱ Ῥωμαϊκαὶ δυνάμεις καὶ παρετάξαντο
25κατὰ Βαράμ. ὁ δὲ Βαρὰμ πρὸς τὸ ὄρος ἐστρατοπέδευσε δειλίᾳ κατεχό‐ μενος. πολέμου δὲ φοβεροῦ κροτηθέντος, ὁ Ναρσῆς τῶν Ἰνδικῶν καταφρονήσας θηρίων τὴν μέσην τῶν βαρβάρων διέλυσε φάλαγγα. τούτου δὲ γενομένου καὶ αἱ λοιπαὶ τοῦ Βαρὰμ ἠσθένησαν φάλαγγες, καὶ γίνεται τοῦ τυράννου μεγάλη φυγή. ὁ δὲ Ναρσῆς ἀκατασχέτως
30διώκων ἀνῄρει τοὺς Πέρσας, ἓξ δὲ χιλιάδας ζωγρήσας πρὸς Χοσ‐ ρόην δεσμίους ἤγαγεν· ὁ δὲ Χοσρόης πάντας ἀνεῖλε τῷ δόρατι. ὅσοι δὲ Τοῦρκοι ἐτύγχανον, τούτους τῷ αὐτοκράτορι εἰς Βυζάντιον ἔπεμψεν. τῶν δὲ Τούρκων ἐν τοῖς μετώποις τὸν τύπον τοῦ σταυ‐
ροῦ διὰ μέλανος κεντητοῦ ἐχόντων, ἐρωτωμένων ὑπὸ τοῦ αὐτοκρά‐266

267

τορος, ποίῳ τρόπῳ τοῦτο τὸ σημεῖον ἐπιφέρονται; οἱ Τοῦρκοι ἔφασκον πρὸ πολλῶν χρόνων λοιμὸν ἐν Τουρκίᾳ γενέσθαι, τινὰς δὲ τῶν ἐν αὐτοῖς Χριστιανῶν ὑποθέσθαι τοῦτο ποιῆσαι, ὡς ἐντεῦθεν σωτηρία κατὰ τὴν χώραν ἐγένετο. ὁ δὲ στρατὸς τῶν Ῥωμαίων τὴν σκηνὴν
5τοῦ Βαρὰμ καὶ τὸ τοῦλδον παραλαβόντες μετὰ τῶν ἐλεφάντων τῷ Χοσρόῃ προσήνεγκαν. ὁ δὲ Βαρὰμ ἐπὶ τὰ ἐνδότερα μέρη τῆς Περ‐ σίδος τὴν φυγὴν ἐποιήσατο καὶ οὕτως ὁ κατ’ αὐτὸν διαλύεται πόλεμος. ὁ δὲ Χοσρόης μεγάλην νίκην ἀναδησάμενος τὸν ἴδιον ἀπέλαβε θρόνον καὶ ἐπινίκια εἱστία Ῥωμαίους. ὁ δὲ Ναρσῆς ἀνα‐
10ζευγνύων ἐπὶ τὰ ἴδια τῷ Χοσρόῃ ἔλεγεν· “μέμνησο, Χοσρόη, τῆς παρούσης ἡμέρας. Ῥωμαῖοί σοι τὴν βασιλείαν χαρίζονται.” Χοσ‐ ρόης δὲ τὴν δολοφονίαν δεδοικὼς ἐζήτει Μαυρίκιον χιλίους Ῥωμαίους εἰς φυλακὴν αὐτοῦ ἔχειν· ὁ δὲ Μαυρίκιος ἀγάπην πολλὴν πρὸς τὸν βάρβαρον κεκτημένος ἐπλήρου τὸ αἴτημα αὐτοῦ. καὶ οὕτως ὁ Περ‐
15σικὸς τῶν Ῥωμαίων κατεπέπαυτο πόλεμος. [Start of a diagram]Κόσμου ἔτη ͵ϛπβʹ. Τῆς θείας σαρκώσεως ἔτη φπβʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. βʹ.
20Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. κʹ.[End of a diagram]
26Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ κϛʹ, ἰνδικτιῶνος ηʹ, τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα χρόνων τεσσάρων ἥμισυ ἐστέφθη Θεοδόσιος, ὁ υἱὸς τοῦ Μαυρικίου, ὑπὸ Ἰωάννου, πατριάρχου Κωνσταντινουπόλεως. τῷ δ’ αὐτῷ ἔτει ὁ αὐτοκράτωρ Μαυρίκιος τὴν ἐκκλησίαν τῶν ἁγίων
30τεσσαράκοντα, ἣν ἀπήρξατο κτίζειν Τιβέριος, ἀνεπλήρωσεν ἐν τῇ Μέσῃ οὖσαν, ὅνπερ τόπον ἔλεγον πρώην εἶναι πραιτώριον. εἰρήνης δὲ βαθείας τὴν ἀνατολὴν καταλαβούσης, Ἀβαρικὸς ἐπὶ τὴν Εὐρώπην ἐκύμαινε πόλεμος. διὰ τοῦτο ὁ αὐτοκράτωρ Μαυρίκιος τὰς δυνά‐
μεις ἀπὸ ἀνατολῆς ἐπὶ τὴν Θρᾴκην μετήγαγεν.267

268

θʹ. γʹ. ιʹ. ιθʹ. ιβʹ. καʹ. Τούτῳ τῷ ἔτει ἀρχομένου τοῦ ἔαρος, καὶ τῶν ταγμάτων τὴν Θρᾴκην καταλαβόντων, ἐξῆλθε σὺν αὐτοῖς ὁ Μαυρίκιος ἰδεῖν τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα. ἡ δὲ αὐγούστα καὶ ὁ πατρι‐
5άρχης καὶ ἡ σύγκλητος παρεκάλουν τὸν βασιλέα μὴ αὐτουργῆσαι πόλεμον, ἀλλὰ στρατηγῷ τοῦτον ἐγχειρίσαι· ὁ δὲ οὐ κατεδέξατο. ἐξελθόντι δὲ αὐτῷ ἐν τῷ Ἑβδόμῳ γέγονεν ἡλίου ἔκλειψις. ἐπεγί‐ νοντο δὲ καὶ ἐξαισίων πνευμάτων φυσήματα, νότος βίαιος. ἐν δὲ τῷ Ῥηγίῳ ἐλθόντος, τῶν πενήτων τὰ πλήθη ἀργυρίοις ἐψυχαγώ‐
10γησεν. ἐπὶ θήραν δὲ ἐξελθὼν ὁ αὐτοκράτωρ, ὗς ἄγριος παμμεγέθης κατὰ τοῦ καίσαρος ὥρμησεν. ὁ δὲ ἵππος διὰ τὸ φοβερὸν τοῦ θεά‐ ματος ἀποβαλεῖν τὸν καίσαρα ἐγχειρεῖ· ἐπὶ πολὺ δὲ ἀκαταστατήσας οὐκ ἠδυνήθη τὸν καίσαρα ῥῖψαι· ὁ δὲ ὗς ὑπ’ οὐδενὸς τρωθεὶς ἀνεχώρησεν. ἐπὶ τὴν Πείρινθον δὲ διὰ ναυτιλίας τὴν πορείαν
15ποιούμενος, ἀνέμων ἐξαισίων καὶ βροχῆς γενομένης, τῶν ναυτῶν ἀπορησάντων, τὸ σκάφος ἐφέρετο τοῦ αὐτοκράτορος, ὥστε παραδόξως διασωθῆναι ἐν τῷ λεγομένῳ Δαονίῳ. τῇ δὲ νυκτὶ ἐκείνῃ γύναιον ἔτικτε καὶ βοὰς οἰκτρὰς ἠφίει· πρωΐας δὲ γενομένης, ἀπέστειλεν ὁ βασιλεὺς ἰδεῖν, τί τὸ συμβησόμενον. καὶ εἶδον παιδίον γεννηθὲν
20ὀφθαλμῶν καὶ βλεφάρων ἀμέτοχον, μήτε χεῖρας μήτε βραχίονας ἔχον, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυῶς ὑπῆρχεν αὐτῷ. 〈τοῦτο δὲ ἰδὼν ὁ βασιλεὺς ἀνελεῖν προσέταξεν.〉 ταύτῃ δὲ τῇ ἡμέρᾳ ὁ ἵππος τοῦ βασι‐ λέως, ὁ τὸν χρυσοῦν περικείμενος κόσμον, ἀθρόως διερράγη πεσών. ὁ δὲ βασιλεὺς τούτοις πᾶσιν οἰωνισάμενος, περίλυπος ἦν. τῇ δὲ ὑστεραίᾳ
25ἄνδρες τρεῖς Σκλαυινοὶ τὸ γένος, μηδέν τι σιδηροῦν περιβαλλόμενοι, ὑπὸ Ῥωμαίων ἐκρατήθησαν, κιθάρας μόνας βαστάζοντες. ὁ δὲ βασι‐ λεὺς ἠρώτα, πόθεν τε εἶεν καὶ ποῦ τὰς διατριβὰς ἐποιοῦντο; οἱ δὲ τὸ μὲν γένος ἔφασαν πεφυκέναι Σκλαυινοί· πρὸς τῷ τέλει δὲ τοῦ δυτικοῦ ᾠκηκέναι ὠκεανοῦ· τὸν δὲ Χαγάνον πρὸς αὐτοὺς πρεσβείαν
30πέμψαι καὶ δῶρα τοῖς ἐθνάρχαις αὐτῶν τοῦ συμμαχῆσαι αὐτῷ κατὰ268

269

Ῥωμαίων· οἱ δὲ ταξίαρχοι αὐτῶν ἀπέστειλαν αὐτοὺς ἀπολογήσασθαι τῷ Χαγάνῳ, ὅτι οὐ δύνανται διὰ τὸ μῆκος τῆς ὁδοῦ ἀποστεῖλαι αὐτῷ συμμαχίαν. ὀκτωκαίδεκα γὰρ μηνῶν ἔφασκον ποιήσασθαι ὁδοι‐ πορίαν καὶ οὕτω τοῖς Ῥωμαίοις περιπεσεῖν· κιθάρας δὲ περιφέρεσθαι
5ὡς μὴ εἰδότας ὅπλα περιβαλέσθαι τινά, τῆς χώρας αὐτῶν ἀγνοούσης τὸ σίδηρον. ὁ δὲ αὐτοκράτωρ θαυμάσας τήν τε ἡλικίαν καὶ τὰ μεγέθη τοῦ σώματος αὐτῶν, ἐπαινέσας εἰς Ἡράκλειαν αὐτοὺς παρ‐ έπεμψεν. καταλαβὼν δὲ τὴν Ἀγχίαλον καὶ μαθών, ὅτι πρέσβεις εἰς τὸ Βυζάντιον Περσῶν τε καὶ Φράγγων παρεγένοντο, ὑπέστρεψεν εἰς
10τὰ βασίλεια.
ιʹ. δʹ. ιαʹ. κʹ. ιγʹ. κβʹ. Τούτῳ τῷ ἔτει ὁ Χαγάνος ἐζήτει προσθήκας ταῖς συνθήκαις λαμβάνειν, ὁ δὲ αὐτοκράτωρ τοὺς λόγους τοῦ βαρβάρου οὐ παρ‐ εδέξατο. διὰ τοῦτο ὁ Χαγάνος ἤρατο πάλιν τὸν πόλεμον καὶ πολι‐
15ορκεῖ τὴν Σιγγιδόνα καὶ στρατοπεδεύει κατὰ τὸ Σέρμιον. ὁ δὲ αὐτοκράτωρ στρατηγὸν τῆς Εὐρώπης χειροτονεῖ τὸν Πρίσκον. ὁ δὲ Πρίσκος Σαλβιανὸν ὑποστράτηγον ποιήσας προτρέχειν ἐκέλευσεν· καὶ κατὰ τῶν βαρβάρων χωρήσαντες συγκροτοῦσι πόλεμον, καὶ νικῶσι Ῥωμαῖοι. ὁ δὲ Χαγάνος τοῦτο ἀκηκοώς, ἀναλαβὼν τὰς δυνάμεις
20ἐχώρει πρὸς πόλεμον. ὁ δὲ Σαλβιανὸς ἰδὼν τὰ πλήθη καὶ κατα‐ πλαγεὶς πρὸς Πρίσκον ἀφικνεῖται. γνοὺς δὲ ὁ Χαγάνος τὴν τῶν Ῥωμαίων ὑποχώρησιν εἰς Ἀγχίαλον ἐξέρχεται ἤτοι εἰς τὸν ἅγιον Ἀλέξανδρον καὶ τοῦτον τῷ παμφάγῳ πυρὶ παραδέδωκεν. μεταβὰς δὲ εἰς τὰ Δριζίπερα ἐπιχειρεῖ ἐκπορθῆσαι τὸ πόλισμα πολιορκητικὰ
25ἐξεργασάμενος ὄργανα. οἱ δὲ τὰ Δριζίπερα οἰκοῦντες ἐπίπλαστον ἀντεπαρετάξαντο θράσος. τάς τε γὰρ πύλας ἀναπετάσαντες ἠπείλουν τοῖς βαρβάροις πολεμεῖν ἐν δειλίᾳ ἐξαισίῳ ὄντες. τότε δὴ τότε θεῖά τις αὐτοῖς ἐπέστη δύναμις. μεσούσης γὰρ ἡμέρας ὁρᾷν ἔδοξαν οἱ βάρβαροι Ῥωμαίων δυνάμεις ἐπεξιούσας τοῦ ἄστεως, καὶ μέλλειν
30συμπλέκεσθαι, καὶ καταπλαγέντες συντόνῳ φυγῇ ἀποδιδράσκουσι καὶ269

270

ἐπὶ τὴν Πείρινθον γίνονται. ὁ δὲ Πρίσκος μηδὲ θεωρεῖν φέρων τὰ πλήθη τῶν βαρβάρων, εἰς τὸ Τζουρουλὸν εἰσελθὼν τὸ φρούριον ἠσφαλίζετο. ὁ δὲ βάρβαρος τὸν Πρίσκον πολιορκεῖν ἐνεχείρει. ταῦτα δὲ ἀκηκοὼς Μαυρίκιος διηπόρει, τί δρᾶσαι, εὐβουλίᾳ δὲ κατα‐
5στρατηγεῖ τῆς ἀπείρου δυνάμεως· καὶ ἕνα τῶν ἐκσκουβιτόρων μεγά‐ λαις δωρεαῖς καὶ ὑποσχέσεσι πείθει ἑκοντὶ περιπεσεῖν τοῖς βαρβάροις· καὶ δίδωσιν αὐτῷ πρὸς Πρίσκον γράμματα περιέχοντα τάδε· “τῷ ἐνδοξοτάτῳ στρατηγῷ Πρίσκῳ. τὴν ἀλιτηρίαν τῶν βαρβάρων ἐγχεί‐ ρησιν μὴ δειλιάσῃς· πρὸς γὰρ ἀπώλειαν αὐτῶν τοῦτο γέγονεν.
10γίνωσκε γὰρ ὅτι μετὰ πολλῆς αἰσχύνης ἔχει ὁ Χαγάνος ὑποστρέψαι εἰς τὴν ἀφιερωθεῖσαν αὐτῷ ὑπὸ Ῥωμαίων χώραν. διὰ τοῦτο καρ‐ τερήσῃ ἡ σὴ ἐνδοξότης ἐν Τζουρουλῷ περιρέμβων αὐτούς. πέμπομεν γὰρ διὰ θαλάσσης πλοῖα καὶ αἰχμαλωτίζομεν τὰς φαμιλίας αὐτῶν. καὶ ἀναγκάζεται μετὰ αἰσχύνης καὶ ζημίας εἰς τὰ ἴδια ὑποστρέψαι.”
15ὁ δὲ Χαγάνος κρατήσας τὰ γράμματα καὶ ἀναγνοὺς γίνεται περιδεής. καὶ συνθήκας πρὸς τὸν Πρίσκον διαθέμενος καὶ εἰρηνεύσας ἐπὶ δώ‐ ροις ὀλίγοις καὶ ἀναξιολόγοις εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε γῆν μετὰ φυγῆς κραταιᾶς. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ.
20
ιαʹ. εʹ. ιβʹ. αʹ. ιδʹ. κγʹ.
Τούτῳ τῷ ἔτει ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν Πρίσκον σὺν πάσαις ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπὶ τὸν Ἴστρον ποταμὸν ἔπεμψεν, ὥστε τὰ Σκλαυινῶν ἔθνη διαπερᾶσαι κωλύσῃ. τούτου δὲ ἐλθόντος ἐπὶ τὸν Δορόστολον, ὁ Χαγάνος μαθὼν πρέσβεις ἐξέπεμψε πρὸς
25αὐτόν, καὶ κατῃτιᾶτο Ῥωμαίους ἔναρξιν τῷ πολέμῳ διδόντας. ὁ δὲ Πρίσκος ἀπελογεῖτο, ὅτι “οὐ πρὸς Ἀβάρους τὸν πόλεμον ποιῆσαι παραγέγονα, ἀλλὰ πρὸς τὰ Σκλαυινῶν ἔθνη ὑπὸ τοῦ αὐτοκράτορος ἀπεστάλην.” ἀκηκοὼς δὲ ὁ Πρίσκος, ὅτι Ἀρδάγαστος τὰ πλήθη τῶν
Σκλαυινῶν πρὸς τὸ πραιδεύειν διεσκόρπισεν, διαπεράσας τὸν Ἴστρον270

271

μεσούσης νυκτὸς ἀδοκήτως τῷ Ἀρδαγάστῳ συνέμιξεν. ὁ δὲ Ἀρδά‐ γαστος τοῦ κινδύνου αἰσθόμενος ἵππου τε γυμνοῦ ἐπιβὰς μόλις διασώζεται. οἱ δὲ Ῥωμαῖοι ἀνελόντες πλήθη Σκλαυινῶν καὶ τὴν περὶ τὸν Ἀρδάγαστον διατεμόντες χώραν αἰχμαλωσίας τε κρατήσαν‐
5τες πολλοὺς εἰς τὸ Βυζάντιον ἔπεμπον διὰ Τατίμερος. ὁ δὲ Τατίμερ ἐκλύτως τὴν πορείαν ποιούμενος καὶ εἰς μέθην καὶ τρυφὴν ἐπιδιδοὺς ἠμέλει. καὶ τῇ τρίτῃ ἡμέρᾳ πλήθη Σκλαυινῶν ἐπιτίθενται αὐτῷ· καὶ δειλίᾳ συσχεθείς, φεύγων εἰς τὸ Βυζάντιον ἧκεν. οἱ δὲ σὺν αὐτῷ Ῥωμαῖοι ἐγκρατῶς τοῖς Σκλαυινοῖς μαχησάμενοι κρατοῦσι τῶν
10βαρβάρων παραδόξως καὶ εἰς τὸ Βυζάντιον τὴν αἰχμαλωσίαν τῷ βασιλεῖ ἀποσώζουσιν· ὁ δὲ αὐτοκράτωρ εὐφρανθεὶς εὐχαριστηρίους ὕμνους μετὰ πάσης τῆς πόλεως τῷ θεῷ προσέφερεν. ὁ δὲ Πρίσκος θαρρήσας εἰς τὰ ἐσώτερα μέρη τῶν Σκλαυινῶν ἐχώρει. Γήπαις δὲ ἀνὴρ τῆς θρησκείας τῶν Χριστιανῶν ὑπάρχων αὐτομολεῖ πρὸς Ῥω‐
15μαίους καὶ τὴν εἴσοδον τοῖς Ῥωμαίοις ὑπέδειξεν· καὶ τῶν βαρβάρων ἐκράτησαν· ἔφησε δὲ καὶ Μουσούκιον, τὸν ῥῆγα τῶν βαρβάρων, ἀπὸ τριάκοντα σημείων διάγειν. προδοσίᾳ δὲ τοῦ Γήπαιδος διαβὰς τὸν ποταμὸν ὁ Πρίσκος μεσούσης νυκτὸς εὑρίσκει τὸν Μουσούκιον διεφθαρμένον τῇ μέθῃ· ἐπιτάφιον γὰρ ἑορτὴν τοῦ ἰδίου ἀδελφοῦ
20ἑώρταζεν· καὶ τοῦτον συλλαβόμενος ζῶντα φόνον πολὺν ἐν τοῖς βαρβάροις εἰργάσατο. πολλῆς δὲ αἰχμαλωσίας κρατήσαντες τρυφῇ καὶ μέθῃ ἑαυτοὺς ἐκδεδώκασιν. συναθροισθέντες δὲ οἱ βάρβαροι τοῖς νενικηκόσιν ἐφίστανται· καὶ ἦν ἂν ἡ ἀντίδοσις χαλεπωτέρα τῆς προϋπαρξάσης ἀνδραγαθίας, εἰ μὴ ὁ Γένζων μετὰ τῆς πεζικῆς δυ‐
25νάμεως τῶν Ῥωμαίων ἐπιστὰς μάχῃ κραταιᾷ διεκώλυσε τὰς ὁρμὰς τῶν βαρβάρων. ὁ δὲ Πρίσκος τοὺς τὴν φρουρὰν αὐτῷ πεπιστευ‐ μένους ἀνεσκολόπισεν. Τῷ δ’ αὐτῷ χρόνῳ καὶ Παῦλος, ὁ τοῦ βασιλέως πατήρ, ἐτελεύ‐ τησεν ἐν Κωνσταντινουπόλει καὶ ἐτάφη ἐν τοῖς βασιλικοῖς μνήμα‐
30σιν· ὁμοίως καὶ Ἀναστασία ἡ αὐγούστα, ἡ πενθερὰ Μαυρικίου, γυνὴ δὲ Τιβερίου τοῦ βασιλέως, καὶ αὐτὴ ἐτάφη μετὰ Τιβερίου, τοῦ
ἀνδρὸς αὐτῆς.271

272

[Start of a diagram]Κόσμου ἔτη ͵ϛπϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φπϛʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιβʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ϛʹ.
5Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. κδʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει τοῦ Πρίσκου πάλιν τὸν Ἴστρον καταλαβόντος καὶ τὰ Σκλαυινῶν ἔθνη πραιδεύσαντος καὶ πολλὴν αἰχμαλωσίαν τῷ βασιλεῖ ἀναπέμψαντος, ὁ βασιλεὺς τὸν Τατίμερα ἀποστείλας πρὸς Πρίσκον παρακελεύεται αὐτόθι τὸν χειμῶνα διατρῖψαι τοὺς Ῥωμαίους
15καιρόν. οἱ δὲ Ῥωμαῖοι τοῦτο μεμαθηκότες ἀντέλεγον, ὡς οὐκ ἐν‐ δέχεται τοῦτο γενέσθαι διά τε τὰ πλήθη τῶν βαρβάρων καὶ τὸ πολεμίαν ὑπεῖναι τὴν χώραν καὶ τὰ ψύχη ἀφόρητα. ὁ δὲ Πρίσκος λόγοις πιθανοῖς ἔπεισεν αὐτοὺς ἐκεῖ χειμάσαι καὶ τὴν τοῦ βασιλέως κέλευσιν πληρῶσαι. ὁ δὲ βασιλεὺς Μαυρίκιος ταῦτα ἀκηκοὼς Φι‐
20λιππικόν, τὸν ἴδιον γαμβρόν, τὸν τῆς ἀνατολῆς στρατηγόν, ἐποίησε κόμητα τῶν ἐκσκουβιτόρων θαρρῶν αὐτῷ, ὡς τὴν αὐτοῦ ἀδελφὴν αὐτῷ ζεύξας. ὁ δὲ Φιλιππικὸς ἤρξατο κτίζειν ἐν Χρυσοπόλει τὴν μονὴν τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου καὶ παλάτιον ἐν αὐτῇ ὀφεῖλον ὑποδέχεσθαι Μαυρίκιον τὸν βασιλέα καὶ τὰ τέκνα αὐτοῦ,
25ποιήσας ἰχθυοτροφεῖα καὶ παραδείσια ἔνδοθεν [ἔσω] εἰς τὴν θερα‐ πείαν αὐτοῦ, καὶ ἐν Κωνσταντινουπόλει τὴν οἰκίαν τὴν ἐπιλεγομένην τὰ Φιλιππικοῦ. Κωνσταντινουπόλεως ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος 〈πάλιν〉 ἔτη ϛʹ.
30
ιγʹ. ζʹ. αʹ. γʹ. ιϛʹ. αʹ.
Τούτῳ τῷ ἔτει εἰς τὰ τοῦ Βυζαντίου προάστεια τίκτονται τέρατα, παιδίον τετράπουν, καὶ ἄλλο δικόρυφον. λέγουσι δὲ οἱ τὰς
ἱστορίας ἐπιμελῶς ἐγγράφοντες μὴ σημαίνειν ἀγαθὰ ταῖς πόλεσιν,272

273

ἐν αἷς ἂν τεχθῶσι τὰ τοιαῦτα. ὁ δὲ βασιλεὺς τὸν Πρίσκον τῆς στρατηγίας ἀποπαύει, Πέτρον δέ, τὸν ἑαυτοῦ ἀδελφόν, στρατηγὸν τῆς δυνάμεως ποιεῖται Ῥωμαίων. ὁ μὲν οὖν Πρίσκος τὰς δυνά‐ μεις ἀράμενος πρὶν ἢ τὸν Πέτρον φθάσαι διαπερᾷ τὸν ποτα‐
5μόν· ὁ δὲ Χαγάνος τὴν μετάβασιν τοῦ Ῥωμαϊκοῦ λαοῦ ἀκηκοὼς λίαν ἐθαύμαζε καὶ πρὸς τὸν Πρίσκον ἀπέστειλεν, μαθεῖν τὴν αἰτίαν ἐπιζητῶν καὶ μοῖραν λαβεῖν τῆς πραίδας καὶ οὕτω τὸν ποταμὸν διανήξασθαι. λίαν γὰρ ἐχαλέπαινεν ἐπὶ τοῖς εὐτυχήμασι τῶν Ῥω‐ μαίων. πέμπει τοίνυν ὁ Πρίσκος περὶ τούτων πρὸς τὸν Χαγάνον
10πρέσβιν Θεόδωρον τὸν ἰατρὸν ἀγχινοίᾳ καὶ συνέσει κεκοσμημένον. οὗτος ἑωρακὼς τὸν Χαγάνον μέγα φρονοῦντα καὶ τὰς ἀποκρίσεις ἀλαζονικώτερον ποιούμενον (ἠπείλει γὰρ πάντων τῶν ἐθνῶν αὐτὸν εἶναι κύριον) διηγήματι παλαιῷ τὸν βαρβαρικὸν κατεπράϋνε τῦφον. ἔφασκε γάρ· “ἄκουσον, Χαγάνε, ἐπωφελοῦς διηγήματος. Σεσῶστρις,
15ὁ τῶν Αἰγυπτίων βασιλεύς, περιφανής τε καὶ λίαν εὐδαίμων, τῷ πλούτῳ λαμπρὸς καὶ ταῖς δυνάμεσιν ἀκαταμάχητος, πλεῖστα καὶ μεγάλα ἐδουλώσατο ἔθνη· ἐντεῦθεν εἰς ἀλαζονείαν περιπεσών, χρυσοκόλλητον ὄχημα ἐκ λίθων τιμίων κατασκευάσας ἐπικάθηται τούτῳ καὶ ὑπο‐ βάλλει τῷ ζυγῷ τῶν ἡττηθέντων βασιλέων τέσσαρας ἕλκειν τὸ ὄχημα.
20τούτου δὲ γινομένου ἐν ἐπισήμῳ ἑορτῇ, εἷς τῶν τεσσάρων βασιλέων συχνῶς τὸ ὄμμα ἐπέστρεφεν εἰς τοὐπίσω καὶ τὸν τροχὸν ἑώρα κυ‐ λιόμενον· τῷ δὲ Σεσώστρει ἐπερωτῶντι, “διὰ τί ὄπισθεν ἐπιστηρίζεις τὰ ὄμματα;” τοῦτον εἰπεῖν· “τὸν τροχὸν θαυμάζω ἀστατοῦντα καὶ ἄλλοτε ἄλλως κινούμενον, καὶ ποτὲ μὲν τὰ ὑψηλὰ ταπεινοῦντα, αὖθις
25δὲ τὰ ταπεινὰ ἀνυψοῦντα.” τὸν δὲ Σεσῶστριν συνετῶς τὴν παρα‐ βολὴν ἐπισκέψαντα νομοθετῆσαι τὸ μηκέτι τοὺς βασιλεῖς ἕλκειν τὸ ὄχημα.” ὁ δὲ Χαγάνος ταῦτα ἀκηκοὼς καὶ ὑπογελάσας ἔφησε τὴν εἰρήνην ἄγειν, τῇ δὲ προαιρέσει Πρίσκου, εἴ τι ἂν θέλῃ τῶν λαφύ‐
ρων τὸν Χαγάνον τιμῆσαι. ὁ δὲ Πρίσκος τὴν αἰχμαλωσίαν ἀπέδωκε273

274

τῷ Χαγάνῳ ὑπὲρ τῆς διαβάσεως. τὰ δὲ λάφυρα πάντα λαβὼν ἀκιν‐ δύνως τὸν ποταμὸν διεπέρασεν. ὁ δὲ Χαγάνος ταῦτα δεξάμενος ἥσθη μεγάλως· καὶ ὁ Πρίσκος εἰς Βυζάντιον ἧκεν. ὁ δὲ Πέτρος τὴν στρατηγίαν παρέλαβεν.
5
ιδʹ. ηʹ. βʹ. δʹ. ιζʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐκέλευσεν ὁ βασιλεὺς Πέτρῳ τῷ στρατηγῷ, ὥστε τὴν τρίτην μοῖραν τῆς ῥόγας διὰ χρυσοῦ τοὺς Ῥωμαίους λαβεῖν, καὶ τὴν τρίτην δι’ ὅπλων, τὴν δὲ ἑτέραν τρίτην δι’ ἐσθῆτος παν‐ τοίας. οἱ τοίνυν Ῥωμαῖοι τοῦτο ἀκηκοότες πρὸς τυραννίδα ἐτρέ‐
10ποντο. ὁ δὲ στρατηγὸς φοβηθεὶς τοῖς στρατοπέδοις ἀπελογεῖτο, ὡς οὐκ ἀληθὲς τοῦτό ἐστιν. καὶ ἐπεδείκνυε τῷ στρατῷ ἕτερα γράμματα παρακελευόμενα αὐτῷ, ὥστε τοὺς ἀριστεύσαντας καὶ ἐκ τῶν κινδύ‐ νων διασωθέντας ἐν ταῖς πόλεσιν ἀναπαύεσθαι καὶ γηροτροφεῖσθαι ἐκ τῶν δημοσίων, τοὺς δὲ παῖδας τῶν στρατιωτῶν εἰς τοὺς τόπους
15τῶν οἰκείων γονέων ἐγγράφεσθαι· καὶ ταύτῃ τῇ πιθανότητι τὸν λαὸν κατεπράϋνεν, καὶ τὸν καίσαρα ἀνευφήμησαν. ταῦτα δὲ ὁ Πέτρος τῷ βασιλεῖ κατεμήνυσεν. ἐλθὼν δὲ ἐπὶ Μαρκιανούπολιν ἀποστέλλει χιλίους προτρέχειν. οὗτοι περιτυχόντες Σκλαυινοῖς ἐπιφερομένοις Ῥωμαϊκὴν λεηλασίαν πολλὴν τούτους τρέπονται· οἱ δὲ βάρβαροι τὴν
20αἰχμαλωσίαν ἀποσφάξαντες ....... καὶ αἰχμαλωσίας πολλῆς κρατή‐ σαντες ἐπὶ τὰ Ῥωμαϊκὰ ὑπέστρεψαν. Τῷ δ’ αὐτῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸ ἡλιακὸν τῆς Μαγναύρας τὸ στρογγύλον· καὶ ἔστησεν ἐν τῷ μεσιαύλῳ τὴν ἰδίαν στήλην, καὶ ἀπέθετο ἐκεῖ τὸ ἀρμαμέντον.
25
ιεʹ. θʹ. γʹ. εʹ. ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει Πέτρου τοῦ στρατηγοῦ κυνηγοῦντος, καὶ ὑὸς ἀγρίου αὐτῷ συναντήσαντος, τὸν πόδα τούτου ἐν δένδρῳ ἐξέθλιψεν, καὶ ἀφορήτοις ὀδύναις χρόνῳ πολλῷ ἐνοσιλεύετο. ὁ δὲ αὐτοκράτωρ γράμμασιν αἰσχίστοις καὶ ὀνειδισμοῖς ἀφορήτοις αὐτὸν περιέβαλεν
30ἀκούων Σκλαυινὰ ἔθνη κατὰ τοῦ Βυζαντίου κινεῖσθαι. ὁ δὲ Πέ‐ τρος βιασάμενος εἰς Νόβας παρεγένετο. οἱ δὲ τῆς πόλεως ἐπίσημοι
στρατιῶται ἅμα τῷ ἐπισκόπῳ τῷ στρατηγῷ ὑπήντων· οὓς ἰδὼν ὁ274

275

στρατηγὸς καὶ θαυμάσας τήν τε ἐξόπλισιν καὶ ἀνδρείαν αὐτῶν κελεύει καταλιπόντας τὸ ἄστυ τῇ Ῥωμαϊκῇ πληθύϊ συναναμίγνυσθαι· οἱ δὲ στρατιῶται ἐπὶ φρουρᾷ τῆς πόλεως συντεταγμένοι οὐκ ἐπείθοντο τοῦτο ποιῆσαι. θυμωθεὶς δὲ ὁ στρατηγὸς ἀπέστειλε Γένζωνα μετὰ
5πλήθους στρατιωτῶν. οἱ δὲ μαθόντες ἔφυγον εἰς τὴν ἐκκλησίαν καὶ τὰς θύρας τοῦ ναοῦ κλείσαντες ἐκάθηντο ἔνδον. ὁ δὲ Γένζων τῇ αἰδοῖ τοῦ ναοῦ ἄπρακτος διέμεινεν· Πέτρος δὲ ὀργισθεὶς ἀπο‐ χειροτονεῖ τὸν Γένζωνα τῆς στρατηγίας καὶ ἐκπέμπει σκρίβωνα ἠτιμωμένως τὸν ἐπίσκοπον πρὸς αὐτὸν ἀγαγεῖν. οἱ δὲ τῆς πόλεως
10πανοικεὶ συναχθέντες ἀτίμως τὸν σκρίβωνα τῆς πόλεως ἀπελαύνου‐ σιν· καὶ τὰς πύλας τῆς πόλεως κλείσαντες τὸν μὲν Μαυρίκιον βασιλέα εὐφήμουν, τὸν δὲ στρατηγὸν ὕβρεσι περιέβαλλον· καὶ οὕτως ἀτίμως ὁ Πέτρος ἐκεῖθεν ἀνεχώρησεν. προπέμπει δὲ χιλίους ἐπὶ κατασκοπῇ· οἱ δὲ περιτυγχάνουσι Βουλγάροις χιλίοις τὸν ἀριθμόν. οἱ δὲ Βούλ‐
15γαροι θαρροῦντες τῇ εἰρήνῃ τοῦ Χαγάνου ἀμερίμνως ἐβάδιζον· οἱ δὲ Ῥωμαῖοι πρὸς τοὺς Βουλγάρους τὰς ὁρμὰς ἐποιοῦντο. οἱ δὲ Βούλγαροι ἀποστέλλουσιν ἄνδρας ἑπτὰ παραινοῦντες μὴ παραλῦσαι τὴν εἰρήνην. τούτων ἀκούσαντες οἱ προτρέχοντες μηνύουσι τῷ στρατηγῷ ταῦτα. ὁ δὲ στρατηγὸς ἔφη· “οὐδὲ εἰ ὁ αὐτοκράτωρ
20παρέλθῃ, τούτων φείσομαι.” συμβολῆς δὲ πολέμου γενομένης, τρέ‐ πονται Ῥωμαῖοι. οἱ δὲ βάρβαροι οὐκ ἐδίωξαν αὐτούς, ἵνα μὴ νικῶντες κινδύνῳ περιπέσωσιν. ὁ δὲ στρατηγὸς τὸν ταξίαρχον τῶν προτρεχόντων χαλεπῶς ἐμαστίγωσεν. τοῦτο μαθὼν ὁ Χαγάνος πρέ‐ σβεις πρὸς τὸν Πέτρον ἐξέπεμψε τὴν ἔναρξιν αἰτιώμενος, καὶ ὡς
25Ῥωμαῖοι ἄνευ δικαίας αἰτίας τὴν εἰρήνην διέλυσαν. ὁ δὲ Πέτρος ἀπατηλοῖς λόγοις χρησάμενος μὴ εἰδέναι τὴν κίνησιν διϊσχυρίζετο, διπλασίονα δὲ διδόναι τὰ σκῦλα ἅπαντα· καὶ οὕτως ἐν μοίραις δύο οἱ βάρβαροι τὰ ἀπολωλότα σκῦλα ἀναλαβόντες στέγουσι τὴν εἰρήνην. ὁ δὲ Πέτρος κατὰ Πηραγάστου, τοῦ ἐξάρχου τῶν Σκλαυινῶν, χωρεῖ,
30οἱ δὲ βάρβαροι περὶ τὴν ὄχθαν τοῦ ποταμοῦ τούτοις ὑπαντήσαντες διεκώλυον τοῦ περᾶσαι. οἱ δὲ Ῥωμαῖοι ἀπὸ τῶν πορθμίων τοξεύ‐
οντες τούτους ἀπέστρεψαν· καὶ τραπέντων αὐτῶν, πλήττεται κατὰ275

276

τῆς λαγόνος ὁ Πηράγαστος καὶ θνήσκει. περάσαντες δὲ οἱ Ῥωμαῖοι αἰχμαλωσίας πολλῆς ἐκράτησαν καὶ εἰς τὰ ἴδια ἐπανέζευξαν. πλα‐ νηθέντων δὲ τῶν ὁδηγῶν καὶ ἀνύδροις τόποις περιπεσόντων, ἐκιν‐ δύνευε τὸ στρατόπεδον· βαδίσαντες τοίνυν διὰ τῆς νυκτὸς περι‐
5τυγχάνουσι τῷ Ἡλιβακίᾳ ποταμῷ. λόχμης δὲ εἰς τὸ ἀντιπέρα ὑπούσης τῷ ποταμῷ, οἱ βάρβαροι ἐν ταύτῃ κρυπτόμενοι τοὺς ἀρυομένους τὸ ὕδωρ ἐτόξευον· μεγάλης τοίνυν ἐπηρείας τοῖς Ῥωμαϊκοῖς γενομένης στρατεύμασιν, πρὸς φυγὴν ἐχώρησαν καταπολεμηθέντες ὑπὸ τῶν βαρβάρων. ὁ δὲ Μαυρίκιος ταῦτα ἀκηκοὼς τὸν Πέτρον τῆς στρα‐
10τηγίας ἀπέπαυσε καὶ τὸν Πρίσκον πάλιν στρατηγὸν τῆς Θρᾴκης ἀπέστειλεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛϙʹ. Τῆς θείας σαρκώσεως ἔτη φϙʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιϛʹ.
15Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ϛʹ. δʹ.[End of a diagram]
22Τούτῳ τῷ ἔτει Πρίσκος ὁ στρατηγὸς ἐξελθὼν ἐν τῇ Θρᾴκῃ τὰς δυνάμεις ἠρίθμησε καὶ εὗρεν ὅτι πλῆθος πολὺ διεφθάρη ἐξ αὐτῶν. τούτους δὲ ἀναλαβὼν παραγίνεται εἰς τὸν Ἴστρον ποταμὸν
25εἰς Νόβας. ὁ δὲ Χαγάνος τοῦτο μαθὼν πρέσβεις ἐξέπεμψε τὴν αἰτίαν πυνθανόμενος τῆς ἀφίξεως. ὁ δὲ Πρίσκος προεφασίσατο διὰ κυνηγέσια ἐληλυθέναι. ὁ δὲ Χαγάνος, “οὐ δίκαιόν ἐστιν,” φησίν “ἐν ἀλλοτρίῳ τόπῳ κυνηγεῖν·” ὁ δὲ Πρίσκος ἴδιον ἔλεγεν εἶναι τὸν τόπον καὶ τὴν ἐξ ἀνατολῆς ἀπόδρασιν τῷ Χαγάνῳ ὠνείδιζεν. ὁ δὲ
30βάρβαρος τῆς Σιγγιδόνος τὸ τεῖχος κατέλυσεν, καὶ ἐπὶ τὴν τῶν Ῥωμαίων γῆν ἐχώρει. τοῦτο μαθὼν Πρίσκος παραγίνεται εἰς τὴν νῆσον τοῦ Ἴστρου, καὶ παραλαβὼν δρόμωνας παραγίνεται πρὸς τὸν Χαγάνον εἰς Κωνσταντίολα, θέλων αὐτῷ ὁμιλῆσαι. ἐλθόντι δὲ τῷ
Χαγάνῳ πρὸς τὴν ὄχθαν τοῦ ποταμοῦ ὁ Πρίσκος ἀπὸ τῆς νηὸς276

277

διελέγετο. ὁ δὲ Χαγάνος ἔφη πρὸς αὐτόν· “τί σοι, Πρίσκε, καὶ τῇ γῇ τῇ ἐμῇ; καὶ ταύτην βούλει διὰ ψεύδους λαβεῖν ἐκ τῶν χειρῶν μου; κρινεῖ ὁ θεὸς ἀναμέσον ἐμοῦ καὶ Μαυρικίου τοῦ βασιλέως. ἐκζητήσει τὸ αἷμα τοῦ στρατοῦ τῶν Ῥωμαίων καὶ τοῦ στρατοῦ τοῦ
5ἐμοῦ ἐκ τῶν χειρῶν αὐτοῦ.” ὁ δὲ Πρίσκος ἔφη· 〈“Σιγγιδόνα τὴν πόλιν ἀπόδος τοῖς Ῥωμαίοις” ὁ δὲ ἔφη〉, “σὺ μίαν πόλιν ἐγχειρεῖς παρ’ ἡμῶν λαβεῖν. ὄψει μετ’ ὀλίγον πεντήκοντα πόλεις Ῥωμαϊκὰς δουλουμένας Ἀβάροις. ὁ δὲ Πρίσκος διὰ τοῦ ποταμοῦ τὰς ναῦς τῇ Σιγγιδόνι παραστησάμενος ταύτην ἐπόρθησε καὶ τοὺς Βουλγάρους
10ἐξ αὐτῆς ἐξεδίωξε καὶ τὸ τεῖχος κτίζειν ἀπήρξατο. ὁ δὲ Χαγάνος ἀγγέλους πρὸς αὐτὸν ἀπέστειλε καὶ τοὺς ψευδωνύμους ἑαυτοῦ θεοὺς διεμαρτύρατο καταιτιώμενος τῶν γινομένων τὸν Πρίσκον. χειμῶνος δὲ καταλαβόντος, ἑκάτεροι εἰς τὰ ἴδια ὑπεχώρησαν. Τῷ δ’ αὐτῷ ἔτει Πέτρος, ὁ ἀδελφὸς Μαυρικίου, ἔκτισε τὴν
15ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν Ἀρεοβίνδου κοσμήσας αὐτὴν ἐκ διαφόρων μαρμάρων· ὁμοίως καὶ Κυριακὸς ὁ πατριάρχης τὰ Δια‐ κονίσσης τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου.
ιζʹ. ιαʹ. εʹ. ζʹ. κʹ. εʹ. Τούτῳ τῷ ἔτει συναθροίσας ὁ Χαγάνος τὰς περὶ αὐτὸν δυ‐
20νάμεις ἐπὶ τὴν Δαλματίαν ἐχώρησε καὶ καταλαβὼν τὴν Βάλκης καὶ τὰς περὶ αὐτὴν μʹ πόλεις πάσας ἐπόρθησεν. ὁ δὲ Πρίσκος ταῦτα μεμαθηκὼς Γουδούην ἐπὶ κατασκοπῇ τῶν πραττομένων ἀπέστειλεν· καὶ καταλαβὼν τοὺς βαρβάρους διὰ δυσβάτων χωρίων τὴν βάδισιν ποιούμενος, περιτυγχάνει δύο βαρβάροις τῷ οἴνῳ κεκαρωμένοις·
25καὶ τούτους διηρώτα ὁ Γουδούης τὰ τῶν βαρβάρων κινήματα. οἱ δὲ ἔφασαν δισχιλίοις ὁπλίταις τὴν αἰχμαλωσίαν τὸν Χαγάνον παρα‐ δεδωκέναι καὶ πρὸς τὰ οἰκεῖα ἀποστεῖλαι. ταῦτα ὁ Γουδούης με‐ μαθηκὼς κρύπτεται ἐν μικρᾷ φάραγγι, καὶ ἐξ ἑωθινοῦ ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως πάντας ἀνεῖλεν· καὶ τὴν αἰχμαλωσίαν
30λαβὼν πρὸς τὸν Πρίσκον ἤγαγεν. ὁ δὲ Χαγάνος τὰ τῆς ἀποτυχίας277

278

μαθὼν εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε χώραν· καὶ ὁ Πρίσκος ὑπέστρεψεν εἰς τὰ ἴδια. [Start of a diagram]Κόσμου ἔτη ͵ϛϙβʹ. Τῆς θείας σαρκώσεως ἔτη φϙβʹ.
5Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. καʹ.
10Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ϛʹ. ϛʹ.[End of a diagram]
13Τούτῳ τῷ ἔτει, ἰνδικτιῶνος γʹ, μηνὶ Μαρτίῳ, ἀναλαβὼν τὰς δυ‐ νάμεις ὁ Πρίσκος ἐπὶ τὴν Σιγγιδόνα παραγίνεται. ὁ δὲ Χαγάνος
15συναθροίσας τὴν ἑαυτοῦ δύναμιν ἄφνω τῇ Μυσίᾳ ἐφίσταται καὶ τὴν Τομέαν πόλιν ἐνεχείρει λαβεῖν. διὰ τοῦτο καὶ Πρίσκος τὴν Σιγγι‐ δόνα καταλιπὼν τούτῳ ἐπλησίασεν. τῆς δὲ ἑορτῆς τοῦ πάσχα κατα‐ λαβούσης, καὶ τῶν Ῥωμαίων λιμῷ τηκομένων, ἀκηκοὼς ὁ Χαγάνος τῷ Πρίσκῳ ἐδήλου ἁμάξας ἐκπέμψαι πρὸς αὐτόν, ὅπως δαπανήματα
20ἀποστείλῃ αὐτοῖς, ἵνα μετὰ ἱλαρότητος τὴν ἑαυτῶν ἑορτὴν ἐκπλη‐ ρώσωσιν. τετρακοσίας τοίνυν ἁμάξας πληρώσας τούτοις ἐξέπεμψεν· ὁμοίως καὶ ὁ Πρίσκος εἴδη τινὰ Ἰνδικὰ ἀντέπεμψε τῷ βαρβάρῳ, πέπερί τε καὶ φύλλον Ἰνδικὸν καὶ κόστον καὶ κασσίαν καὶ ἕτερα τῶν ἐπιζητουμένων, καθεζομένου τοῦ Χαγάνου εἰς τὸ Σέρμιον· καὶ ταῦτα
25δεξάμενος ἥσθη ἐπ’ αὐτοῖς· καὶ μέχρι τοῦ πληρωθῆναι τὴν ἑορτὴν Ῥωμαῖοί τε καὶ οἱ βάρβαροι ἀλλήλοις συνηυλίζοντο, καὶ οὐκ ἦν φόβος ἐν ἑκατέραις δυνάμεσιν· τῆς δὲ ἑορτῆς πληρωθείσης διαχωρί‐ ζονται ἀπὸ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὁ δὲ Μαυρίκιος ἐπὶ συν‐ άρσει δῆθεν τοῦ Πρίσκου Κομεντίολον ἀπέστειλε μετὰ πεζικῆς
30δυνάμεως. τοῦτο μαθὼν ὁ Χαγάνος ἐπὶ τὴν Μυσίαν κατὰ Κομεντιόλου στρατεύεται ἀπὸ λʹ σημείων τοῦ Κομεντιόλου. ὁ δὲ Κομεντίολος ἐν ἀπορρήτῳ ἄγγελον πρὸς τὸν Χαγάνον ἐξέπεμψεν. φασὶ δέ τινες τὸν Μαυρίκιον ὑποθέσθαι τῷ Κομεντιόλῳ, ὅπως τὸ Ῥωμαϊκὸν στράτευμα
παραδώσῃ πολέμοις διὰ τὰς ἀταξίας αὐτῶν. νυκτὸς δὲ μεσούσης278

279

ἐκέλευσε τὸν στρατὸν ὁπλίσασθαι, μὴ παραγυμνώσας τοῖς ὄχλοις μέλλειν πόλεμον συστήσασθαι. αὐτοὶ δὲ ὑπειληφότες, ὅτι γυμνασίας ἕνεκεν σιδηροφορεῖν αὐτοὺς ἐκέλευσεν, οὐχ ὡς ἔδει ὡπλίσαντο. ἡμέρας δὲ γενομένης, καὶ τῶν βαρβάρων καταλαβόντων, θρῦλος
5πολὺς τὸν στρατὸν κατέλαβεν· ὁ δὲ Κομεντίολος τὰς τάξεις ἐτάραττε καὶ αἴτιος αὐτοῖς ἀκαταστασίας ἐγένετο. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι πρὸς φυγὴν ἐτρέποντο, οἱ δὲ βάρβαροι ἀστρατήγητον τὸν λαὸν εὑρη‐ κότες ἀνηλεῶς τούτους ἐφόνευον. ὁ δὲ Κομεντίολος ἀσχήμῳ φυγῇ ἐπὶ τὰ Δριζίπερα γίνεται· οἱ δὲ τῆς πόλεως ὕβρεσι καὶ λίθοις βάλ‐
10λοντες αὐτὸν τοῦ ἄστεως ἀποπέμπουσιν. οἱ δὲ βάρβαροι ἐπὶ τὰ Δριζίπερα ἐλθόντες τήν τε πόλιν ἐπόρθησαν καὶ τὸν ναὸν τοῦ ἁγίου Ἀλεξάνδρου ἐνέπρησαν, τόν τε τάφον αὐτοῦ ἠργυρωμένον εὑρόντες ἀνοσίως σκυλεύουσιν, καθυβρίσαντες καὶ τὸ σῶμα τοῦ μάρτυρος· καὶ πολλὴν αἰχμαλωσίαν ἐν τῇ Θρᾴκῃ ποιησάμενοι εὐωχοῦντο λαμπρῶς
15Ῥωμαίων κατεπαιρόμενοι. τοῦ δὲ Κομεντιόλου ἐν Βυζαντίῳ κατα‐ λαβόντος, μέγιστος τάραχος καὶ κλύδων τῇ πόλει ἐνέσκηψεν· ὥστε φοβηθέντας βούλεσθαι τὴν Εὐρώπην καταλιπεῖν καὶ πρὸς τὴν Ἀσίαν ἐν Χαλκηδόνι μετοικισθῆναι. ὁ δὲ βασιλεὺς τά τε ἐκσκούβιτα ἀνα‐ λαβὼν καὶ ὁπλιτικὸν συλλεξάμενος ὅμιλον τὰ Μακρὰ διεφρούρησε
20τείχη. οἱ δὲ δῆμοι τὴν πόλιν ἐφύλαττον· καὶ ἡ σύγκλητος παρῄνει τὸν βασιλέα πρεσβείαν πρὸς τὸν Χαγάνον ἐκπέμψαι. ὁ δὲ θεὸς τὴν ἐκδίκησιν τοῦ μάρτυρος Ἀλεξάνδρου ποιούμενος λοιμικὴν νόσον τοῖς βαρβάροις ἔπεμψεν· καὶ ἐν μιᾷ ἡμέρᾳ ἑπτὰ υἱοὺς τοῦ Χαγάνου διὰ πυρετοῦ καὶ βουβῶνος ἀπέκτεινε σὺν πολλοῖς ἄλλοις ὄχλοις· ὥστε
25ἀντὶ χαρᾶς ἐπινικίου καὶ παιάνων καὶ ᾀσμάτων θρήνους καὶ δάκρυα καὶ πένθη ἀπαρηγόρητα ἔχειν τὸν βάρβαρον. ἡ δὲ σύγκλητος παρεκάλει τὸν καίσαρα πρεσβεῦσαι 〈πρὸσ〉 τὸν Χαγάνον. 〈ὁ δὲ βασιλεὺς τὸν Ἁρμάτζωνα ἀπέστειλε μετὰ δώρων πολλῶν πρὸς τὸν Χαγάνον〉 εἰς τὰ Δριζίπερα, ὅστις λόγοις ἠπίοις τὸν βάρβαρον ἐκολά‐
30κευεν. ὁ δὲ βάρβαρος οὐκ ἠβούλετο τὰ δῶρα δέξασθαι, θρήνῳ279

280

ἀσχέτῳ τῶν παίδων κατεχόμενος. ἔφασκε δὲ πρὸς τὸν πρέσβιν· “κρινεῖ ὁ θεὸς ἀναμέσον ἐμοῦ καὶ Μαυρικίου τοῦ αὐτοκράτορος· αὐτὸς γὰρ τὴν εἰρήνην διέλυσεν· ἐγὼ δὲ τοὺς αἰχμαλώτους ἀπο‐ δίδωμι αὐτῷ κατὰ ψυχὴν νόμισμα ἓν κομιζόμενος παρ’ αὐτοῦ.” ὁ
5δὲ Μαυρίκιος οὐκ ἠνέσχετο δοῦναι· καὶ πάλιν ὁ Χαγάνος ᾐτήσατο ἀνὰ ἡμίσους λαβεῖν κατὰ ψυχήν· καὶ οὐδ’ οὕτως ὁ βασιλεὺς δοῦναι κατεδέξατο, ἀλλ’ οὐδὲ τεσσάρων κερατίων λαβεῖν. καὶ θυμωθεὶς ὁ Χαγάνος πάντας ἀπέκτεινε καὶ ἐπὶ τὰ ἴδια ἀνέζευξεν, πεντήκοντα χιλιάδας 〈χρυσῶν〉 ταῖς σπονδαῖς τοῖς Ῥωμαίοις ἐπιθείς· καὶ τὸν
10Ἴστρον ποταμὸν μὴ διαβαίνειν ὡμολόγησαν. ἐκ τούτου πολὺ μῖσος ἐκινήθη κατὰ Μαυρικίου τοῦ βασιλέως, καὶ ἤρξαντο λοιδορίαις τοῦ‐ τον βάλλειν· ὁμοίως καὶ ὁ λαὸς ὁ ἐν τῇ Θρᾴκῃ πρὸς λοιδορίαν τοῦ βασιλέως ἐκινήθη. ὁ δὲ στρατὸς ἐντολικαρίους ἀπέπεμψε πρὸς τὸν βασιλέα κατὰ Κομεντιόλου ὡς προδοσίαν ἐν τῷ πολέμῳ ποιήσαντος,
15ἐν οἷς ἦν καὶ Φωκᾶς, ὅστις τῷ βασιλεῖ διαλεγόμενος βρυερῶς τούτῳ ἀντέλεγεν ἐν τῷ σελεντίῳ, ὥστε τινὰ τῶν πατρικίων τοῦτον ματζῶ‐ σαι καὶ τὸν πώγωνα αὐτοῦ τίλαι. ὁ δὲ βασιλεὺς οὐ κατεδέξατο τὴν κατὰ Κομεντιόλου 〈τοῦ λαοῦ〉 ἔγκλησιν, ἀλλὰ τούτους ἀπράκτους ἀπέλυσεν. διὰ τοῦτο καὶ ἡ ἐπιβουλὴ τοῦ βασιλέως ἀρχὴν ἐλάμβα‐
20νεν. κατὰ δὲ τοῦτον τὸν χρόνον ἐν Αἰγύπτῳ ἐν τῷ Νείλῳ ποταμῷ, Μηνᾶ τοῦ ἐπάρχου μετὰ λαοῦ πορευομένου ἐν τόπῳ ἐπιλεγομένῳ Δῆλτα, ἡλίου ἀνίσχοντος, ζῶα ἀνθρωπόμορφα ἐφάνησαν ἐν τῷ πο‐ ταμῷ, ἀνήρ τε καὶ γυνή. καὶ ὁ μὲν ἀνὴρ εὔστερνος καταπληκτικός τε τὴν ὄψιν, ξανθὸς τὴν κόμην, μιξοπόλιος, καὶ μέχρι τῆς ὀσφύος
25ἐγύμνου τὴν φύσιν καὶ πᾶσιν ἐδείκνυτο γυμνός· τὰ δὲ λοιπὰ μέρη τοῦ σώματος τὸ ὕδωρ ἐκάλυπτεν. τοῦτον ὁ ἔπαρχος ὅρκοις ἔβαλεν, μὴ καταλῦσαι τὴν θεωρίαν, πρὶν ἅπαντες ἐμφορηθῶσι τῆς παρα‐ δόξου ταύτης ὁράσεως. ἡ δὲ γυνὴ τούς τε μαζοὺς εἶχε καὶ τὴν ὄψιν
λείαν, καὶ τὴν κόμην βαθεῖαν. καὶ μέχρις ὥρας θʹ πᾶς ὁ λαὸς ἐθαύ‐280

281

μαζεν ὁρῶν τὰ ζῶα ταῦτα. τῇ δὲ θʹ ὥρᾳ ἔδυσαν ἐν τῷ ποταμῷ. ὁ δὲ Μηνᾶς ταῦτα τῷ βασιλεῖ Μαυρικίῳ γεγράφηκεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛϙγʹ. Τῆς θείας σαρκώσεως ἔτη φϙγʹ.
5Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιθʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιγʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κβʹ.
10Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. αʹ.[End of a diagram]
13Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ κϛʹ, ἰνδικτιῶνος δʹ, τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα Σοφία ἡ αὐγούστα, ἡ γυνὴ Ἰουστίνου, ἅμα Κωνσταν‐
15τίνῃ, τῇ γυναικὶ Μαυρικίου, στέμμα κατασκευάσασαι ὑπέρτιμον τῷ βασιλεῖ προσήγαγον. ὁ δὲ βασιλεὺς τοῦτο θεασάμενος, ἀπελθὼν εἰς τὴν ἐκκλησίαν τῷ θεῷ τοῦτο προσήγαγε καὶ ἐκρέμασεν αὐτὸ ἐπάνω τῆς ἁγίας τραπέζης διὰ τριχαλάστου ἁλυσιδίου διαλίθου καὶ χρυσοῦ. αἱ δὲ αὐγούσται μεγάλως ἐλυπήθησαν τοῦτο μαθοῦσαι, καὶ ἐν μάχῃ
20Κωνσταντῖνα ἡ αὐγούστα πρὸς τὸν βασιλέα τὴν ἑορτὴν ἐποίησεν. ὁ δὲ βασιλεὺς μὴ προσχὼν τὰς ἐγκλήσεις τῶν ἐν τῇ Θρᾴκῃ στρα‐ τευμάτων κατὰ Κομεντιόλου, ὁ αὐτὸς Κομεντίολος ἀναλαβὼν τὸ ὁπλιτικὸν ἔρχεται ἐπὶ τὸν Ἴστρον καὶ ἑνοῦται τῷ Πρίσκῳ ἐν Σιγγι‐ δόνι· καὶ λύεται ἡ πρὸς τοὺς Ἀβάρους εἰρήνη. ταύτης λυθείσης,
25ἔρχονται εἰς τὸ Βιμηνάκιον, ἥτις ἐστὶ νῆσος μεγάλη τοῦ Ἴστρου. ταῦτα δὲ ἀκούσας ὁ Χαγάνος, συναθροίσας τὰς ἑαυτοῦ δυνάμεις ἐπὶ τὰ Ῥωμαϊκὰ χωρεῖ· τοῖς δὲ τέσσαρσιν αὐτοῦ υἱοῖς παραδοὺς ἑτέρας δυνάμεις παρέστησε φρουρεῖν τὰς διαβάσεις τοῦ Ἴστρου. οἱ δὲ Ῥω‐ μαῖοι σχεδίας ποιήσαντες τὸν ποταμὸν διενήξαντο καὶ πόλεμον μετὰ
30τῶν υἱῶν τοῦ Χαγάνου συνεστήσαντο, Πρίσκου στρατηγοῦντος. ὁ γὰρ Κομεντίολος ἀσθενήσας εἰς τὸ Βιμηνάκιον τὴν νῆσον ἐκαθέζετο.
ἐπὶ πολλὰς δὲ ὥρας τοῦ πολέμου κρατήσαντος, καὶ τοῦ ἡλίου δύ‐281

282

ναντος, τριακοσίων τε Ῥωμαίων ἀναιρεθέντων, χιλιάδες τέσσαρες ἐκ τῶν βαρβάρων διώλοντο. ἕωθεν δὲ πάλιν συντάξαντες τὰ στρα‐ τεύματα πάλιν τοῦ πολέμου ἀπήρξαντο καὶ πάλιν ὀκτὼ χιλιάδας τῶν βαρβάρων ἀνεῖλον. ὁμοίως καὶ τῇ τρίτῃ ἡμέρᾳ παραταξάμενοι ἐκ
5τῶν ὑψηλοτέρων οἱ Ῥωμαῖοι πρὸς τοὺς βαρβάρους ἐχώρησαν, καὶ τούτους τρέψαντες καὶ ἐπὶ τὰ ὕδατα τῆς λίμνης τοὺς Ἀβάρους ὠθή‐ σαντες πολλοὺς ἐξ αὐτῶν ἀπέπνιξαν· ἐν οἷς καὶ οἱ τοῦ Χαγάνου παῖδες ἀπεπνίγησαν· καὶ νίκην οἱ Ῥωμαῖοι περιφανῆ ἀνεδήσαντο. ὁ δὲ Χαγάνος συναθροίσας δυνάμεις πολλὰς κατὰ Ῥωμαίων ἐπ‐
10ήρχετο· πολέμου δὲ κροτηθέντος, τρέπουσιν οἱ Ῥωμαῖοι τοὺς βαρ‐ βάρους, καὶ πασῶν οἱ Ῥωμαῖοι ἐπισημοτέραν ταύτην ἀπηνέγκαντο τὴν νίκην. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τίσσον ποταμὸν περᾶσαι ἐκέλευσε καὶ κατασκοπῆσαι τὰ τῶν βαρβάρων κινή‐ ματα. οἱ δὲ βάρβαροι μηδὲν τῶν γεγονότων ἐγνωκότες ἑορτὴν ἐπι‐
15τελοῦντες συνεποσίαζον. τούτοις οἱ Ῥωμαῖοι κρυπτῶς ἐπιπεσόντες μέγιστον φόνον ἀπεργάζονται· τριάκοντα γὰρ χιλιάδας Γηπαίδων καὶ ἑτέρων βαρβάρων ἀπέκτειναν· καὶ πλείστην αἰχμαλωσίαν λαβόντες πρὸς τὸν Πρίσκον ὑπέστρεψαν. ὁ δὲ Χαγάνος πάλιν δυνάμεις συν‐ αθροίσας ἐπὶ τὸν Ἴστρον παραγίνεται· καὶ συμβαλόντες πόλεμον
20ἡττῶνται οἱ βάρβαροι καὶ εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀποπνίγονται. συναπόλλυνται δὲ τούτοις καὶ Σκλαυινοὶ πολλοί. ζῶντας δὲ ἐκρά‐ τησαν Ἀβάρους μὲν τρισχιλίους, 〈Σκλαυινοὺς δὲ ὀκτακοσίους καὶ Γήπαιδας τρισχιλίουσ〉 διακοσίους καὶ βαρβάρους δισχιλίους. ὁ δὲ Χαγάνος εἰς Μαυρίκιον τὸν βασιλέα πρέσβεις ἀπέστειλεν ἀναλαβεῖν
25τοὺς ζωγρηθέντας πειρώμενος. ὁ δὲ Μαυρίκιος μήπω μαθὼν τὴν περιφανῆ τῶν Ῥωμαίων νίκην γράφει τῷ Πρίσκῳ ἀποδοῦναι τῷ Χαγάνῳ τοὺς Ἀβάρους καὶ μόνον. ὁ δὲ Κομεντίολος μόλις τῆς νόσου διαγενόμενος ἐξέρχεται εἰς Νόβας ζητῶν ὁδηγοὺς τοῦ ἐξαγαγεῖν αὐτὸν τὴν ὁδὸν Τραϊανοῦ τοῦ βασιλέως. γέρων δέ τις ταύτην
30ἐπιστάμενος ἔφασκε δυσχερῆ ταύτην εἶναι καὶ ἀδιόδευτον ἀπὸ ἐτῶν282

283

πολλῶν καὶ χειμῶνος ὄντος, ὑψηλὰ ὄρη καὶ χιόνας κεκτημένην. ὁ δὲ Κομεντίολος μὴ πεισθεὶς τοῖς λόγοις τοῦ γέροντος ἀπέρχεται διὰ τῆς ὁδοῦ ταύτης. ψύχους δὲ γεγονότος ἐξαισίου καὶ μεγάλου κρύους, διαφθείρονται πολλοὶ τῶν Ῥωμαίων καὶ τῶν νωτοφόρων ζώων τὰ
5πλεῖστα. καὶ μόλις ἐπὶ τὴν Φιλιππούπολιν ἀφίκετο. κἀκεῖσε τῶν Ῥωμαίων παραχειμασάντων, ὁ Κομεντίολος εἰς Βυζάντιον ἔρχεται. Τῷ δ’ αὐτῷ ἔτει ἀνήρ τις τὸ μοναχικὸν σχῆμα περιβεβλη‐ μένος καὶ ἐν ἀσκήσει διαλάμπων, σπαθίον γυμνώσας ἀπὸ τοῦ φόρου μέχρι τῆς Χαλκῆς ξιφήρης διαδραμὼν τὸν αὐτοκράτορα τοῖς πᾶσιν
10ἐν φόνῳ μαχαίρας τεθνήξεσθαι προηγόρευσεν. ὁμοίως καὶ Ἡρω‐ διανὸς Μαυρικίῳ εἰς τὸ φανερὸν προανήγγειλε τὰ τούτῳ συμβησό‐ μενα. τοῦ δὲ βασιλέως νυκτὶ ἀνυποδήτου λιτανεύοντος μετὰ πάσης τῆς πόλεως, παρερχομένου ἐν τοῖς Καρπιανοῦ, στασιάζουσιν ἐκ τοῦ πλήθους τινὲς καὶ λίθους κατὰ τοῦ βασιλέως ἔβαλλον, ὥστε μόλις
15τὸν βασιλέα σὺν Θεοδοσίῳ, τῷ υἱῷ αὐτοῦ, διασωθῆναι καὶ τὴν εὐχὴν πληρῶσαι ἐν Βλαχέρναις. οἱ δὲ δῆμοι εὑρόντες ἄνδρα προσομοιοῦντα Μαυρικίῳ καὶ βαλόντες αὐτῷ σαγίον μαῦρον καὶ ἀπὸ σκόρδων πλέξαντες στέφανον καὶ εἰς ὄνον τοῦτον καθίσαντες διέπαιζον λέγον‐ τες· “εὕρηκε τὴν δαμαλίδα ἁπαλήν, καὶ ὡς τὸ καινὸν ἀλεκτόριν
20ταύτῃ πεπήδηκεν καὶ ἐποίησε παιδία ὡς τὰ ξυλοκούκουδα· καὶ οὐδεὶς τολμᾷ λαλῆσαι, ἀλλ’ ὅλους ἐφίμωσεν· ἅγιέ μου, ἅγιε φοβερὲ καὶ δυνατέ, δὸς αὐτῷ κατὰ κρανίου, ἵνα μὴ ὑπεραίρεται· κἀγώ σοι τὸν βοῦν τὸν μέγαν προσαγάγω εἰς εὐχήν.” πολλοὺς δὲ τούτων πιάσας ὁ βασιλεὺς ἐτιμωρήσατο.
25[Start of a diagram]Κόσμου ἔτη ϛϙδʹ. Τῆς θείας σαρκώσεως ἔτη φϙδʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. κʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιδʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ηʹ.
30Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. βʹ.[End of a diagram]
35Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος εʹ, ὁ βασιλεὺς Μαυ‐283

284

ρίκιος Θεοδόσιον, τὸν αὐτοῦ υἱόν, συνῆψε πρὸς γάμον τῇ θυγατρὶ Γερμανοῦ τοῦ πατρικίου, στεφανώσαντος αὐτοὺς Κυριακοῦ, τοῦ πατριάρχου Κωνσταντινουπόλεως. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ ιαʹ Δο‐ μετιανός, ὁ ἐπίσκοπος Μελιτηνῆς, ὁ συγγενὴς τοῦ βασιλέως, τέθνηκε
5καὶ ἐτάφη ἐν τοῖς ἁγίοις ἀποστόλοις ὑπὸ Κυριακοῦ τοῦ πατριάρχου καὶ πάσης τῆς συγκλήτου τιμηθεὶς ἐπιτάφια. ὁ δὲ βασιλεὺς Πέτρον, τὸν ἴδιον ἀδελφόν, στρατηγὸν πάλιν τῆς Θρᾴκης χειροτονήσας ἀπ‐ έστειλεν. ἠκηκόει γὰρ περὶ τοὺς Καταράκτας ἀθροισθῆναι τὰ τῶν βαρβάρων πλήθη τὸν Ἀψὴχ στρατηγὸν ἔχοντα. ὁ δὲ Πέτρος ἀπ‐
10έστειλε πρὸς τὸν Ἀψὴχ πρεσβευτὴν περὶ εἰρήνης. ὁ δὲ Ἀψὴχ τοὺς Καταράκτας ἐκ τῶν Ῥωμαίων ἐπεχείρει λαβεῖν· καὶ ὁ Χαγάνος ἐπὶ τὴν Κωνσταντίολαν ἐχώρησεν. οἱ δὲ Ῥωμαῖοι ἐπὶ τὴν Θρᾴκην ἐπανέζευξαν καὶ εἰς Ἀδριανούπολιν ἀφίκοντο. ὁ δὲ βασιλεὺς μαθών, ὅτι ὁ Χαγάνος κατὰ τοῦ Βυζαντίου ἐπέρχεται, γράφει τῷ Πέτρῳ εἰς
15τὸν Ἴστρον ὑποστρέψαι, καὶ ἀποστέλλει Βώνοσον τὸν σκρίβωνα μετὰ ναυτιλίας τοῦ διαπερᾶναι τὸν λαόν. ἀποστείλας δὲ Πέτρος Γου‐ δούην τὸν ὑποστράτηγον πέραν τοῦ Ἴστρου πολλῆς αἰχμαλωσίας ἐκράτησεν· ταῦτα μαθὼν ὁ Χαγάνος τὸν Ἀψὴχ μετὰ πλήθους ἀπ‐ έστειλεν, ὅπως τὸ τῶν Ἀντῶν διολέσῃ ἔθνος ὡς σύμμαχον τῶν
20Ῥωμαίων. τούτου δὲ γενομένου τῶν βαρβάρων ἀπόμοιρα προσερρύη τοῖς Ῥωμαίοις. ὁ δὲ Μαυρίκιος ἐν ἑαυτῷ γενόμενος καὶ εἰδώς, ὅτι οὐδὲν τὸν θεὸν λανθάνει, ἀλλὰ πᾶσιν ἀποδίδωσι κατὰ τὰ ἔργα αὐτῶν, καὶ ἐπιλογισάμενος τὸ σφάλμα, ὃ ἐποίησεν εἰς τὴν αἰχμαλω‐ σίαν μὴ ἐξαγοράσας αὐτήν, συμφέρειν ἔκρινεν ἐν τῷ βίῳ τούτῳ
25ἀπολαβεῖν τὴν ἁμαρτίαν, καὶ μὴ ἐν τῷ μέλλοντι· καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέλυσεν εἰς πάντας τοὺς πατριαρχικοὺς θρόνους καὶ πάσας τὰς πολιτείας τὰς ὑπ’ αὐτὸν καὶ εἰς τὰ μοναστήρια τὰ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰς λαύρας χρήματα καὶ κηροὺς
καὶ θυμιάματα, ὅπως εὔξωνται ὑπὲρ αὐτοῦ, ἵνα ἐνταῦθα ἀπολάβῃ,284

285

καὶ μὴ ἐν τῷ μέλλοντι αἰῶνι. ἐσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικόν, τὸν γαμβρὸν αὐτοῦ, ὡς εἰς τὸ φῖ γράμμα ὀνομαζόμενον. ὁ δὲ Φι‐ λιππικὸς διαφόρως ἐπώμνυτο τῷ βασιλεῖ, ὡς καθαρός ἐστιν εἰς τὴν δουλείαν αὐτοῦ καὶ οὐκ ἔχει παρ’ αὐτῷ δόλον. τοῦ δὲ Μαυρικίου
5τὸν θεὸν ἱκετεύοντος τοῦ ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ, ἐν μιᾷ κοι‐ μωμένου αὐτοῦ εἶδεν ὀπτασίαν, εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου τῇ εἰκόνι τοῦ σωτῆρος ἑαυτὸν παρεστῶτα, καὶ λαὸν [πλεῖστον] παρεστῶτα αὐτῷ· καὶ φωνὴ γέγονεν ἐκ τοῦ χαρακτῆρος τοῦ μεγά‐ λου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσα· “δότε Μαυ‐
10ρίκιον.” καὶ κρατήσαντες αὐτὸν οἱ δίκης ὑπηρέται παρέστησαν τῷ πορφυρῷ ὀμφαλίῳ τῷ ἐκεῖσε. καὶ ἔφη πρὸς αὐτὸν ἡ θεία φωνή· “ποῦ θέλεις ἀποδώσω σοι; ὧδε, ἢ ἐν τῷ μέλλοντι αἰῶνι;” ὁ δὲ ἀκούσας ἔφη· “φιλάνθρωπε δέσποτα, δικαιοκρίτα, ὧδε μᾶλλον, καὶ μὴ ἐν τῷ μέλλοντι αἰῶνι.” καὶ ἐκέλευσεν ἡ θεία φωνὴ ἐκδοθῆναι
15Μαυρίκιον καὶ [Κωνσταντῖναν], τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ τῷ στρατιώτῃ. διυπνισθεὶς οὖν Μαυρίκιος καὶ καλέσας τὸν παρακοιμώμενον αὐτοῦ ἀπέστειλε πρὸς Φιλιππικόν, τὸν γαμβρὸν αὐτοῦ, ἐν σπουδῇ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέα. ἀπελθὼν δὲ ὁ παρακοιμώμενος ἐκάλεσεν αὐτόν. ὁ δὲ
20ἐγερθεὶς καὶ προσκαλεσάμενος τὴν ἑαυτοῦ γυναῖκα ἠσπάσατο αὐτὴν λέγων· “σώζου, οὐκέτι μὲ θεωρεῖς.” ἡ δὲ ἀνέκραξε μετὰ κλαυθμοῦ φωνῇ μεγάλῃ πρὸς τὸν παρακοιμώμενον λέγουσα· “ὁρκῶ σε κατὰ τοῦ θεοῦ, τί ἐστι τὸ πρᾶγμα, δι’ ὃ ζητεῖ αὐτὸν τῇ ὥρᾳ ταύτῃ;” ὁ δὲ ἐπωμόσατο ἀγνοεῖν, καὶ ὅτι “αἰφνίδιον ἐξ ὕπνου ἀναστὰς ὁ
25βασιλεὺς ἀπέστειλέ με.” ὁ δὲ Φιλιππικὸς ᾐτήσατο μεταλαβεῖν καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα. ἡ δὲ γυνὴ αὐτοῦ Γορδία ἔκειτο χαμαὶ ὀδυρομένη καὶ κλαίουσα καὶ τὸν θεὸν ἱκετεύουσα. εἰσελθὼν δὲ ὁ Φιλιππικὸς ἐν τῷ βασιλικῷ κοιτῶνι ἔρριψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς λέγει αὐτῷ· “συγχώρησόν μοι
30διὰ τὸν θεόν, ὅτι ἥμαρτόν σοι. ἕως γὰρ τοῦ νῦν ἐσκανδαλιζόμην εἰς σέ.” καὶ κελεύσας ἐξελθεῖν τὸν παρακοιμώμενον, ἀναστὰς ἔπεσεν
εἰς τοὺς πόδας τοῦ Φιλιππικοῦ, λέγων· “συγχώρησόν μοι· ἀσφαλῶς285

286

γὰρ οἶδα ὅτι οὐδὲν ἥμαρτες εἰς ἐμέ. ἀλλ’ εἰπέ μοι, τίνα γινώσκεις ἐν τοῖς ἡμετέροις τάγμασι Φωκᾶν στρατιώτην;” ὁ δὲ Φιλιππικὸς ἀναλογισάμενος λέγει αὐτῷ· “ἕνα γινώσκω, ὅς τις πρὸ καιροῦ ὀλίγου πεμφθεὶς ἐντολικάριος ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου.”
5ὁ δὲ βασιλεὺς ἔφη· “ποίας ἐστὶν ἐντεύξεως;” ὁ δὲ Φιλιππικὸς εἶπεν· “νεώτερος, θρασὺς καὶ δειλός.” τότε λέγει Μαυρίκιος· “ἐὰν δειλός, καὶ φονεύς.” καὶ ἐξηγεῖτο τῷ Φιλιππικῷ τὴν τοῦ ὀνείρου ἀποκάλυψιν. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐφάνη ἀστὴρ ἐν τῷ οὐρανῷ, ὁ λεγόμενος κομήτης. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἔφθασε καὶ ὁ ἀποσταλεὶς
10μαγιστριανὸς πρὸς τοὺς ἐν τῇ ἐρήμῳ ἁγίους πατέρας φέρων παρ’ αὐτῶν ἀπόκρισιν τοιαύτην, ὅτι “ὁ θεὸς δεξάμενος τὴν μετάνοιάν σου σώζει τὴν ψυχήν σου καὶ μετὰ ἁγίων κατατάττει σε πανοικεί, τῆς δὲ βασιλείας μετὰ ἀτιμίας καὶ κινδύνου ἐκπίπτεις.” ταῦτα ἀκού‐ σας Μαυρίκιος ἐδόξασε μεγάλως τὸν θεόν. τῆς τοίνυν μετοπωρινῆς
15ὥρας καταλαβούσης, καὶ Μαυρικίου τοῦ βασιλέως κελεύσαντος τῷ Πέτρῳ ἐν τῇ τῶν Σκλαυινῶν χώρᾳ τὸν λαὸν παραχειμάσαι, ἀντ‐ έστησαν οἱ Ῥωμαῖοι μὴ καταδεχόμενοι τοῦτο ποιεῖν διά τε τὴν τῶν ἵππων ταπείνωσιν καὶ διὰ τὸ πολλὴν πραῖδαν ἐπιφέρεσθαι καὶ διὰ τὸ πλήθη βαρβάρων περικεχῦσθαι τῇ χώρᾳ, καὶ στάσιν ἐμελέτησαν.
20ὁ δὲ στρατηγὸς διαγανακτῶν κατὰ τοῦ λαοῦ εἰς ἀπόνοιαν αὐτοὺς ἐνέβαλεν. ἐπιπίπτουσι τοίνυν ὑετοὶ λάβροι τῷ λαῷ καὶ ψῦχος πολύ. ὁ δὲ Πέτρος ἀπὸ εἴκοσι μιλίων τῆς στρατιᾶς τὴν διατριβὴν ἐποιεῖτο. Μαυρίκιος δὲ τῷ Πέτρῳ ἐπώχλει διὰ γραμμάτων περᾶσαι τὸν Ἴστρον, καὶ τὰς χειμερινὰς ἀποτροφὰς τοῦ λαοῦ ἐκ τῆς τῶν Σκλαυινῶν χώρας
25ἀρύσασθαι, ὅπως μὴ δημοσίας σιτήσεις ἀναγκασθῇ τοῖς Ῥωμαίοις παρασχέσθαι. ὁ δὲ στρατηγὸς μεταστειλάμενος τὸν Γουδούην ἔφη‐ σεν· “λίαν μοι βαρύτατα τὰ τοῦ βασιλέως προστάγματα ἐπὶ ἀλλο‐ τρίας γῆς χειμάσαι Ῥωμαίους· καὶ τὸ παρακοῦσαι χαλεπόν, καὶ τὸ
ὑπακοῦσαι δεινότερον. οὐδὲν καλὸν τίκτει φιλαργυρία, μήτηρ δὲ286

287

πάντων τῶν κακῶν καθέστηκεν. ταύτην νοσῶν ὁ αὐτοκράτωρ τῶν μεγίστων κακῶν αἴτιος τοῖς Ῥωμαίοις γίνεται.” μεταστειλάμενος δὲ τοὺς ταξιάρχας τοῦ λαοῦ τὸν τοῦ βασιλέως σκοπὸν αὐτοῖς παρεδή‐ λωσεν. οἱ δὲ ἔφησαν τὸν λαὸν τοῦτο μὴ καταδέξασθαι. ὁ δὲ λαὸς
5τοῦτο ἀκούσας ἐστασίασεν· καὶ οἱ ἐπίσημοι ἄρχοντες φυγόντες ἐξ αὐτῶν πρὸς τὸν στρατηγὸν παρεγένοντο. τὰ δὲ πλήθη συναθροισθέντα προβάλλονται ἔξαρχον Φωκᾶν τὸν κένταρχον, καὶ ἐπὶ ἀσπίδος τοῦ‐ τον ὑψώσαντες εὐφήμησαν ἔξαρχον. καὶ ταῦτα ὁ Πέτρος ἀκηκοὼς εἰς φυγὴν ἐτράπη καὶ τῷ βασιλεῖ πάντα κατάδηλα ἐποίησεν. ὁ δὲ
10βασιλεὺς τὰ δυσχερῆ ταῦτα ἀκούσας κρύπτειν αὐτὰ τὰ πλήθη ἐπειρᾶτο. δευτέρα δὲ ἡμέρα, καὶ ἱππικὸν ἐπετέλεσε τὰ τῆς συμφορᾶς ἀποκρύ‐ πτων. ὁ δὲ δῆμος τῶν Πρασίνων ἔκραζε λέγων· “Κωνσταντῖνος καὶ Δομεντζίολος, δέσποτα Ῥωμαίων τρισαύγουστε, τῷ οἰκείῳ σου δήμῳ παρενοχλοῦσιν, ἵνα ὁ Κρούκης διοικήσῃ, εἰς ἃς ἔχομεν ἁμαρ‐
15τίας. ὁ θεός, ὁ τὰ πάντα δημιουργήσας, ὑποτάξει σοι πάντα ἐχθρὸν καὶ πολέμιον ἐμφύλιόν τε καὶ ἀλλόφυλον χωρὶς αἱμάτων.” ὁ δὲ βασιλεὺς τοῖς δήμοις ἐδήλου· “μηδὲν ὑμᾶς ταράξῃ ἀλόγων στρα‐ τιωτῶν ἀκοσμία καὶ ἀταξία.” οἱ δὲ Βένετοι εἶπον· “ὁ θεός, ὁ κελεύσας σε βασιλεύειν, ὑποτάξει σοι πάντα τὸν πολεμοῦντα τὴν
20βασιλείαν σου. εἰ δὲ Ῥωμαῖός ἐστιν ὁ ἀγνωμονῶν σε εἰς δουλείαν σου τοῦτον ὑποτάξει χωρὶς αἱμάτων.” τούτους δὲ ὁ βασιλεὺς καθ‐ οπλίσας καὶ λόγοις ἠπίοις κατευνάσας σὺν τοῖς δημάρχοις φυλάττειν τὰ τείχη τῆς πόλεως προσέταξεν. τοῦ δὲ υἱοῦ τοῦ βασιλέως 〈Θεο‐ δοσίου〉 ἅμα Γερμανοῦ, τοῦ πενθεροῦ αὐτοῦ, εἰς Καλλικράτειαν
25κυνηγετοῦντος, ἀποστέλλουσιν οἱ Ῥωμαῖοι γράμματα πρὸς Θεοδόσιον ἀξιοῦντες ὑπ’ αὐτοῦ βασιλεύεσθαι, εἰ δὲ μή, κἂν Γερμανὸν ἀναγο‐ ρεῦσαι βασιλέα· μηδὲ γὰρ ἔτι ἀνέχεσθαι ὑπὸ Μαυρικίου βασιλεύεσθαι. ταῦτα ὁ Μαυρίκιος μαθὼν μεταστέλλεται τὸν υἱὸν πρὸς ἑαυτόν· Κομεν‐ τίολον δὲ τὰ τείχη φρουρεῖν προσέταττεν. τὸν δὲ Γερμανὸν σὺν
30τῷ υἱῷ Θεοδοσίῳ κατῃτιᾶτο τῶν συμφορῶν αἴτιον γεγονέναι. τοῦ287

288

δὲ Γερμανοῦ ἀπολογουμένου, Μαυρίκιος ἔφη· “ὦ Γερμανέ, δύο εἰσὶ τεκμήρια τῆς ὑπονοίας μου· τά τε ἐκ τοῦ λαοῦ πρός σε γράμματα, καὶ τοῦ φείδεσθαι τὸν λαὸν τῆς ἀγελαίας ἵππου τῆς νεμομένης σοι εἰς τὰ προάστεια. πάντα γὰρ διήρπασαν, καὶ τῶν σῶν ἐφείσαντο.
5φείδου, Γερμανέ, τοῦ μηκύνειν τὸν λόγον, οὐδὲν ἡδύτερον τοῦ διὰ ξίφους τεθνάναι.” ὁ δὲ Γερμανὸς εἰς τὸν ναὸν τῆς θεομήτορος τῶν Κύρου προσέφυγεν. καὶ ὁ βασιλεὺς τοῦτο μαθὼν Στέφανον τὸν εὐνοῦχον ἀπέστειλεν ὑπεξαγαγεῖν τὸν Γερμανὸν τῆς ἐκκλησίας. τοῦ δὲ Στεφάνου βιαίως ἐξαγαγεῖν τοῦτον θελήσαντος, οἱ τοῦ Γερμανοῦ
10ὑπασπισταὶ ἀντικαταστάντες ἐξωθοῦσι τὸν Στέφανον καὶ λαβόντες τὸν Γερμανὸν εἰς τὴν μεγάλην ἐκκλησίαν καταφεύγουσιν. ὁ δὲ βασιλεὺς ῥάβδοις ἐμαστίγου Θεοδόσιον, τὸν ἑαυτοῦ υἱόν. ἔφασκε γὰρ δι’ αὐτοῦ τὸν Γερμανὸν φυγαδευθῆναι· καὶ ἀποστέλλει τοὺς ἐκσκουβίτορας τοῦ ἐξαγαγεῖν τῆς μεγάλης ἐκκλησίας τὸν Γερμανόν.
15ἐντεῦθεν θρῦλος μέγας τῇ πόλει ἐνέσκηψεν. ὁ δὲ Γερμανὸς ἠθέλη‐ σεν ἐξελθεῖν καὶ δοῦναι ἑαυτόν· τὰ δὲ πλήθη οὐ κατεδέξαντο, ἀλλ’ ὕβρεσι μεγάλαις τὸν βασιλέα ἠτίμασαν λέγοντες· “μὴ σχοίη δέρμα ὁ φιλῶν σε, Μαυρίκιε Μαρκιανιστά.” οἱ τοίνυν τὰ τείχη φρου‐ ροῦντες ταῦτα μαθόντες τῆς φρουρᾶς κατημέλησαν. τότε οἱ τοῦ
20Πρασίνου μέρους τὴν οἰκίαν Κωνσταντίνου τοῦ λεγομένου Λάρδου καταφλέγουσιν. ὁ δὲ Μαυρίκιος μεσούσης τῆς νυκτὸς ἀποδυσάμενος τὴν βασίλειον στολὴν καὶ ἰδιωτικὴν περιβαλόμενος εἰς δρόμωνά τε εἰσελθὼν μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ καὶ Κωνσταν‐ τίνου ἀποδιδράσκει. τὰ πλήθη δὲ δι’ ὅλης τῆς νυκτὸς αἰσχίσταις
25ὕβρεσι τὸν βασιλέα καθύβριζον, ἐπέσκωπτόν τε καὶ τὸν πατριάρχην Κυριακόν. λαίλαπος τοίνυν γενομένου μεγάλου, μετὰ κινδύνων μεγίστων διασώζεται ὁ Μαυρίκιος εἰς τὸν ἅγιον Αὐτόνομον. ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐπιτίθενται αὐτῷ καὶ νόσοι ἀρθρίτιδες, ἃς ποδαλ‐ γίας καὶ χειραλγίας καλοῦσιν. ἐντεῦθεν ἀποστέλλει Θεοδόσιον, τὸν
30ἑαυτοῦ υἱόν, μετὰ Κωνσταντίνου πρὸς Χοσρόην, τὸν βασιλέα Περσῶν,288

289

ὅπως ὑπομνησθῇ τῶν ὑπὸ Μαυρικίου γεγονότων αὐτῷ καὶ τὴν ἀνταπόδοσιν τῆς εὐεργεσίας προσνείμῃ τῷ υἱῷ αὐτοῦ. ὁ δὲ Γερ‐ μανὸς πέμπει πρὸς Σέργιον, τὸν δήμαρχον τοῦ Πρασίνου μέρους, ὅπως συναγωνίσηται αὐτῷ τοῦ βασιλεῦσαι, ὑποσχόμενος τιμῆσαι τὸ
5μέρος τοῦ Πρασίνου καὶ αὐτὸν μεγάλαις ἀξίαις περιβαλεῖν. ὁ δὲ Σέργιος τοῖς ἐπισημοτέροις τοῦ δήμου τοῦτο ἐθάρρησεν. οἱ δὲ τοῦτο οὐ κατεδέξαντο λέγοντες· “οὐκ ἄν ποτε Γερμανὸς τῆς τῶν Βενέτων προσπαθείας ἀποστήσεται.” οἱ δὲ Πράσινοι ἐξελθόντες εἰς τὸ Ῥήγιον μεγάλαις εὐφημίαις ἐτίμων τὸν τύραννον Φωκᾶν, καὶ πείθουσιν
10αὐτὸν ἐν τῷ Ἑβδόμῳ παραγενέσθαι. πέμπει τοίνυν ὁ Φωκᾶς Θεό‐ δωρον τὸν ἀσηκρήτην, καὶ εἰσελθὼν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐπανέγνωσε τῷ λαῷ, ὅπως ὅ τε πατριάρχης οἱ δῆμοί τε καὶ ἡ σύγκλητος ἀφίκων‐ ται ἐν τῷ Ἑβδόμῳ. τούτου τοίνυν γεγονότος, καὶ πάντων ἐν τῷ Ἑβδόμῳ ἀφικομένων, Κυριακὸς ὁ πατριάρχης ἀπῄτησε τὸν τύραννον
15ὁμολογίαν περὶ τῆς ὀρθοδόξου πίστεως καὶ τοῦ ἀτάραχον φυλάξαι τὴν ἐκκλησίαν. ἔδοξε δὲ ὁ τύραννος τὸν Γερμανὸν εἰς βασιλέα προτρέπεσθαι. τοῦ δὲ Γερμανοῦ κατειρωνευομένου μὴ θέλειν, καὶ τῶν δήμων εὐφημούντων τὸν τύραννον, ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς
20εὐδαιμονίας ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα τῶν Ῥωμαίων ἀτυχήματα. ἡ δὲ ἀναγόρευσις τοῦ τυράννου εἰς τὸν ναὸν τοῦ βαπτιστοῦ Ἰωάννου ἐγένετο. δύο δὲ ἡμέρας ἐν τούτῳ δια‐ τρίψας τῇ τρίτῃ εἰς τὰ βασίλεια εἰσῆλθεν ἐπὶ βασιλικῆς ἁμάξης καθεζόμενος. τῇ δὲ πέμπτῃ ἡμέρᾳ Λεοντίαν, τὴν ἑαυτοῦ γυναῖκα,
25ἔστεψεν αὐγούσταν. καταστασιάζουσι τοίνυν τὰ μέρη πρὸς ἄλληλα ταύτῃ τῇ ἡμέρᾳ διὰ στάσεις τόπων. ὁ δὲ τύραννος Ἀλέξανδρον, τὸν συναντάρτην αὐτοῦ, ἐξέπεμψε κατευνάσαι τὰ μέρη. ὁ δὲ Ἀλέξαν‐ δρος Κοσμᾷ, τῷ τῶν Βενέτων δημάρχῳ, χεῖρας ἐπιβαλὼν ὤθησέ τε καὶ ὕβρισεν. οἱ δὲ Βένετοι ἀγανακτοῦντες ἔκραζον· “ὕπαγε· μάθε
30τὴν κατάστασιν, ὁ Μαυρίκιος οὐκ ἀπέθανεν.” ὁ δὲ τύραννος τού‐ των ἀκηκοὼς ἐπὶ τὸν τοῦ Μαυρικίου φόνον κινεῖται· καὶ ἀπο‐
στείλας στρατιώτας ἤγαγεν αὐτοὺς ἐν Χαλκηδόνι εἰς τὸν Εὐτροπίου289

290

λιμένα. καὶ προαναιροῦνται τοῦ βασιλέως οἱ παῖδες οἱ ἄρρενες ἐπ’ ὄψεσιν αὐτοῦ πέντε, ἐντεῦθεν προκολάζων τὸν βασιλέα τῇ τῶν παί‐ δων σφαγῇ· ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τὸ δυστύχημα τὸν ἐπὶ πάντων ἐπεκαλεῖτο θεὸν καὶ πυκνῶς ἐφθέγγετο· “δίκαιος εἶ, κύριε,
5καὶ εὐθεῖς αἱ κρίσεις σου.” γίνεται τοίνυν τῶν παίδων ὁ θάνατος τοῦ πατρὸς ἐπιτάφιον προεπιδειξαμένου τὴν ἀρετὴν ἐν τῷ μεγέθει τῆς συμφορᾶς. τῆς γὰρ τιθηνῆς ὑποκλεψάσης ἕν τι τῶν βασιλικῶν μειρακίων καὶ πρὸς σφαγὴν τὸ ἑαυτῆς ἐπιδωσάσης, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν· φασὶ δέ τινες, ὅτι, τούτου
10σφαγέντος, γάλα σὺν τῷ αἵματι ἔρρευσεν, ὥστε πάντας τοὺς ὁρῶν‐ τας θρηνῆσαι δεινῶς. οὕτω μὲν οὖν ὁ βασιλεὺς καὶ νόμων φύσεως ὑψηλότερος γεγονὼς ὑπαλλάττει τὸν βίον. οὐ διέλειπε δὲ τῇ Ῥω‐ μαίων βασιλείᾳ ἐξ ἐκείνου καιροῦ δυστυχήματα ποικίλα τε καὶ ἐξαίσια. ὅ τε γὰρ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τὴν εἰρήνην
15διέλυσεν, καὶ οἱ Ἄβαρεις τὴν Θρᾴκην διώλεσαν, καὶ ἄμφω τὰ στρα‐ τεύματα τῶν Ῥωμαίων διεφθάρησαν, ὥστε, ὁπηνίκα Ἡράκλειος ἐβασίλευσε καὶ ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἐποιήσατο εἰς τὸ ἀκριβές, ἐκ πάσης τῆς πληθύος τῆς εὑρεθείσης ἐπὶ τῆς τυραννίδος Μαυρικίῳ μετὰ Φωκᾶ οὐχ εὗρε περαιτέρω δύο ἀνδρῶν. οὕτως οἱ τὸν τύραν‐
20νον προστησάμενοι ἐπὶ αὐτοῦ ἀνηλώθησαν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛϙεʹ. Τῆς θείας σαρκώσεως ἔτη φϙεʹ. Ῥωμαίων. βασιλεὺς Φωκᾶς ἔτη ζʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιεʹ.
25Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κδʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. γʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος ϛʹ, βασιλεύσας Φωκᾶς290

291

ὁ τύραννος ἀνεῖλεν, ὡς προλέλεκται, Μαυρίκιον σὺν πέντε παισὶν ἄρρεσιν· καὶ τὰς τούτων κεφαλὰς ἐκέλευσε τεθῆναι ἐν τῷ Κάμπῳ τοῦ τριβουναλίου ἡμέρας ἱκανάς· καὶ ἐξήρχοντο οἱ τῆς πόλεως καὶ ἐθεώρουν αὐτάς, ἕως ἐπώζεσαν. ἀναιρεῖται δὲ καὶ Πέτρος, ὁ ἀδελ‐
5φὸς αὐτοῦ, καὶ ἄλλοι πολλοί. Θεοδόσιον δέ, τὸν υἱὸν αὐτοῦ, λόγος κρατεῖ πεφευγέναι καὶ σεσῶσθαι. ταύτην δὲ τὴν φήμην Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, ηὔξησεν ἄλλοτε ἄλλως ψευδόμενος καὶ παρ’ ἑαυτῷ τοῦτον ἔχειν λέγων καὶ προνοεῖν δῆθεν, ἵνα τὴν Ῥω‐ μαίων βασιλείαν παραλάβῃ, δολερῶς δὲ τῆς τῶν Ῥωμαίων βασιλείας
10ἐλπίζων κρατῆσαι, ὡς ἠλέγχθη πολυτρόπως, μάλιστα δὲ ἐκ τοῦ πολέ‐ μους αἰφνιδίους κινῆσαι καὶ μεγάλως λυμήνασθαι τὰ Ῥωμαϊκά. τοῦ δὲ Φωκᾶ πρέσβιν πρὸς αὐτὸν ἀποστείλαντος Βίλιον, τοῦτον ἐκρά‐ τησε καὶ εἰς φυλακὴν ἀπέθετο, μηκέτι εἰς τὰ Ῥωμαϊκὰ ὑποστρέψαι, γράμμασι δὲ ἀτίμοις τὸν Φωκᾶν ἀντημείβετο. Κωνσταντῖναν δὲ τὴν
15βασίλισσαν ἅμα ταῖς τρισὶ θυγατράσι ἐν οἰκίᾳ ἰδιωτικῇ, ἐπιλεγομένῃ τῶν Λέοντος, ὁ τύραννος κατέστησεν. Ἐν Ἀλεξανδρείᾳ τῇ πόλει καλλιγράφος τις, ἀνὴρ εὐλαβής, ἐκ παννυχίδος οἴκαδε πορευόμενος μεσούσης νυκτὸς ὁρᾷ τοὺς ἀνδριάν‐ τας ἐκ τῶν βωμῶν καθελκυσθέντας καὶ μεγάλῃ τῇ φωνῇ λέγοντας,
20ἀναιρεῖσθαι Μαυρίκιον καὶ τὰ τέκνα αὐτοῦ, καὶ πάντα τὰ ἐν Βυ‐ ζαντίῳ πραχθέντα συμπτώματα. πρωΐας δὲ ἀπελθὼν ὁ ἀνὴρ τῷ αὐγουσταλίῳ ταῦτα διηγήσατο· ὁ δὲ παρήγγειλεν αὐτῷ μηδενὶ ταῦτα κατάδηλα ποιῆσαι, ἀπογραψάμενος δὲ τὴν ἡμέραν ἐκαραδόκει τὴν ἔκβασιν. ἐνάτη δὲ ἡμέρα, καὶ ἄγγελος κατέλαβε μηνύων τὴν Μαυ‐
25ρικίου ἀναίρεσιν. τότε ὁ αὐγουστάλιος τὴν τῶν δαιμόνων πρόρρησιν ἐπὶ λαοῦ ἐθριάμβευσεν. Ναρσῆς δέ, ὁ τῶν Ῥωμαίων γενόμενος στρατηγός, κατὰ τοῦ τυράννου ἀντῆρε καὶ τὴν Ἔδεσαν ἐκράτησεν. γράφει τοίνυν Φωκᾶς Γερμανῷ τῷ στρατηγῷ πολιορκῆσαι τὴν Ἔδεσαν. ὁ δὲ Ναρσῆς
30γράφει πρὸς Χοσρόην, τὸν βασιλέα Περσῶν, ἀθροῖσαι δυνάμεις καὶ291

292

κατὰ Ῥωμαίων συστήσασθαι πόλεμον. ἐποίησε δὲ Φωκᾶς τὸν ἴδιον ἀδελφὸν Δομεντζίολον μάγιστρον, καὶ τὸν Πρίσκον κόμητα ἐκσκου‐ βιτόρων.
βʹ. ιϛʹ. ιʹ. δʹ. κεʹ. δʹ.
5Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ, ἰνδικτιῶνος ζʹ, προῆλθε Φωκᾶς ἐν ταῖς ἑορταῖς ῥίψας ὑπατείαν πολλήν. Χοσρόης δέ, ὁ βασιλεὺς τῶν Περσῶν, συναθροίσας δύναμιν πολλὴν κατὰ Ῥωμαίων ἐξαπ‐ έστειλεν. ὁ δὲ Γερμανὸς ἀκούσας ἐφοβήθη, ἀναγκαζόμενος δὲ τοῦ πολέμου ἀπήρξατο. τοῦ δὲ Γερμανοῦ ἐν τῷ πολέμῳ πληγέντος, οἱ
10ὑπασπισταὶ τοῦτον διέσωσαν μέχρι Κωνσταντίνης, καὶ ἡττῶνται Ῥωμαῖοι· ἑνδεκάτη δὲ ἡμέρα, καὶ ὁ Γερμανὸς ἐτελεύτησεν. ὁ δὲ Φωκᾶς τὰς δυνάμεις ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν μετέφερε τῷ Χαγάνῳ τὰ πάκτα ἐπαυξήσας, νομίζων ἠρεμεῖν τῶν Ἀβάρων τὸ ἔθνος. ταύτας δὲ διελὼν 〈τὰς μὲν〉 κατὰ Περσῶν ἀπέστειλεν, τὰς
15δὲ πρὸς τὴν πολιορκίαν Ἐδέσης κατὰ Ναρσοῦ σὺν Λεοντίῳ εὐνούχῳ καὶ μεγιστάνῳ αὐτοῦ. ὁ δὲ Χοσρόης συναθροίσας δυνάμεις ἐπὶ τὸ Δαρᾶς γίνεται. Ναρσῆς δὲ ἐξελθὼν τῆς Ἐδέσης ἐπὶ τὴν Ἱεράπολιν κατέφυγεν. ὁ δὲ Χοσρόης σὺν τοῖς Ῥωμαίοις γίνεται εἰς τὸ Ἀρξα‐ μοῦν, καὶ φρούριον ἀπὸ ἐλεφάντων συστησάμενος τοῦ πολέμου
20ἀπήρξατο καὶ νίκην μεγάλην ᾔρατο, πολλοὺς τῶν Ῥωμαίων ζωγρήσας, οὓς καὶ ἀπέτεμεν. τούτων οὕτω πραχθέντων, ὁ Χοσρόης ἐπὶ τὴν ἑαυτοῦ γῆν ἐπανέζευξε Ζογγόῃ τὰς δυνάμεις καταλιπών. τοῦτο μαθὼν ὁ Φωκᾶς κατὰ Λεοντίου ἐμάνη καὶ χειροπέδαις σιδηραῖς ἀτίμως αὐτὸν εἰς Βυζάντιον φέρει καὶ χειροτονεῖ στρατηγὸν Δο‐
25μεντζίολον, τὸν ἴδιον ἀνεψιόν, ὃν καὶ κουροπαλάτην ἐποίησεν.
γʹ. ιζʹ. ιαʹ. εʹ. κϛʹ. εʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλε Χοσρόης Καρδαρίγαν καὶ Ῥουσμιάζαν, καὶ ἐπόρθησαν πολλὰς τῶν Ῥωμαίων πολιτείας. ὁ δὲ Δομεντζίολος
λόγον δοὺς τῷ Ναρσῇ καὶ ὅρκοις πολλοῖς πείσας αὐτὸν μηδεμίαν292

293

ἀδικίαν παρὰ τῷ Φωκᾷ ὑπομένειν, ἀπέλυσεν αὐτὸν πρὸς Φωκᾶν· ὁ δὲ Φωκᾶς μὴ φυλάξας τὸν λόγον τοῦτον πυρὶ κατέκαυσεν. ἐν λύπῃ οὖν μεγάλῃ γεγόνασιν οἱ Ῥωμαῖοι, ὅτι φόβον μέγαν εἶχεν εἰς Πέρ‐ σας ὁ Ναρσῆς, ὥστε τὰ τέκνα τῶν Περσῶν ἀκούοντα τὸ ὄνομα
5Ναρσοῦ τρέμειν· 〈οἱ δὲ Πέρσαι ἠγαλλιῶντο χαρᾷ μεγάλῃ〉. Κωνσταντινουπόλεως ἐπίσκοπος Θωμᾶς ἔτη γʹ.
δʹ. ιηʹ. αʹ. ϛʹ. κζʹ. ϛʹ.
Τούτῳ τῷ ἔτει σχολαστικὸς εὐνοῦχος, ἀνὴρ ἔνδοξος τοῦ παλα‐ τίου, μεσούσης νυκτὸς Κωνσταντῖναν τὴν δέσποιναν σὺν ταῖς τρισὶ
10θυγατράσιν αὐτῆς λαβὼν εἰς τὴν μεγάλην ἐκκλησίαν κατέφυγε τῇ βουλῇ Γερμανοῦ τοῦ πατρικίου, ὀρεγομένου τῆς βασιλείας. γίνεται τοίνυν ἐν τῇ πόλει στάσις μεγάλη. οἱ δὲ Πράσινοι ἀθροισθέντες ἐπὶ τὸν κοχλίαν ἐδυσφήμουν τὴν Κωνσταντῖναν· ὁ δὲ Γερμανὸς τῷ δημάρχῳ τῶν Πρασίνων τάλαντον χρυσίου ἀπέστειλεν, ὥστε συν‐
15εργῆσαι αὐτοῖς. τὰ δὲ πρωτεῖα τοῦ δήμου οὐ κατεδέξαντο τοῦτο. ὁ δὲ τύραννος ἔπεμψεν εἰς τὴν ἐκκλησίαν τοῦ ἀποσπάσαι τὰ γύναια· ὁ δὲ πατριάρχης Κυριακὸς ἀντεκαθίστατο τῷ τυράννῳ μὴ καταδεξά‐ μενος ἐκ τοῦ ναοῦ ἀποσπάσαι τὰ γύναια τυραννικῶς. ὅρκοις δὲ βεβαιωθεὶς ὑπὸ τοῦ Φωκᾶ, ὡς οὐκ ἀδικήσει αὐτάς, ἐξάγονται τοῦ
20ἁγίου τεμένους καὶ ἐν μοναστηρίῳ ἐγκλείονται· τὸν δὲ Γερμανὸν ἀποκείρας ἐν ἱερεῦσι κατέταξε καὶ ἐν τῷ ἰδίῳ οἴκῳ παρεφύλαττεν. τότε καὶ Φιλιππικὸς τὴν κόμην ἑλόμενος ἱερωσύνης ἀξίαν ἀνέλαβε καὶ ἐν Χρυσοπόλει ἐν τῷ μοναστηρίῳ, ὃ ἔκτισεν, διέτριβεν. οἱ δὲ Πέρσαι ἐν τούτῳ τῷ ἔτει παρέλαβον τὸ Δαρᾶς καὶ πᾶσαν τὴν Μεσο‐
25ποταμίαν καὶ Συρίαν αἰχμαλωσίαν πολλὴν ποιήσαντες, ἧς οὐκ ἔστιν ἀριθμός. τοῦ δὲ πατριάρχου Κυριακοῦ τελευτήσαντος, Θωμᾶς χει‐ ροτονεῖται ἀντ’ αὐτοῦ, διάκονος καὶ σακελλάριος ὢν τῆς αὐτῆς ἐκ‐
κλησίας, μηνὶ Ὀκτωβρίῳ ιαʹ.293

294

[Start of a diagram]Κόσμου ἔτη ͵ϛϙθʹ. Τῆς θείας σαρκώσεως ἔτη φϙθʹ. Ῥωμαίων βασιλεὺς Φωκᾶς ἔτη ζʹ. εʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιθʹ.
5Κωνσταντ. ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. ζʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει Φωκᾶς ὁ τύραννος ἔζευξε τὴν ἑαυτοῦ θυγα‐ τέρα Δομεντζίαν Πρίσκῳ τῷ πατρικίῳ καὶ κόμητι τῶν ἐκσκουβιτόρων, καὶ γενομένου τοῦ γάμου ἐν τῷ παλατίῳ τῶν Μαρίνης, ἐκέλευσεν ἱππικὸν ἀχθῆναι. οἱ δὲ δήμαρχοι τῶν δύο μερῶν ἐν τοῖς τετρακίοσι
15σὺν τῶν βασιλικῶν λαυράτων ἔστησαν Πρίσκου καὶ Δομεντζίας λαυράτα. ταῦτα ἰδὼν ὁ βασιλεὺς ἠγανάκτησεν, καὶ πέμψας ἤγαγε τοὺς δημάρχους Θεοφάνην καὶ Πάμφιλον, καὶ στήσας αὐτοὺς εἰς τὸ στάμα γυμνοὺς ἐκέλευσεν ἀποτμηθῆναι αὐτούς. πέμψας δὲ τὸν πρωτοκούρσορα αὐτοῦ ἠρώτα αὐτούς, τίνος ἐπιτρέψαντος τοῦτο πε‐
20ποίηκαν; οἱ δὲ εἶπον, ὅτι κατὰ συνήθειαν οἱ γραμμισταὶ τοῦτο πεποίηκαν. ὁ δὲ δῆμος καὶ οἱ ὄχλοι ἔκραζον· “φιλανθρώπου δεσπό‐ του πολλὰ τὰ ἔτη.” οἱ δὲ γραμμισταὶ ἐρωτηθέντες διὰ τί τοῦτο πεποίηκαν; ἔφησαν, ὅτι “τοῦ βασιλέως τέκνα ὀνομασθέντα ὑπὸ πάντων, ἡμεῖς ἀφ’ ἑαυτῶν τοῦτο πεποιήκαμεν.” ὁ δὲ Πρίσκος φόβῳ
25συνεχόμενος τὴν ἀγανάκτησιν ἐδειλία τοῦ βασιλέως. τῶν δὲ ὄχλων κραζόντων φιλανθρωπευθῆναι αὐτοῖς, συνεχώρησεν ὁ Φωκᾶς· ἔκτοτε οὖν ὁ Πρίσκος μηνιάσας οὐκ ἦν ἐν ὀρθότητι μετὰ Φωκᾶ. γυνὴ δέ τις ὀνόματι Πετρωνία γίνεται τῇ βασιλίσσῃ Κωνσταντίνῃ ὡς ἀντὶ διακόνου πρὸς Γερμανὸν ἐκ Κωνσταντίνης τὰς ἀποκρίσεις ποιου‐
30μένη· τῆς δὲ φήμης πλατυνομένης Θεοδόσιον ζῇν, τὸν υἱὸν τοῦ Μαυρικίου, ἐλπίδας ἀγαθὰς ἥ τε Κωνσταντῖνα καὶ ὁ Γερμανὸς εἶχεν ἐπὶ τούτῳ· ἡ δὲ ἀνοσία Πετρωνία τῷ τυράννῳ ταῦτα κατάδηλα
πεποίηκεν. ὁ δὲ τύραννος Κωνσταντῖναν Θεοπέμπτῳ τῷ ἐπάρχῳ294

295

πρὸς βάσανα ἔδωκεν· ἡ δὲ βασανιζομένη Ῥωμανὸν τὸν πατρίκιον γινώσκειν τὰ παρ’ αὐτῶν λαλούμενα ὡμολόγησεν. οὗτος δὲ κατα‐ σχεθεὶς 〈καὶ ἐξετασθεὶσ〉 συγκατέθετο καὶ ἄλλους εἶναι συνεργοὺς αὐτοῦ πρὸς τὴν τοῦ τυράννου ἐπιβουλήν. κατεσχέθη δὲ καὶ Θεό‐
5δωρος, ὁ τῆς ἀνατολῆς ἔπαρχος, ὃν ὁ τύραννος βουνεύροις μαστί‐ ζων ἀνεῖλεν· Ἐλπιδίου τε τὰς χεῖρας καὶ τοὺς πόδας κόψας τῷ πυρὶ τοῦτον παρέδωκεν, τόν τε Ῥωμανὸν ἀπεκεφάλισεν, τὴν δὲ Κωνσταν‐ τῖναν σὺν ταῖς τρισὶ θυγατράσιν ἐν τῷ μώλῳ Εὐτροπίου, ἔνθα καὶ Μαυρίκιος ἀνῃρέθη, ξίφει ἀπέτεμεν, τὸν Γερμανὸν δὲ καὶ τὴν τού‐
10του θυγατέρα ἐν τῇ Πρώτῃ νήσῳ στόματι μαχαίρας ἀπέκτεινεν, ὁμοίως καὶ Ἰωάννην καὶ Τζίταν καὶ Πατρίκιον καὶ Θεοδόσιον, τὸν τὴν σουβαδιουβᾶ περικείμενον ἀξίαν, καὶ Ἀνδρέαν τὸν Σκόμβρον καὶ Δαυίδ, τὸν χαρτοφύλακα τῶν Ὁρμίσδου. Τῷ δ’ αὐτῷ χρόνῳ οἱ Πέρσαι τὸν Εὐφράτην περάσαντες πᾶσαν
15τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ᾐχμαλώτευσαν πολλὴν ἅλωσιν ἐν τοῖς Ῥωμαίοις ποιήσαντες. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρʹ. Τῆς θείας σαρκώσεως ἔτη χʹ. Ῥωμαίων βασιλεὺς Φωκᾶς ἔτη ζʹ. ϛʹ.
20Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κʹ. Κωνσταντ. ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. ηʹ.[End of a diagram]
27Τούτῳ τῷ ἔτει ὁ Πρίσκος μὴ ὑποφέρων ὁρᾷν τούς τε ἀδί‐ κους φόνους καὶ τὰ κακὰ τὰ ὑπὸ Φωκᾶ γινόμενα ἔγραψε πρὸς Ἡράκλειον, τὸν πατρίκιον καὶ στρατηγὸν Ἀφρικῆς, ὥστε ἀποστεῖλαι
30Ἡράκλειον, τὸν υἱὸν αὐτοῦ, καὶ Νικήταν, τὸν υἱὸν Γρηγορᾶ τοῦ
πατρικίου καὶ ὑποστρατήγου αὐτοῦ, ὅπως ἔλθωσι κατὰ τοῦ τυράν‐295

296

νου Φωκᾶ· ἤκουε γὰρ μελετωμένην ἐν τῇ Ἀφρικῇ κατὰ Φωκᾶ ἀνταρσίαν· ὅθεν οὐδὲ τὰ πλοῖα τῆς Ἀφρικῆς ἐν τούτῳ τῷ χρόνῳ ἀνέβαλον. ἀπέκτεινε δὲ Φωκᾶς πᾶσαν τὴν συγγένειαν Μαυρικίου καὶ Κομεντίολον, τὸν στρατηγὸν τῆς Θρᾴκης, καὶ ἄλλους πολλοὺς
5ἀνηλεῶς. ἐγένετο δὲ ἐν τῷ χρόνῳ τούτῳ καὶ θανατικὸν καὶ σκνιπία παντὸς εἴδους. οἱ δὲ Πέρσαι ἐξῆλθον σὺν τῷ Καρδαρίγᾳ καὶ παρ‐ έλαβον τὴν Ἀρμενίαν καὶ τὴν Καππαδοκίαν, καὶ πολεμήσαντες ἔτρεψαν τὰ τῶν Ῥωμαίων στρατεύματα· καὶ παρέλαβον τὴν Γαλατίαν καὶ τὴν Παφλαγονίαν· καὶ ἦλθον μέχρι Χαλκηδόνος λυμαινόμενοι ἀφειδῶς
10πᾶσαν ἡλικίαν. καὶ οἱ μὲν Πέρσαι ἔξω τῆς πόλεως ἐτυράννουν Ῥωμαίους· Φωκᾶς δὲ ἔνδον τὰ χείρονα αὐτοῖς ἐποίει φονεύων καὶ αἰχμαλωτίζων. Κωνσταντινουπόλεως ἐπίσκοπος Σέργιος ἔτη κθʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ.
15Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. ͵ϛραʹ. χαʹ. ζʹ. καʹ. αʹ. αʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει ἀτακτήσαντες οἱ Ἀντιοχεῖς Ἑβραῖοι στάσιν ἐποιήσαντο κατὰ Χριστιανῶν καὶ ἀποσφάττουσιν Ἀναστάσιον, τὸν μέγαν πατριάρχην Ἀντιοχείας, βαλόντες τὴν φύσιν αὐτοῦ ἐν τῷ
20στόματι αὐτοῦ· καὶ μετὰ τοῦτο σύραντες αὐτὸν ἐπὶ τὴν Μέσην ἐφό‐ νευσαν καὶ πολλοὺς τῶν κτητόρων καὶ ἔκαυσαν αὐτούς. ὁ δὲ Φωκᾶς ἐποίησε κόμητα ἀνατολῆς Βώνοσον καὶ Κοττανᾶν στρατηλάτην καὶ ἀπέστειλεν αὐτοὺς κατ’ αὐτῶν 〈καὶ οὐκ ἠδύναντο παῦσαι τὴν στάσιν αὐτῶν〉. ἐπισυνάξαντες δὲ στρατόπεδα ἐπῆλθον αὐτοῖς καὶ πολλοὺς
25ἐφόνευσαν καὶ ἠκρωτηρίασαν καὶ τῆς πόλεως ἐξώρισαν. ὁ δὲ Φωκᾶς ἐποίησεν ἱππικόν, καὶ οἱ Πράσινοι ὕβρισαν αὐτόν, λέγοντες· “πάλιν εἰς τὸν καῦκον ἔπιες· πάλιν τὸν νοῦν ἀπώλεσας.” καὶ ἐπέτρεψεν ὁ Φωκᾶς Κοσμᾶν, τὸν ἔπαρχον τῆς πόλεως, καὶ πολλοὺς ἠκρωτηρίασε καὶ
τὰ μέλη αὐτῶν ἐν τῇ σφενδόνῃ ἐκρέμασεν, ἄλλους δὲ ἀπεκεφάλισε καὶ296

297

ἑτέρους ἐν σάκκοις βαλὼν ἐν τῇ θαλάσσῃ ἀπέπνιξεν. σωρευθέντες δὲ οἱ Πράσινοι ἔβαλον πῦρ εἰς τὸ πραιτώριον καὶ ἔκαυσαν τὸ σέκρητον καὶ τὰ σκρινία καὶ τὰς φυλακάς. καὶ ἐξελθόντες οἱ ἐν ταῖς φυλακαῖς ἔφυγον. καὶ θυμωθεὶς ὁ Φωκᾶς ἐκέλευσε τοὺς Πρα‐
5σίνους μηκέτι πολιτεύεσθαι. Ἡράκλειος δέ, ὁ στρατηγὸς Ἀφρικῆς, ἐνοχλούμενος ὑπὸ τῆς συγκλήτου ἐξώπλισε τὸν υἱὸν αὐτοῦ Ἡρά‐ κλειον τοῦ ἀπολῦσαι κατὰ Φωκᾶ τοῦ τυράννου· ὁμοίως καὶ ὁ ὑπο‐ στράτηγος αὐτοῦ Γρηγορᾶς ἀπέλυσε διὰ ξηρᾶς τὸν υἱὸν αὐτοῦ Νικήταν στοιχήσαντες, ἵνα ὅς τις προλάβῃ καὶ νικήσῃ τὸν τύραννον βασι‐
10λεύσῃ. Τῷ δ’ αὐτῷ ἔτει γέγονε χειμὼν μέγας πάνυ, ὥστε παγῶσαι τὴν θάλασσαν· ἐν οἷς καὶ ἰχθὺς πολὺς ἐξερρίφη. τότε Φωκᾶς Μακρό‐ βιον τὸν σκρίβωνα ἐκέλευσε τοξευθῆναι εἰς τὴν ἀγραρέαν καὶ εἰς τὸ καστέλλιν Θεοδοσιανῶν ἐν τῷ Ἑβδόμῳ κρεμασθέντα εἰς κοντάριν,
15εἰς ὃ γυμνάζονται οἱ τίρωνες, ἀποθανεῖν ὡς συγγνώσαντα τῇ ἐπι‐ βουλῇ αὐτοῦ. Θεόδωρος γὰρ ὁ ἔπαρχος Καππαδόκης καὶ Ἐλπίδιος, ὁ ἐπάνω τοῦ ἀρμαμέντου, καὶ ἕτεροι διάφοροι βουλὴν ἐποίησαν ἀνελεῖν ἐπὶ ἱπποδρομίου τὸν Φωκᾶν. καὶ ποιήσας ἄριστον Θεόδω‐ ρος, ὁ ἔπαρχος τῶν πραιτωρίων, ἤρξατο ἐπιφαίνειν αὐτοῖς τὸν ἑαυ‐
20τοῦ σκοπόν. συνέβη δὲ ἐκεῖ εὑρεθῆναι Ἀναστάσιον, κόμητα τῶν λαργιτιώνων. τοῦ οὖν ἀρίστου γινομένου καὶ ἐξηγουμένου τὰ τῆς ἐπιβουλῆς, μετεμελήθη Ἀναστάσιος εὑρεθεὶς ἐκεῖ καὶ οὐκ εἶπε τὰ τῆς καρδίας αὐτοῦ, ἀλλ’ ἐσιώπα. ὁ δὲ Ἐλπίδιος ἐπέμενε λέγων· “οὐ θέλετε, ἵνα ἐν ὅσῳ κάθηται ἐν τῷ σέντζῳ ἐπὶ ἱπποδρομίας,
25πιάσω αὐτὸν καὶ ἐκκορακίσω τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ οὕτως αὐτὸν ἀποκτείνω;” καὶ ὑπέσχετο διδόναι αὐτοῖς ἄρματα. γνωσθέν‐ τος δὲ τοῦ πράγματος ἐκ διαβολῆς Ἀναστασίου τῷ Φωκᾷ, ἐκέλευσε τὸν ἔπαρχον καὶ τὸν Ἐλπίδιον καὶ τοὺς ἄρχοντας τοὺς ἐγνωκότας
τὴν ἐπιβουλὴν ἐξετασθῆναι μετὰ πάσης ἀκριβείας. ἐξετασθέντων δὲ297

298

αὐτῶν κατέθεντο τὰ τῆς ἐπιβουλῆς, καὶ ὅτι Θεόδωρον ἐβούλοντο ποιῆσαι βασιλέα. ὁ δὲ Φωκᾶς ἐκέλευσεν ἀποκεφαλισθῆναι Θεόδωρον καὶ Ἐλπίδιον καὶ Ἀναστάσιον καὶ πάντας τοὺς ἐγνωκότας τὴν ἐπι‐ βουλὴν αὐτοῦ.
5[Start of a diagram]Κόσμου ἔτη ͵ϛρβʹ. Τῆς θείας σαρκώσεως ἔτη χβʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. βʹ.
10Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. βʹ.[End of a diagram]
15Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ δʹ, ἡμέρᾳ βʹ, ἰνδικτιῶνος ιδʹ, ἧκεν Ἡράκλειος ἀπὸ Ἀφρικῆς φέρων πλοῖα καστελλωμένα, ἔχοντα ἐν τοῖς καταρτίοις κιβώτια καὶ εἰκόνας τῆς θεομήτορος, καθὰ καὶ ὁ Πισίδιος Γεώργιος λέγει, καὶ στρατὸν πολὺν ἀπὸ Ἀφρικῆς καὶ Μαυ‐ ριτανίας· ὁμοίως καὶ Νικήτας, ὁ υἱὸς Γρηγορᾶ τοῦ πατρικίου, ἀπὸ
20Ἀλεξανδρείας καὶ Πενταπόλεως ἔχων μεθ’ ἑαυτοῦ λαὸν πολὺν πεζι‐ κόν. ἦν δὲ Ἡράκλειος ὁρμασάμενος Εὐδοκίαν, τὴν θυγατέρα Ῥογᾶ τοῦ Ἄφρου, ἥτις τῷ καιρῷ τούτῳ ἦν ἐν Κωνσταντινουπόλει ἅμα Ἐπιφανείᾳ, τῇ μητρὶ Ἡρακλείου. 〈ἀκούσας δὲ ὁ Φωκᾶς, ὅτι ἐστὶν ἐν τῇ πόλει ἡ μήτηρ Ἡρακλείου〉 καὶ ἡ τούτῳ μεμνηστευμένη Εὐδοκία,
25ἐκράτησεν αὐτὰς καὶ ἐφύλαξεν εἰς τὸ δεσποτικὸν μοναστήριον, τὸ ἐπιλεγόμενον τῆς Νέας Μετανοίας. καταλαβὼν δὲ Ἡράκλειος τὴν Ἄβυδον εὗρε Θεόδωρον, τὸν κόμητα τῆς Ἀβύδου, καὶ ἀνακρίνας ἔμαθε παρ’ αὐτοῦ τὰ κινούμενα ἐν Κωνσταντινουπόλει. ὁ δὲ Φωκᾶς ἀπέστειλε τὸν ἀδελφὸν αὐτοῦ, Δομεντζίολον τὸν μάγιστρον, φυλάτ‐
30τειν τὰ Μακρὰ τείχη· μαθὼν δὲ ὁ μάγιστρος, ὅτι κατέλαβεν Ἡρά‐
κλειος τὴν Ἄβυδον, ἔφυγε καταλιπὼν τὰ τείχη καὶ εἰσῆλθεν ἐν298

299

Κωνσταντινουπόλει. ὁ δὲ Ἡράκλειος ἐδέξατο ἐν Ἀβύδῳ πάντας 〈τοὺς ἐξορισθέντας ἄρχοντασ〉, οὓς ἐξώρισε Φωκᾶς, καὶ ἀνῆλθε σὺν αὐτοῖς εἰς Ἡράκλειαν. Στέφανος δέ, ὁ τῆς Κυζίκου μητροπολίτης, λαβὼν στέμμα ἐκ τῆς ἐκκλησίας τῆς ἁγίας θεοτόκου Ἀρτάκης ἀπ‐
5ήγαγεν αὐτὸ τῷ Ἡρακλείῳ. καταλαβὼν δὲ τὴν Κωνσταντινούπολιν προσώρμισε τῷ λιμένι τῆς Σοφίας· καὶ πολέμου κροτηθέντος νικᾷ τῇ χάριτι τοῦ Χριστοῦ [Φωκᾶν] τὸν τύραννον. οἱ δὲ δῆμοι τοῦτον παραλαβόντες ἀνεῖλον, πυρὶ κατακαύσαντες αὐτὸν ἐν τῷ Βοΐ. εἰσ‐ ελθὼν δὲ Ἡράκλειος εἰς τὰ βασίλεια ἐστέφθη ὑπὸ Σεργίου πατρι‐
10άρχου ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. ἐστέφθη δὲ τῇ αὐτῇ ἡμέρᾳ καὶ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία αὐγούστα, καὶ ἔλαβον ἀμφότεροι παρὰ Σεργίου πατριάρχου τοὺς στεφάνους τοῦ γάμου· καὶ τῇ αὐτῇ ἡμέρᾳ ὁμοῦ αὐτοκράτωρ καὶ νυμφίος ἀναδείκνυ‐ ται. τῷ δὲ Μαΐῳ μηνὶ ἐστράτευσαν οἱ Πέρσαι κατὰ Συρίας καὶ
15παρέλαβον τὴν Ἀπάμειαν καὶ τὴν Ἔδεσαν καὶ ἦλθον ἕως Ἀντιοχείας. οἱ δὲ Ῥωμαῖοι συναντήσαντες αὐτοῖς ἐπολέμησαν, καὶ ἡττήθησαν Ῥωμαῖοι· καὶ διωλέσθη πᾶς ὁ λαὸς τῶν Ῥωμαίων, ὥστε ὀλίγους λίαν ἐξειλῆσαι. τῷ δὲ Ἰουλίῳ μηνὶ ζʹ, τῇ αὐτῇ ἰνδικτιῶνι, ἐτέχθη τῷ βασιλεῖ Ἐπιφάνεια, θυγάτηρ Εὐδοκίας, καὶ τῷ Αὐγούστῳ μηνὶ
20ιεʹ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου. [Start of a diagram]Κόσμου ἔτη ͵ϛργʹ. Τῆς θείας σαρκώσεως ἔτη χγʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. βʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κγʹ.
25Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. γʹ.[End of a diagram]
31Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι Καισάρειαν τῆς Καππα‐ δοκίας καὶ πολλὰς μυριάδας ἐν αὐτῇ ᾐχμαλώτευσαν. Ἡράκλειος δὲ
ὁ βασιλεὺς εὗρε παραλελυμένα τὰ τῆς πολιτείας Ῥωμαίων πράγματα.299

300

τήν τε γὰρ Εὐρώπην οἱ Ἄβαρεις ἠρήμωσαν, καὶ τὴν Ἀσίαν οἱ Πέρ‐ σαι πᾶσαν κατέστρεψαν καὶ τὰς πόλεις ᾐχμαλώτευσαν καὶ τὸν τῶν Ῥωμαίων στρατὸν ἐν τοῖς πολέμοις ἀνήλωσαν. καὶ ταῦτα ἰδὼν ἐν ἀπορίᾳ ἦν, τί δράσῃ. ἐρευνήσας γὰρ τὸν στρατόν, εἰ ἄρα ἐσώζοντο
5ἐκ τῶν μετὰ Φωκᾶ κατὰ Μαυρικίου στρατευσάντων ἐπὶ τῆς τούτου τυραννίδος, δύο μόνους εὗρεν ἐν πᾶσι τοῖς θέμασιν. Τῷ δ’ αὐτῷ ἔτει μηνὶ Μαΐῳ γʹ, ἰνδικτιῶνος ιεʹ, ἐτέχθη τῷ βα‐ σιλεῖ υἱὸς ἀπὸ Εὐδοκίας, Ἡράκλειος ὁ μικρός, ὁ καὶ νέος Κων‐ σταντῖνος. τῷ δὲ Αὐγούστῳ μηνὶ ιδʹ ἐτελεύτησεν Εὐδοκία ἡ αὐγούστα,
10τῇ αὐτῇ ιεʹ ἰνδικτιῶνι.
γʹ. κδʹ. δʹ. δʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ δʹ, ἰνδικτιῶνος αʹ, ἐστέφθη Ἐπι‐ φάνεια, ἡ θυγάτηρ Ἡρακλείου, ὑπὸ Σεργίου πατριάρχου αὐγούστα ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. τῷ δὲ Δεκεμ‐
15βρίῳ μηνὶ κεʹ, τῇ αὐτῇ αʹ ἰνδικτιῶνι, ἐστέφθη Ἡράκλειος, ὁ υἱὸς Ἡρακλείου, ὁ νέος, ὁ καὶ Κωνσταντῖνος, ὑπὸ Σεργίου πατριάρχου. Τῷ δ’ αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ κατὰ Συρίας καὶ λυμηνάμενοι ἱκανὰ χωρία ὑπέστρεψαν.
δʹ. κεʹ. εʹ. εʹ. εʹ.
20Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Δαμασκὸν καὶ ᾐχμα‐ λώτευσαν λαὸν πολύν. Ἡράκλειος δὲ ὁ βασιλεὺς πρέσβεις πρὸς Χοσρόην ἀπέστειλε παύσασθαι τοῦ ἐκχέειν ἀνηλεῶς τὰ αἵματα τῶν ἀνθρώπων καὶ ὁρίσαι φόρους καὶ λαμβάνειν πάκτα. ὁ δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπέλυσεν, μὴ ποιησάμενος αὐτοῖς λόγον, ἐλπίζων
25τελείως παραλαβεῖν τὴν τῶν Ῥωμαίων ἀρχήν. ὁ δὲ Ἡράκλειος τῷ αὐτῷ χρόνῳ ἔγημε Μαρτῖναν καὶ ἀνηγόρευσεν αὐτὴν αὐγούσταν στέψας αὐτὴν εἰς τὸν Αὐγουστέα, στεφθεῖσαν ὑπὸ Σεργίου πατρι‐ άρχου.
εʹ. κϛʹ. ϛʹ. ϛʹ. ϛʹ.
30Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὸν Ἰορδάνην καὶ Παλαι‐
στίνην καὶ τὴν ἁγίαν πόλιν πολέμῳ καὶ πολλοὺς ἀπέκτειναν ἐν αὐτῇ300

301

διὰ χειρὸς τῶν Ἰουδαίων, ὥς φασί τινες, μυριάδας ἐννέα. οὗτοι γὰρ ὠνούμενοι τοὺς Χριστιανοὺς καθὰ εὐπόρει ἕκαστος ἀπέκτεινον αὐτούς. Ζαχαρίαν δέ, τὸν πατριάρχην Ἱεροσολύμων, καὶ τὰ τίμια καὶ ζωοποιὰ ξύλα λαβόντες σὺν αἰχμαλωσίᾳ πολλῇ ἐν Περσίδι
5ἀπήγαγον. Τῷ δ’ αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ ἀπὸ Μαρτίνης Κωνσταν‐ στῖνος ἕτερος, καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου.
ϛʹ. κζʹ. ζʹ. ζʹ. ζʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι πᾶσαν τὴν Αἴγυπτον καὶ
10Ἀλεξάνδρειαν καὶ Λιβύην καὶ ἕως Αἰθιοπίας, καὶ λαβόντες αἰχμα‐ λωσίαν πολλὴν καὶ λάφυρα πάμπολλα καὶ χρήματα ὑπέστρεψαν. τὴν δὲ Καρχηδόνα οὐκ ἴσχυσαν παραλαβεῖν, ἀλλὰ φρουρὰν ἐάσαντες τοῦ πολιορκεῖν αὐτὴν ἀνεχώρησαν.
ζʹ. κηʹ. ηʹ. ηʹ. ηʹ.
15Τούτῳ τῷ ἔτει ἐστράτευσαν οἱ Πέρσαι κατὰ Καρχηδόνος καὶ ταύτην παρέλαβον πολέμῳ. τῷ δ’ αὐτῷ ἔτει μηνὶ Ἰαννουαρίῳ αʹ, ἰνδικτιῶνος εʹ, ὑπάτευσε Κωνσταντῖνος ὁ νέος, ὁ καὶ Ἡράκλειος καὶ Ἡρακλείου υἱός· καὶ προεβάλετο καίσαρα Κωνσταντῖνον τὸν μικρόν, τὸν ἴδιον ἀδελφόν, τὸν ἐξ Ἡρακλείου καὶ Μαρτίνης γεννηθέντα.
20
ηʹ. κθʹ. θʹ. θʹ. θʹ. Τούτῳ τῷ ἔτει πάλιν Ἡράκλειος ἀπέστειλε πρέσβεις ἐν Περσίδι πρὸς Χοσρόην αἰτούμενος εἰρήνην. ὁ δὲ Χοσρόης καὶ πάλιν αὐτοὺς ἀπεπέμψατο εἰρηκώς· “οὐ φείσομαι ὑμῶν ἕως ἂν ἀρνήσησθε τὸν ἐσταυρωμένον, ὃν λέγετε θεὸν εἶναι, καὶ προσκυνήσητε τῷ ἡλίῳ.”
25
θʹ. λʹ. ιʹ. ιʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσαν οἱ Ἄβαρεις κατὰ τῆς Θρᾴκης. καὶ ἀποστείλας Ἡράκλειος πρέσβεις πρὸς αὐτοὺς ᾐτεῖτο εἰρήνην· καὶ συν‐ θεμένου τοῦ Χαγάνου ταύτην ποιεῖν, ἐξῆλθεν ὁ βασιλεὺς ἔξω τοῦ Μακροῦ τείχους μετὰ πάσης δορυφορίας βασιλικῆς καὶ δώρων πολλῶν
30καὶ μεγάλων ὑποδέξασθαι τὸν Χαγάνον, λαβὼν τὰ πιστὰ παρ’ αὐτοῦ τοῦ ποιῆσαι πρὸς ἀλλήλους σπονδὰς εἰρηνικάς. ὁ δὲ βάρβαρος ἐκεῖνος τάς τε συνθήκας ἀθετήσας καὶ τοὺς ὅρκους ἄφνω τυραννι‐
κῶς κατὰ τοῦ βασιλέως ἐχώρησεν. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς τῷ301

302

ἀπροσδοκήτῳ τοῦ πράγματος φυγὰς ἐπὶ τὴν πόλιν ὑπέστρεψεν. λαβὼν δὲ ὁ βάρβαρος τήν τε βασιλικὴν ἀποσκευὴν καὶ δορυφορίαν καὶ ὅσους καταλαβεῖν ἠδυνήθη, ὑπέστρεψε πολλὰ χωρία τῆς Θρᾴκης ληϊσάμενος ἐκ τοῦ ἀπροσδοκήτου ἀπατηθέντας τῇ ἐλπίδι τῆς εἰρήνης.
5[Start of a diagram]Κόσμου ἔτη ͵ϛριαʹ. Τῆς θείας σαρκώσεως ἔτη χιαʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λαʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιαʹ.
10Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. αʹ.[End of a diagram]
15Τούτῳ τῷ ἔτει Ἡράκλειος πρὸς τὸν Χαγάνον τῶν Ἀβάρων πρέσβεις ἀποστείλας ἐνεκάλει περὶ τῶν ὑπ’ αὐτοῦ γεγονότων ἀθέσμων καὶ πρὸς εἰρήνην προετρέπετο. ἐπιστρατεῦσαι γὰρ διανοούμενος κατὰ Περσίδος εἰρηνεύειν μετὰ τοῦ Χαγάνου ἤθελεν. ὁ δὲ Χαγάνος αἰδεσθεὶς τὴν τοῦ βασιλέως ἀγάπην μετανοεῖν ἐπηγγέλλετο καὶ εἰρή‐
20νην ποιεῖν ὑπισχνεῖτο· καὶ στοιχήσαντες πάκτα ὑπέστρεψαν οἱ πρέ‐ σβεις ἐν εἰρήνῃ. Τῷ δ’ αὐτῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Ἄγκυραν Γαλατίας πολέμῳ.
ιαʹ. λβʹ. ιβʹ. ιβʹ. βʹ.
25Τούτῳ τῷ ἔτει ἐσκλήρυνε Χοσρόης τὸν ζυγὸν αὐτοῦ ἐπὶ πάντας ἀνθρώπους εἰς αἱμοβορίαν καὶ φορολογίαν. ἐπαρθεὶς γὰρ τῇ νίκῃ οὐκέτι ἐν τῷ καθεστῶτι εἶναι ἠδύνατο. τότε Ἡράκλειος ζῆλον θεοῦ ἀναλαβὼν καὶ μετὰ τῶν Ἀβάρων εἰρηνεύσας, ὡς ἐνόμιζεν, μετήνεγκε τὰ στρατεύματα τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν καὶ διενοεῖτο τῇ συν‐
30εργίᾳ τοῦ θεοῦ κατὰ Περσίδος χωρῆσαι.
ιβʹ. λγʹ. ιγʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ δʹ, ἰνδικτιῶνος ιʹ, τελέσας ὁ βασι‐ λεὺς Ἡράκλειος τὴν ἑορτὴν τοῦ πάσχα εὐθέως τῇ δευτέρᾳ ἑσπέρας
ἐκίνησε κατὰ Περσίδος. λαβὼν δὲ τὰ τῶν εὐαγῶν οἴκων χρήματα302

303

ἐν δανείῳ, ἀπορίᾳ κατεχόμενος ἔλαβε καὶ τῆς μεγάλης ἐκκλησίας πολυκάνδηλά τε καὶ ἕτερα σκεύη ὑπουργικά, χαράξας νομίσματά τε καὶ μιλιαρίσια πάμπολλα. κατέλιπε δὲ τὸν ἴδιον υἱὸν σὺν τῷ πατρι‐ άρχῃ Σεργίῳ ἐν Κωνσταντινουπόλει διοικεῖν τὰ πράγματα σὺν Βω‐
5νόσῳ τῷ πατρικίῳ, ἀνδρὶ ἐχέφρονι καὶ τὰ πάντα συνετῷ καὶ πεπει‐ ραμένῳ. ἔγραψε δὲ καὶ πρὸς τὸν Χαγάνον τῶν Ἀβάρων παρακλήσεις τοῦ ἐπικουρεῖν τὰ τῶν Ῥωμαίων πράγματα, ὡς φιλίαν σπεισάμενον πρὸς αὐτόν, καὶ ἐπίτροπον τοῦ ἑαυτοῦ υἱοῦ τοῦτον ὠνόμασεν. ἀπάρας δὲ τῆς βασιλευούσης πόλεως ἐξῆλθε κατὰ τὰς λεγομένας Πύλας πλοῒ
10τὴν πορείαν ποιησάμενος. ἐντεῦθεν δὲ ἐπὶ τὰς τῶν θεμάτων χώρας ἀφικόμενος συνέλεγε τὰ στρατόπεδα καὶ προσετίθει αὐτοῖς νέαν στρατείαν. τούτους δὲ γυμνάζειν ἤρξατο καὶ τὰ πολεμικὰ ἔργα ἐξεπαίδευσεν. διχῇ γὰρ διελὼν τὸν στρατὸν παρατάξεις τε καὶ συμ‐ βολὰς πρὸς ἀλλήλους ἀναιμωτὶ ποιήσασθαι ἐκέλευσεν, κραυγήν τε
15πολεμικὴν καὶ παιᾶνας καὶ ἀλαλαγμὸν καὶ διέγερσιν ἔχειν τούτους ἐδίδασκεν, ἵνα, κἂν ἐν πολέμοις εὑρίσκωνται, μὴ ξενίζωνται, ἀλλὰ θαρροῦντες ὡς εἰς παίγνιον κατὰ τῶν ἐχθρῶν χωρήσωσιν. λαβὼν δὲ ὁ βασιλεὺς ἐν χερσὶ τὴν θεανδρικὴν μορφήν, ἣν χεῖρες οὐκ ἔγραψαν, ἀλλ’ οἵαν ἐν εἰκόνι ὁ πάντα μορφῶν καὶ διαπλάττων λόγος
20ἄνευ γραφῆς μόρφωσιν, ὡς ἄνευ σπορᾶς κύησιν ἤνεγκεν, καὶ τούτῳ πεποιθὼς τῷ θεογράφῳ τύπῳ ἀπήρξατο τῶν ἀγώνων, πιστὰ δοὺς τῷ λαῷ, ὡς σὺν αὐτοῖς μέχρι θανάτου ἀγωνίσηται καὶ ὡς τέκνοις οἰκείοις τούτοις συναρμόσηται. ἐβούλετο γὰρ τὴν ἐξουσίαν οὐ φόβῳ, ὅσον ἐν πόθῳ ἔχειν. εὑρὼν δὲ τὸν στρατὸν εἰς ῥαθυμίαν πολλὴν
25καὶ δειλίαν, ἀταξίαν τε καὶ ἀκοσμίαν 〈καθεστῶτα〉 καὶ εἰς πολλὰ τῆς γῆς μέρη ἐσπαρμένον συντόμως πάντας εἰς ἓν συνήγαγεν. καὶ πάντες ὡς ἐκ μιᾶς συμφωνίας ὕμνησαν τὸ κράτος καὶ τὴν ἀνδρείαν τοῦ βασιλέως. αὐτὸς δὲ τοῖς λόγοις τούτους ἐπιρρωννύων ἔλεγεν· “ὁρᾶτε, ἀδελφοὶ καὶ τέκνα, ὡς οἱ ἐχθροὶ τοῦ θεοῦ κατεπάτησαν
30ἡμῶν τὴν χώραν καὶ τὰς πόλεις ἠρήμωσαν καὶ τὰ θυσιαστήρια κατ‐303

304

έκαυσαν καὶ τὰς τραπέζας τῶν ἀναιμάκτων θυσιῶν αἱμάτων μιαι‐ φόνων ἐπλήρωσαν, καὶ τὰς ἀδέκτους τῶν παθῶν ἐκκλησίας ἐν ἡδοναῖς χραίνουσιν ἐμπαθεστάταις.” πάλιν δὲ τὸν λαὸν πρὸς γυμνασίαν πολεμικὴν ὥπλιζε τάξεις δύο ἐνόπλους ποιησάμενος, σάλπιγγές τε
5καὶ φάλαγγες ἀσπίδων, καὶ λαὸς τεθωρακισμένος ἵστατο. ἐπεὶ δὲ ἀσφαλῶς συνέστησαν τὰ τάγματα, συμβαλεῖν ἀλλήλοις ἐκέλευσεν, ὠθισμοί τε βίαιοι καὶ συγκρούσματα πρὸς ἀλλήλους ἐγίνοντο, καὶ σχηματισμὸς πολέμου ἐδείκνυτο. καὶ ἦν ἰδεῖν φρικτὸν θέαμα φόβου χωρὶς κινδύνων, καὶ πρὸς φόνους συννεύσεις αἱμάτων δίχα, καὶ
10πρὸ τῆς ἀνάγκης 〈τῆς ἀνάγκησ〉 τοὺς τρόπους, ὅπως ἕκαστος ἐκ τῆς ἀκινδύνου σφαγῆς λαβὼν ἀφορμὰς ἀσφαλέστερος μένῃ. οὕτω δὲ καθοπλίσας πάντας παρήγγειλεν ἀδικίας ἀπέχεσθαι καὶ εὐσεβείας ἀντέχεσθαι. παραγενόμενος δὲ ἐπὶ τὰ μέρη Ἀρμενίας προτρέχειν 〈ἐκέλευσεν ἐπιλέκτους· τῶν δὲ Σαρακηνῶν τότε ὑπὸ πάκτων ὄντων
15τῶν Περσῶν〉 πλῆθος ἱππέων λάθρα ἐπιπεσεῖν τῷ βασιλεῖ διενοεῖτο. οἱ δὲ προτρέχοντες τοῦ βασιλέως τούτοις συναντήσαντες τόν τε στρατηγὸν αὐτῶν δεσμώτην ἤγαγον πρὸς Ἡράκλειον καὶ τούτους τρεψάμενοι πολλοὺς ἀνεῖλον. ἐπεὶ δὲ χειμὼν κατέλαβεν, ἀποκλίνας ὁ βασιλεὺς 〈πρὸσ〉 τὸ Πόντιον κλίμα, ἔδοξε τοῖς βαρβάροις ἐν τούτῳ
20αὐτὸν παραχειμάζοντα 〈πολιορκεῖν〉. λαθὼν δὲ τοὺς Πέρσας καὶ ἐπιστραφεὶς εἰς τὴν Περσίδα εἰσβάλλει. τοῦτο μαθόντες οἱ βάρ‐ βαροι εἰς ῥᾳθυμίαν ἦλθον τῷ ἀπροσδοκήτῳ τῆς τούτου εἰσόδου. ὁ δὲ Σάρβαρος, ὁ τῶν Περσῶν στρατηγός, λαβὼν τὴν ἑαυτοῦ δύ‐ ναμιν ἦλθεν ἐν Κιλικίᾳ, ὅπως ἐπὶ Ῥωμανίαν ἐξελθὼν τοῦτον περι‐
25τρέψῃ. φοβηθεὶς δέ, μὴ διὰ τῆς Ἀρμενίας εἰς τὴν Περσίδα ὁ βασι‐ λεὺς εἰσβαλὼν ταύτην ταράξῃ, οὐκ εἶχε τὸν ἑαυτοῦ λογισμὸν βεβηκότα,
ὅ τι δράσῃ. ὅμως ἠναγκάσθη ἀκολουθεῖν ὀπίσω τοῦ Ῥωμαϊκοῦ304

305

στρατοῦ, κλέψαι μεριμνῶν τὸν πόλεμον καὶ διὰ νυκτὸς ἀφεγγοῦς τούτοις προσβαλεῖν. πανσελήνου δὲ οὔσης τῆς νυκτός, ἀπεκρούσθη τοῦ σκέμματος, καὶ τὴν πρὶν σεβασμίαν αὐτῷ ἐδυσφήμει σελήνην. ἡ δὲ σελήνη ὑπέστη κατ’ αὐτὴν τὴν νύκτα ἐκ τοῦ συμβεβηκότος.
5ἐκ τούτου ἐδειλία ὁ Σάρβαρος προσβαλεῖν τῷ βασιλεῖ καὶ τὰ ὄρη κατέλαβεν ὡς αἱ δορκάδες ὁρῶν τὴν καλλίτεχνον καὶ σοφὴν στρα‐ τηγίαν ἀφ’ ὕψους τῶν Ῥωμαίων. γνοὺς δὲ ὁ βασιλεὺς τὴν τούτου δειλίαν, θαρρῶν ἐν τόποις ηὐλίζετο ἀναπαύσεως πλήρεσιν, ἐρεθίζων τοῦτον πρὸς πόλεμον. κατερχόμενοι δὲ λάθρα τοῦ ὄρους πολλάκις
10συμπλοκὰς μερικὰς ἐποιοῦντο, καὶ ἐν παντὶ οἱ Ῥωμαῖοι ἐπροτέρευον, καὶ θάρσος ἐπὶ πλεῖον ὁ στρατὸς ἐλάμβανεν, ὁρῶντες τὸν βασιλέα παντὶ προπηδῶντα καὶ εὐτόλμως πολεμοῦντα. Πέρσης δέ τις πρὸ ὀλίγου χρόνου πρόσφυξ γενόμενος ἐν τῷ στρατῷ τοῦ βασιλέως ἐτάττετο. οὗτος ἀποδρὰς πρὸς τοὺς Πέρσας ἀπῆλθεν ἐλπίζων αὐτοὺς
15τὴν Ῥωμαίων στρατιὰν ὀλέσαι. ἰδὼν δὲ αὐτῶν τὴν δειλίαν μετὰ δεκάτην ἡμέραν πρὸς τὸν βασιλέα ἦλθε καὶ πᾶσαν ἀκριβῶς τὴν τῶν βαρβάρων ἐξεῖπεν ἀτολμίαν. ὁ δὲ Σάρβαρος μηκέτι ὑποφέρων τὴν ἐν τῷ ὄρει διατριβὴν ἠναγκάσθη πρὸς πόλεμον ὁρμῆσαι, εἰς τρία δὲ μέρη διελὼν τὸ στράτευμα κατῆλθεν ἄφνω ἐπιφωσκούσης
20ἡμέρας πρὸ τῆς τοῦ ἡλίου ἀναβάσεως εὐτρεπισάμενος πρὸς πόλεμον. ὁ δὲ βασιλεὺς προγνοὺς καὶ συντάξας τὸν στρατὸν ὁμοίως εἰς τρεῖς φάλαγγας εἰς τὴν μάχην προήγαγεν. τοῦ δὲ ἡλίου ἀνατείλαντος, καὶ τοῦ βασιλέως κατὰ ἀνατολὰς εὑρεθέντος, τοὺς Πέρσας ἐσκότιζεν ἡ τούτου ἀκτίς, ἣν ὡς θεὸν προσεκύνουν. ὁ δὲ βασιλεὺς ἐσχημά‐
25τισε τὸν λαὸν αὐτοῦ εἰς φυγὴν τραπέντας· καὶ λύσαντες ἐκεῖνοι τὰς φάλαγγας ἀκρατῶς διώκειν τούτους ἐνόμιζον. ἐπιστραφέντες οὖν οἱ Ῥωμαῖοι εὐψύχως τούτους ἐτρέψαντο καὶ πολλοὺς ἀνεῖλον, ἐλάσαντές τε αὐτοὺς εἰς τὸ ὄρος εἰς κρημνοὺς αὐτοὺς ἐνέβαλον καὶ τόπους δυσβάτους καὶ πάντας αὐτῶν συνέτριψαν· ἐν δὲ τοῖς κρημνοῖς
30αἰγῶν ἀγρίων δίκην ἐσκηνοβάτουν. πολλοὺς δὲ καὶ ζῶντας ἐζώγρη‐305

306

σαν. παρέλαβον δὲ καὶ τὸ τούτων στρατόπεδον καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν. οἱ δὲ Ῥωμαῖοι πρὸς ὕψος τὰς χεῖρας ἐκτείναντες τῷ θεῷ ηὐχαρίστουν καὶ τῷ στρατηγήσαντι καλῶς βασιλεῖ συντόνως προσηύχοντο. οἱ γὰρ πρὶν μηδὲ Περσικὴν κόνιν τολμήσαντες ἰδεῖν
5νῦν τὰς σκηνὰς τούτων ἀσαλεύτους εὑρόντες ἐλαφυραγώγησαν. τίς γὰρ ἤλπιζε τὸ τῶν Περσῶν δυσμαχώτατον γένος νῶτα δοῦναί ποτε Ῥωμαίοις; ὁ δὲ βασιλεὺς τὸν στρατὸν σὺν τῷ στρατηγῷ κατα‐ λιπὼν εἰς Ἀρμενίαν παραχειμάσαι αὐτὸς εἰς Βυζάντιον ὑπέστρεψεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛριδʹ.
10Τῆς θείας σαρκώσεως ἔτη χιδʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λεʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιδʹ.
15Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. δʹ.[End of a diagram]
19Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ ιεʹ, ἰνδικτιῶνος ιαʹ, ἀπάρας ὁ βασι‐
20λεὺς Ἡράκλειος τῆς βασιλίδος πόλεως κατὰ τάχος ἀφίκετο εἰς Ἀρ‐ μενίαν. Χοσρόης δέ, ὁ τῶν Περσῶν βασιλεύς, ἀπέστειλε τὸν Σαρ‐ βαραζᾶν σὺν τῷ ἑαυτοῦ στρατῷ εἰσβαλεῖν εἰς τὴν τῶν Ῥωμαίων γῆν. Ἡράκλειος δὲ ἔγραφε πρὸς Χοσρόην, ἢ τὴν εἰρήνην ἀσπάσασθαι, ἢ ἑαυτὸν εἰς τὴν Περσίδα σὺν τῷ ἑαυτοῦ στρατῷ εἰσβαλεῖν. ὁ δὲ
25Χοσρόης οὔτε τὴν εἰρήνην ἠσπάζετο οὔτε τι τὸν λόγον ἡγεῖτο, ὅτι Ἡράκλειος τολμᾷ τῇ Περσίδι πλησιάσαι. ὁ δὲ βασιλεὺς τῇ κʹ τοῦ Ἀπριλλίου μηνὸς εἰσέβαλεν εἰς τὴν Περσίδα. καὶ μαθὼν τοῦτο Χοσρόης τὸν Σαρβαραζᾶν ὑποστρέψαι ἐκέλευσεν· καὶ ἐπισυνάξας ἐκ πάσης τῆς Περσίδος τὰ ἑαυτοῦ στρατεύματα καὶ παραδοὺς αὐτὰ τῷ
30Σάϊν κατὰ τάχος ἑνωθῆναι αὐτὰ τῷ Σαρβαραζᾶν προσέταξε καὶ306

307

οὕτω χωρῆσαι κατὰ τοῦ βασιλέως. Ἡράκλειος δὲ προσκαλεσάμενος τὸ ἑαυτοῦ στράτευμα λόγοις παραινετικοῖς διήγειρεν αὐτούς, λέγων· “ἄνδρες ἀδελφοί μου, λάβωμεν εἰς νοῦν τὸν τοῦ θεοῦ φόβον καὶ ἀγωνισώμεθα τὴν τοῦ θεοῦ ὕβριν ἐκδικῆσαι. στῶμεν γενναίως κατ’
5ἐχθρῶν τῶν πολλὰ δεινὰ Χριστιανοῖς ἐργασαμένων. αἰδεσθῶμεν τὸ τῶν Ῥωμαίων αὐτοδέσποτον κράτος, καὶ στῶμεν κατ’ ἐχθρῶν δυσ‐ σεβῶς ὡπλισμένων. λάβωμεν πίστιν τῶν φόνων φονεύτριαν. ἀνα‐ λογισώμεθα ὅτι ἔνδον· ἐσμὲν τῆς τῶν Περσῶν γῆς καὶ μέγαν κίν‐ δυνον φυγὴ φέρει. ἐκδικήσωμεν τὰς φθορὰς τῶν παρθένων, τὰ
10τετμημένα μέλη τῶν στρατιωτῶν ἡμῶν ὁρῶντες πονήσωμεν τὰς καρδίας. οὐκ ἔστιν ἄμισθος ὁ κίνδυνος, ἀλλ’ αἰωνίου ζωῆς πρό‐ ξενος. στῶμεν ἀνδρείως, καὶ κύριος ὁ θεὸς συνεργήσει ἡμῖν, καὶ ὀλέσει τοὺς ἐχθροὺς ἡμῶν.” ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοῦ βασι‐ λέως παραινέσαντος τῷ λαῷ, ἀπεκρίθη αὐτῷ εἷς ὑπὲρ πάντων·
15“ἥπλωσας ἡμῶν τὰς καρδίας, δέσποτα, τὸ σὸν πλατύνας ἐν παραινέσει στόμα. ὤξυναν οἱ λόγοι σου τὰ ξίφη ἡμῶν, καὶ ἔμψυχα ταῦτα εἰργάσαντο. ἀνεπτέρωσας ἡμᾶς διὰ τῶν ῥημάτων σου. ἐρυθριῶμεν σὲ θεωροῦντες προάγοντα ἡμῶν ἐν ταῖς μάχαις, καὶ ἑπόμεθα ἐν πᾶσι τοῖς σοῖς κελεύσμασιν.” ὁ δὲ βασιλεὺς ἀναλαβὼν τὸ στρά‐
20τευμα εὐθὺς ἐν τῇ ἐνδοτέρᾳ Περσίδι ἐχώρησε πυρὶ καταφλέγων τὰς πόλεις καὶ τὰς κώμας· καὶ γίνεταί τι θαῦμα κἀνταῦθα φοβερόν. ἐν γὰρ τῇ θερινῇ τροπῇ ἀὴρ γέγονε δροσώδης ψυχαγωγῶν τὸν τῶν Ῥωμαίων στρατόν, ὥστε ἀγαθὰς ἐλπίδας ἀναλαβεῖν αὐτούς. ἀκούσας δὲ Ἡράκλειος, ὅτι Χοσρόης ἐν Γαζακῷ τῇ πόλει ἐστὶ σὺν μʹ χιλιάσιν
25ἀνδρῶν πολεμιστῶν, ὥρμησε κατ’ αὐτοῦ· καὶ προπέμψας τινὰς τῶν ὑπ’ αὐτὸν Σαρακηνοὺς προτρέχειν, συναντῶσι τῇ τοῦ Χοσρόου βίγλᾳ, καὶ τούτων τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ πεδήσαντες σὺν τῷ στρατηγῷ αὐτῶν τῷ βασιλεῖ προσήνεγκαν. τοῦτο μαθὼν Χοσρόης, καταλιπὼν τὴν πόλιν καὶ τὸ στράτευμα φυγῇ ἐχρήσατο. ὁ δὲ Ἡράκλειος ἐπι‐
30διώξας τοὺς μὲν φθάσας ἀνεῖλεν, οἱ δὲ λοιποὶ φυγόντες διεσκεδά‐
σθησαν. καὶ καταλαβὼν ὁ βασιλεὺς τὴν Γαζακῶν πόλιν 〈ἐν τοῖς307

308

ταύτης προαστείοις ἀνελάμβανε τὸν στρατὸν αὐτοῦ. οἱ δὲ κατα‐ φυγόντες πρὸς αὐτὸν Πέρσαι ἔλεγον, ὅτι φυγὼν ὁ Χοσρόης πυρὶ ἀνήλωσε πάντα τὰ λήϊα ἐν ἐκείνοις τοῖς τόποις ἐλθὼν εἰς Θηβαρ‐ μαῒς τὴν πόλιν〉 ἐν τῇ ἀνατολῇ, ἐν ᾗ ὑπῆρχεν ὁ ναὸς τοῦ Πυρὸς
5καὶ τὰ χρήματα Κροίσου, τοῦ Λυδῶν βασιλέως, καὶ ἡ πλάνη τῶν ἀνθράκων. ταῦτα λαβὼν ἐπὶ τὸ Δασταγὲρδ ἐχώρει. ὁ δὲ βασιλεὺς ἀπάρας ἀπὸ Γαζακῶν καταλαμβάνει τὴν Θηβαρμαΐς· καὶ εἰσελθὼν ἐν ταύτῃ πυρὶ ἀνήλωσε τὸν τοῦ Πυρὸς ναὸν καὶ πᾶσαν τὴν πόλιν πυρὶ ἀναλώσας κατεδίωκεν ὀπίσω Χοσρόου ἐν τοῖς στενοῖς 〈τῆσ〉 τῶν
10Μήδων χώρας, καὶ 〈ἐν〉 ταύταις ταῖς δυσχωρίαις τόπον ἐκ τόπου ὁ Χοσρόης ἤμειβεν· καὶ ὁ Ἡράκλειος τοῦτον διώκων πολλὰς πόλεις ἐπόρθησε καὶ χώρας. χειμῶνος δὲ καταλαβόντος, βουλὴν ἐποιεῖτο ποῦ παραχειμάσαι μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ οἱ μὲν ἔφασκον ἐν Ἀλβανίᾳ, οἱ δὲ κατ’ αὐτὸν εἰσβαλεῖν τὸν Χοσρόην. ὁ δὲ βασιλεὺς
15ἐκέλευσε τὸν λαὸν ἁγνίζεσθαι τρεῖς ἡμέρας, καὶ ἀνοίξας τὰ τοῦ θεοῦ εὐαγγέλια εὗρεν ἐπιτρέποντα αὐτῷ ἐν Ἀλβανίᾳ παραχειμάσαι. εὐθέως οὖν ἐπιστρέψας ὥρμησεν ἐν Ἀλβανίᾳ. ἐν δὲ τῷ μεταξὺ τῆς ὁδοῦ ἔχων πολλὴν αἰχμαλωσίαν Περσῶν σὺν αὐτῷ οὐκ ὀλίγας ἐπι‐ δρομὰς ὑπὸ τῶν Περσικῶν στρατευμάτων ἐδέχετο· αὐτὸς δὲ τῇ τοῦ
20θεοῦ συνεργίᾳ νίκην κατὰ πάντων ἤρατο. χειμῶνος δὲ σφοδροῦ ἐπιπεσόντος αὐτῷ ἐν τῇ ὁδῷ καὶ κρύους, φθάσας αὐτὸς ἐν Ἀλβανίᾳ νʹ χιλιάδας δεσμίους ἔχων τούτους τῇ εὐσυμπαθήτῳ αὐτοῦ καρδίᾳ ἐλεήσας τῶν δεσμῶν ἔλυσεν, καὶ ἐπιμελείας καὶ ἀναπαύσεως μετεδί‐ δου· ὥστε πάντες μετὰ δακρύων τούτῳ ηὔχοντο ῥύστῃ γενέσθαι καὶ
25τῆς Περσίδος, τὸν κοσμόλεθρον ἀνελόντι Χοσρόην.
ιδʹ. λϛʹ. ιεʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, Σαραβλαγγᾶν προεβάλετο στρατηγόν, ἄνδρα δραστήριον καὶ τύφῳ πολλῷ ἐπηρμέ‐
νον· καὶ παραδοὺς αὐτῷ στρατὸν τοὺς λεγομένους Χοσροηγέτας καὶ308

309

Περοζίτας ἐν Ἀλβανίᾳ ἔστειλε κατὰ Ἡρακλείου. εἰσβαλόντες δὲ εἰς τὰ ἄκρα τῆς Ἀλβανίας οὐκ ἐθάρρησαν κατὰ πρόσωπον τοῦ βασιλέως πρὸς πόλεμον στῆναι· ἀλλὰ τὰς ἐπὶ Περσίδα ἀγούσας κλεισούρας ἐκράτησαν νομίζοντες τοῦτον λοχῆσαι. ὁ δὲ Ἡράκλειος ἅμα ἔαρι
5ἀπάρας τῆς Ἀλβανίας δι’ ὑπτίων πεδίων καὶ τὰς τροφὰς δαψιλῶς εὐπορούντων τὴν πάροδον ἐποιεῖτο ἐπὶ Περσίδα, εἰ καὶ μήκους διάστημα πολλῇ ὁδῷ ἤνυεν. ὁ δὲ Σαραβλαγγᾶς διὰ τῆς στενῆς ὁδοῦ ὡς διὰ συντόμου ἤλαυνε τοῦ προλαβεῖν αὐτὸν ἐν τῇ χώρᾳ Περσίδος. Ἡράκλειος δὲ παρῄνει τῷ λαῷ λέγων· “γνῶμεν, ἀδελ‐
10φοί, ὡς ἡ στρατιὰ τῶν Περσῶν ἐν τοῖς δυσβάτοις τόποις πλανω‐ μένη τούς τε ἵππους αὐτῶν παραλύει καὶ αὐτοὺς ἐκνευροῖ. ἡμεῖς δὲ σπεύσωμεν κατὰ Χοσρόου χωρῆσαι ἐν πολλῷ τάχει, ὥστε ἐκ τοῦ ἀπροσδοκήτου ἐπιπεσόντες αὐτὸν θορυβήσωμεν.” ὁ δὲ λαὸς οὐ συνεβούλευε τοῦτο ποιῆσαι, μάλιστα οἱ τῶν Λαζῶν καὶ τῶν Ἀβασγῶν
15καὶ τῶν Ἰβήρων σύμμαχοι. ἐντεῦθεν ἐν συμφοραῖς περιπίπτουσιν. κατέλαβε γὰρ 〈καὶ〉 Σαρβαραζᾶς μετὰ τοῦ λαοῦ αὐτοῦ, οὓς ἐξώπλισε Χοσρόης πάσῃ δυνάμει καὶ ἀπέστειλε κατὰ Ἡρακλείου διὰ τῆς Ἀρ‐ μενίας. Σαραβλαγγᾶς δὲ ἠκολούθει ἐκ τῶν ὄπισθεν αὐτοῦ καὶ οὐ συνέβαλεν αὐτῷ ἐκδεχόμενος ἑνωθῆναι τῷ Σαρβαραζᾷ καὶ οὕτω τὸν
20πόλεμον συστήσασθαι. γνόντες δὲ οἱ Ῥωμαῖοι τὴν ἔφοδον τοῦ Σαρ‐ βαραζᾶ εἰς δειλίαν ἐτράπησαν καὶ τοῖς ποσὶ τοῦ βασιλέως προσ‐ έπεσον δάκρυσι μετανοοῦντες διὰ τὴν κακῶς γενομένην αὐτῶν παρ‐ ακοήν, γνόντες οἷον κακόν ἐστι δοῦλον μὴ εἴκειν τοῖς τοῦ δεσπότου βουλεύμασιν· καὶ ἔλεγον· “τὴν χεῖρά σου, δέσποτα, πρὶν ἀπολέσθαι
25ἡμᾶς τοὺς ἀθλίους· εἴκομεν γάρ σοι, ἐν οἷς ἂν κελεύῃς.” τότε ὁ βασιλεὺς ἔσπευσε συμβαλεῖν τῷ Σαραβλαγγᾷ, πρὶν ἢ ἑνωθῆναι τῷ λαῷ τοῦ Σαρβαραζᾶ, καὶ πολλὰς ἐκδρομὰς κατ’ αὐτοῦ ποιησάμενος ἐν νυκτί τε καὶ ἡμέρᾳ εἰς δειλίαν αὐτὸν κατέστησεν· καὶ ὄπισθεν ἀμφοτέρους ἐάσας κατὰ Χοσρόου μετὰ σπουδῆς ἤλαυνεν. αὐτομο‐
30λοῦσι δὲ δύο τῶν Ῥωμαίων πρὸς τοὺς Πέρσας καὶ πείθουσιν αὐτοὺς ἐκ δειλανδρίας φεύγειν τοὺς Ῥωμαίους. ἦλθε δὲ αὐτοῖς καὶ φήμη ἑτέρα,
τὸν Σάϊν, στρατηγὸν Περσῶν, καταλαμβάνειν μεθ’ ἑτέρου στρατεύ‐309

310

ματος εἰς βοήθειαν· καὶ τοῦτο μαθόντες Σαραβλαγγᾶς τε καὶ Σαρ‐ βαραζᾶς ἠγωνίσαντο προσβαλεῖν τῷ Ἡρακλείῳ πρὸς πόλεμον, πρὶν ἢ φθάσαι τὸν Σάϊν καὶ τῆς νίκης εἰς ἑαυτὸν μετενεγκεῖν τὸ κλέος. πιστεύσαντες δὲ καὶ τοῖς αὐτομόλοις ἐχώρησαν κατὰ Ἡρακλείου, καὶ
5πλησιάσαντες αὐτῷ ἠπλήκευσαν βουλόμενοι ἅμα τῷ πρωῒ συμβαλεῖν. ὁ δὲ Ἡράκλειος ἀπάρας ἀπὸ ἑσπέρας ὥδευσε δι’ ὅλης τῆς νυκτός· καὶ μακρὰν γενόμενος ἀπ’ αὐτῶν εὑρών τε πεδίον χλοηφόρον ἠπλή‐ κευσεν ἐν αὐτῷ. οἱ δὲ βάρβαροι νομίσαντες ἐκ δειλίας φεύγειν ἀκόσμως ἤλαυνον τοῦ καταλαβεῖν αὐτόν. αὐτὸς δὲ ὑπαντήσας αὐτοῖς
10ἐκρότησε πόλεμον κατ’ αὐτῶν. καταλαβὼν δὲ βουνόν τινα ἀλσώδη καὶ ἐπισωρεύσας τὸν λαὸν αὐτοῦ τῇ τοῦ θεοῦ συνεργίᾳ τρέπει τοὺς βαρβάρους, καὶ τούτους διὰ τῶν φαράγγων διώξας πλῆθος πολὺ ἀνεῖλεν. 〈πίπτει δὲ καὶ ὁ Σαραβλαγγᾶς ξίφει πληγεὶς τὸ νῶτον.〉 καὶ τούτων μεταξὺ τῶν ἀγώνων ὄντων, ἔφθασε καὶ ὁ Σάϊν σὺν
15τῷ ἑαυτοῦ στρατῷ, καὶ τοῦτον τρεψάμενος ὁ βασιλεὺς καὶ πολ‐ λοὺς ἐξ αὐτῶν ἀνελὼν τοὺς λοιποὺς διέσπειρε φεύγοντας· παρ‐ έλαβε δὲ καὶ τὸ τοῦλδον αὐτῶν. ὁ δὲ Σαρβαραζᾶς ἑνωθεὶς τῷ Σάϊν ἐπεσύναξε τοὺς σωθέντας βαρβάρους· καὶ πάλιν διενοοῦντο κατὰ Ἡρακλείου χωρεῖν. ὁ δὲ βασιλεὺς ἐπὶ τὴν τῶν Οὔννων χώραν καὶ
20τὰς τούτων δυσχωρίας ἤλαυνεν ἔν τε τραχέσι τόποις καὶ δυσβάτοις. οἱ δὲ βάρβαροι ὀπίσω αὐτοῦ ἠκολούθουν. οἱ δὲ Λαζοὶ ἅμα τοῖς Ἀβασγοῖς δειλιάσαντες ἀπέσπασαν ἑαυτοὺς τῆς τῶν Ῥωμαίων συμ‐ μαχίας καὶ πρὸς τὴν ἰδίαν χώραν ἀνεχώρησαν. ὁ δὲ Σάϊν ἡσθεὶς ἐπὶ τούτῳ θυμῷ πολλῷ σὺν τῷ Σαρβάρῳ ἐχώρει κατὰ Ἡρακλείου.
25ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸν στρατὸν λόγοις ἀνεπτέρωσε καὶ παραινέ‐ σει τούτους ἤλειφε λέγων· “τὸ πλῆθος ὑμᾶς 〈τῶν ἐχθρῶν〉, ἀδελφοί, μὴ ταραττέτω. θεοῦ γὰρ θέλοντος, εἷς διώξει χιλίους. θύσωμεν
οὖν τῷ θεῷ ἑαυτοὺς ὑπὲρ τῆς τῶν ἀδελφῶν ἡμῶν σωτηρίας. λάβωμεν310

311

στέφος μαρτύρων, ἵνα καὶ ὁ μέλλων ἡμᾶς χρόνος ἐπαινέσῃ, καὶ ὁ θεὸς τοὺς μισθοὺς ἀποδώσῃ.” τούτοις καὶ ἄλλοις πλείοσι λόγοις παραθαρσύνας τὸν στρατὸν φαιδρῷ τῷ προσώπῳ παρατάττει τὸν πόλεμον, καὶ στάντες ἀπ’ ἀλλήλων ἀπὸ μικροῦ διαστήματος ἀπὸ
5πρωῒ μέχρις ἑσπέρας ἀλλήλοις οὐ συνέβαλον. ἑσπέρας δὲ κατα‐ λαβούσης, ὁ βασιλεὺς τῆς ὁδοιπορίας εἴχετο. οἱ δὲ βάρβαροι πάλιν ὀπίσω αὐτοῦ ἤλαυνον. ἐναλλάξαντες δὲ τὴν ὁδὸν καὶ τοῦτον προ‐ λαβεῖν θελήσαντες ἐμπίπτουσιν εἰς τόπους τελματώδεις καὶ πλανῶνται καὶ εἰς μέγαν κίνδυνον ἦλθον. ὁ δὲ βασιλεὺς διαβὰς τὰ μέρη
10Περσαρμενίας παρέτρεχεν. τῆς δὲ γῆς ἐκείνης ὑπὸ Περσῶν κρατου‐ μένης, πολλοὶ συνέτρεχον τῷ Σαρβαραζᾷ, καὶ ἐπηύξει τὸν ἑαυτοῦ λαόν. χειμῶνος δὲ γεγονότος, ἐσκορπίσθη τὸ πλῆθος ἐν τοῖς ἰδίοις τόποις πρὸς τὸ ἀναπαύεσθαι 〈ἐν τοῖς οἴκοις αὐτῶν〉. τοῦτο δὲ Ἡρά‐ κλειος μαθὼν διανοεῖται ἐν νυκτὶ κλέψαι τὸν πόλεμον· καὶ τοῦ χει‐
15μῶνος ἐπικειμένου, καὶ ὑποψίας μηδεμιᾶς οὔσης τῷ Σαρβάρῳ, ἐπι‐ λεξάμενος ἵππους εὐσθενεῖς καὶ τοῦ στρατοῦ τοὺς ἀνδρειοτέρους διχῆ ὁπλίσας τοὺς μὲν προάγειν ἐκέλευσε κατὰ τοῦ Σαρβάρου, αὐτὸς δὲ σὺν τοῖς ἑτέροις ὀπίσω τούτων εἵπετο. σπεύσαντες δὲ διὰ τῆς νυκτὸς καὶ καταλαβόντες τὸ χωρίον Σαλβανῶν ὥρᾳ θʹ τῆς νυκτός, Περσῶν
20ἐν αὐτῷ ὄντων καὶ γνόντων τὴν ἔφοδον, οἳ καὶ διαναστάντες ὥρ‐ μησαν κατ’ αὐτῶν. οἱ δὲ Ῥωμαῖοι τούτους πάντας ἀνεῖλον παρὲξ ἑνός, ὅστις τῷ Σαρβάρῳ ἐμήνυσεν. ὁ δὲ Σάρβαρος ἀναστὰς καὶ ἐπιβὰς ἵππῳ γυμνός τε καὶ ἀνυπόδητος φυγῇ τὴν σωτηρίαν ἐπορί‐ σατο. τούτου δὲ τὰς γυναῖκας καὶ πᾶν τὸ Περσικὸν ἄνθος ἄρχοντάς
25τε καὶ σατράπας καὶ στρατιώτας ἐπιλέκτους καταλαβὼν ἀνελθόντας ἐν ταῖς τῶν οἴκων στέγαις καὶ πόλεμον κροτοῦντας διὰ τοῦ πυρὸς καθεῖλεν· καὶ οὓς μὲν ἔκτεινεν, οὓς δὲ πυρὶ ἀνήλωσεν, ἄλλοι δὲ
χειροπέδαις ἐδεσμήθησαν καὶ μικροῦ δεῖν οὐδεὶς ἐκτὸς Σαρβάρου311

312

διεσώθη. ἔλαβον δὲ καὶ τὰ ὅπλα Σαρβάρου χρυσῆν ἀσπίδα τε καὶ μάχαιραν καὶ δόρυ καὶ τὴν διάλιθον καὶ χρυσῆν ζώνην καὶ τὰ ὑπο‐ δήματα αὐτοῦ. καὶ ταῦτα πάντα λαβὼν χωρεῖ κατὰ τῶν διεσπαρ‐ μένων ἐν τοῖς χωρίοις· οἵτινες μαθόντες τὴν τοῦ Σαρβάρου φυγὴν
5ἀκρατῶς ἔφυγον. αὐτὸς δὲ διώξας πολλοὺς αὐτῶν ἔκτεινε καὶ δεσμίους ἔλαβεν, καὶ οἱ λοιποὶ ἐν Περσίδι μετ’ αἰσχύνης ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸ ἑαυτοῦ στρατόπεδον μετὰ χαρᾶς ἐν ἐκείνοις τοῖς τόποις παρεχείμασεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛριϛʹ.
10Τῆς θείας σαρκώσεως ἔτη χιϛʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιεʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λζʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιϛʹ.
15Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ϛʹ.[End of a diagram]
19Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ αʹ ἐπισυνάξας ὁ βασιλεὺς Ἡρά‐
20κλειος τὸ ἑαυτοῦ στράτευμα βουλὴν ἐποιεῖτο, ποίᾳ ὁδῷ πορευθῇ. δύο γὰρ ὁδοὶ αὐτῷ προέκειντο στεναί τε καὶ δύσβατοι, ἡ μὲν ἐπὶ Τάραν‐ τον φέρουσα, ἡ δὲ ἐπὶ τὴν τῶν Σύρων γῆν. καὶ ἡ μὲν ἐπὶ Τάραν‐ τον διαφορωτέρα μὲν ἦν, ἀλλ’ ἀπορίαν εἶχε πασῶν τῶν τροφῶν· ἡ δὲ ἐπὶ τὴν τῶν Σύρων τὸν Ταῦρον ὑπερβαίνουσα εὐπορίαν τε καὶ
25δαψίλειαν τῶν τροφῶν παρεῖχεν. ταύτην συγκρίνουσι πάντες, εἰ καὶ ἀποτομωτέρα καὶ χιόνι πολλῷ κατεχομένη ὑπῆρχεν. ταύτην δὲ κόπῳ πολλῷ ὑπερβάντες ἑπτὰ ἡμέραις καταλαμβάνουσι τὸν Τίγριν ποταμόν· καὶ τοῦτον περάσαντες καταλαμβάνουσι τὴν Μαρτυρόπολιν καὶ τὴν Ἄμιδαν· καὶ διαναπαύονται ὅ τε στρατὸς καὶ ἡ αἰχμαλωσία.
30ἐντεῦθεν καὶ γράμματα πρὸς τὸ Βυζάντιον ὁ βασιλεὺς ἠδυνήθη312

313

ἀποστεῖλαι καὶ τὰ καθ’ ἑαυτὸν πάντα δηλῶσαι καὶ χαρὰν πολλὴν ἐμ‐ ποιῆσαι τῇ πόλει. ὁ δὲ Σάρβαρος ἐπισυνάξας τὸν ἑαυτοῦ διασπα‐ ρέντα λαὸν ἐπῆλθε κατ’ αὐτοῦ. ἐπιλεξάμενος δὲ ὁ βασιλεὺς ἴλην στρατιωτῶν ἀπέλυσε φυλάττειν τὰς πρὸς αὐτὸν ἀγούσας κλεισούρας·
5καὶ τὰς πρὸς ἀνατολὴν αὐτὸς ἐκδραμὼν διεξόδους ἀντιπρόσωπος ᾔει τῷ Σαρβάρῳ, καὶ περάσας τὸν Νυμφίον ποταμὸν κατέλαβε τὸν Εὐφράτην, ἐν οἷς ἦν πλεκτὴ γέφυρα ἐκ σχοίνων τε καὶ νηῶν. ὁ δὲ Σάρβαρος λύσας τὰ σχοινία τῆς γεφύρας 〈ἀπὸ〉 μιᾶς ὄχθης ἐπὶ τὴν ἑτέραν πᾶσαν τὴν γέφυραν μετήγαγεν. ἐλθὼν δὲ ὁ βασιλεὺς
10καὶ μὴ εὑρὼν περᾶσαι διὰ τῆς γεφύρας, παραδραμὼν εὗρε πόρον· καὶ ἀκινδύνως τοῦτον ἐπέρασε παραδόξως τῷ Μαρτίῳ μηνί, καὶ καταλαμβάνει τὰ Σαμόσατα· καὶ πάλιν τὸν Ταῦρον ὑπερβὰς εἰς Γερ‐ μανίκειαν ἀφίκετο, καὶ περάσας τὴν Ἄδανα ἦλθε πρὸς τὸν Σάρον ποταμόν. ὁ δὲ Σάρβαρος τὴν γέφυραν πάλιν εἰς τὸν ἴδιον τόπον
15ἐκτείνας τὸν Εὐφράτην ἐπέρασεν ἀνεμποδίστως καὶ ἠκολούθει ὀπίσω αὐτοῦ. ὁ δὲ βασιλεὺς περάσας τὴν γέφυραν τοῦ Σάρου καὶ εὑρὼν ἀνάπαυσιν τοῦ τε στρατοῦ καὶ τῶν ἀλόγων, ἐν αὐτῷ ἀπληκεύσας διανέπαυσεν αὐτούς· καταλαμβάνει δὲ καὶ ὁ Σάρβαρος εἰς τὸ ἀντί‐ περα μέρος. εὑρὼν δὲ τὴν γέφυραν καὶ τὰ ἐν αὐτῇ προπύργια ὑπὸ
20Ῥωμαίων κρατηθέντα ἠπλήκευσεν. ἐκτρέχοντες δὲ διὰ τῆς γεφύρας πολλοὶ τῶν Ῥωμαίων ἀτάκτως τοῖς Πέρσαις προσέβαλλον καὶ πολλὴν συγκοπὴν αὐτοῖς ἐποίουν· ὁ δὲ βασιλεὺς τούτους διεκώλυσεν ἀτάκτως παρεκθέειν, μήπως ὁδὸς γένηται τοῖς ἐναντίοις συνελθεῖν εἰς τὴν γέφυραν καὶ συμπερᾶσαι· ὁ δὲ λαὸς οὐκ ἐπείθετο τῷ βασιλεῖ. ὁ δὲ
25Σάρβαρος ποιήσας ἐγκρύμματα καὶ δείξας ἑαυτὸν ὡς φεύγοντα εἵλ‐ κυσε πολλοὺς Ῥωμαίους παρὰ γνώμην τοῦ βασιλέως εἰς δίωξιν
αὐτοῦ περᾶσαι· ὑποστρέψας δὲ καὶ τούτους τρεψάμενος, ὅσους ἔξω313

314

τῆς γεφύρας ἔφθασεν, ἀνεῖλε δίκην ὑποσχόντας τῆς παρακοῆς. ὁ δὲ βασιλεὺς ἑωρακὼς τοὺς βαρβάρους τῇ διώξει τὴν τάξιν λύσαντας, καὶ ἐκ τῶν ἐφεστώτων Ῥωμαίων τοῖς προπυργίοις πολλοὺς ἀναιρου‐ μένους, κατ’ αὐτῶν ἐχώρησεν. ἀνὴρ δέ τις γιγαντιαῖος τῷ βασιλεῖ
5συναντήσας μέσον τῆς γεφύρας προσέβαλεν· ὁ δὲ βασιλεὺς τοῦτον πατάξας ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ ἔρριψεν. τούτου δὲ πεσόντος, εἰς φυγὴν ἐτράπησαν οἱ βάρβαροι καὶ τῇ στενώσει τῆς γεφύρας ὡς βάτραχοι εἰς τὸν ποταμὸν ἑαυτοὺς ἔρριπτον· ἄλλοι δὲ καὶ τοῖς ξίφεσιν ἀνῃροῦντο· τὸ δὲ πλῆθος τῶν βαρβάρων πρὸς τὰ χείλη τοῦ ποταμοῦ
10χυθὲν ἐτόξευόν τε καὶ ἀνθίσταντο μὴ ἐῶντες τοὺς Ῥωμαίους περᾶσαι. ὁ δὲ βασιλεὺς περάσας γενναίως τοῖς βαρβάροις ἀνθίστατο μετὰ ὀλίγων τινῶν τῆς αὐτοῦ ἑταιρίας ἀγωνιζόμενος ὑπὲρ ἄνθρωπον, ὡς καὶ τὸν Σάρβαρον ἐκπλαγῆναι καὶ 〈πρὸσ〉 Κοσμᾶν τινα πλησίον αὐτοῦ ἑστῶτα πρόσφυγα Ῥωμαίων μαγαρίτην εἰπεῖν· “ὁρᾷς τὸν καί‐
15σαρα, ὦ Κοσμᾶ, πῶς θρασὺς πρὸς τὴν μάχην ἵσταται καὶ πρὸς τοσοῦτο πλῆθος μόνος ἀγωνίζεται καὶ ὡς ἄκμων τὰς βολὰς ἀποπτύει.” ἐκ γὰρ τῶν ἀληθινῶν τζαγγίων ἐγνωρίζετο καὶ πολλὰς πληγὰς ἐδέχετο, εἰ καὶ οὐδεμίαν ἐν τούτῳ τῷ πολέμῳ 〈καιρίαν. πᾶσαν δὲ τὴν ἡμέραν ἐν τούτῳ τῷ πολέμῳ〉 μαχησάμενοι, τῆς ἑσπέρας κατα‐
20λαβούσης, ἀπ’ ἀλλήλων διέστησαν· καὶ ὁ Σάρβαρος φοβηθεὶς διὰ τῆς νυκτὸς εἰς τὰ ὀπίσω ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸν ἑαυτοῦ λαὸν εἰς Σεβάστειαν τὴν πόλιν ὥρμησεν, καὶ περάσας τὸν Ἅλυν ποταμὸν ἐν ταύτῃ τῇ χώρᾳ διέτριβεν ὅλον τὸν χειμῶνα. ὁ δὲ Χοσρόης μανεὶς καὶ ἀποστείλας ἔλαβε τὰ κειμήλια τῶν ἐν πάσῃ 〈τῇ〉
25ὑπὸ Πέρσαις ἐκκλησιῶν. καὶ ἠνάγκαζε τοὺς Χριστιανοὺς γενέσθαι
εἰς τὴν τοῦ Νεστορίου θρησκείαν πρὸς τὸ πλῆξαι τὸν βασιλέα.314

315

ιϛʹ. ληʹ. ιζʹ. ιζʹ. ζʹ. Τούτῳ τῷ ἔτει Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, νέαν ἐποιή‐ σατο στρατείαν στρατεύσας ξένους τε καὶ πολίτας καὶ οἰκέτας, ἐκ παντὸς γένους ἐκλογὴν ποιούμενος· καὶ ταύτην τὴν ἐκλογὴν τῷ Σάϊν
5παραδοὺς στρατηγῷ ἄλλας τε νʹ χιλιάδας ἐκ τῆς φάλαγγος τοῦ Σαρ‐ βάρου ἐπιλογὴν λαβὼν τούτῳ συνῆψε καὶ ὠνόμασε χρυσολόγχεις· καὶ τούτους ἀπέστειλε κατὰ τοῦ βασιλέως. τὸν δὲ Σάρβαρον σὺν τῷ λοιπῷ αὐτοῦ στρατῷ κατὰ Κωνσταντινουπόλεως ἀπέστειλεν, ὅπως τοὺς ἐκ δύσεως Οὔννους, οὓς Ἀβάρους καλοῦσιν, Βουλγάροις τε
10καὶ Σκλάβοις καὶ Γηπαίδαις συμφωνήσας, κατὰ τῆς πόλεως χωρήσωσι καὶ ταύτην πολιορκήσωσιν. γνοὺς δὲ τοῦτο ὁ βασιλεὺς τὸν ἑαυτοῦ στρατὸν εἰς τρεῖς διαιρέσεις ἐχώρισεν· καὶ τοὺς μὲν ἐξέπεμψεν εἰς τὸ φυλάξαι τὴν πόλιν, τοὺς δὲ παραδοὺς Θεοδώρῳ, τῷ ἰδίῳ ἀδελφῷ, κατὰ τοῦ Σάϊν πολεμεῖν ἐκέλευσεν· τὸ δὲ τρίτον μέρος αὐτὸς λαβὼν ἐπὶ
15Λαζικὴν ἐχώρει, καὶ ἐν ταύτῃ διατρίβων τοὺς Τούρκους ἐκ τῆς ἑῴας, οὓς Χάζαρεις ὀνομάζουσιν, εἰς συμμαχίαν προσεκαλέσατο. ὁ δὲ Σάϊν ἅμα τῷ νεοσυλλέκτῳ λαῷ καταλαβὼν τὸν τοῦ βασιλέως ἀδελφὸν Θεόδωρον πρὸς πόλεμον ὡπλίσατο. τοῦ δὲ θεοῦ διὰ τῶν πρεσβειῶν τῆς πανυμνήτου θεοτόκου συνεργήσαντος, καὶ πολέμου κροτηθέντος,
20χάλαζα παραδόξως κατὰ τῶν βαρβάρων κατηνέχθη καὶ πολλοὺς αὐτῶν ἐπάταξεν, ἡ δὲ τῶν Ῥωμαίων παράταξις γαλήνης ἀπήλαυεν. τρέπουσι δὲ οἱ Ῥωμαῖοι τοὺς Πέρσας καὶ ἀναιροῦσι πλῆθος πολύ. τοῦτο μαθὼν Χοσρόης ὠργίζετο κατὰ τοῦ Σάϊν· ὁ δὲ Σάϊν ἐκ πολλῆς ἀθυμίας εἰς νόσον ἐμπεσὼν ἐτελεύτησεν. τούτου δὲ τὸ σῶμα
25κελεύσει Χοσρόου ἅλατι ταριχευθὲν πρὸς αὐτὸν ἐκομίσθη, καὶ τοῦτο
νεκρὸν πολλαῖς αἰκίαις ὑπέβαλλεν. οἱ δὲ Χάζαρεις διαρρήξαντες τὰς315

316

Κασπίας πύλας ἐν Περσίδι εἰσβάλλουσιν εἰς τὴν χώραν τοῦ Ἀδραϊγὰν σὺν τῷ ἑαυτῶν στρατηγῷ Ζιέβηλ, δευτέρῳ ὄντι τοῦ Χαγάνου τῇ ἀξίᾳ· καὶ ἐν οἷς ἂν τόποις διέβαινον, τούς τε Πέρσας ᾐχμαλώτευον καὶ τὰς πόλεις καὶ κώμας τῷ πυρὶ παρεδίδουν. ἀπάρας δὲ καὶ ὁ
5βασιλεὺς ἀπὸ Λαζικῆς τούτοις συνήντησεν. ὁ δὲ Ζιέβηλ τοῦτον ἰδὼν καὶ προσδραμὼν κατασπάζεται αὐτοῦ τὸν τράχηλον καὶ προσ‐ εκύνησεν αὐτόν, ὁρώντων τῶν Περσῶν ἐκ τῆς πόλεως τοῦ Τιφί‐ λιος. πᾶς δὲ ὁ λαὸς τῶν Τούρκων εἰς γῆν πεσόντες πρηνεῖς, ἐκταθέντες ἐπὶ στόμα τὸν βασιλέα ἐτίμων τιμὴν τὴν παρ’ ἔθνεσι
10ξένην. ὁμοίως καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ πετρῶν ἀναβάντες τῷ αὐτῷ σχήματι ἔπεσον. προσήνεγκε δὲ ὁ Ζιέβηλ καὶ τὸν ἑαυτοῦ υἱὸν ἀρχιγένειον τῷ βασιλεῖ, ἡδυνόμενος τοῖς τούτου λόγοις καὶ ἐκπλητ‐ τόμενος τήν τε θέαν καὶ τὴν φρόνησιν αὐτοῦ. ἐπιλεξάμενος δὲ ὁ Ζιέβηλ χιλιάδας μʹ ἀνδρῶν γενναίων ἔδωκε τῷ βασιλεῖ πρὸς συμ‐
15μαχίαν καὶ αὐτὸς ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν. τούτους δὲ λαβὼν ὁ βασιλεὺς κατὰ Χοσρόου ἐχώρει. ὁ δὲ Σάρβαρος τῇ Χαλ‐ κηδόνι προσβαλών, καὶ οἱ Ἄβαρεις ἐκ τῆς Θρᾴκης τῇ πόλει πλη‐ σιάσαντες, ταύτην ἑλεῖν ἐβούλοντο, καὶ πολλὰς μηχανὰς κατ’ αὐτῆς κινήσαντες καὶ εἰς σκάφη γλυπτὰ ἐκ τοῦ Ἴστρου πλῆθος ἄπειρον
20καὶ ἀριθμοῦ κρεῖττον ἐνέγκαντες τὸν κόλπον τοῦ Κέρατος ἐπλήρω‐ σαν. δέκα δὲ ἡμέρας τῇ πόλει παρακαθίσαντες διά τε γῆς καὶ θαλάττης τῇ τοῦ θεοῦ δυνάμει καὶ συνεργίᾳ καὶ ταῖς πρεσβείαις τῆς ἀχράντου καὶ θεομήτορος παρθένου ἡττήθησαν· καὶ πλήθη πολλὰ ἀποβαλόντες ἔν τε γῇ καὶ θαλάττῃ, μετὰ μεγάλης αἰσχύνης εἰς τοὺς
25ἑαυτῶν τόπους ὑπέστρεψαν. ὁ δὲ Σάρβαρος τῇ Χαλκηδόνι παρα‐ καθεζόμενος οὐ μετέστη, ἀλλ’ αὐτόθι ἐχείμασε κουρσεύων καὶ πραι‐
δεύων τὰ περατικὰ μέρη καὶ τὰς πόλεις αὐτῶν.316

317

[Start of a diagram]Κόσμου ἔτη ͵ϛριηʹ. Τῆς θείας σαρκώσεως ἔτη χιγʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λθʹ.
5Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ηʹ.[End of a diagram]
11Τούτῳ τῷ ἔτει ἀπὸ μηνὸς Σεπτεμβρίου εἰσβαλὼν ἐν Περσίδι Ἡράκλειος σὺν τοῖς Τούρκοις ἀπροσδοκήτως διὰ τὸν χειμῶνα εἰς ἔκστασιν ἐνέβαλε τὸν Χοσρόην τοῦτο μαθόντα. οἱ δὲ Τοῦρκοι τόν τε χειμῶνα ὁρῶντες καὶ τὰς συνεχεῖς ἐπιδρομὰς τῶν Περσῶν, μὴ
15ὑποφέροντες συγκοπιᾷν τῷ βασιλεῖ ἤρξαντο κατ’ ὀλίγον ὑπορρέειν, καὶ πάντες ἀφέντες αὐτὸν ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς διελάλησε τῷ ἑαυτοῦ λαῷ, λέγων· “γνῶτε, ἀδελφοί, ὅτι οὐδεὶς ἡμῖν συμμαχῆσαι θέλει, ἀλλ’ ἢ μόνος ὁ θεὸς καὶ ἡ τοῦτον τεκοῦσα ἀσπόρως μήτηρ, ἵνα δείξῃ τὴν ἑαυτοῦ δυναστείαν, 〈ἐπειδὴ οὐκ ἐν πλήθει λαῶν ἢ
20ὅπλων ἡ σωτηρία ἐστίν, ἀλλ’ εἰς τοὺς ἐλπίζοντας ἐν τῷ ἐλέει αὐτοῦ〉 καταπέμπει τὴν βοήθειαν αὐτοῦ.” ὁ δὲ Χοσρόης ἐπισυνάξας πάντα τὰ στρατεύματα αὐτοῦ προβάλλεται στρατηγὸν ἐπ’ αὐτοὺς Ῥαζάτην, ἄνδρα πολεμικώτατον καὶ ἀνδρεῖον, καὶ κατὰ Ἡρακλείου τοῦτον ἀπέστειλεν. ὁ δὲ βασιλεὺς τάς τε πόλεις τῆς Περσίδος ἐπυρπόλει
25καὶ τὰς κώμας, καὶ τοὺς καταλαμβανομένους Πέρσας ἀνήλισκε ῥομ‐ φαίᾳ. τῇ δὲ θʹ τοῦ Ὀκτωβρίου μηνὸς τῆς ιεʹ ἰνδικτιῶνος κατέλαβεν εἰς τὴν χώραν Χαμαηθᾶ καὶ διανέπαυσε τὸν λαὸν ἑβδομάδα μίαν. ὁ δὲ Ῥαζάτης ἐλθὼν εἰς τὸ Γαζακὸν ἐγενήθη ὀπίσω αὐτοῦ καὶ ἠκολούθει, τῶν Ῥωμαίων δαπανώντων ἔμπροσθεν τὰς τροφάς. αὐτὸς
30δὲ ὀπίσω ὡς κύων πεινῶν μόλις ἐκ τῶν ψιχίων αὐτοῦ ἐτρέφετο· καὶ ἐκ τοῦ μὴ εὑρίσκειν αὐτὸν δαπάνας πολλὰ τῶν ἀλόγων αὐτοῦ
διεφθάρησαν. τῇ δὲ αʹ τοῦ Δεκεμβρίου μηνὸς κατέλαβεν ὁ βασι‐317

318

λεὺς ποταμὸν μέγαν Ζάβαν, καὶ τοῦτον περάσας ἠπλήκευσε πλησίον Νινευὶ τῆς πόλεως. κατέλαβε δὲ καὶ ὁ Ῥαζάτης εἰς τὸ πέραμα ἐπακολουθῶν αὐτῷ καὶ κατελθὼν ἀπὸ τριῶν μιλίων εὗρεν ἄλλο πέραμα καὶ ἐπέρασεν. ὁ δὲ βασιλεὺς ἀποστείλας Βαάνην τὸν στρα‐
5τηλάτην μετὰ ἐπιλέκτων στρατιωτῶν ὀλίγων εὗρε βάνδον τῶν Περ‐ σῶν, καὶ φονεύσας αὐτοῦ τὸν κόμητα ἤνεγκεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ σπαθὶν αὐτοῦ ὁλόχρυσον· καὶ πολλοὺς φονεύσας ζῶντας ἤνεγκεν κϛʹ, ἐν οἷς ἦν καὶ ὁ σπαθάριος τοῦ Ῥαζάτου· ὅστις καὶ ἀνήγγειλε τῷ βασιλεῖ, ὅτι πολεμῆσαι αὐτὸν βούλεται ὁ Ῥαζάτης,
10οὕτω κελευσθεὶς παρὰ Χοσρόου, καὶ τρισχιλίους ὡπλισμένους ἀπ‐ έστειλεν αὐτῷ. ἀλλ’ ἀκμὴν οὐκ ἔφθασαν. ταῦτα δὲ μαθὼν ὁ βασι‐ λεὺς προαπέλυσε τὸ τοῦλδον ἔμπροσθεν· καὶ αὐτὸς ἐπηκολούθει σκεπτόμενος εὑρεῖν τόπον, ἐν ᾧ ὤφειλε πολεμῆσαι πρὸ τοῦ ἑνωθῶσιν αὐτοῖς οἱ τρισχίλιοι. εὑρὼν δὲ πεδίον ἐπιδέξιον πρὸς πόλεμον καὶ
15διαλαλήσας τῷ λαῷ παρετάξατο. ὁ δὲ Ῥαζάτης καταλαβὼν καὶ αὐτὸς παρετάξατο τρισὶ φούλκοις καὶ κατὰ τοῦ βασιλέως ἐχώρησεν. τῇ δὲ ιβʹ τοῦ Δεκεμβρίου μηνὸς ἡμέρᾳ σαββάτῳ ἐκροτήθη ὁ πόλεμος· καὶ προπηδήσας πάντων ὁ βασιλεὺς ἄρχοντι τῶν Περσῶν συνήντησεν· καὶ τῇ τοῦ θεοῦ δυνάμει καὶ τῇ βοηθείᾳ τῆς θεοτόκου τοῦτον κατ‐
20έβαλεν· καὶ οἱ σὺν αὐτῷ προεκπηδήσαντες ἐτράπησαν· καὶ αὖθις ὁ βασιλεὺς ἄλλῳ συναντήσας καὶ τοῦτον κατέβαλεν. προσέβαλε δὲ αὐτῷ καὶ τρίτος, ὃς καὶ δέδωκεν αὐτῷ μετὰ δόρατος εἰς τὸ χεῖλος καὶ τοῦτο ἔπληξεν. ὁ δὲ βασιλεὺς καὶ τοῦτον ἀνεῖλεν· καὶ τῶν σαλπίγγων ἠχησασῶν συνέβαλον ἀλλήλοις ἀμφότερα τὰ μέρη, καί,
25μάχης κροτηθείσης σφοδρᾶς, ἐπληγώθη ὑπὸ τῶν πεζῶν ὁ τοῦ βασι‐ λέως ἵππος φάλβας, ὁ λεγόμενος Δόρκων, εἰς τὸν μηρὸν αὐτοῦ λαβὼν κονταρέαν· πολλὰς δὲ καὶ σπαθέας ἐν τῇ ὄψει ἔλαβεν· ἀλλὰ
φορῶν κατάφρακτα νευρικὰ οὐκ ἐβλάπτετο, οὐδὲ αὐταὶ ἐνήργουν.318

319

πίπτει δὲ ἐν τῷ πολέμῳ ὁ Ῥαζάτης καὶ οἱ τρεῖς τουρμάρχαι τῶν Περσῶν καὶ οἱ ἄρχοντες σχεδὸν πάντες καὶ τὸ πλεῖον τοῦ στρατοῦ αὐτῶν. ἐσφάγησαν δὲ καὶ Ῥωμαῖοι νʹ, καὶ ἐπληγώθησαν ἱκανοί, ἀλλ’ οὐκ ἀπέθανον, εἰ μὴ ἄλλοι δέκα· ἐκροτήθη δὲ ὁ πόλεμος ἀπὸ
5πρωῒ ἕως ὥρας ιαʹ. ἐπῆραν δὲ οἱ Ῥωμαῖοι τῶν Περσῶν βάνδα κηʹ χωρὶς τῶν κλασθέντων, καὶ σκυλεύσαντες τοὺς νεκροὺς ἔλαβον τὰ λωρίκια αὐτῶν καὶ τὰς κασσίδας καὶ πάντα τὰ ἄρματα· καὶ ἔμειναν ἀπ’ ἀλλήλων ἀπὸ δύο σαγιττοβολῶν. τροπὴ γὰρ οὐ γέγονεν. οἱ δὲ τῶν Ῥωμαίων λαοὶ τῇ νυκτὶ ἐπότισαν τὰ ἄλογα αὐτῶν καὶ παρ‐
10έβαλον. οἱ δὲ Πέρσαι καβαλλάριοι ἵσταντο ἕως ὥρας ἑβδόμης τῆς νυκτὸς ἐπάνω τῶν σκηνωμάτων τῶν τεθνεώτων Περσῶν· καὶ τῇ ὀγδόῃ ὥρᾳ τῆς νυκτὸς κινήσαντες ὑπέστρεψαν εἰς τὸ φωσάτον αὐτῶν, καὶ τοῦτο λαβόντες ἀπῆλθον καὶ ἠπλήκευσαν εἰς πρόποδα ὄρους τραχεινοῦ πεφοβημένοι. πολλὰ δὲ σπαθία ὁλόχρυσα καὶ ζώνας δια‐
15χρύσους καὶ μαργαρίτας καὶ τὸ σκουτάριν τοῦ Ῥαζάτου ὁλόχρυσον ἔλαβον ἔχον πέταλα ρκʹ, καὶ τὸ λωρίκιν αὐτοῦ ὁλόχρυσον ἔλαβον, καὶ τὸ σκαραμάγγιν αὐτοῦ ἤνεγκαν σὺν τῇ κεφαλῇ αὐτοῦ καὶ τὰ βραχιόλια αὐτοῦ καὶ τὴν σέλλαν αὐτοῦ ὁλόχρυσον· ἐκρατήθη δὲ ζῶν Βαρσαμούσης, ὁ ἄρχων τῶν Ἰβήρων τῶν ὑπὸ Πέρσας. 〈οὐδεὶς δὲ
20μέμνηται τοιούτου πολέμου γεγονότος μεταξὺ Περσῶν〉 καὶ Ῥωμαίων, [οὐχ] ὅτι ἐν ὅλῃ τῇ ἡμέρᾳ ἔσχε στάμα ὁ πόλεμος. ἐνίκησαν οἱ Ῥωμαῖοι· ἀλλὰ τοῦτο γέγονε μόνῃ τῇ τοῦ θεοῦ βοηθείᾳ. ὁ δὲ βα‐ σιλεὺς θαρσοποιήσας τὸν στρατὸν κατὰ Χοσρόου ἤλαυνεν, ὅπως τοῦτον ἐκφοβήσῃ, καὶ ἀποστείλας προσκαλέσηται τὸν Σάρβαρον ἐκ
25τοῦ Βυζαντίου [τῆς Χαλκηδόνος.] τῇ δὲ εἰκάδι πρώτῃ τοῦ Δεκεμ‐319

320

βρίου μηνὸς ἔμαθεν ὁ βασιλεύς, ὅτι ὁ λαὸς τοῦ Ῥαζάτου ὁ ἐκ τοῦ πολέμου ἐξειλήσας ἡνώθη τοῖς ὑπὸ Χοσρόου ἀποσταλεῖσι τρισχιλίοις, καὶ ἀκολουθεῖ ὀπίσω αὐτοῦ καταλαβὼν τὴν Νινευί. καὶ περάσας ὁ βασιλεὺς τὸν μέγαν Ζάβαν 〈πέμπει Γεώργιον τὸν τουρμάρχην μετὰ
5χιλίων στρατιωτῶν, ἵνα ἐλάσῃ πρὸς τὸ κρατῆσαι τὰς γεφύρας τοῦ μικροῦ Ζάβα〉 πρὸ τοῦ γνῶναι τὸν Χοσρόην. ἐλάσας δὲ Γεώργιος μίλια μηʹ διὰ τῆς νυκτὸς ἐκράτησε τὰς τέσσαρας γεφύρας τοῦ μικροῦ Ζάβα· καὶ εὑρὼν ἐν τοῖς καστελλίοις Πέρσας, τούτους ἐζώγρησεν. τῇ δὲ εἰκάδι τρίτῃ τοῦ Δεκεμβρίου μηνὸς φθάσας ὁ βασιλεὺς εἰς
10τὰς γεφύρας ἐπέρασε καὶ ἠπλήκευσεν εἰς τοὺς οἴκους τοῦ Ἰεσδέμ· καὶ ἀνέπαυσε τόν τε στρατὸν καὶ τὰ ἄλογα καὶ ἐποίησε τὴν ἑορτὴν τῆς Χριστοῦ γεννήσεως ἐν ἐκείνῳ τῷ τόπῳ. γνοὺς δὲ Χοσρόης, ὅτι ἐκράτησαν οἱ Ῥωμαῖοι τὰς γεφύρας τοῦ μικροῦ Ζάβα, ἀπέστειλε πρὸς τὸν Περσικὸν λαὸν τὸν μετὰ τοῦ Ῥαζάτου, ἵνα πολὺ σπουδά‐
15σωσι καὶ προλάβωσι τὸν βασιλέα καὶ ἀπέλθωσι πρὸς αὐτόν. σπεύ‐ σαντες δὲ αὐτοὶ καὶ περάσαντες τὸν μικρὸν Ζάβαν ἐν ἄλλοις τόποις προεποίησαν τὸν βασιλέα καὶ ἔμπροσθεν ἐπορεύοντο. καταλαβὼν δὲ ὁ βασιλεὺς 〈παλάτιον, τὸ ἐπιλεγόμενον Δεζεριδάν, τοῦτο κατέστρεψε καὶ πυρὶ παρέδωκεν. οἱ δὲ Πέρσαι περάσαντες τὴν τοῦ Τορνᾶ
20ποταμοῦ γέφυραν ἠπλήκευσαν ἐκεῖ. καταλαβὼν δὲ ὁ βασιλεὺσ〉 ἕτερον παλάτιον τοῦ Χοσρόου, τὸ ἐπιλεγόμενον Ῥούσα, καὶ τοῦτο κατ‐ έστρεψεν. ὑφωρᾶτο δὲ ὅτι ἐν τῇ γεφύρᾳ τοῦ Τορνᾶ ποταμοῦ οἱ ἐχθροὶ πολεμεῖν αὐτὸν μέλλουσιν. ἀλλὰ τοῦτον ἰδόντες, καταλιπόντες τὴν γέφυραν ἔφυγον. ὁ δὲ βασιλεὺς περάσας ἀκωλύτως κατέλαβεν
25εἰς ἕτερον παλάτιον, τὸ ἐπιλεγόμενον Βεκλάλ· ἐνταῦθα καὶ ἱππο‐ δρομίαν ἔκτισε καὶ τοῦτο κατέστρεψεν. τινὲς δὲ τῶν Ἀρμενίων τῶν συνόντων τοῖς Πέρσαις ἦλθον πρὸς τὸν βασιλέα 〈νυκτὸσ〉 λέγοντες,
ὅτι “ὁ Χοσρόης μετὰ τῶν ἐλεφάντων καὶ τοῦ ἰδίου στρατοῦ ἀπὸ320

321

πέντε μιλίων ἔνθεν τοῦ παλατίου τοῦ ἐπιλεγομένου Δασταγὲρδ εἰς τόπον ἐπιλεγόμενον Βαρασρὼθ ἀπληκευμένος ἐστίν, καὶ ὅτι ἐδήλωσε τὸν στρατὸν ἐκεῖ σωρευθῆναι, ἵνα πολεμήσωσί σε. ἔστι γὰρ ἐκεῖ καὶ ποταμὸς δύσβατος στενὴν γέφυραν ἔχων καὶ στενώματα πολλὰ
5ἀπὸ οἰκημάτων. καὶ ῥύακες σαπροί.” ὁ δὲ βασιλεὺς βουλευσάμενος μετὰ τῶν ἀρχόντων καὶ τοῦ στρατοῦ ἐκάθισεν ἐν τῷ παλατίῳ Βεκλάλ. εὗρε γὰρ ἐν αὐτῷ ἐν ἑνὶ περιβόλῳ στρουθεῶνας τριακο‐ σίους σιτευτούς, καὶ ἐν ἄλλῳ περὶ πεντακοσίας δορκάδας σιτευτάς, καὶ ἐν ἄλλῳ ἑκατὸν ὀνάγρους σιτευτούς· καὶ πάντα ἐδωρήσατο τῷ
10λαῷ. καὶ τὴν πρώτην τοῦ Ἰαννουαρίου μηνὸς ἐποίησαν ἐκεῖσε. εὗρον γὰρ καὶ πρόβατα καὶ χοίρους καὶ βόας, ὧν οὐκ ἦν ἀριθμός. καὶ ἀνεπαύσατο πᾶς ὁ λαὸς ἀπολαύοντες καὶ δοξάζοντες τὸν θεόν. πιάσαντες δὲ τοὺς νέμοντας ταῦτα ἔγνωσαν παρ’ αὐτῶν ἀκριβῶς, ὡς ὁ Χοσρόης ἀπὸ εἰκάδος τρίτης τοῦ Δεκεμβρίου μηνὸς μαθών,
15ὅτι ὁ βασιλεὺς ἐπέρασε τὴν γέφυραν τοῦ Τορνᾶ, παραχρῆμα ἐκίνη‐ σεν ἐκ τοῦ παλατίου τοῦ ἐν Δασταγὲρδ 〈ἐν τάχει πολλῷ ἀπελευσό‐ μενος εἰς Κτησιφῶντα, πάντα τὰ χρήματα, ἃ εἶχεν ἐν τῷ παλατίῳ, ἐμβαλὼν τοῖς τε ἐλέφασι καὶ ταῖς καμήλοις καὶ ἡμιόνοις τῆς ὑπηρε‐ σίας αὐτοῦ, γράψας καὶ τῷ λαῷ τοῦ Ῥαζάτου, ἵνα εἰσέλθωσιν εἰς
20τὸ αὐτὸ παλάτιον καὶ τὰς τῶν ἀρχόντων οἰκίας καὶ ὅ τι ἂν εὑρεθῇ ἐν ταύταις ἀπενέγκωσιν. ὁ οὖν βασιλεὺς τὸ μὲν ἥμισυ τοῦ στρα‐ τοῦ ἔπεμψεν ἐν Δασταγέρδ,〉 αὐτὸς δὲ δι’ ἄλλης ὁδοῦ ἀπῆλθεν εἰς ἕτερον παλάτιον, τὸ ἐπιλεγόμενον Βεβδάρχ. καὶ τοῦτο καταστρέ‐ ψαντες καὶ πυρὶ παραδόντες εὐχαρίστουν τῷ θεῷ τῷ διὰ τῶν πρεσ‐
25βειῶν τῆς θεοτόκου τοιαῦτα θαυμάσια ποιήσαντι. τίς γὰρ ἤλπιζε φυγεῖν τὸν Χοσρόην ἀπὸ προσώπου τοῦ βασιλέως Ῥωμαίων ἐκ τῶν ἐν τῷ Δασταγὲρδ παλατίων αὐτοῦ καὶ εἰς Κτησιφῶντα ἀπελθεῖν,
ὅπου ἀπὸ κδʹ ἐτῶν οὐκ ἠνέσχετο ἰδεῖν Κτησιφῶντα, ἀλλὰ καὶ ἐν321

322

Δασταγὲρδ ἦν τὰ βασίλεια αὐτοῦ; εὗρον δὲ οἱ λαοὶ τῶν Ῥωμαίων ἐν τῷ παλατίῳ αὐτοῦ ἐν τῷ Δασταγὲρδ τριακόσια βάνδα Ῥωμαίων, ἅπερ ἐν διαφόροις χρόνοις ἔλαβον· εὗρον δὲ καὶ εἴδη ἀπομείναντα, ἀλόην πολλὴν καὶ ξύλα μεγάλα ἀλόης ἀπὸ ἑβδομήκοντα καὶ ὀγδοή‐
5κοντα λιτρῶν καὶ μέταξιν πολλὴν καὶ πίπερ καὶ χαρβάσια καμίσια πολλὰ ὑπὲρ τὸ μέτρον, σάχαρ τε καὶ ζιγγίβερ καὶ ἄλλα εἴδη πολλά. τινὲς δὲ καὶ ἄσιμον, καὶ ὁλοσήρικα ἱμάτια, νακοτάπητά τε καὶ ταπή‐ τια ἀπὸ βελόνης πλῆθος πολὺ καὶ καλὰ πάνυ, ἅπερ διὰ τὸ βάρος πάντα κατέκαυσαν· καὶ τοὺς παπυλεῶνας τοῦ Χοσρόου καὶ τοὺς
10ἐμβόλους, οὓς ἔστενεν, ὅτε ἐν κάμπῳ ἠπλήκευεν, πάντα κατέκαυσαν, καὶ στήλας αὐτοῦ πολλάς· εὗρον δὲ καὶ ἐν τούτοις τοῖς παλατίοις στρουθεῶνας καὶ δορκάδας καὶ ὀνάγρους καὶ ταῶνας καὶ φασιανοὺς πλῆθος ἄπειρον, καὶ εἰς τὸ κυνήγιον αὐτοῦ λέοντας καὶ τίγρεις παμμεγέθεις ζῶντας. προσέφυγον δὲ τῷ βασιλεῖ πολλοὶ ἐκ τῶν
15αἰχμαλώτων Ἐδεσηνοὶ καὶ Ἀλεξανδρεῖς, καὶ ἐξ ἄλλων πόλεων πλῆ‐ θος πολύ. ἐποίησε δὲ ὁ βασιλεὺς καὶ τὴν ἑορτὴν τῶν φώτων ἐν Δασταγὲρδ εὐφραίνων καὶ ἀνακτώμενος τόν τε λαὸν καὶ τὰ ἄλογα, καὶ καταστρέφων τὰ τοῦ Χοσρόου παλάτια κτίσματα ὑπέρτιμα ὄντα καὶ θαυμαστὰ καὶ καταπληκτικά, ἅπερ ἕως ἐδάφους καθεῖλεν, ἵνα
20μάθῃ Χοσρόης, οἷον πόνον εἶχον Ῥωμαῖοι τῶν πόλεων ἐρημουμένων παρ’ αὐτοῦ καὶ πυρπολουμένων. ἐκρατήθησαν δὲ καὶ ἐκ τῶν διαιτα‐ ρίων τοῦ παλατίου πολλοί. ἐρωτώμενοι δὲ καὶ αὐτοί, πότε ἀνεχώ‐ ρησεν ἐκ τοῦ Δασταγέρδ, ἔφασκον, ὅτι “πρὸ θʹ ἡμερῶν τοῦ κατα‐ λαβεῖν ὑμᾶς ἀκούσας τὴν παρουσίαν ὑμῶν κρυπτῶς ἐτρύπησε τὸ
25τεῖχος τῆς πόλεως τὸ πλησίον τοῦ παλατίου· καὶ οὕτως ἀπαρακρά‐322

323

τητα διὰ τῶν κήπων ἐξῆλθεν αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ τέκνα αὐτοῦ διὰ τὸ μὴ γενέσθαι θόρυβον ἐν τῇ πόλει.” καὶ οὔτε τὰ στρατεύ‐ ματα αὐτοῦ ἔγνωσαν, οὔτε οἱ ἄρχοντες, ἕως οὗ ἀπῆλθε πέντε μίλια· καὶ τότε ἐδήλωσεν, ἵνα ἐπακολουθήσωσιν αὐτῷ ἐπὶ Κτησιφῶντα·
5καὶ ὁ μὴ δυνάμενος ποιῆσαι πέντε μίλια τὴν ἡμέραν φεύγων ἐποίησεν κεʹ. καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτοῦ τὰ μὴ θεωροῦντα ἀλλήλους τότε φύρδην ἔφυγον ἀλλήλους παρωθούμενα. τῆς δὲ νυκτὸς κατα‐ λαβούσης εἰσῆλθε Χοσρόης εἰς οἶκον γεωργοῦ μηδαμινοῦ μεῖναι μόλις χωρηθεὶς ἐν τῇ τούτου θύρᾳ, ἣν ἰδὼν ἔσχατον Ἡράκλειος
10ἐθαύμασεν. διὰ δὲ τριῶν ἡμερῶν κατέλαβε τὴν Κτησιφῶντα· καὶ ὁ χρησμοδοτηθεὶς ὑπὸ τῶν γοήτων καὶ ἀστρολόγων πρὸ κδʹ ἐτῶν, ὅτε τὸ Δαρᾶς ἐπολιόρκησεν ἐπὶ τῶν χρόνων Φωκᾶ, τοῦ βασιλέως Ῥω‐ μαίων, ὅτι, ἐν οἵῳ καιρῷ ἀπέλθῃ ἐν Κτησιφῶντι, ἀπολεῖται· καὶ μὴ ἀνασχόμενος ἀπὸ τοῦ Δασταγὲρδ ἐπὶ τὸ μέρος ἐκεῖνο μίλιον ἓν
15πορευθῆναι, τότε φεύγων ἐν ταύτῃ ἀπῆλθεν. καὶ οὐδὲ ἐν ταύτῃ ἐθάρρησε στῆναι, ἀλλὰ περάσας τὴν ποντογέφυραν τοῦ Τίγριδος ποταμοῦ εἰς τὴν ἐκεῖθεν πόλιν, τὴν λεγομένην Σελεύκειαν παρ’ ἡμῖν, παρὰ δὲ Πέρσαις Γουεδεσήρ, πάντα τὰ χρήματα ἐν αὐτῇ ἀπέθετο, καὶ ἐκάθισεν ἐκεῖ μετὰ Σειρέμ, τῆς γυναικὸς αὐτοῦ, καὶ
20μετὰ ἑτέρων τριῶν γυναικῶν, τῶν καὶ θυγατέρων αὐτοῦ· τὰς δὲ λοιπὰς αὐτοῦ γυναῖκας καὶ τὰ πολλὰ αὐτοῦ τέκνα παρέπεμψεν ἀπὸ μʹ μιλίων εἰς τὸ ἀνατολικώτερον μέρος εἰς τόπον ὀχυρόν. τινὲς δὲ τῶν Περσῶν διέβαλλον τὸν Σάρβαρον πρὸς Χοσρόην ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντα καὶ καταλαλοῦντα αὐτοῦ· καὶ ἀποστέλλει σπα‐
25θάριον αὐτοῦ μετὰ κελεύσεως αὐτοῦ πρὸς Καρδαρίγαν τὸν συστρά‐ τηγον Σαρβάρου εἰς Χαλκηδόνα γράψας αὐτῷ, ἵνα τὸν Σάρβαρον ἀποκτείνῃ καὶ οὕτω τὸν λαὸν τῶν Περσῶν ἀναλαβὼν σπεύσῃ ἐπὶ Περσίδα εἰς συμμαχίαν αὐτοῦ. ὁ δὲ τὰ γράμματα κομίζων περὶ τὴν
Γαλατίαν συλλαμβάνεται ὑπὸ τῶν Ῥωμαίων. οἱ δὲ συλλαβόντες323

324

αὐτὸν διαλαθόντες τοὺς Πέρσας εἰς τὸ Βυζάντιον τοῦτον ἀπήγαγον καὶ τῷ υἱῷ τοῦ βασιλέως τοῦτον παρέδωκαν. ὁ δὲ βασιλεὺς μαθὼν παρὰ τοῦ ἀποστολιμαίου τὴν ἀλήθειαν Σάρβαρον παραχρῆμα μετα‐ πέμπεται. εἰσελθὼν οὖν παρέστη τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τὴν
5πρὸς Καρδαρίγαν ἐπιστολὴν τούτῳ ἐπιδοὺς καὶ τὸν ἀποσταλέντα ὑπέδειξεν, καὶ ἀνέγνω τὴν ἐπιστολήν, καὶ πληροφορηθεὶς τὸ ἀληθὲς παραχρῆμα ἐτράπη καὶ συνθήκας μετὰ τοῦ υἱοῦ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου ποιεῖ. καὶ φαλσεύσας τὴν Χοσρόου ἐπιστολὴν σὺν αὐτῷ ἐντίθησιν ἐν αὐτῇ ἄλλους υʹ σατράπας καὶ ἄρχοντας καὶ χιλι‐
10άρχους καὶ ἑκατοντάρχους ἀποκτανθῆναι, καὶ ἐπιθεὶς εὐφυῶς τὴν σφραγῖδα συναθροίζει τοὺς ἡγεμόνας καὶ αὐτὸν τὸν Καρδαρίγαν, καὶ ἀναγνοὺς τὴν ἐπιστολὴν ἔφη πρὸς τὸν Καρδαρίγαν· “συνορᾷς τοῦτο ποιεῖν;” οἱ δὲ ἄρχοντες θυμοῦ πλησθέντες τὸν Χοσρόην ἀπεκήρυττον καὶ πρὸς τὸν βασιλέα συνθήκας εἰρηνικὰς ἐποίησαν, καὶ
15κοινῇ βουλευσάμενοι ἔδοξεν, ἵνα ἐκ Χαλκηδόνος ἀναχωρήσωσι καὶ ἐπὶ τὰ ἴδια ἀπέλθωσι μηδὲν λυμαινόμενοι. ὁ δὲ Ἡράκλειος ἔγραψε τῷ Χοσρόῃ· “ἐγὼ διώκω καὶ πρὸς εἰρήνην τρέχω. οὐ γὰρ ἑκὼν πυρπολῶ τὴν Περσίδα, ἀλλὰ βιασθεὶς ὑπὸ σοῦ. ῥίψωμεν οὖν κἂν νῦν τὰ ὅπλα καὶ εἰρήνην ἀσπασώμεθα· σβέσωμεν τὸ πῦρ, πρὶν τὸ
20πᾶν καταφλέξῃ.” τούτου δὲ μὴ καταδεξαμένου, μεγάλως τὸ μῖσος τοῦ λαοῦ τῆς Περσίδος ηὐξήθη κατ’ αὐτοῦ. καὶ ἐστράτευσε Χοσρόης πάντας τοὺς ἀνθρώπους τῶν ἀρχόντων αὐτοῦ καὶ πᾶσαν τὴν ὑπ‐ ουργίαν αὐτοῦ καὶ τῶν γυναικῶν αὐτοῦ, καὶ τούτους ὁπλίσας πάντας ἀπέλυσεν ἑνωθῆναι τῷ στρατῷ τοῦ Ῥαζάτου, καὶ στῆναι εἰς
25τὸν Ναρβᾶν ποταμὸν ἀπὸ ιβʹ μιλίων Κτησιφῶντος· καὶ ἐκέλευσεν αὐτούς, ἵνα, ἡνίκα περάσῃ τὸν ποταμὸν ὁ βασιλεύς, κόψωσι τὴν γέφυραν καὶ τὴν ποντογέφυραν. ὁ δὲ βασιλεὺς τῇ ἑβδόμῃ τοῦ
Ἰαννουαρίου μηνὸς κινήσας ἐκ τοῦ Δασταγὲρδ καὶ περιπατήσας τρεῖς324

325

ἡμέρας ἠπλήκευσεν ἀπὸ ιβʹ μιλίων τοῦ Ναρβᾶ ποταμοῦ, ὅπου ἦν τὸ φωσάτον τῶν Περσῶν, ἐν οἷς εἶχον καὶ διακοσίους ἐλέφαντας· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Γεώργιον τὸν τουρμάρχην τῶν Ἀρμενιά‐ κων, ἵνα ἀπέλθῃ μέχρι τοῦ ποταμοῦ καὶ καταμάθῃ, εἰ ἔχει πέραμα
5ὁ Ναρβᾶς. καὶ εὑρών, ὅτι ἔκοψαν τὰς γεφύρας, καὶ οὐκ ἔχει πέραμα ὁ Ναρβᾶς, ὑπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἀποκινήσας ὁ βασιλεὺς ἦλθεν εἰς τὸν Σιάζουρον, καὶ περιήρχετο πυρπολῶν τὰς χώρας καὶ τὰς πόλεις ὅλον τὸν Φεβρουάριον μῆνα. τῷ δὲ Μαρτίῳ μηνὶ ἐλθὼν εἰς χωρίον λεγόμενον Βάρζαν ἐποίησεν ἑπτὰ ἡμέρας καὶ ἀπέστειλε
10Μεζέζιον τὸν στρατηγὸν εἰς κοῦρσον. καὶ προσερρύη αὐτῷ Γουν‐ δαβουσᾶν, ὅς τις χιλίαρχος ἦν τῆς στρατιᾶς Σαρβάρου, μετὰ ἄλλων πέντε, τριῶν μὲν κομήτων, δύο δὲ ἀξιωματικῶν· καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα. ὅς τις Γουνδαβουσᾶν ἀναγκαῖα πράγματα τῷ βασιλεῖ ἀπήγγειλε λέγων, ὅτι “ὅταν ἔφυγεν ὁ Χοσρόης ἀπὸ τοῦ
15Δασταγὲρδ καὶ ἀπῆλθεν ἐν Κτησιφῶντι καὶ Σελευκείᾳ, ἠσθένησε δυσεντερίᾳ καὶ ἠθέλησε τὸν υἱὸν Μερδασὰν τὸν τεχθέντα ἐκ τῆς Σειρὲμ στέψαι· καὶ ὅτι ἀντεπέρασε τὸν ποταμὸν πάλιν καὶ ἤνεγκε μεθ’ ἑαυτοῦ τὸν Μερδασὰν καὶ τὴν Σειρὲμ καὶ τὸν ἄλλον αὐτῆς Σαλιάρ· τὸν δὲ πρωτότοκον αὐτοῦ υἱὸν Σιρόην καὶ τοὺς ἀδελφοὺς
20αὐτοῦ καὶ τὰς γυναῖκας αὐτοῦ ἔασε πέραν τοῦ ποταμοῦ. καὶ γνοὺς Σιρόης, ὅτι τὸν Μερδασὰν θέλει στέψαι, ἐταράχθη καὶ ἔπεμψε τὸν συγγάλακτον αὐτοῦ πρὸς Γουνδαβουσᾶν δηλώσας αὐτῷ, ὅτι “ἐλθὲ πέραν τοῦ ποταμοῦ, ἵνα συντύχω σοι.” ὁ δὲ Γουνδαβουσᾶν ἐφο‐ βήθη τὸν Χοσρόην περᾶσαι, καὶ δηλοῖ αὐτῷ, ὅτι “γράψον μοι διὰ
25τοῦ συγγαλάκτου σου, εἴ τι θέλεις.” καὶ ἔγραψεν αὐτῷ Σιρόης, ὅτι “γινώσκεις, πῶς ἡ πολιτεία τῶν Περσῶν ἀπώλετο ἐκ τοῦ κακοῦ ἀνθρώπου Χοσρόου, καὶ θέλει στέψαι τὸν Μερδασάν, καὶ ἐμὲ τὸν
πρωτότοκον αὐτοῦ περιεφρόνησεν. καὶ ἐὰν λαλήσῃς τὸν στρατόν,325

326

ἵνα δέξωνταί με, καὶ τὰς ῥόγας αὐτῶν ἐπαυξῆσαι ἔχω καὶ εἰρήνην ποιῶ μετὰ τοῦ βασιλέως Ῥωμαίων 〈καὶ μετὰ τῶν Τούρκων〉, καὶ καλῶς ἔχομεν ζῆσαι. καὶ σπούδασον μετὰ τοῦ λαοῦ σου, ἵνα ἐγὼ βασιλεύσω· καὶ πάντας ὑμᾶς προαναβιβάσαι ἔχω καὶ συγκροτῆσαι,
5καὶ κατ’ ἐξαίρετον σέ.” καὶ ὅτι ἐδήλωσα αὐτῷ διὰ τοῦ συγγαλάκτου αὐτοῦ, ὅτι, εἴ τι δύναμαι, λαλῆσαι ἔχω τὸν στρατὸν καὶ μοχθῆσαι.” καὶ ἐλάλησα κβʹ κόμητας καὶ ἐποίησα αὐτοὺς τῆς γνώμης μου καὶ ἄλλους ἄρχοντας καὶ στρατιώτας πολλούς. καὶ ταῦτα ἐδήλωσα τῷ Σιρόῃ, καὶ ἐδήλωσέ μοι, ἵνα τῇ κγʹ τοῦ Μαρτίου μηνὸς λάβω ταξά‐
10τους νεωτέρους καὶ εἰς τὴν ποντογέφυραν τοῦ Τίγριδος ποταμοῦ ὑπαντήσω αὐτῷ, καὶ λάβωμεν αὐτὸν εἰς τὸν στρατὸν καὶ κινήσωμεν κατὰ Χοσρόου. καὶ ὅτι μετὰ Σιρόου εἰσὶ καὶ οἱ δύο υἱοὶ τοῦ Σαρ‐ βαραζᾶ, καὶ ὁ υἱὸς τοῦ Ἰεσδέμ, καὶ ἄλλα πολλὰ τέκνα ἀρχόντων, καὶ ὁ υἱὸς τοῦ Ἀράμ, πάντες ἐπίλεκτοι· καὶ ὅτι εἰ μὲν δυνηθῶσιν
15ἀνελεῖν τὸν Χοσρόην, εὖ καὶ καλῶς· εἰ δὲ ἀστοχήσωσιν, πάντες σὺν τῷ Σιρόῃ προσρύονται τῷ βασιλεῖ· καὶ ἀπέστειλέ με πρὸς σέ, δέσποτα· αἰδεῖται γὰρ τὴν βασιλείαν τῶν Ῥωμαίων, ὅτι τὸν Χοσ‐ ρόην ἔσωσέ ποτε, καὶ πολλὰ κακὰ ἔπαθεν ἐξ αὐτοῦ ἡ τῶν Ῥωμαίων γῆ, καὶ ὅτι διὰ τὴν ἐκείνου ἀγνωμοσύνην οὐδὲ ἐμοὶ ἔχει ὁ βασι‐
20λεὺς πιστεῦσαι.” ὁ δὲ βασιλεὺς τοῦτον πάλιν πρὸς Σιρόην ἀπο‐ στείλας ἐδήλωσεν ἀνοῖξαι τὰς φυλακὰς καὶ τοὺς κατεχομένους ἐν αὐταῖς Ῥωμαίους ἐκβάλαι καὶ δοῦναι αὐτοῖς ὅπλα, καὶ οὕτω ἀπο‐ κινῆσαι κατὰ Χοσρόου. ὁ δὲ Σιρόης ὑπακούσας τῷ βασιλεῖ καὶ ἐκ‐ βαλὼν τοὺς κατακλείστους ἐπῆλθε τῷ πατροκτόνῳ πατρὶ Χοσρόῃ.
25αὐτὸς δὲ φυγεῖν δοκιμάσας καὶ μὴ ἰσχύσας ἐκρατήθη. τοῦτον δὲ δεσμήσαντες σφοδρῶς σιδηροπέδαις ὀπισθάγκωνα τοῖς τε ποσὶ καὶ τῷ τραχήλῳ βάρη σιδηρᾶ περιέθηκαν καὶ εἰσάγουσιν αὐτὸν εἰς τὸν
οἶκον τοῦ σκότους, ὃν αὐτὸς ὠχύρωσεν ἐκ νέας κτίσας εἰς ἀπόθεσιν326

327

χρημάτων, καὶ ἄρτον πενιχρὸν τούτῳ διδόντες καὶ ὕδωρ ἐλιμαγχό‐ νουν· ἔφη γὰρ ὁ Σιρόης, ὅτι “τὸν χρυσὸν φάγῃ, ὃν συνήγαγε μά‐ την, δι’ ὃν πολλοὺς ἐλιμαγχόνησε καὶ τὸν κόσμον ἠρήμωσεν.” ἀπέστειλε δὲ πρὸς αὐτὸν τοὺς σατράπας ὑβρίζειν καὶ ἐμπτύειν αὐτόν,
5καὶ ἀγαγὼν Μερδασάν, τὸν υἱὸν αὐτοῦ, ὃν ἐβούλετο στέψαι, ἐνώπιον αὐτοῦ ἔσφαξεν, καὶ πάντα τὰ λοιπὰ τέκνα αὐτοῦ ἐνώπιον αὐτοῦ ἀνεῖλον, καὶ ἀπέστειλε πάντα ἐχθρὸν αὐτοῦ ὑβρίζειν καὶ τύπτειν καὶ ἐμπτύειν αὐτόν. πέντε δὲ ἡμέρας τοῦτο ποιήσαντες, ἐκέλευσεν ὁ Σιρόης τόξοις τοῦτον ἀνελεῖν, καὶ οὕτως κατὰ μικρὸν ἐν δεινοῖς
10παρέδωκε τὴν πονηρὰν αὐτοῦ ψυχήν. τότε ὁ Σιρόης γράφει πρὸς Ἡράκλειον εὐαγγελιζόμενος αὐτῷ τὴν τοῦ μιαροῦ Χοσρόου ἀναίρε‐ σιν· καὶ εἰρήνην ἀειπαγῆ πρὸς αὐτὸν ποιησάμενος πάντας τοὺς ἐν φρουραῖς Χριστιανοὺς καὶ τοὺς ἐν Περσίδι πάσῃ αἰχμαλώτους ἀπ‐ έδωκεν αὐτῷ σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις καὶ ζωο‐
15ποιοῖς ξύλοις τοῖς ἐξ Ἱεροσολύμων ληφθεῖσιν ὑπὸ Σαρβαραζᾶ, ὅταν τὴν Ἱερουσαλὴμ παρέλαβεν. Περσῶν βασιλεὺς Σιρόης ἔτος αʹ.
͵ϛριθʹ. χιθʹ. ιηʹ. αʹ. ιθʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει εἰρήνης γενομένης μεταξὺ Περσῶν καὶ Ῥωμαίων,
20ἀπέστειλεν ὁ βασιλεὺς Θεόδωρον, τὸν ἑαυτοῦ ἀδελφόν, μετὰ γραμ‐ μάτων καὶ ἀνθρώπων Σιρόου, τοῦ βασιλέως Περσῶν, ὅπως τοὺς ἐν Ἐδέσῃ καὶ Παλαιστίνῃ καὶ Ἱεροσολύμοις καὶ ταῖς λοιπαῖς πόλεσι τῶν Ῥωμαίων Πέρσας μετὰ εἰρήνης ἀποστρέψωσιν ἐν Περσίδι, καὶ ἀβλαβῶς παρέλθωσι τὴν τῶν Ῥωμαίων γῆν. ὁ δὲ βασιλεὺς ἐν ἓξ ἔτεσι κατα‐
25πολεμήσας τὴν Περσίδα, τῷ ζʹ ἔτει εἰρηνεύσας μετὰ χαρᾶς μεγάλης ἐπὶ Κωνσταντινούπολιν ὑπέστρεψε μυστικήν τινα θεωρίαν ἐν τούτῳ πληρώσας. ἐν γὰρ ἓξ ἡμέραις πᾶσαν τὴν κτίσιν δημιουργήσας ὁ
θεὸς τὴν ἑβδόμην ἀναπαύσεως ἡμέραν ἐκάλεσεν· οὕτω καὶ αὐτὸς ἐν327

328

τοῖς ἓξ χρόνοις πολλοὺς πόνους διανύσας τῷ ἑβδόμῳ ἔτει μετ’ εἰρήνης καὶ χαρᾶς ἐν τῇ πόλει ὑποστρέψας ἀνεπαύσατο. ὁ δὲ λαὸς τῆς πόλεως τὴν ἔλευσιν αὐτοῦ μαθόντες ἀκατασχέτῳ πόθῳ πάντες εἰς τὴν Ἱερείαν ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ, σὺν τῷ πατριάρχῃ καὶ
5Κωνσταντίνῳ, τῷ βασιλεῖ καὶ υἱῷ αὐτοῦ, βαστάζοντες κλάδους ἐλαιῶν καὶ λαμπάδας, εὐφημοῦντες αὐτὸν μετὰ χαρᾶς καὶ δακρύων. προσ‐ ελθὼν δὲ ὁ υἱὸς αὐτοῦ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ περιπλακεὶς αὐτῷ ἔβρεξαν ἀμφότεροι τὴν γῆν τοῖς δάκρυσιν. τοῦτο θεασάμενος ὁ λαός, ἅπαντες εὐχαριστηρίους ὕμνους τῷ θεῷ ἀνέπεμπον· καὶ
10οὕτω λαβόντες τὸν βασιλέα σκιρτῶντες εἰσῆλθον ἐν τῇ πόλει. Περσῶν βασιλεὺς Ἀδεσὴρ μῆνας ζʹ.
͵ϛρκʹ. χκʹ. ιθʹ. αʹ. κʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀπάρας ὁ βασιλεὺς ἅμα ἔαρι ἀπὸ τῆς βασιλευ‐ ούσης πόλεως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύετο ἀπαγαγὼν τὰ τίμια καὶ
15ζωοποιὰ ξύλα τοῦ ἀποδοῦναι τῷ θεῷ τὴν εὐχαριστίαν. ἐλθόντι δὲ αὐτῷ ἐν Τιβεριάδι κατηγόρησαν οἱ Χριστιανοὶ Βενιαμίν τινα ὀνό‐ ματι ὡς κακοποιοῦντα αὐτούς. ἦν γὰρ ἐνούσιος σφόδρα, καὶ ὑπ‐ εδέξατο τὸν βασιλέα καὶ τὸν στρατὸν αὐτοῦ. ὁ δὲ βασιλεὺς κατ‐ έκρινεν αὐτὸν λέγων· “διὰ ποίαν αἰτίαν κακοποιεῖς τοὺς Χριστια‐
20νούς;” ὁ δὲ εἶπεν· “ὡς ἐχθροὺς τῆς πίστεώς μου.” ἦν γὰρ Ἰουδαῖος. τότε ὁ βασιλεὺς νουθετήσας αὐτὸν καὶ πείσας ἐβάπτισεν εἰς τὸν οἶκον Εὐσταθίου τοῦ Νεαπολίτου, Χριστιανοῦ ὄντος καὶ αὐτοῦ ὑποδεξαμένου τὸν βασιλέα. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν Ἱερο‐ σολύμοις καὶ ἀποκαταστήσας Ζαχαρίαν τὸν πατριάρχην καὶ τὰ τίμια
25καὶ ζωοποιὰ ξύλα εἰς τὸν ἴδιον τόπον καὶ πολλὰ εὐχαριστήσας τῷ θεῷ ἀπήλασε τοὺς Ἑβραίους ἀπὸ τῆς ἁγίας πόλεως, κελεύσας μὴ ἔχειν αὐτοὺς ἐξουσίαν ἀπὸ τριῶν μιλίων τῆς ἁγίας πόλεως πλησιά‐
ζειν. καταλαβὼν δὲ τὴν Ἔδεσαν ἀπέδωκε τὴν ἐκκλησίαν τοῖς ὀρθο‐328

329

δόξοις ὑπὸ Νεστοριανῶν κατεχομένην ἀπὸ Χοσρόου. καὶ ἐλθὼν εἰς Ἱεράπολιν ἤκουσεν, ὅτι Σιρόης τέθνηκεν, ὁ τῶν Περσῶν βασιλεύς, Ἀδεσὴρ δέ, ὁ τούτου υἱός, τὴν βασιλείαν τῶν Περσῶν παρέλαβεν. τούτου δὲ μῆνας ζʹ κρατήσαντος τῆς ἀρχῆς ἐπανέστη αὐτῷ Σαρβα‐
5ραζᾶς, καὶ τοῦτον πατάξας ἐβασίλευσε τῶν Περσῶν μῆνας βʹ. τοῦτον δὲ ἀνελόντες οἱ Πέρσαι Βοράνην κατεστήσαντο εἰς βασιλέα, τὴν θυγατέρα Χοσρόου, ἥτις ἐκράτησε τῆς βασιλείας τῶν Περσῶν μῆ‐ νας ζʹ. ταύτην δὲ διεδέξατο Ὁρμίσδας ὑπὸ τῶν Σαρακηνῶν διωχθείς, καὶ γέγονεν ἡ βασιλεία τῶν Περσῶν ὑπὸ τοὺς Ἄραβας μέχρι τῆς
10σήμερον. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρκαʹ. Τῆς θείας σαρκώσεως ἔτη χκαʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιαʹ. αʹ.
15Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. καʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. καʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιαʹ.[End of a diagram]
21Τούτῳ τῷ ἔτει τοῦ βασιλέως Ἡρακλείου ὄντος ἐν Ἱεραπόλει, ἦλθε πρὸς αὐτὸν Ἀθανάσιος, ὁ πατριάρχης τῶν Ἰακωβιτῶν, δεινὸς ἀνὴρ καὶ κακοῦργος τῇ τῶν Σύρων ἐμφύτῳ πανουργίᾳ, καὶ κινήσας πρὸς τὸν βασιλέα περὶ πίστεως λόγους ὑπισχνεῖτο αὐτῷ Ἡράκλειος,
25εἰ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδέξηται, πατριάρχην αὐτὸν ποιεῖν Ἀντιοχείας. ὁ δὲ ὑποκριθεὶς ἐδέξατο τὴν σύνοδον ὁμολογήσας τὰς δύο ἐν Χριστῷ ἡνωμένας φύσεις· ἠρώτησέ τε τὸν βασιλέα περὶ τῆς ἐνεργείας καὶ τῶν θελημάτων, τὸ πῶς δεῖ ταῦτα λέγειν ἐν Χριστῷ, διπλᾶ ἢ μοναδικά; ὁ δὲ βασιλεὺς ξενοφωνηθεὶς γράφει πρὸς Σέρ‐
30γιον, τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον, προσκαλεῖται δὲ καὶ Κῦρον, τὸν Φάσιδος ἐπίσκοπον, καὶ τοῦτον ἐρωτήσας εὗρεν αὐτὸν συμφω‐
νοῦντα τῷ Σεργίῳ εἰς τὸ ἓν θέλημα καὶ τὴν μίαν ἐνέργειαν. Σέργιος329

330

γάρ, ἅτε Συρογενὴς καὶ γονέων Ἰακωβιτῶν ὑπάρχων, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν ἐν Χριστῷ ὡμολόγησε καὶ ἔγραψεν. ὁ δὲ βασιλεὺς ἀμφοτέρων στοιχήσας τὴν βουλὴν εὗρε καὶ τὸν Ἀθα‐ νάσιον συμφωνοῦντα αὐτοῖς. ἐγίνωσκε γάρ, ὅτι, ἔνθα μία ἐνέργεια
5εὕρηται, ἐκεῖ καὶ μία φύσις γνωρίζεται. βεβαιωθεὶς δὲ ὁ βασιλεὺς ἐν τούτῳ γράφει πρὸς Ἰωάννην, τὸν πάπαν Ῥώμης, ἀμφοτέρων τὴν γνώμην· ὁ δὲ οὐ κατεδέξατο αὐτῶν τὴν αἵρεσιν. Γεωργίου δὲ τοῦ Ἀλεξανδρείας τελευτήσαντος, ἀποστέλλεται Κῦρος ἐπίσκοπος Ἀλεξαν‐ δρείας, καὶ ἑνωθεὶς Θεοδώρῳ, τῷ ἐπισκόπῳ τῆς Φαράν, ἐποίησε τὴν
10ὑδροβαφῆ ἐκείνην ἕνωσιν, μίαν καὶ αὐτοὶ γράψαντες ἐν Χριστῷ φυσικὴν ἐνέργειαν. τούτων δὲ οὕτω παρακολουθησάντων, εἰς μέγα ὄνειδος ἡ σύνοδος Χαλκηδόνος καὶ ἡ καθολικὴ περιέπεσεν ἐκκλησία. κατεκαυχῶντο γὰρ οἱ Ἰακωβῖται καὶ οἱ Θεοδοσιανοὶ φάσκοντες, ὅτι “οὐχ ἡμεῖς τῇ Χαλκηδόνι, ἀλλ’ ἡ Χαλκηδὼν μᾶλλον ἡμῖν ἐκοινώ‐
15νησεν, διὰ τῆς μιᾶς ἐνεργείας μίαν ὁμολογήσασα φύσιν Χριστοῦ.” ἐν τούτοις Σωφρόνιος χειροτονεῖται ἐπίσκοπος Ἱεροσολύμων, καὶ συναθροίσας τοὺς ὑπ’ αὐτὸν ἐπισκόπους τὸ μονοθέλητον δόγμα ἀνεθε‐ μάτισε καὶ συνοδικὰ Σεργίῳ τῷ Κωνσταντινουπόλεως καὶ Ἰωάννῃ τῷ Ῥώμης ἀπέστειλεν. ἀκούσας δὲ ταῦτα Ἡράκλειος ᾐσχύνθη, καὶ
20καταλύσαι μὲν τὰ οἰκεῖα οὐκ ἠθέλησεν, καὶ πάλιν τὸν ὀνειδισμὸν οὐχ ὑπέφερεν. τότε δή, ὡς μέγα τι νομίζων ποιεῖν, ἐκτίθεται τὸ λεγόμενον ἴδικτον, περιέχον μήτε μίαν, μήτε δύο ὁμολογεῖν ἐνερ‐ γείας ἐν Χριστῷ, ὅπερ ἀναγνόντες οἱ τὰ Σευήρου φρονοῦντες ἐπὶ καπηλείων καὶ βαλανείων διέσυραν τὴν καθολικὴν ἐκκλησίαν, λέγον‐
25τες· “πρώην μὲν τὰ Νεστορίου φρονοῦντες οἱ Χαλκηδονῖται ἀνένηψαν ἐπιστρέψαντες εἰς τὴν ἀλήθειαν, ἑνωθέντες ἡμῖν διὰ τῆς μιᾶς ἐνερ‐ γείας εἰς τὴν μίαν τοῦ Χριστοῦ φύσιν. νῦν δὲ καταγνόντες τοῦ καλῶς ἔχοντος ἀπώλεσαν ἀμφότερα, μήτε μίαν, μήτε δύο ἐν Χριστῷ ὁμολογοῦντες.” μετὰ δὲ τὴν τελευτὴν Σεργίου Πύρρος τὸν θρόνον
30Κωνσταντινουπόλεως διεδέξατο, ὅς τις τὰ δογματισθέντα ὑπὸ Σερ‐
γίου καὶ Κύρου ἀσεβῶς ἐκράτυνεν. τοῦ δὲ Ἡρακλείου τελευτήσαν‐330

331

τος, καὶ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου βασιλεύσαντος, Πύρρος σὺν τῇ Μαρτίνῃ φαρμάκῳ τοῦτον ἀνεῖλεν, καὶ βασιλεύει Ἡρακλωνᾶς, ὁ τῆς Μαρτίνης υἱός. ἡ δὲ σύγκλητος καὶ ἡ πόλις Πύρρον ὡς ἀσεβῆ σὺν τῇ Μαρτίνῃ καὶ τῷ υἱῷ αὐτῆς ἐξέωσαν· καὶ βασιλεύει Κών‐
5στας, ὁ Κωνσταντίνου υἱός, καὶ χειροτονεῖται Παῦλος ἐπίσκοπος Κωνσταντινουπόλεως, καὶ αὐτὸς αἱρετικός. Ἰωάννης δέ, ὁ Ῥώμης ἐπίσκοπος, συναθροίσας σύνοδον ἐπισκόπων τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀνεθεμάτισεν. ὁμοίως καὶ ἐν Ἀφρικῇ καὶ Βυζακίῳ καὶ Νου‐ μιδίᾳ καὶ Μαυριτανίᾳ διάφοροι ἐπίσκοποι συναθροισθέντες τοὺς
10Μονοφυσίτας ἀνεθεμάτισαν. Ἰωάννου δὲ τοῦ Ῥώμης κοιμηθέντος, Θεόδωρος χειροτονεῖται πάπας ἀντ’ αὐτοῦ. Πύρρος δὲ τὴν Ἀφρι‐ κὴν καταλαβὼν συνοψίζεται τῷ ἁγιωτάτῳ ἀββᾷ Μαξίμῳ, τῷ αἰδε‐ σίμῳ ἐν μοναχικοῖς κατορθώμασιν, καὶ τοῖς ἐκεῖσε ἐνθέοις ἱεράρχαις, οἵ τινες τοῦτον ἐλέγξαντες καὶ πείσαντες πρὸς τὸν πάπαν Θεόδωρον ἀπ‐
15έστειλαν ἐν Ῥώμῃ. καὶ λίβελλον ὀρθοδοξίας ἐπιδεδωκὼς τῷ πάπᾳ ἐδέχθη ὑπ’ αὐτοῦ. τῆς δὲ Ῥώμης ὑποχωρήσας καὶ ἐν Ῥαβέννῃ ἐλθὼν ὡς κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα ἐπέστρεψεν. τοῦτο δὲ μαθὼν ὁ πάπας Θεόδωρος τὸ πλήρωμα τῆς ἐκκλησίας συγκαλέσας καὶ τὸν τάφον τοῦ κορυφαίου τῶν ἀποστόλων καταλαβών, αἰτήσας τὸ θεῖον ποτήριον,
20ἐκ τοῦ ζωοποιοῦ αἵματος τοῦ Χριστοῦ τῷ μέλανι ἐπιστάξας οἰκείᾳ χειρὶ τὴν καθαίρεσιν Πύρρου καὶ τῶν κοινωνούντων αὐτῷ ποιεῖται. Πύρρου δὲ τὴν Κωνσταντινούπολιν καταλαβόντος, καὶ Παύλου ἀπο‐ θανόντος, οἱ τολμηροὶ ἑτερόδοξοι τὸν Πύρρον πάλιν τῷ θρόνῳ Κωνσταντινουπόλεως ἐγκατέστησαν. Θεοδώρου δὲ τοῦ πάπα τελευ‐
25τήσαντος, Μαρτῖνος ὁ ἁγιώτατος χειροτονεῖται ἐν Ῥώμῃ. κατα‐ λαβόντος δὲ καὶ Μαξίμου ἀπὸ Ἀφρικῆς ἐν Ῥώμῃ καὶ τὸν πάπαν Μαρτῖνον πρὸς ζῆλον ἐξάψαντος, σύνοδον ρνʹ ἐπισκόπων συναθροί‐ σαντες Σέργιον καὶ Πύρρον, Κῦρον καὶ Παῦλον ἀνεθεμάτισαν, τὰς
δὲ δύο θελήσεις καὶ ἐνεργείας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐτράνωσαν331

332

καὶ ἐκήρυξαν τῷ θʹ ἔτει τῆς βασιλείας Κώνσταντος, ἔγγονος Ἡρα‐ κλείου, ἰνδικτιῶνι ηʹ. ὅς τις μαθὼν καὶ θυμοῦ πλησθεὶς τόν τε ἅγιον Μαρτῖνον καὶ Μάξιμον ἐνέγκας ἐν Κωνσταντινουπόλει καὶ βασα‐ νίσας ἐξορίᾳ παρέπεμψεν ἐν Χερσῶνι καὶ τοῖς κλίμασιν· πολλοὺς δὲ καὶ
5τῶν ἑσπερίων ἐπισκόπους ἐτιμωρήσατο. μετὰ δὲ τὴν ἐξορίαν Μαρ‐ τίνου Ἀγάθων χειροτονεῖται πάπας Ῥώμης, ὅς τις κινηθεὶς ζήλῳ θεοῦ, σύνοδον ἱερὰν καὶ αὐτὸς συναθροίσας τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπεκήρυξεν, τὰς δύο θελήσεις καὶ ἐνεργείας τρανώσας. οὕτω δὲ τῆς ἐκκλησίας τότε ὑπό τε τῶν βασιλέων καὶ τῶν δυσσεβῶν
10ἱερέων ταραττομένης, ἀνέστη ὁ ἐρημικώτατος Ἀμαλὴκ τύπτων ἡμᾶς τὸν λαὸν τοῦ Χριστοῦ, καὶ γίνεται πρώτη φοβερὰ πτῶσις τοῦ Ῥω‐ μαϊκοῦ στρατοῦ, ἡ κατὰ τὸν Γαβιθᾶν λέγω καὶ Ἱερμουχὰν καὶ τὴν Δάθεσμον αἱμοχυσία· μεθ’ ἣν αἱ Παλαιστινῶν καὶ Καισαρέων καὶ Ἱεροσολύμων ἁλώσεις, εἶτα ὁ Αἰγύπτιος ὄλεθρος, καὶ καθεξῆς ἡ τῶν
15μεσογείων καὶ νήσων καὶ πάσης Ῥωμανίας αἰχμαλωσία, καὶ ἡ ἐν Φοίνικι παντελὴς τοῦ Ῥωμαϊκοῦ στρατοῦ τε καὶ στόλου ἀπώλεια, καὶ πάντων τῶν χριστιανικῶν λαῶν καὶ τόπων ἐρήμωσις, ἥτις οὐκ ἐπαύσατο, ἄχρις ἂν ὁ τῆς ἐκκλησίας διώκτης ἐν Σικελίᾳ κακῶς ἀνῃρέθη.
20[Start of a diagram]Κόσμου ἔτη ͵ϛρκβʹ. Τῆς θείας σαρκώσεως ἔτη χκβʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. καʹ. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κβʹ.
25Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. κβʹ.
Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιβʹ.[End of a diagram]332

333

Τούτῳ τῷ ἔτει ἀπεβίω Μουάμεδ, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης, προχειρισάμενος Ἀβουβάχαρον συγγενῆ αὐτοῦ 〈εἰς τὴν ἀρχὴν αὐτοῦ. καὶ τῷ αὐτῷ χρόνῳ ἦλθεν ἡ ἀκοὴ αὐτοῦ〉 καὶ πάντες ἐφοβήθησαν. οἱ δὲ πεπλανημένοι Ἑβραῖοι ἐν ἀρχῇ τῆς
5παρουσίας αὐτοῦ ἐνόμισαν εἶναι αὐτὸν τὸν παρ’ αὐτοῖς προσδοκώ‐ μενον Χριστόν, ὡς καί τινας τῶν προυχόντων αὐτῶν προσελθεῖν αὐτῷ καὶ δέξασθαι τὴν αὐτοῦ θρησκείαν καὶ ἀφῆσαι τὴν τοῦ θεό‐ πτου Μωσέως. ἦσαν δὲ τὸν ἀριθμὸν δέκα οἱ τοῦτο πεποιηκότες, καὶ σὺν αὐτῷ διῆγον ἄχρι τῆς σφαγῆς αὐτοῦ. θεωρήσαντες δὲ αὐτὸν
10ἐσθίοντα ἀπὸ καμήλου ἔγνωσαν, ὅτι οὐκ ἔστιν αὐτός, ὃν ἐνόμισαν, καὶ ἠπόρουν τί πρᾶξαι, καὶ ἀφῆσαι αὐτοῦ τὴν θρησκείαν δειλιῶντες οἱ τάλανες ἐδίδασκον αὐτὸν ἀθέμιτα καθ’ ἡμῶν τῶν Χριστιανῶν· καὶ διῆγον σὺν αὐτῷ. ἀναγκαῖον δὲ ἡγοῦμαι διηγήσασθαι περὶ τῆς τούτου γενεᾶς· οὗτος 〈ἐκ〉 μιᾶς γενικωτάτης φυλῆς κατήγετο ἐξ
15Ἰσμαήλ, υἱοῦ Ἀβραάμ. Νίζαρος γάρ, ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος, πατὴρ πάντων αὐτῶν ἀναγορεύεται. οὗτος γεννᾷ υἱοὺς δύο, Μούδαρον καὶ Ῥαβίαν. Μούδαρος γεννᾷ Κούρασον καὶ Κάϊσον καὶ Θεμίμην καὶ Ἄσαδον καὶ ἄλλους ἀγνώστους. οὗτοι πάντες ᾤκουν τὴν Μα‐ διανῖτιν ἔρημον καὶ ἐν αὐτῇ ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες.
20εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων μὴ ὄντες τῆς φυλῆς αὐτῶν, ἀλλὰ τοῦ Ἰεκτάν, οἱ λεγόμενοι Ἀμανῖται, τοῦτ’ ἔστιν Ὁμηρῖται. ἐπραγμα‐ τεύοντο δέ τινες αὐτῶν ἐν ταῖς καμήλοις αὐτῶν. ἀπόρου δὲ καὶ ὀρφανοῦ ὄντος τοῦ προειρημένου Μουάμεδ, ἔδοξεν αὐτῷ εἰσιέναι πρός τινα γυναῖκα πλουσίαν, συγγενῆ αὐτοῦ οὖσαν, ὀνόματι Χαδίγαν,
25μίσθιον ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύεσθαι ἐν Αἰγύπτῳ καὶ333

334

Παλαιστίνῃ. κατ’ ὀλίγον δὲ παρρησιασάμενος ὑπεισῆλθε τῇ γυναικὶ χήρᾳ οὔσῃ, καὶ ἔλαβεν αὐτὴν γυναῖκα καὶ ἔσχε τὰς καμήλους αὐτῆς καὶ τὴν ὕπαρξιν. ἐρχόμενος δὲ ἐν Παλαιστίνῃ συνανεστρέφετο Ἰου‐ δαίοις τε καὶ Χριστιανοῖς. ἐθηρᾶτο δὲ παρ’ αὐτῶν τινὰ γραφικά,
5καὶ ἔσχε τὸ πάθος τῆς ἐπιληψίας. καὶ νοήσασα ἡ τούτου γυνὴ σφόδρα ἐλυπεῖτο, ὡς εὐγενὴς οὖσα καὶ τῷ τοιούτῳ συναφθεῖσα, οὐ μόνον ἀπόρῳ ὄντι, ἀλλὰ καὶ ἐπιληπτικῷ. τροποῦται δὲ αὐτὸς θερα‐ πεῦσαι αὐτὴν οὕτω λέγων, ὅτι “ὀπτασίαν τινὰ ἀγγέλου λεγομένου Γαβριὴλ θεωρῶ, καὶ μὴ ὑποφέρων τὴν τούτου θέαν ὀλιγωρῶ καὶ
10πίπτω.” αὕτη δὲ ἔχουσα μοναχόν τινα διὰ κακοπιστίαν ἐξόριστον ἐκεῖσε οἰκοῦντα, φίλον αὐτῆς, ἀνήγγειλεν αὐτῷ πάντα καὶ τὸ ὄνομα τοῦ ἀγγέλου. κἀκεῖνος θέλων πληροφορῆσαι αὐτὴν εἶπεν αὐτῇ ὅτι “ἀλήθειαν εἴρηκεν· καὶ γὰρ οὗτος ὁ ἄγγελος ἐκπέμπεται πρὸς πάν‐ τας προφήτας.” αὕτη δὲ πρώτη δεξαμένη τὸν λόγον τοῦ ψευδαββᾶ
15ἐπίστευσεν αὐτῷ, καὶ ἐκήρυξεν ἄλλαις γυναιξὶν ὁμοφύλοις αὐτῆς προφήτην αὐτὸν εἶναι. καὶ οὕτως ἐκ γυναικῶν 〈ἡ φήμη〉 ἦλθεν εἰς ἄνδρας, πρῶτον Ἀβουβάχαρον, ὃν καὶ διάδοχον κατέλιπεν. καὶ ἐκράτησεν ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Ἐθρίβου διὰ πολέμου τὸ ἔσχατον· πρώην μὲν κρυπτῶς ἔτη δέκα, καὶ διὰ πολέμου ὁμοίως
20δέκα, καὶ φανερῶς ἐννέα. ἐδίδαξε δὲ τοὺς ἑαυτοῦ ὑπηκόους, ὅτι ὁ ἀποκτέννων ἐχθρόν, ἢ ὑπὸ ἐχθροῦ ἀποκτεννόμενος εἰς παρά‐ δεισον εἰσέρχεται. τὸν δὲ παράδεισον σαρκικῆς βρώσεως καὶ πόσεως καὶ μίξεως γυναικῶν ἔλεγεν· ποταμόν τε οἴνου καὶ μέλιτος καὶ γάλακτος, καὶ γυναικῶν οὐ τῶν παρουσῶν, ἀλλ’ ἄλλων, καὶ τὴν
25μίξιν πολυχρόνιον εἶναι, καὶ διαρκῆ τὴν ἡδονήν· καὶ ἄλλα τινὰ ἀσωτίας καὶ μωρίας μεστά· συμπαθεῖν δὲ ἀλλήλοις, καὶ βοηθεῖν
ἀδικουμένοις.334

335

Ἐν αὐτῷ δὲ τῷ ἔτει, ἰνδικτιῶνος δʹ, μηνὶ Νοεμβρίῳ ζʹ, ἐγεννήθη Ἡρακλείῳ ἐν τῇ ἀνατολῇ Δαβίδ, ὁ υἱὸς αὐτοῦ· τῇ αὐτῇ ἡμέρᾳ καὶ Ἡράκλειος ἐτέχθη, υἱὸς Ἡρακλείου τοῦ μικροῦ τοῦ καὶ Κωνσταν‐ τίνου, υἱοῦ Ἡρακλείου τοῦ μεγάλου. καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις
5ὑπὸ Σεργίου πατριάρχου τῇ εʹ ἰνδικτιῶνι μηνὶ Νοεμβρίῳ γʹ. Ἀράβων ἀρχηγὸς Ἀβουβάχαρος ἔτη γʹ. Ἱεροσολύμων ἐπίσκοπος Μόδεστος ἔτη βʹ.
͵ϛρκγʹ. χκγʹ. κβʹ. αʹ. κγʹ. αʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐπανέστησαν Πέρσαι κατ’ ἀλλήλων καὶ ἐπολέ‐
10μησαν ἑαυτούς. ἐν αὐτῷ δὲ τῷ καιρῷ ὁ βασιλεὺς τῶν Ἰνδῶν πέμπει συγχαρίκια τῷ Ἡρακλείῳ ἐπὶ τῇ τῶν Περσῶν νίκῃ, μαργαρίτας καὶ λίθους τιμίους ἱκανούς. ἦν δὲ προτελευτήσας ὁ Μουάμεδ, ὃς ἦν στήσας τέσσαρας ἀμηραίους τοῦ πολεμεῖν τοὺς ἐξ Ἀράβων γένους Χριστιανούς· καὶ ἦλθον κατέναντι Μουχέων κώμης λεγομένης, ἐν
15ᾗ ὑπῆρχε Θεόδωρος ὁ βικάριος, θέλοντες ἐπιρρίψαι κατὰ τῶν Ἀρά‐ βων τῇ ἡμέρᾳ τῆς εἰδωλοθυσίας αὐτῶν. μαθὼν δὲ τοῦτο ὁ βικά‐ ριος παρά τινος κορασηνοῦ, Κουταβᾶ λεγομένου καὶ μισθίου αὐτοῦ γενομένου, συνάγει πάντας τοὺς στρατιώτας τῶν παραφυλάκων τῆς ἐρή‐ μου, καὶ ἀκριβωσάμενος παρὰ τοῦ Σαρακηνοῦ τὴν ἡμέραν καὶ τὴν ὥραν,
20ἐν ᾗ ἤμελλον ἐπιρρίπτειν αὐτοῖς, αὐτὸς ἐπιρρίψας αὐτοῖς ἐν χωρίῳ ἐπιλεγομένῳ Μόθους ἀποκτέννει τρεῖς ἀμηραίους καὶ τὸ πλῆθος τοῦ λαοῦ. ἐξῆλθε δὲ εἷς ἀμηρᾶς ὁ Χάλεδος, ὃν λέγουσι τὴν μάχαιραν τοῦ θεοῦ. ἦσαν δέ τινες τῶν πλησίον Ἀράβων λαμβάνοντες παρὰ τῶν βασιλέων ῥόγας μικρὰς πρὸς τὸ φυλάξαι τὰ στόμια τῆς ἐρή‐
25μου. ἐν αὐτῷ δὲ τῷ καιρῷ ἦλθέ τις εὐνοῦχος δίδων τὰς ῥόγας τῶν στρατιωτῶν, καὶ ἐλθόντες οἱ Ἄραβες κατὰ τὸ ἔθος λαβεῖν τὴν ῥόγαν αὐτῶν, ὁ εὐνοῦχος ἀπεδίωξεν αὐτούς, λέγων ὅτι “ὁ δεσπότης
μόγις τοῖς στρατιώταις δίδωσι ῥόγας, πόσῳ μᾶλλον τοῖς κυσὶ τού‐335

336

τοις;” θλιβέντες οὖν οἱ Ἄραβες ἀπῆλθον πρὸς τοὺς ὁμοφύλους, καὶ αὐτοὶ ὡδήγησαν αὐτοὺς ἐπὶ τὴν χώραν Γάζης στομίου οὔσης τῆς ἐρήμου κατὰ τὸ Σιναῖον ὄρος πλουσίας σφόδρα. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρκδʹ.
5Τῆς θείας σαρκώσεως ἔτη χκδʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κγʹ. Ἀράβων ἀρχηγὸς Ἀβουβάχαρος ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κδʹ. Ἱεροσολύμων ἐπίσκοπος Μόδεστος ἔτη βʹ. βʹ.
10Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιδʹ.[End of a diagram]
14Τούτῳ τῷ ἔτει ἔπεμψεν Ἀβουβάχαρος στρατηγοὺς τέσσαρας, οἳ
15καὶ ὁδηγηθέντες, ὡς προέφην. ὑπὸ τῶν Ἀράβων ἦλθον καὶ ἔλαβον τὴν Ἥραν καὶ πᾶσαν τὴν χώραν Γάζης. μόγις δὲ ἐλθών ποτε ἀπὸ Καισαρείας Παλαιστίνης Σέργιος σὺν στρατιώταις ὀλίγοις καὶ συμ‐ βαλὼν πόλεμον κτείνεται πρῶτος σὺν τοῖς στρατιώταις τριακοσίοις οὖσιν. καὶ πολλοὺς αἰχμαλώτους λαβόντες καὶ λάφυρα πολλὰ ὑπ‐
20έστρεψαν μετὰ λαμπρᾶς νίκης. Αὐτῷ δὲ τῷ χρόνῳ σεισμὸς ἐγένετο κατὰ τὴν Παλαιστίνην· καὶ ἐφάνη σημεῖον ἐν τῷ οὐρανῷ κατὰ μεσημβρίαν, ὁ λεγόμενος δοκίτης, προμηνύων τὴν τῶν Ἀράβων ἐπικράτησιν· ἔμεινε δὲ ἡμέρας λʹ δια‐ τείνων ἀπὸ μεσημβρίας ἕως ἄρκτου. ἦν δὲ ξιφοειδής.
25Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ.
κδʹ. γʹ. κεʹ. αʹ. αʹ.
Τούτῳ τῷ ἔτει Ἀβουβάχαρος τελευτᾷ ἀμηρεύσας ἔτη δύο ἥμισυ· καὶ παραλαμβάνει τὴν ἀρχὴν Οὔμαρος· ὃς 〈πέμψας στρατιὰν κατὰ
30τῆς Ἀραβίασ〉 παραλαμβάνει Βόστραν τὴν πόλιν μετὰ καὶ ἄλλων336

337

πόλεων. ἀπεδήμησαν δὲ μέχρι τοῦ Γαβιθᾶ. τούτοις συμβαλὼν Θεό‐ δωρος, ὁ τοῦ βασιλέως Ἡρακλείου ἀδελφός, ἡττήθη καὶ πρὸς τὸν βασιλέα ἐν Ἐδέσῃ ἔρχεται. ὁ δὲ βασιλεὺς προχειρίζεται ἕτερον στρα‐ τηγόν, ὀνόματι Βαάνην, καὶ Θεόδωρον σακελλάριον μετὰ Ῥωμαϊκῆς
5δυνάμεως πέμπει κατὰ Ἀράβων· παραγενόμενος δὲ εἰς Ἔμεσαν συν‐ αντᾷ πλῆθος Σαρακηνῶν, καὶ ἀποκτείνας αὐτοὺς καὶ τὸν ἀμηρεύοντα αὐτῶν, τοὺς λοιποὺς ἀπελαύνει ἄχρι Δαμασκοῦ· κἀκεῖσε παρὰ τὸν Βαρδανήσιον ποταμὸν παραφωσατεύει. Ἡράκλειος δὲ τὴν Συρίαν καταλιπὼν ὡς ἀπελπίσας, ἄρας καὶ τὰ τίμια ξύλα ἀπὸ Ἱερουσαλὴμ
10ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπῄει. Βαάνην δὲ ἀπὸ Δαμασκοῦ εἰς Ἔμεσαν στρέφει καὶ Θεόδωρον σακελλάριον ἔχοντας στρατὸν χιλιάδας μʹ, καὶ διώκουσι τοὺς Ἄραβας ἀπὸ Ἐμέσης ἕως Δαμασκοῦ. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρκϛʹ. Τῆς θείας σαρκώσεως ἔτη χκϛʹ.
15Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κεʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. βʹ.[End of a diagram]
23Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ τὴν Ἀραβίαν 〈κατα‐ λιπόντεσ〉 ἐπὶ τὰ μέρη Δαμασκοῦ πλῆθος ὄντες ἄπειρον. Βαάνης δὲ
25μαθὼν πρὸς τὸν βασιλικὸν σακελλάριον ἀποστέλλει, ἵνα καταλάβῃ μετὰ τοῦ ἑαυτοῦ στρατοῦ εἰς βοήθειαν αὐτοῦ διὰ τὸ πλῆθος εἶναι
τοὺς Ἄραβας. κατέλαβε δὲ ὁ σακελλάριος πρὸς Βαάνην, καὶ ἀπ‐337

338

άραντες ἀπὸ Ἐμέσης συναντῶσι τοῖς Ἄραψιν, καὶ συμβολῆς γενομένης τῇ πρώτῃ ἡμέρᾳ, ἥτις ἦν τρίτη τῆς ἑβδομάδος, κγʹ τοῦ Λώου μηνός, ἡττῶνται οἱ περὶ τὸν σακελλάριον. στασιάσαντες δὲ οἱ τοῦ Βαάνους Βαάνην προχειρίζονται βασιλέα καὶ Ἡράκλειον ἀπεκήρυξαν. τότε οἱ
5περὶ τὸν σακελλάριον ὑπεχώρησαν, καὶ οἱ Σαρακηνοὶ εὑρόντες ἄδειαν συμβάλλουσι πόλεμον. ἀνέμου δὲ πνεύσαντος κατὰ Ῥωμαίων νότου, μὴ δυνηθέντες ἀντωπῆσαι τοῖς ἐχθροῖς διὰ τὸν κονιορτὸν ἡττῶνται. καὶ ἑαυτοὺς βαλόντες εἰς τὰς στενόδους τοῦ Ἱερμουχθᾶ ποταμοῦ ἐκεῖ ἀπώλοντο ἄρδην. ἦσαν δὲ ἀμφοτέρων τῶν στρατηγῶν χιλιάδες
10μʹ. τότε οἱ Σαρακηνοὶ νικήσαντες λαμπρῶς ἐπὶ τὴν Δαμασκὸν ἔρ‐ χονται καὶ ταύτην παραλαμβάνουσι καὶ τὰς χώρας τῆς Φοινίκης· καὶ οἰκίζονται ἐκεῖ, καὶ στρατεύουσι κατ’ Αἰγύπτου. 〈μαθὼν δὲ Κῦρος, ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, τὴν τούτων ὁρμὴν ἐσπού‐ δασεν, καὶ φοβούμενος τὴν πλεονεξίαν αὐτῶν πάκτα στοιχήσας
15ὑπισχνεῖται ὅτι ιβʹ μυριάδας δηναρίων κατ’ ἔτος παρέξει αὐτοῖς ἡ Αἴγυπτος καὶ χρυσίον διὰ τὰς ὁρισθείσας ἐνοχὰς πέμψει. καὶ ταῦτα παρασχὼν διὰ τριῶν ἐτῶν ἀμέτοχον ἔστησε τῆς ὀλέθρου τὴν Αἴ‐ γυπτον.〉 κατηγορεῖται δὲ ὁ Κῦρος ἐπὶ τοῦ βασιλέως, ὡς τὸ χρυ‐ σίον τῆς Αἰγύπτου τοῖς Σαρακηνοῖς δούς· καὶ ἀποστείλας μετ’ ὀργῆς
20τοῦτον μετεπέμψατο, Μανουὴλ δέ τινα Ἀρμένιον τῷ γένει ἐκπέμπει αὐγουστάλιον. πληρωθέντος δὲ τοῦ χρόνου, οἱ τῶν Σαρακηνῶν πράκτορες παρεγένοντο λαβεῖν τὸ χρυσίον. ὁ δὲ Μανουὴλ ἀπράκτους αὐτοὺς ἐξελαύνει λέγων, ὅτι “οὔκ εἰμι ἐγὼ Κῦρος ὁ ἄοπλος, ἵνα τέλη ὑμῖν παράσχω, ἀλλ’ ἐγὼ ἔνοπλός εἰμι.” τούτων δὲ ἀπελθόν‐
25των, εὐθέως ὁπλίζονται οἱ Σαρακηνοὶ κατ’ Αἰγύπτου καὶ συν‐ άψαντες κατὰ Μανουὴλ πόλεμον ἀπελαύνουσι τοῦτον, αὐτὸς δὲ μετ’ ὀλίγων τινῶν εἰς Ἀλεξάνδρειαν διασώζεται. τότε οἱ Σαρακηνοὶ ἐφορολόγησαν τὴν Αἴγυπτον. ἀκούσας δὲ Ἡράκλειος τὰ πραχθέντα ἀποστέλλει Κῦρον πρὸς τὸ πεῖσαι αὐτοὺς ἀναχωρῆσαι τῆς Αἰγύπτου
30τῷ πρώτῳ στοιχήματι· καὶ ἀπελθὼν ὁ Κῦρος εἰς τὴν παρεμβολὴν τῶν Σαρακηνῶν ὑπεραπελογεῖτο ὡς ἀναίτιος ὢν τῆς παραβάσεως,
καὶ εἰ βούλοιντο τὴν προτέραν συμφωνίαν ὅρκοις βεβαιῶσαι. πρὸς338

339

τούτοις οἱ Σαρακηνοὶ οὐκ ἐπείσθησαν λέγοντες τῷ ἐπισκόπῳ· “δύνῃ τοῦτον τὸν παμμεγέθη στύλον καταπιεῖν;” ὁ δὲ εἶπεν· “οὐκ ἐν‐ δέχεται.” ἔφησαν δέ· “οὐδὲ ἡμῖν ἐνδέχεται ἀναχωρῆσαι τῆς Αἰ‐ γύπτου ἔτι.”
5[Start of a diagram]Κόσμου ἔτη ͵ϛρκζʹ. Τῆς θείας σαρκώσεως ἔτη χκζʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κϛʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κζʹ.
10Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. γʹ.[End of a diagram]
15Τούτῳ τῷ ἔτει. ἐπεστράτευσεν Οὔμαρος κατὰ Παλαιστίνης, καὶ παρακαθίσας τὴν ἁγίαν πόλιν διετῆ χρόνον παρέλαβεν αὐτὴν λόγῳ· Σωφρόνιος γάρ, ὁ Ἱεροσολύμων ἀρχιερεύς, λόγον ἔλαβε πάσης Πα‐ λαιστίνης ἀσφαλείας. εἰσελθὼν δὲ Οὔμαρος εἰς τὴν ἁγίαν πόλιν τριχίνοις ἐκ καμήλων ἐνδύμασιν ἠμφιεσμένος ἐρρυπωμένοις ὑπό‐
20κρισίν τε σατανικὴν ἐνδεικνύμενος τὸν ναὸν ἐζήτησε τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομών, προσκυνητήριον αὐτὸν ποιῆσαι τῆς αὐτοῦ βλασφημίας. τοῦτον ἰδὼν Σωφρόνιος ἔφη· “ἐπ’ ἀληθείας τοῦτό ἐστι τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προ‐ φήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ.” πολλοῖς τε δάκρυσι τὸ Χριστιανῶν
25φῦλον ἀπωδύρετο τῆς εὐσεβείας ὁ πρόμαχος. ὄντος δὲ αὐτοῦ ἐν τοῖς ἐκεῖσε, παρεκάλεσεν αὐτὸν ὁ πατριάρχης δέξασθαι παρ’ αὐτοῦ σιν‐ δόνιον σὺν ἐνδύματι ἐνδύσασθαι. ὁ δὲ οὐκ ἠνέσχετο ἐνδύσασθαι αὐτά. μόγις οὖν ἔπεισε φορέσαι, ἕως οὗ ἐπλύθησαν τὰ ἱμάτια αὐτοῦ, καὶ πάλιν ἀπέστρεψεν αὐτὰ τῷ Σωφρονίῳ καὶ ἐφόρεσε τὰ ἴδια. ἐν
30τούτοις ἀπεβίω Σωφρόνιος, ὁ λόγῳ καὶ πράξει τὴν Ἱεροσολύμων κατακοσμήσας ἐκκλησίαν καὶ κατὰ τῆς Ἡρακλείου καὶ τῶν σὺν αὐτῷ Μονοθελητῶν κακοδοξίας ἀγωνισάμενος Σεργίου καὶ Πύρρου. Τῷ δ’ αὐτῷ ἔτει ἀπολύει Οὔμαρος τὸν Ἰὰδ εἰς Συρίαν, καὶ
ὑπέταξε πᾶσαν τὴν Συρίαν τοῖς Σαρακηνοῖς.339

340

κζʹ. γʹ. κηʹ. δʹ. Τούτῳ τῷ ἔτει ἦλθεν Ἰωάννης, ὁ ἐπίκλην Καταίας, ὁ ἐπίτρο‐ πος Ὀσροηνῆς πρὸς Ἰὰδ εἰς Χαλκίδα, καὶ ἐστοίχησε δοῦναι αὐτῷ κατ’ ἐνιαυτὸν δέκα μυριάδας νομισμάτων, τοῦ μὴ περᾶσαι τὸν
5Εὐφράτην, μήτε εἰρηνικῶς, μήτε πολεμικῶς, ἕως οὗ τὴν ποσότητα τοῦ χρυσίου ἀποδίδωσιν. ἐπὶ τούτοις Ἰωάννης εἰς Ἔδεσαν ἀνέστρεψε καὶ τὸν ἐνιαύσιον φόρον ἀνύσας πρὸς Ἰὰδ ἐκπέμπει. Ἡράκλειος δὲ τοῦτο ἀκούσας ὑπαίτιον ἔκρινε τὸν Ἰωάννην ὡς ἄνευ τῆς βασιλικῆς εἰδήσεως τοῦτο πεποιηκότα, καὶ τοῦτον μεταπεμψάμενος ἐξορίᾳ κατ‐
10έκρινεν. ἀντ’ αὐτοῦ δὲ ἐκπέμπει Πτολεμαῖόν τινα στρατηλάτην.
κηʹ. δʹ. κθʹ. εʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Ἄραβες τὴν Ἀντιόχειαν. καὶ ἐπέμφθη Μαυΐας ὑπὸ Οὐμάρου στρατηγὸς καὶ ἀμηρᾶς πάσης τῆς ὑπὸ τοὺς Σαρακηνοὺς χώρας ἀπὸ Αἰγύπτου ἕως Εὐφράτου.
15[Start of a diagram]Κόσμου ἔτη ϛρλʹ. Τῆς θείας σαρκώσεως ἔτη χλʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κθʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Πύρρος ἔτη γʹ. αʹ.
20Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. ϛʹ.[End of a diagram]
20Τούτῳ τῷ ἔτει ἐπέρασεν Ἰὰδ πᾶσαν στρατιὰν τὸν Εὐφράτην καὶ καταλαμβάνει τὴν Ἔδεσαν. οἱ δὲ Ἐδεσηνοὶ ἀνοίξαντες ἔλαβον λόγον σὺν τῇ χώρᾳ καὶ τῷ στρατηλάτῃ καὶ τοῖς σὺν αὐτῷ Ῥωμαίοις. καὶ ἀπέρχονται ἐπὶ Κωνσταντίαν, καὶ πολιορκήσαντες αὐτὴν αἱροῦσιν αὐτὴν πολέμῳ καὶ τʹ Ῥωμαίους ἀνήλωσαν. καὶ ἐκεῖθεν ἀπῆλθον εἰς
25τὸ Δαρᾶς καὶ ταύτην λαμβάνουσι πολέμῳ καὶ πολλοὺς ἐν αὐτῇ
ἀπώλεσαν· καὶ οὕτω πᾶσαν τὴν Μεσοποταμίαν παρέλαβεν Ἰάδ.340

341

λʹ. ϛʹ. βʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ κατὰ Περσίδος καὶ συνάπτουσι πόλεμον μετ’ αὐτῶν, καὶ νικήσαντες κατὰ κράτος πάν‐ τας τοὺς Πέρσας ὑπέταξαν. Ὁρμίσδας δέ, ὁ τῶν Περσῶν βασιλεύς,
5φυγῇ χρησάμενος ἐπὶ τοὺς ἐνδοτέρους Πέρσας ἀφεὶς τὰ βασίλεια κατέλαβεν. οἱ δὲ Σαρακηνοὶ ᾐχμαλώτευσαν τὰς τοῦ Χοσρόου θυγα‐ τέρας μετὰ πάσης τῆς βασιλικῆς ἀποσκευῆς· καὶ ἤχθησαν πρὸς Οὔμαρον. Αὐτῷ δὲ τῷ χρόνῳ ἐκέλευσεν Οὔμαρ ἀναγραφῆναι πᾶσαν τὴν ὑπ’ αὐτὸν οἰκουμένην. ἐγένετο δὲ ἡ ἀναγραφὴ ἀνθρώπων καὶ κτη‐
10νῶν καὶ φυτῶν.
λαʹ. ζʹ. γʹ. ηʹ. Τούτῳ τῷ ἔτει τελευτᾷ Ἡράκλειος ὁ βασιλεὺς μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ιδʹ, ὑδεριάσας, βασιλεύσας ἔτη λʹ καὶ μῆνας ιʹ. βασιλεύει δὲ μετ’ αὐτὸν Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, μῆνας δʹ, καὶ φαρμα‐
15κευθεὶς ὑπὸ Μαρτίνης, τῆς αὐτοῦ μητρυιᾶς, καὶ Πύρρου πατριάρχου τελευτᾷ. καὶ βασιλεύει Ἡρακλωνᾶς, ὁ Μαρτίνης υἱός, σὺν τῇ μητρὶ Μαρτίνῃ. Ῥωμαίων βασιλεὺς Ἡρακλωνᾶς μῆνας ϛʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη ιβʹ.
20
αʹ. ηʹ. αʹ. θʹ.
Τούτῳ τῷ ἔτει παραλαμβάνει Μαυΐας Καισάρειαν τῆς Παλαι‐ στίνης μετὰ ἑπταετίαν τῆς πολιορκίας αὐτῆς· καὶ κτέννει ἐν αὐτῇ Ῥωμαίους χιλιάδας ἑπτά. Τούτῳ τῷ ἔτει ἀπώσατο ἡ σύγκλητος Ἡρακλωνᾶν ἅμα Μαρ‐
25τίνῃ τῇ μητρὶ αὐτοῦ καὶ Βαλεντίνῳ· καὶ ἐγλωσσοκόπησαν Μαρτῖναν, καὶ ἐρρινοκόπησαν Ἡρακλωνᾶν, καὶ ἐξορίσαντες αὐτοὺς ἀνεβίβασαν Κώνσταν, υἱὸν Κωνσταντίνου, ἔγγονα Ἡρακλείου, ἐπὶ τῆς ἀρχῆς·
καὶ ἐκράτησεν ἔτη κζʹ. Πύρρου δὲ ἐκβληθέντος τῆς ἐπισκοπῆς,341

342

ἐχειροτονήθη πατριάρχης Κωνσταντινουπόλεως Παῦλος πρεσβύτερος καὶ οἰκονόμος 〈τῆς ἐκκλησίασ〉 μηνὶ Ὀκτωβρίῳ ἰνδικτιῶνος ιεʹ, ἐπι‐ σκοπήσας ἔτη ιβʹ. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρλδʹ.
5Τῆς θείας σαρκώσεως ἔτη χλδʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. ιʹ.[End of a diagram]
9Τούτῳ τῷ ἔτει βασιλεύσας Κώνστας πρὸς τὴν σύγκλητον ἔλεγεν·
10“τοῦ ἐμὲ γεγεννηκότος πατρὸς Κωνσταντίνου, ὃς ἐπὶ ζωῆς τοῦ ἰδίου πατρός, ἐμοῦ δὲ πάππου, Ἡρακλείου ἱκανὸν σὺν αὐτῷ ἐβασίλευσε χρόνον, μετὰ τοῦτον δὲ καὶ λίαν βραχύν· τὰς γὰρ χρηστοτάτας ἐλπίδας ὁ Μαρτίνης, τῆς αὐτοῦ μητρυιᾶς, φθόνος συνδιατμήξας τοῦ ζῇν ἀπήλλαξεν, καὶ τοῦτο διὰ Ἡρακλωνᾶν, τὸν ἐξ αὐτῆς καὶ Ἡρα‐
15κλείου ἀθεμίτως γεγεννημένον· ἣν μάλιστα μετὰ τοῦ τέκνου ἡ ὑμε‐ τέρα σὺν θεῷ ψῆφος τῆς βασιλείας δικαίως ἐξέβαλεν, πρὸς τὸ μὴ ἰδεῖν ἐκνομώτατον τὴν βασιλείαν Ῥωμαίων, τοῦτο μάλα ἐγνωκυῖα ἡ ὑμετέρα ὑπερφυὴς σεμνοπρέπεια. διὸ παρακαλῶ ὑμᾶς ἔχειν συμ‐ βούλους καὶ γνώμονας τῆς κοινῆς τῶν ὑπηκόων σωτηρίας.” ταῦτα
20εἰπὼν ἀπέλυσε τὴν σύγκλητον δωρεαῖς 〈δαψιλέσι〉 φιλοτιμησάμενος.
βʹ. ιʹ. γʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἤρξατο Οὔμαρ οἰκοδομεῖν τὸν ναὸν ἐν Ἱερου‐ σαλήμ, καὶ οὐχ ἵστατο τὸ κτίσμα ἀλλὰ κατέπιπτεν· πυθομένῳ δὲ τὴν αἰτίαν εἶπον οἱ Ἰουδαῖοι ὅτι· “ἐὰν τὸν σταυρὸν τὸν ὄντα ἐπάνω
25τοῦ ναοῦ τοῦ ὄρους τῶν ἐλαιῶν οὐκ ἐπάρητε, οὐ στήκει τὸ κτίσμα.” ἕνεκεν ταύτης τῆς ὑποθέσεως ἐπήρθη ὁ σταυρὸς ἐκεῖθεν, καὶ οὕτω συνεστάθη αὐτῶν ἡ οἰκοδομή. διὰ ταύτην τὴν αἰτίαν πολλοὺς σταυ‐
ροὺς κατήγαγον οἱ μισόχριστοι.342

343

Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ.
γʹ. ιαʹ. δʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐστασίασε Βαλεντινιανὸς ὁ πατρίκιος κατὰ Κών‐ σταντος, καὶ πέμψας ὁ βασιλεὺς τοῦτον ἀνεῖλε καὶ τὸν λαὸν εἰς
5τὴν ἑαυτοῦ εὔνοιαν μετήγαγεν. καὶ ἔκλειψις ἡλίου ἐγένετο μηνὶ Δίῳ πέμπτῃ, ἡμέρᾳ ἕκτῃ, ὥρᾳ ἐννάτῃ.
δʹ. ιβʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη Οὔμαρ, ὁ τῶν Σαρακηνῶν ἀρχη‐ γός, μηνὶ Δίῳ ἡμέρᾳ εʹ ὑπό τινος Πέρσου μαγαρίτου. προσκυ‐
10νοῦντα γὰρ αὐτὸν εὑρηκὼς ἐκέντησε κατὰ γαστρὸς διελάσας τὸ ξίφος καὶ οὕτω τοῦ ζῇν ἀπήλλαξεν ἀμηρεύσαντα ἔτη ιβʹ, καὶ μετ’ αὐτὸν ἵσταται Οὐθμάν, ὁ τούτου συγγενής, ὁ υἱὸς τοῦ Φάν. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ.
εʹ. αʹ. ϛʹ. γʹ.
15Τούτῳ τῷ ἔτει ἐστασίασε Γρηγόριος ὁ πατρίκιος Ἀφρικῆς σὺν τοῖς Ἄφροις. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρλθʹ. Τῆς θείας σαρκώσεως ἔτη χλθʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. ϛʹ.
20Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. δʹ.[End of a diagram]
22Τούτῳ τῷ ἔτει γέγονε κατὰ τῆς γῆς ἄνεμος βίαιος καὶ πολλὰ φυτὰ ἐξερρίζωσε καὶ παμμεγέθη δένδρα ἀνέσπασε πρόρριζα, καὶ πολλοὺς στύλους κιονιτῶν κατέβαλεν. τῷ δ’ αὐτῷ ἔτει ἐπεστράτευ‐
25σαν Σαρακηνοὶ τὴν Ἀφρικὴν καὶ συμβαλόντες τῷ τυράννῳ Γρη‐ γορίῳ τοῦτον τρέπουσι καὶ τοὺς σὺν αὐτῷ κτέννουσι 〈καὶ τοῦτον τῆς Ἀφρικῆς ἀπελαύνουσιν·〉 καὶ στοιχήσαντες φόρους μετὰ τῶν Ἄφρων ὑπέστρεψαν.
ζʹ. γʹ. ηʹ. εʹ.
30Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας διὰ θαλάσσης τὴν Κύπρον·
εἶχε δὲ σκάφη ͵αψʹ καὶ παρέλαβε Κωνσταντίαν σὺν τῇ νήσῳ πάσῃ,343

344

καὶ ταύτην ἐλυμήνατο. ἀκούσας δὲ καὶ Κακόριζον κουβικουλάριον κατ’ αὐτοῦ μετὰ πλείστης δυνάμεως Ῥωμαϊκῆς ἐρχόμενον ἀνέπλευσε κατέναντι Ἀράδου, καὶ καθορμίσας τὴν ἑαυτοῦ ναυστολίαν τὴν πολίχνην τῆς νήσου, τὸν Κάστελλον, ἐπειρᾶτο παραλαβεῖν παντοίαις
5μηχαναῖς χρώμενος. μηδὲν δὲ ἐξισχύσας πέμπει πρὸς αὐτοὺς ἐπί‐ σκοπόν τινα, Θωμάριχον τοὔνομα, ἐκφοβῶν αὐτοὺς ἀφιέναι τὴν πόλιν καὶ ὑποσπόνδους εἶναι, ἐξιέναι δὲ τῆς νήσου. ὡς οὖν πρὸς αὐτοὺς εἰσῄει ὁ ἐπίσκοπος, τοῦτον ἐκράτησαν ἔνδον, Μαυΐᾳ δὲ οὐκ εἶξαν. καὶ δὴ ἀνονήτου γενομένης τῆς κατὰ Ἄραδον πολιορκίας,
10ἀνέστρεψεν ἐν Δαμασκῷ, ἐπεὶ ὁ χειμὼν κατέλαβεν.
ηʹ. δʹ. θʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας κατὰ τῆς Ἀράδου σφο‐ δρῶς παραταξάμενος, καὶ ταύτην λόγῳ παρέλαβεν εἰς τὸ κατοικεῖν αὐτοὺς ἔνθα βούλονται· τὴν δὲ πόλιν ἐνέπρησε καὶ ἀπετείχισεν, καὶ
15τὴν νῆσον ἀοίκητον κατέστησεν ἕως τοῦ νῦν. Τῷ δ’ αὐτῷ ἔτει γέγονεν ἐν Ῥώμῃ σύνοδος ὑπὸ Μαρτίνου τοῦ πάπα κατὰ τῶν Μονοθελητῶν.
θʹ. εʹ. ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει 〈Βουσοὺρ〉 στρατοπεδάρχης σὺν τοῖς Ἄραψιν
20ἐπεστράτευσε κατὰ Ἰσαυρίας· καὶ κτείνας πολλοὺς ᾐχμαλώτευσε καὶ μετὰ πεντακισχιλίων δεσμίων ὑπέστρεψεν. πέμπει δὲ ὁ βασιλεὺς Κώνστας Προκόπιόν τινα πρὸς Μαυΐαν ζητῶν εἰρήνην. ὃ καὶ γέ‐ γονεν ἔτη βʹ, Γρηγόριον, υἱὸν Θεοδώρου, λαβὼν Μαυΐας ἐνέχυρον ἐν Δαμασκῷ.
25
ιʹ. ϛʹ. ιαʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Πασαγνάθης, ὁ τῶν Ἀρμενίων πατρί‐ κιος, τῷ βασιλεῖ καὶ σπονδὰς μετὰ Μαυΐου πεποίηκε δεδωκὼς αὐτῷ καὶ τὸν ἴδιον υἱόν. καὶ ἀκούσας ὁ βασιλεὺς ἦλθεν ἕως Καισαρείας Καππαδοκίας καὶ ἀπελπίσας τῆς Ἀρμενίας ὑπέστρεψεν.
30[Start of a diagram]Κόσμου ἔτη ͵ϛρμδʹ. Τῆς θείας σαρκώσεως ἔτη χμδʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. ιαʹ. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. ιβʹ.
35Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. θʹ.[End of a diagram]344

345

Τούτῳ τῷ ἔτει Γρηγόριος, ἀδελφιδὸς Ἡρακλείου, ἐν Ἡλιουπόλει ἀπέθανε καὶ σμυρνισθεὶς εἰσήχθη ἐν Κωνσταντινουπόλει. τῷ δ’ αὐτῷ ἔτει κόνις ἐξ οὐρανοῦ κατηνέχθη, καὶ φόβος μέγας ἐπέπεσε τοῖς ἀνθρώποις.
5Κωνσταντινουπόλεως ἐπίσκοπος Πέτρος ἔτη ιβʹ. Παῦλος τελευτᾷ καὶ Πύρρος πάλιν ἀπεκατεστάθη μῆνας δʹ ἡμέρας κγʹ.
ιβʹ. ηʹ. αʹ. ιʹ.
Τούτῳ τῷ ἔτει Μαυΐας τὴν Ῥόδον καταλαβὼν καθεῖλε τὸν κολοσσὸν Ῥόδου μετὰ ͵ατξʹ ἔτη τῆς αὐτοῦ ἱδρύσεως, ὃν Ἰουδαῖός
10τις ὠνησάμενος ἔμπορος Ἐδεσηνὸς ἐννακοσίας καμήλους ἐφόρτωσεν αὐτοῦ τὸν χαλκόν. τῷ δ’ αὐτῷ ἔτει Ἄβιβος, ὁ τῶν Ἀράβων στρα‐ τηγός, τὴν Ἀρμενίαν ἐπεστράτευσε καὶ περιτυχὼν Μαυριανόν, τὸν τῶν Ῥωμαίων στρατηγόν, καταδιώκει αὐτὸν ἕως τῶν Καυκασίων ὀρέων καὶ τὴν χώραν ἐληΐσατο.
15
ιγʹ. θʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπέτρεψε Μαυΐας γενέσθαι ἐξόπλισιν μεγάλην τῶν πλοίων πρὸς τὸ ἀνελθεῖν τὸν στόλον αὐτοῦ κατὰ Κωνσταντι‐ νουπόλεως. ἡ δὲ πᾶσα ἑτοιμασία ἐν Τριπόλει ἦν τῇ κατὰ Φοινίκην. τοῦτο δὲ θεασάμενοι δύο ἀδελφοί τινες φιλόχριστοι ἐν Τριπόλει
20καταμένοντες, υἱοὶ Βουκινάτορος, ζήλῳ θεοῦ τρωθέντες ἐπὶ τὸ δεσμωτήριον τῆς πόλεως ὥρμησαν (εἶχε δὲ πλῆθος δεσμίων Ῥω‐ μαίων) καὶ διαρρήξαντες τὰς πύλας καὶ τοὺς δεσμίους λύσαντες ἐπὶ τὸν ἀμηρᾶν τῆς πόλεως ὥρμησαν, καὶ κτείναντες αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ καὶ τὴν ἀποσκευὴν ἅπασαν πυρὶ καταναλώσαντες ἐπὶ τὴν
25Ῥωμανίαν ἀπέπλευσαν. πλὴν οὐδ’ οὕτως τῆς αὐτῆς ἐπαύσαντο ἐξαρτήσεως· ἀλλ’ ὁ μὲν Μαυΐας στρατεύει ἐπὶ Καισάρειαν Καππα‐ δοκίας, Ἀβουλαθὰρ δὲ ἀρχηγὸν κατέστησε τῆς αὐτῆς πλοιοποιΐας· ὃς παραγενόμενος εἰς τὸν λεγόμενον Φοίνικα τῆς Λυκίας, ἔνθα ἦν
ὁ βασιλεὺς Κώνστας μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου, ναυμαχεῖ μετ’345

346

αὐτοῦ. μέλλοντος δὲ τοῦ βασιλέως ναυμαχεῖν, θεωρεῖ κατ’ ὄναρ τῇ νυκτὶ ἐκείνῃ εἶναι αὐτὸν ἐν Θεσσαλονίκῃ. διϋπνισθεὶς δὲ διηγή‐ σατό τινι ὀνειροκρίτῃ τὸ ὅραμα. ὁ δὲ ἔφη· “ὦ βασιλεῦ, εἴθοις μὴ ἐκοιμήθης, μήτε ὄνειρον εἶδες. τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ “θὲς
5ἄλλῳ νίκην” ἐγκρίνεται, 〈τοῦτ’ ἔστι〉 πρὸς τὸν ἐχθρόν σου ἡ νίκη τρέπεται.” τοῦ δὲ βασιλέως μηδὲν ποιησαμένου πρὸς παράταξιν ναυμαχίας, τὸν Ῥωμαϊκὸν στόλον προσῃτήσατο εἰς πόλεμον. καὶ συμ‐ βαλόντες ἀλλήλοις ἡττῶνται Ῥωμαῖοι, καὶ συγκιρνᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥωμαίων. ἐνέδυσε δὲ ὁ βασιλεὺς ἄλλον τὴν ἐσθῆτα αὐτοῦ.
10καὶ εἰσπηδήσας ὁ υἱὸς τοῦ Βουκινάτορος ὁ προλεχθεὶς εἰς τὸ βασι‐ λικὸν σκάφος, τὸν βασιλέα ἀφαρπάσας καὶ εἰς ἕτερον σκάφος τοῦτον μεταβαλὼν παραδόξως διέσωσεν. αὐτὸς δὲ ἀνδρείως ἐπιστὰς τῇ βασιλικῇ νηῒ πολλοὺς ἀνεῖλεν ὁ γενναιότατος θανάτῳ ἑαυτὸν παρα‐ δοὺς ὑπὲρ τοῦ βασιλέως. τοῦτον δὲ κυκλώσαντες οἱ πολέμιοι καὶ
15ἐν μέσῳ κατασχόντες ἐδόκουν αὐτὸν εἶναι τὸν βασιλέα. μετὰ δὲ τὸ πολλοὺς ἀνελεῖν ἔκτειναν αὐτὸν οἱ πολέμιοι σὺν τῷ φοροῦντι τὴν βασιλικὴν ἐσθῆτα. ὁ δὲ βασιλεὺς οὕτω τροπωσάμενος σώζεται καὶ καταλιπὼν πάντας ἀπέπλευσεν ἐν Κωνσταντινουπόλει.
ιδʹ. ιʹ. γʹ.
20Τούτῳ τῷ ἔτει ἐδολοφονήθη Οὐθμάν, ὁ τῶν Ἀράβων ἀρχηγός, ὑπὸ τῶν ἐν Ἐθρίβοις, ἀμηρεύσας ἔτη ιʹ. γέγονε δὲ ἀνασοβὴ μέσον αὐτῶν. ὅσοι γὰρ κατὰ τὴν ἔρημον ὑπῆρχον, τὸν Ἀλὴ ἤθελον, ἀν‐ εψιὸν τοῦ Ἀλή, γαμβρὸν ὄντα τοῦ Μουάμεδ· οἱ δὲ κατὰ Συρίαν καὶ Αἴγυπτον τὸν Μαυΐαν ἤθελον· ὃς καὶ ἐνίκησε καὶ ἐκράτησεν ἔτη κδʹ.
25Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ.
ιεʹ. αʹ. δʹ.
Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας κατὰ Ἀλή· καὶ συναθροί‐346

347

ζονται ἀμφότεροι ἀναμέσον Βαρβαλισσοῦ εἰς τὸ Καισάριον πλησίον τοῦ Εὐφράτου. οἱ δὲ τοῦ Μαυΐου ἐπικρατέστεροι γεγονότες τὸ ὕδωρ ἔλαβον· εἰς δίψαν δὲ ἐλθόντες οἱ τοῦ Ἀλὴ ἐλιποτάκτουν. Μαυΐας δὲ οὐκ ἤθελε πολεμῆσαι· ἀλλ’ ἀπονητὶ τὴν νίκην ἤρατο.
5
ιϛʹ. βʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ Σκλαυινίας καὶ ᾐχμαλώτευσε πολλοὺς καὶ ὑπέταξεν. τῷ δ’ αὐτῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Μάξιμον καὶ τοὺς μαθητὰς αὐτοῦ ἐπράχθη ὑπὲρ τῆς ὀρθῆς πίστεως ἀγωνισαμένων κατὰ τῶν Μονοθελητῶν. οὓς Κώνστας
10εἰς τὴν ἑαυτοῦ κακοδοξίαν μὴ ἰσχύσας μετενέγκαι, τὴν θεόσοφον καὶ πολυμαθεστάτην γλῶσσαν τοῦ ἁγίου ἀπέτεμε μετὰ τῆς δεξιᾶς χειρὸς αὐτοῦ, ὡς πλεῖστα κατὰ τῆς αὐτοῦ δυσσεβείας σὺν τοῖς μαθηταῖς αὐτοῦ Ἀναστασίοις συγγραψαμένου, ἃ καὶ κατ’ ἔπος οὗτοι γεγράφασιν, ὡς οἱ φιλομαθεῖς γινώσκουσιν.
15
ιζʹ. γʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἐστοιχήθη μεταξὺ Ῥωμαίων καὶ Ἀράβων, τοῦ Μαυΐου πρεσβεύσαντος διὰ τὴν ἀνταρσίαν, ἵνα τελῶσι τοῖς Ῥωμαίοις οἱ Ἄραβες καθ’ ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον. γέγονε δὲ καὶ σεισμὸς μέγας ἐν τούτῳ τῷ χρόνῳ καὶ πτῶσις ἔν τε
20τῇ Παλαιστίνῃ καὶ Συρίᾳ μηνὶ Δαισίῳ ἰνδικτιῶνος βʹ. Τῷ δ’ αὐτῷ ἔτει ἐξωρίσθη Μαρτῖνος, ὁ ἁγιώτατος πάπας Ῥώμης, ὑπὲρ τῆς ἀληθείας γενναίως ἀγωνισάμενος καὶ ὁμολογητὴς γενόμε‐ νος, ἐν τοῖς κλίμασι τῆς ἀνατολῆς τελευτήσας.
ιηʹ. δʹ. ζʹ.
25Τούτῳ τῷ ἔτει ἀνεῖλε Κώνστας Θεοδόσιον, τὸν ἴδιον ἀδελφόν. τῶν δὲ Ἀράβων ὄντων εἰς τὸ Σαπφίν, ἐδολοφονήθη Ἀλή, ὁ τῆς Περσίδος· καὶ μονοκρατορεῖ Μαυΐας βασιλικῶς κατοικήσας ἐν Δα‐ μασκῷ καὶ τοὺς θησαυροὺς ἐκεῖ ἀποθέμενος τῶν χρημάτων.
ιθʹ. εʹ. ηʹ.
30Τούτῳ τῷ ἔτει ἀνεφάνη αἵρεσις Ἀράβων, οἱ λεγόμενοι Χαρουρ‐ γῖται. Μαυΐας δὲ τούτους χειρωσάμενος τοὺς ἐν Περσίδι ἐταπεί‐
νωσεν, τοὺς δὲ ἐν Συρίᾳ ὕψωσεν· καὶ τοὺς μὲν ἐκάλεσεν Ἰσαμίτας,347

348

τοὺς δὲ Ἡρακίτας. καὶ τῶν μὲν Ἰσαμιτῶν τὰς ῥόγας ἀνήνεγκεν ἕως σʹ νομισμάτων, τῶν δὲ Ἡρακιτῶν κατήνεγκεν ἕως λʹ νομισμάτων.
κʹ. ϛʹ. θʹ. Τούτῳ τῷ ἔτει καταλιπὼν ὁ βασιλεὺς Κωνσταντινούπολιν μετέστη
5ἐν Συρακούσῃ τῆς Σικελίας, βουληθεὶς ἐν Ῥώμῃ τὴν βασιλείαν μετα‐ στῆσαι. καὶ πέμπει τοῦ ἀγαγεῖν τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Κωνσταντῖνον, Ἡράκλειον καὶ Τιβέριον· οἱ δὲ Βυζάν‐ τιοι οὐκ ἀπέλυσαν αὐτούς.
καʹ. ζʹ. ιʹ.
10Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες κατὰ Ῥωμανίας καὶ πολλοὺς ᾐχμαλώτευσαν καὶ τόπους πλείους ἠρήμωσαν.
κβʹ. ηʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ᾐχμαλωτίσθη μέρος τῆς Σικελίας, καὶ ᾠκίσθη‐ σαν ἐν Δαμασκῷ θελήσει αὐτῶν.
15
κγʹ. θʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐγένετο πλάνη τῶν νηστειῶν. καὶ ἐπεστράτευσεν ὁ Ἀβδεραχμάν, ὁ τοῦ Χαλέδου, τὴν Ῥωμανίαν καὶ ἐν αὐτῇ ἐχείμασε καὶ πολλὰς ἐλυμήνατο χώρας. οἱ δὲ Σκλαυινοὶ τούτῳ προσρυέντες σὺν αὐτῷ ἐν Συρίᾳ κατῆλθον χιλιάδες πέντε, καὶ ᾠκίσθησαν εἰς
20τὴν Ἀπαμέων χώραν ἐν κώμῃ Σελευκοβόλῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θωμᾶς ἔτη γʹ.
κδʹ. ιʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βουσοὺρ κατὰ Ῥωμανίας· καὶ ἀπ‐ έθανε Θωμάριχος, ὁ ἐπίσκοπος Ἀπαμείας· καὶ ἐκάη ὁ ἐπίσκοπος Ἐμέσης.
25
κεʹ. ιαʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε πάλιν Βουσοὺρ τὴν Ῥωμανίαν καὶ ἐλυμήνατο τὰ μέρη Ἑξαπόλεως, καὶ Φαδαλᾶς ἐκεῖ ἐχείμασεν.
κϛʹ. ιβʹ. γʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἀρμενιάκων στρατηγὸς Σαβώριος Περσο‐
30γενὴς ἐστασίασε κατὰ Κώνστα τοῦ βασιλέως καὶ πέμπει πρὸς Μαυΐαν348

349

Σέργιον τὸν στρατηλάτην ὑποσχόμενος τῷ Μαυΐᾳ ὑποτάξαι τὴν Ῥω‐ μανίαν, εἰ αὐτῷ συμμαχήσει κατὰ τοῦ βασιλέως. γνοὺς δὲ Κων‐ σταντῖνος, ὁ υἱὸς τοῦ βασιλέως, ἀποστέλλει καὶ αὐτὸς πρὸς Μαυΐαν Ἀνδρέαν τὸν κουβικουλάριον μετὰ δώρων, ὅπως μὴ συνδώσῃ τῷ
5ἀντάρτῃ. καταλαβὼν δὲ Ἀνδρέας τὴν Δαμασκὸν εὗρε Σέργιον προ‐ λαβόντα, ὁ δὲ Μαυΐας ὑπεκρίνετο συμπαθεῖν τῷ βασιλεῖ. ἦν δὲ Σέργιος καθήμενος πρὸς Μαυΐαν, καὶ εἰσελθόντος Ἀνδρέου, ἰδὼν αὐτὸν ὁ Σέργιος ἐπηγέρθη. ὁ δὲ Μαυΐας ἐμέμψατο τὸν Σέργιον, λέγων· “τί ἐδειλίασας;” ὁ δὲ Σέργιος ἀπελογήσατο κατὰ συνήθειαν
10τοῦτο πεποιηκέναι. στραφεὶς δὲ Μαυΐας λέγει τῷ Ἀνδρέᾳ· “τί ζητεῖς;” ὁ δὲ λέγει· “ἵνα δώσῃς βοήθειαν κατὰ τοῦ ἀντάρτου.” ὁ δὲ λέγει. “ἀμφότεροι ἐχθροί ἐστε· καὶ τῷ πλείω παρέχοντί μοι δίδωμι.” καὶ ὁ Ἀνδρέας ἔφη πρὸς αὐτόν· “μὴ ἀμφιβάλῃς, ἀμηρᾶ, ὅτι ὀλίγα παρὰ βασιλέως κρεῖττόν σοι, ἢ πλεῖστα παρὰ ἀντάρτου·
15ὅμως, ὡς ἐρασμίως ἔχεις, ποίει.” καὶ ταῦτα εἰπὼν Ἀνδρέας ἐσιώ‐ πησεν. ὁ δὲ Μαυΐας λέγει· “σκέπτομαι περὶ τούτου·” καὶ κελεύει ἀμφοτέρους ἐξελθεῖν. προσκαλεσάμενος δὲ Μαυΐας κατ’ ἰδίαν τὸν Σέργιον λέγει αὐτῷ· “μηκέτι προσκυνήσῃς τῷ Ἀνδρέᾳ, ἐπεὶ οὐδὲν ἀνύσεις.” καὶ τῇ ἐπαύριον προλαβὼν ὁ Σέργιος τὸν Ἀνδρέαν πρὸς
20Μαυΐαν ἐκάθητο. καὶ εἰσελθόντος τοῦ Ἀνδρέου, οὐκ ἐπηγέρθη καθὼς χθές. ὁ δὲ Ἀνδρέας περιβλεψάμενος τῷ Σεργίῳ δεινῶς ὕβρισε καὶ ἠπείλησε λέγων, ὅτι· “εἰ ζῶ, δεῖξαί σοι ἔχω τὸ τίς εἰμί.” ὁ δὲ Σέργιος ἔφη· “οὐκ ἐπεγείρομαί σοι, ὅτι οὐκ εἶ ἀνήρ, οὐδὲ γυνή.” ἀμφοτέρους δὲ παύσας ὁ Μαυΐας τῷ Ἀνδρέᾳ ἔφη· “στοίχησον δοῦ‐
25ναι καθὼς ὁ Σέργιος δίδωσιν·” “καὶ πόσον ἔστιν;” ἔφη Ἀνδρέας. ὁ δὲ Μαυΐας εἶπεν· “τὴν εἰσφορὰν τῶν δημοσίων παρέχειν τοῖς Ἄραψιν.” καὶ ὁ Ἀνδρέας ἔφη· “βαβαί σοι, Μαυΐα, συμβουλεύεις τὸ σῶμα δοῦναι, τὴν δὲ σκιὰν κατέχειν. ὡς θέλεις, μετὰ Σεργίου στοίχει· ἐγὼ γὰρ τοῦτο οὐ ποιῶ. πλὴν σὲ παρεῶντες, πρὸς τὸν
30θεόν, ὡς δυνατώτερόν σου ὄντα ὑπερασπίζειν Ῥωμαίοις, καταφεύ‐
γομεν καὶ ἐπ’ αὐτῷ τὰς ἐλπίδας τιθέμεθα.” ταῦτα εἰπὼν λέγει τῷ349

350

Μαυΐᾳ· “σώζου·” καὶ ἐξῆλθεν ἀπὸ Δαμασκοῦ ἐπὶ τὴν Μελιτηνὴν διὰ τὸ τὸν τύραννον εἶναι ἐν τοῖς μέρεσιν ἐκείνοις, ἐν οἷς καὶ Σέρ‐ γιος εἶχε πορεύεσθαι. ὡς δὲ κατέλαβε τὴν Ἀραβισσόν, περιτυγχάνει τῷ κλεισουροφύλακι. οὐ γὰρ συναπῄει τῷ τυράννῳ. τούτῳ δὲ προσ‐
5τάττει παρατηρεῖν τὸν Σέργιον ἐπανερχόμενον, ἵνα αὐτὸν ἀγάγῃ πρὸς αὐτόν. αὐτὸς δὲ ἐπορεύθη εἰς Ἀμνησίαν τὸν Σέργιον ἐκ‐ δεχόμενος, τὰ δὲ πεπραγμένα τῷ βασιλεῖ ἐδήλωσεν. Σέργιος δὲ στοιχήσας μετὰ Μαυΐου τὰ δοκοῦντα παρέλαβε Φαδαλᾶν, στρατηγὸν Ἀράβων, μετὰ βοηθείας βαρβαρικῆς συμμαχεῖν τῷ Σαβωρίῳ. προ‐
10πορευόμενος δὲ ὁ Σέργιος τῷ Φαδαλᾷ καὶ περιχαρῶς πρὸς Σαβώ‐ ριον ἀπερχόμενος περιπίπτει ἐν ταῖς κλεισούραις τοῖς τοῦ Ἀνδρέου λόχοις. καὶ τοῦτον κρατήσαντες πρὸς Ἀνδρέαν φέρουσι δέσμιον. ὁ δὲ Σέργιος ἰδὼν τὸν Ἀνδρέαν ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ δεόμενος φείσασθαι αὐτοῦ. ὁ δὲ πρὸς αὐτόν· “σὺ εἶ Σέργιος ὁ
15ἐγκαυχώμενος ἐν τοῖς αἰδοίοις ἐπὶ Μαυΐου, κἀμὲ θηλυδρίαν ἀπο‐ καλῶν. ἰδού· ἀπὸ τοῦ νῦν τὰ αἰδοῖά σου οὐδέν σε ὠφελήσουσιν, ἀλλὰ καὶ θανατώσουσιν.” ταῦτα εἰπὼν ἐπιτρέπει ἐκτμηθῆναι αὐτοῦ τὰ αἰδοῖα, καὶ ἐκρέμασεν αὐτὸν ἐπὶ ξύλου. ὁ δὲ Κωνσταντῖνος ἀκούσας τὴν τοῦ Φαδαλᾶ ἄφιξιν εἰς τὴν Σαβωρίου βοήθειαν ἀπο‐
20στέλλει Νικηφόρον τὸν πατρίκιον μετὰ Ῥωμαϊκῆς δυνάμεως ἀντι‐ τάξασθαι τῷ Σαβωρίῳ. ἦν δὲ Σαβώριος εἰς Ἀδριανούπολιν, καὶ ὡς ἐπύθετο Νικηφόρον ἔρχεσθαι πρὸς αὐτόν, ἐγύμναζεν ἑαυτὸν πρὸς πόλεμον. συνέβη δὲ ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰωθὸς τοῦτον τῆς πόλεως ἔφιππον ἐξελαύνειν. ὡς δὲ γέγονε πλησίον τῆς πύλης τῆς
25πόλεως, δίδωσι τῷ ἵππῳ τῇ μάστιγι. ὁ δὲ ἀφηνιάσας καὶ τούτου τὴν κεφαλὴν τῇ πύλῃ προσρήξας κακῶς τοῦ ζῇν ἀπήλλαξεν· καὶ οὕτως ὁ θεὸς τὴν νίκην ἐδωρήσατο τῷ βασιλεῖ. Φαδαλᾶς οὖν ἐλθὼν εἰς τὴν Ἑξάπολιν καὶ μαθὼν πάντα ἠπόρησεν, καὶ ἀποστέλλει πρὸς
Μαυΐαν αἰτῶν βοήθειαν διὰ τὸ τοὺς Ῥωμαίους εἰς ὁμόνοιαν ἐλθεῖν.350

351

πέμπει δὲ αὐτῷ Μαυΐας τὸν υἱὸν αὐτοῦ Ἰζίδ, καθοπλίσας αὐτὸν πλήθει βαρβάρων. παρεγένοντο δὲ ἀμφότεροι εἰς Χαλκηδόνα καὶ ᾐχμαλώτευσαν πολλούς, παρέλαβον δὲ καὶ τὸ Ἀμώριον τῆς Φρυγίας εʹ χιλιάδας ἐνόπλων ἀνδρῶν ἀφέντες εἰς φυλακὴν αὐτοῦ, καὶ ἀνέκαμψαν
5εἰς Συρίαν. χειμῶνος δὲ γενομένου πέμπει ὁ βασιλεὺς τὸν αὐτὸν Ἀνδρέαν τὸν κουβικουλάριον, καὶ χιόνος πολλῆς οὔσης, ἐν νυκτὶ καταλαμβάνει· καὶ διὰ ξύλων ἀνέρχονται ἐπὶ τὸ τεῖχος καὶ εἰσέρχον‐ ται εἰς τὸ Ἀμώριον· καὶ πάντας κτείνουσι τοὺς Ἄραβας, τὰς εʹ χι‐ λιάδας, καὶ οὐχ ὑπελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. ἐν αὐτῷ δὲ τῷ χει‐
10μῶνι πλημμύρα ὑδάτων γέγονεν εἰς Ἔδεσαν, καὶ πολλοὶ ἀπώλοντο· ἐφάνη δὲ καὶ σημεῖον ἐν τῷ οὐρανῷ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ἔτη ϛʹ.
͵ϛρξʹ. κξʹ. κζʹ. ιγʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη ὁ βασιλεὺς Κώνστας ἐν Σικελίᾳ
15ἐν Συρακούσῃ ἐν τῷ βαλανείῳ, ᾧ ὄνομα Δάφνη. ἦν δὲ ἡ αἰτία αὕτη. μετὰ τὴν ἀναίρεσιν Θεοδοσίου, τοῦ ἀδελφοῦ αὐτοῦ, ἐμισήθη ὑπὸ τῶν Βυζαντίων, καὶ μάλιστα ὅτι καὶ Μαρτῖνον, τὸν ἁγιώτατον πάπαν Ῥώμης, ἀτίμως ἤγαγεν ἐν Κωνσταντινουπόλει καὶ ἐξώρισεν εἰς τὰ τῆς Χερσῶνος κλίματα, καὶ Μάξιμον τὸν σοφώτατον καὶ
20ὁμολογητὴν ἐγλωσσοτόμησεν καὶ ἐχειροκόπησε καὶ πολλοὺς τῶν ὀρθο‐ δόξων αἰκίαις καὶ ἐξορίαις καὶ δημεύσεσι κατεδίκασε διὰ τὸ μὴ πεί‐ θεσθαι τῇ αἱρέσει αὐτοῦ, καὶ τοὺς δύο Ἀναστασίους μαθητὰς ὑπ‐ άρχοντας τοῦ ὁμολογητοῦ καὶ μάρτυρος Μαξίμου ἐξορίαις καὶ βασάνοις ἐπέδωκεν. διά τοι ταῦτα ἐμισήθη σφοδρῶς παρὰ πάντων. δειλιάσας
25δὲ ἠβουλήθη μετενέγκαι τὸ βασίλειον εἰς Ῥώμην. ὅθεν καὶ τὴν βασίλισσαν καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ ἐπᾶραι ἠθέλησεν, εἰ μὴ Ἀνδρέας ὁ κουβικουλάριος καὶ Θεόδωρος ὁ Κολωνείας τὴν τούτου βουλὴν διεκώλυσαν. ἐποίησε δὲ ἐν Σικελίᾳ ἔτη ϛʹ. εἰσελθόντι δὲ αὐτῷ ἐν τῷ εἰρημένῳ βαλανείῳ συνεισῆλθεν αὐτῷ τις Ἀνδρέας, υἱὸς
30Τρωΐλου, ὑπουργῶν αὐτῷ. ὡς δὲ ἤρξατο γαλλικῷ σμήχεσθαι, λαβὼν
Ἀνδρέας τὸ κάδιον δίδωσι κατὰ κορυφῆς τοῦ βασιλέως καὶ εὐθέως351

352

ἀπέδρα. τοῦ δὲ βασιλέως χρονίσαντος ἐν τῷ βαλανείῳ, εἰσπηδῶσιν οἱ ἔξω καὶ εὑρίσκουσι τὸν βασιλέα τεθνηκότα· καὶ τοῦτον θάψαντες Μιζίζιόν τινα Ἀρμένιον βασιλέα πεποίηκαν βιασάμενοι τοῦτον· ἦν γὰρ λίαν εὐπρεπὴς καὶ ὡραιότατος. ἀκούσας δὲ Κωνσταντῖνος τὴν
5τοῦ πατρὸς ἀποβίωσιν μετὰ πλείστης ναυστολίας τὴν Σικελίαν κατ‐ έλαβεν, καὶ χειρωσάμενος Μιζίζιον τοῦτον ἀναιρεῖ σὺν τῶν φονέων τοῦ ἰδίου πατρός. καὶ καταστήσας τὰ ἑσπέρια ἐπὶ τὴν Κωνσταντι‐ νούπολιν ὥρμησεν, καὶ βασιλεύει τῶν Ῥωμαίων μετὰ Τιβερίου καὶ Ἡρακλείου, τῶν ἰδίων ἀδελφῶν.
10Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ.
αʹ. ιδʹ. βʹ.
Τούτῳ τῷ ἔτει ἐβασίλευσε Κωνσταντῖνος σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. καὶ ἐπεστράτευσαν Σαρακηνοὶ τὴν Ἀφρικὴν καὶ ᾐχμαλώτευ‐ σαν χιλιάδας πʹ, ὥς φασιν. οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν ἦλθον
15ἐν Χρυσοπόλει λέγοντες ὅτι· “εἰς τριάδα πιστεύομεν· τοὺς τρεῖς στέψωμεν.” ἐταράχθη δὲ Κωνσταντῖνος, διότι αὐτὸς μόνος ἦν ἐστεμ‐ μένος, οἱ δὲ ἀδελφοὶ αὐτοῦ οὐδεμίαν ἀξίαν εἶχον· καὶ ἀποστείλας Θεόδωρον τὸν πατρίκιον τὸν Κολωνείας ἐτροπώσατο αὐτοὺς ἐπαι‐ νέσας αὐτούς, καὶ ἔλαβε τὰ πρωτεῖα αὐτῶν τοῦ εἰσελθεῖν ἐν τῇ
20πόλει καὶ μετὰ τῆς συγκλήτου βουλεύσασθαι καὶ ποιῆσαι τὸ θέλημα αὐτῶν. εὐθέως δὲ ὁ βασιλεὺς τούτους ἐφούρκισεν ἀντιπέραν ἐν Συκαῖς. καὶ τοῦτο ἰδόντες καὶ καταισχυνθέντες ἀπῆλθον ἐν ὀδύνῃ
εἰς τὰ ἴδια. ὁ δὲ βασιλεὺς τοὺς ἀδελφοὺς αὐτοῦ ἐρρινοκόπησεν.352

353

[Start of a diagram]Κόσμου ἔτη ͵ϛρξβʹ. Τῆς θείας σαρκώσεως ἔτη χξβʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. βʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. ιεʹ.
5Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ϛʹ. γʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει χειμὼν μέγας ἐγένετο, καὶ πολλοὶ ἐκινδύνευσαν ἄνθρωποι καὶ θηρία. καὶ ἐχείμασε Φαδαλᾶς εἰς Κύζικον.
γʹ. ιϛʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βουσοὺρ καὶ ᾐχμαλώτευσε πολλοὺς
10καὶ ὑπέστρεψεν.
δʹ. ιζʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐφάνη Ἴρις ἐν τῷ οὐρανῷ, καὶ ἔφριξε πᾶσα σάρξ, ἐν μηνὶ Μαρτίῳ Δύστρῳ, ὥστε λέγειν πάντας ὅτι συντέλειά ἐστιν. Τούτῳ τῷ χρόνῳ στόλον μέγαν ἐξαρτίσαντες οἱ ἀρνηταὶ τοῦ
15Χριστοῦ καὶ παραπλεύσαντες τὴν Κιλικίαν παρεχείμασαν, εἰς Σμύρ‐ νην Μουάμεδ ὁ τοῦ Ἀβδελᾶ, Κάϊσος δὲ εἰς Κιλικίαν καὶ Λυκίαν. καὶ ἐγένετο θανατικὸν ἐν Αἰγύπτῳ. ἀπέστειλε δὲ καὶ Χαλὲ τὸν ἀμηραῖον μετὰ καὶ ἑτέρου στόλου πρὸς βοήθειαν αὐτῶν, ὡς ἱκανώ‐ τατον καὶ τολμηρὸν πρὸς μάχην. ὁ δὲ προλεχθεὶς Κωνσταντῖνος τὴν
20τοιαύτην τῶν θεομάχων κατὰ Κωνσταντινουπόλεως κίνησιν ἐγνω‐ κὼς κατεσκεύασε καὶ αὐτὸς διήρεις εὐμεγέθεις κακκαβοπυρφόρους καὶ δρόμωνας σιφωνοφόρους καὶ τούτους προσορμίσαι ἐκέλευσεν ἐν τῷ Προκλιανησίῳ τῶν Καισαρίου λιμένι.
εʹ. ιηʹ. ϛʹ.
25Τούτῳ τῷ ἔτει ὁ προλεχθεὶς τῶν θεομάχων στόλος ἀναβάλας προσώρμισεν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν ἀπὸ τῆς πρὸς δύσιν ἀκρό‐ τητος τοῦ Ἑβδόμου, ἤτοι τῆς λεγομένης Μαγναύρας, μέχρι πάλιν τοῦ πρὸς ἀνατολὴν ἀκρωτηρίου τοῦ λεγομένου Κυκλοβίου. κατὰ πᾶσαν οὖν ἡμέραν συμβολὴ πολέμου ἐκροτεῖτο ἀπὸ πρωῒ ἕως ἑσπέ‐
30ρας, ἀπὸ τοῦ βραχιαλίου τῆς Χρυσῆς πόρτης μέχρι τοῦ Κυκλοβίου353

354

ἑαυτοὺς ὠθοῦντες καὶ ἀντωθούμενοι. ἐν τούτοις οὖν διετέλεσαν ἀπὸ τοῦ Ἀπριλλίου μηνὸς μέχρι τοῦ Σεπτεμβρίου. καὶ ὑποστρέψαν‐ τες ἀπέρχονται ἐν Κυζίκῳ, καὶ ταύτην παραλαβόντες ἐκεῖσε παρεχεί‐ μαζον. καὶ κατὰ τὸ ἔαρ ἀναβάλλων ὁμοίως πόλεμον διὰ θαλάσσης
5συνῆπτε μετὰ τῶν Χριστιανῶν. ἐπὶ ἑπτὰ δὲ ἔτη τὰ αὐτὰ τελέσαντες, καὶ αἰσχυνθέντες τῇ τοῦ θεοῦ βοηθείᾳ καὶ τῆς θεομήτορος, πλῆθός τε ἀποβαλόντες ἀνδρῶν μαχίμων, καὶ τραυματίας μεγίστης εἰς αὐτοὺς γενομένης, ἀνθυπέστρεψαν μετὰ μεγάλης λύπης. ἐκπορίζων δὲ ὁ αὐτὸς θεοβύθιστος στόλος κατελήφθη ὑπὸ χειμερίου ζάλης καὶ πνεύ‐
10ματος καταιγίδος ἐπὶ τὰ μέρη τοῦ Συλλαίου καὶ συντριβεὶς ὁλοκλή‐ ρως ὤλετο. Σουφιᾶν δέ, ὁ υἱὸς τοῦ Ἀΰφ, ὁ δεύτερος ἀδελφός, συνέβαλε πόλεμον μετὰ Φλώρου καὶ Πετρωνᾶ καὶ Κυπριανοῦ ἐχόν‐ των δύναμιν Ῥωμαϊκήν· καὶ κτείνονται Ἄραβες χιλιάδες λʹ. τότε Καλλίνικος ἀρχιτέκτων ἀπὸ Ἡλιουπόλεως Συρίας προσφυγὼν τοῖς
15Ῥωμαίοις πῦρ θαλάσσιον κατασκευάσας τὰ τῶν Ἀράβων σκάφη ἐν‐ έπρησε καὶ σύμψυχα κατέκαυσεν. καὶ οὕτως οἱ Ῥωμαῖοι μετὰ νίκης ὑπέστρεψαν καὶ τὸ θαλάσσιον πῦρ εὗρον. Κωνσταντινουπόλεως ἐπίσκοπος Κωνσταντῖνος ἔτη βʹ.
ϛʹ. ιθʹ. αʹ.
20Τούτῳ τῷ ἔτει ἐχείμασεν Ἀβδελᾶς, υἱὸς Κάϊς, καὶ Φαδαλᾶς εἰς Κρήτην.
ζʹ. κʹ. βʹ. Τούτῳ τῷ ἔτει ὤφθη σημεῖον ἐν τῷ οὐρανῷ ἐν ἡμέρᾳ σαββάτῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θεόδωρος ἔτη βʹ.
25
ηʹ. καʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐγένετο ἀκρὶς μεγάλη κατὰ Συρίαν καὶ Μεσο‐
ποταμίαν.354

355

[Start of a diagram]Κόσμου ἔτη ͵ϛρξθʹ. Τῆς θείας σαρκώσεως ἔτη χξθʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. θʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. κβʹ.
5Κωνσταντ. ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. βʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει εἰσῆλθον Μαρδαῖται εἰς τὸν Λίβανον καὶ ἐκρά‐ τησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως καὶ ἐχειρώ‐ σαντο τὰς τοῦ Λιβάνου περιωπάς· καὶ πολλοὶ δοῦλοι καὶ αἰχμάλωτοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι’ ὀλίγου χρόνου εἰς
10πολλὰς χιλιάδας γενέσθαι. καὶ ταῦτα μαθὼν Μαυΐας καὶ οἱ σύμ‐ βουλοι αὐτοῦ ἐφοβήθησαν σφόδρα συλλογισάμενοι, ὅτι τὸ βασίλειον τῶν Ῥωμαίων ὑπὸ θεοῦ φρουρεῖται. καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην, ὑποσχόμενος καὶ ἐτήσια τῷ βασιλεῖ παρέχειν πάκτα. ὁ δὲ βασιλεὺς τοὺς τοιούτους
15πρέσβεις δεξάμενος καὶ τὴν αἴτησιν αὐτῶν ἀκηκοὼς ἀπέστειλε σὺν αὐτοῖς ἐν Συρίᾳ Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαῦδιν, ὡς ἀρχαιογενῆ τῆς πολιτείας καὶ πολύπειρον ὄντα καὶ μεγάλης ἀντ‐ εχόμενον φρονήσεως, ἐπὶ τὸ ἁρμοδίως διαλεχθῆναι τοῖς Ἄραψι καὶ τὰ τῆς εἰρήνης συμφωνῆσαι. τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, ὁ
20Μαυΐας σώρευμα πεποιηκὼς τῶν τε ἀμηραίων καὶ κορασηνῶν ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς. πολλῶν οὖν ἀναμεταξὺ αὐτῶν εἰρηνικῶν λεχθέντων λόγων, συνεφωνήθη πρὸς ἑκατέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ’ ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρ‐ έχεσθαι τῇ Ῥωμαϊκῇ πολιτείᾳ παρὰ τῶν Ἀγαρηνῶν χρυσοῦ χιλιάδας
25τρεῖς καὶ ἄνδρας αἰχμαλώτους νʹ καὶ ἵππους εὐγενεῖς νʹ. ταῦτα στοιχηθέντα μεταξὺ τῶν δύο μερῶν ἐπὶ χρόνους λʹ φυλάττεσθαι πλατεῖαν εἰρήνην ἀναμέσον Ῥωμαίων καὶ Ἀράβων 〈πεποίηκεν〉· καὶ τῶν τοιούτων καθολικῶν δύο ἐγγράφων λόγων πρὸς ἀλλήλους μεθ’
ὅρκων γεγονότων καὶ ἀλλήλοις ἐπιδοθέντων, ὁ πολλαχῶς λεχθεὶς355

356

πανεύφημος ἀνὴρ πρὸς τὸν βασιλέα ὑπέστρεψε μετὰ καὶ δώρων πολλῶν. ταῦτα μαθόντες οἱ τὰ ἑσπέρια οἰκοῦντες μέρη, ὅ τε Χα‐ γάνος τῶν Ἀβάρων καὶ οἱ ἐπέκεινα ῥῆγες ἔξαρχοί τε καὶ κάσταλδοι καὶ οἱ ἐξοχώτατοι τῶν πρὸς τὴν δύσιν ἐθνῶν, διὰ πρεσβευτῶν δῶρα
5τῷ βασιλεῖ στείλαντες εἰρηνικὴν πρὸς αὐτοὺς ἀγάπην κυρωθῆναι ᾐτήσαντο. εἴξας οὖν ὁ βασιλεὺς ταῖς αὐτῶν αἰτήσεσιν ἐκύρωσε καὶ πρὸς αὐτοὺς δεσποτικὴν εἰρήνην. καὶ ἐγένετο ἀμεριμνία μεγάλη ἔν τε τῇ ἀνατολῇ καὶ δύσει. Κωνσταντινουπόλεως ἐπίσκοπος Γεώργιος ἔτη ϛʹ.
10
͵ϛροʹ. χοʹ. ιʹ. κγʹ. αʹ. Τούτῳ τῷ ἔτει γέγονε σεισμὸς μέγας κατὰ τὴν Μεσοποταμίαν, ἐν ᾧ πίπτει τὸ βατᾶν καὶ ὁ τροῦλλος τῆς ἐκκλησίας Ἐδέσης· καὶ κτίζει αὐτὸν Μαυΐας σπουδῇ τῶν Χριστιανῶν.
ιαʹ. κδʹ. βʹ.
15Τούτῳ τῷ ἔτει ἀπεβίω Μαυΐας, ὁ τῶν Σαρακηνῶν πρωτοσύμ‐ βουλος, μηνὶ Ἀρτεμισίῳ ϛʹ ἰνδικτιῶνος αʹ. γέγονε δὲ στρατηγὸς ἔτη κʹ, καὶ ἀμήρευσεν ἔτη κδʹ, καὶ ἦρξεν Ἰζίδ, ὁ υἱὸς αὐτοῦ. Καὶ τούτῳ τῷ χρόνῳ τὸ τῶν Βουλγάρων ἔθνος ἐπῆλθε τῇ Θρᾴκῃ. ἀναγκαῖον δὲ εἰπεῖν καὶ περὶ τῆς ἀρχαιότητος τῶν Οὐννο‐
20γουνδούρων Βουλγάρων καὶ Κοτράγων. ἐν τοῖς ἀρκτῴοις περατι‐ κοῖς μέρεσι τοῦ Εὐξείνου πόντου, ἐν τῇ λεγομένῃ Μαιώτιδι λίμνῃ, εἰς ἣν εἰσάγεται ποταμὸς μέγιστος ἀπὸ τοῦ ὠκεανοῦ καταφερόμενος διὰ τῆς τῶν Σαρματῶν γῆς, λεγόμενος Ἄτελ, εἰς ὃν εἰσάγεται ὁ λεγόμενος Τάναϊς ποταμὸς καὶ αὐτὸς ἀπὸ τῶν Ἰβηρίων πυλῶν ἐξ‐
25ερχόμενος τῶν ἐν τοῖς Καυκασίοις ὄρεσιν, ἀπὸ δὲ τῆς μίξεως τοῦ Τάναϊ καὶ τοῦ Ἄτελ, (ἄνωθεν τῆς προλεχθείσης Μαιώτιδος λίμνης
σχιζομένου τοῦ Ἄτελ) ἔρχεται ὁ λεγόμενος Κοῦφις ποταμός, καὶ356

357

ἀποδίδει εἰς τὸ τέλος τῆς Ποντικῆς θαλάσσης πλησίον τῶν Νεκρο‐ πήλων εἰς τὸ ἄκρωμα τὸ λεγόμενον Κριοῦ Πρόσωπον. ἀπὸ δὲ τῆς προσημανθείσης λίμνης ἴσα ποταμῷ θάλασσα, καὶ εἰσάγεται εἰς τὴν τοῦ Εὐξείνου πόντου θάλασσαν διὰ τῆς γῆς Βοσφόρου καὶ Κιμμε‐
5ρίου, ἐξ οὗ ποταμοῦ ἀγρεύεται τὸ λεγόμενον μουρζοῦλιν καὶ τὰ τούτου ὅμοια, καὶ εἰς μὲν τὰ πρὸς ἀνατολὴν μέρη τῆς προκειμένης λίμνης ἐπὶ Φαναγουρίαν καὶ τοὺς ἐκεῖσε οἰκοῦντας Ἑβραίους παρά‐ κεινται ἔθνη πλεῖστα· ἀπὸ δὲ τῆς αὐτῆς λίμνης ἐπὶ τὸν λεγόμενον Κοῦφιν ποταμόν, ἔνθα τὸ ξυστὸν ἀγρεύεται Βουλγαρικὸν ὀψάριν,
10ἡ παλαιὰ Βουλγαρία ἐστὶν ἡ μεγάλη, καὶ οἱ λεγόμενοι Κότραγοι ὁμόφυλοι αὐτῶν καὶ οὗτοι τυγχάνοντες. ἐπὶ δὲ τῶν χρόνων Κων‐ σταντίνου, τοῦ εἰς τὴν δύσιν, Κροβάτου τοῦ κυροῦ τῆς λεχθείσης Βουλγαρίας καὶ τῶν Κοτράγων τὸν βίον μεταλλάξαντος καὶ πέντε καταλιπόντος υἱοὺς καὶ διατυπώσαντος μηδαμῶς τούτους ἀποχωρισ‐
15θῆναι ἐκ τῆς πρὸς ἀλλήλους διαίτης, διὰ τὸ πάντη κυριεύειν αὐτοὺς καὶ ἑτέρῳ μὴ δουλωθῆναι ἔθνει, μετ’ ὀλίγον δὲ χρόνον τῆς ἐκείνου τελευτῆς εἰς διαίρεσιν ἐληλυθότες οἱ αὐτοῦ πέντε υἱοὶ διέστησαν ἀπ’ ἀλλήλων μετὰ τοῦ ἐν ὑπεξουσιότητι ἑκάστου αὐτῶν ὑποκειμένου λαοῦ. καὶ ὁ μὲν πρῶτος υἱὸς ὁ λεγόμενος Βατβαιᾶν τὴν ἐντολὴν
20τοῦ οἰκείου φυλάξας πατρὸς διέμεινεν ἐν τῇ προγονικῇ αὐτοῦ γῇ μέχρι τῆς δεῦρο. ὁ δὲ δεύτερος τούτου ἀδελφός, ὁ λεγόμενος Κό‐ τραγος, τὸν Τάναϊν διαβὰς ποταμὸν ἀπέναντι τοῦ πρώτου ᾤκησεν ἀδελφοῦ. ὁ δὲ τέταρτος καὶ ὁ πέμπτος τὸν Ἴστρον ἤτοι Δανοῦβιν λεγόμενον περαιωθέντες ποταμόν, ὁ μὲν εἰς Πανονίαν τῆς Ἀβαρίας
25ὑποταγεὶς τῷ Χαγάνῳ τῶν Ἀβάρων ἔμεινεν ἐκεῖ μετὰ τῆς δυνάμεως αὐτοῦ, ὁ δὲ τὴν πρὸς τῇ Ῥαβέννῃ Πεντάπολιν καταλαβὼν ὑπὸ τὴν βασιλείαν τῶν Χριστιανῶν γέγονεν. ἔπειτα τούτων ὁ τρίτος, Ἀσπα‐
ροὺχ λεγόμενος, τὸν Δάναπριν καὶ Δάναστριν περάσας καὶ τὸν357

358

Ὄγλον καταλαβὼν βορειοτέρους τοῦ Δανουβίου ποταμοὺς μεταξὺ τού‐ του κἀκείνων ᾤκησεν, ἀσφαλῆ καὶ δυσμάχητον εἶναι τὸν τόπον στοχα‐ σάμενος ἐξ ἑκάστου μέρους· τελματώδης γὰρ ἔμπροσθεν, καὶ ἄλλοθεν τοῖς ποταμοῖς στεφανούμενος, πολλὴν τῷ ἔθνει τεταπεινωμένῳ διὰ
5τὸν μερισμὸν τὴν ἐκ τῶν πολεμίων παρεῖχεν ἄνεσιν. τούτων δὲ οὕτως εἰς πέντε μέρη διαιρεθέντων καὶ ἐν βραχύτητι καταντησάν‐ των, ἐξῆλθε τὸ μέγα ἔθνος τῶν Χαζάρων ἀπὸ τοῦ ἐνδοτέρου βάθους Βερζιλίας τῆς πρώτης Σαρματίας καὶ ἐδέσποσε πάσης τῆς περατικῆς γῆς μέχρι τῆς Ποντικῆς θαλάσσης· καὶ τὸν πρῶτον ἀδελφὸν Βατβαιᾶν,
10τῆς πρώτης Βουλγαρίας ἄρχοντα, ὑποτελῆς καταστήσας φόρους παρ’ αὐτοῦ κομίζεται μέχρι τοῦ νῦν. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος με‐ μαθηκώς, ὅτι ἐξάπινα ἔθνος ῥυπαρὸν καὶ ἀκάθαρτον ἐκεῖθεν τοῦ Δανουβίου εἰς τὸν Ὄγλον ἐσκήνωσεν, καὶ τὰ πλησιάζοντα τῷ Δα‐ νουβίῳ ἐκτρέχει καὶ λυμαίνεται, τοῦτ’ ἔστι τὴν νῦν κρατουμένην
15ὑπ’ αὐτῶν χώραν, ὑπὸ Χριστιανῶν τότε κρατουμένην, ἠνιάθη σφό‐ δρα· καὶ κελεύει περᾶσαι πάντα τὰ θέματα ἐν τῇ Θρᾴκῃ. καὶ ἐξοπλίσας στόλον διά τε γῆς καὶ θαλάσσης κατ’ αὐτῶν ἀπεκίνησε πολέμῳ τού‐ τους ἐκδιῶξαι πειρώμενος, καὶ διὰ μὲν τῆς πρὸς τῷ Ὄγλῳ καλου‐ μένῳ καὶ Δανουβίῳ ἠπείρου τὰ πεζικὰ παρατάξας, διὰ δὲ τῆς
20πλησιαζούσης ἀκτῆς τὰς ναῦς προσορμίσας. τοῦτο δὲ τὸ ἀθρόον καὶ παμπληθὲς τῆς παρατάξεως οἱ Βούλγαροι θεασάμενοι, τῆς ἑαυτῶν ἀπεγνωκότες σωτηρίας εἰς τὸ προλεχθὲν ὀχύρωμα καταφεύγουσι καὶ ἑαυτοὺς ἀσφαλίζονται. ἐν τρισὶ δὲ καὶ τέτρασιν ἡμέραις ἐκ τοῦ τοιούτου ὀχυρώματος αὐτῶν μὲν ἐξελθεῖν μὴ τολμησάντων, τῶν δὲ
25Ῥωμαίων πόλεμον μὴ συναψάντων διὰ τὴν προκειμένην τῶν τελμά‐ των πρόφασιν, στοχασάμενον τὸ μιαρὸν ἔθνος τὴν χαυνότητα τῶν Ῥωμαίων ἀνελάβετο καὶ προθυμότερον γέγονεν. τοῦ δὲ βασιλέως ἐν ποδαλγίᾳ ὀξυπαθήσαντος καὶ ἐπὶ Μεσημβρίαν βιασθέντος ὑπο‐ στρέψαι διὰ συνήθειαν λουτροῦ ἅμα πέντε δρομώνων καὶ τῶν οἰ‐
30κείων αὐτοῦ ἀνθρώπων, κατέλιπε τοὺς στρατηγοὺς καὶ τὸν λαὸν358

359

κελεύσας παρακονδακίζειν καὶ ὑποσῦραι αὐτοὺς ἐκ τοῦ ὀχυρώματος καὶ πόλεμον πρὸς αὐτοὺς κροτῆσαι, εἰ τύχοι αὐτοὺς ἐξελθεῖν· εἰ δὲ μή, κἂν παρακαθίσαι αὐτοὺς καὶ φυλάττειν ἐν τοῖς ἐρύμασιν. οἱ δὲ τοῦ καβαλλαρικοῦ τὸν βασιλέα φεύγειν διαφημίσαντες καὶ φόβῳ
5συσχεθέντες τῇ αὐτῇ φυγῇ ἐχρήσαντο, μηδενὸς διώκοντος. οἱ δὲ Βούλγαροι τοῦτο θεασάμενοι ἐπεδίωκον ὀπίσω αὐτῶν καὶ τοὺς πλεί‐ στους ξίφει ἀνεῖλον, πολλοὺς δὲ καὶ ἐτραυμάτισαν. καὶ καταδιώξαντες αὐτοὺς μέχρι τοῦ Δανουβίου καὶ τοῦτον περάσαντες καὶ ἐλθόντες ἐπὶ τὴν λεγομένην Βάρναν πλησίον Ὀδύσσου καὶ τοῦ ἐκεῖσε μεσο‐
10γαίου, τὸν τόπον ἑωρακότες ἐν πολλῇ ἀσφαλείᾳ διακείμενον, ἐκ μὲν τῶν ὄπισθεν διὰ τοῦ Δανουβίου ποταμοῦ, ἔμπροσθεν δὲ καὶ ἐκ πλαγίων διὰ κλεισουρῶν καὶ τῆς Ποντικῆς θαλάσσης, κυριευσάντων δὲ αὐτῶν καὶ τῶν παρακειμένων Σκλαυινῶν ἐθνῶν τὰς λεγομένας ἑπτὰ γενεάς, τοὺς μὲν Σέβερεις κατῴκισαν ἀπὸ τῆς ἔμπροσθεν
15κλεισούρας Βερεγάβων ἐπὶ τὰ πρὸς ἀνατολὴν μέρη, εἰς δὲ τὰ πρὸς μεσημβρίαν καὶ δύσιν μέχρις Ἀβαρίας τὰς ὑπολοίπους ἑπτὰ γενεὰς ὑπὸ πάκτον ὄντας· ἐν τούτοις οὖν πλατυνθέντων αὐτῶν ἐγαυρίασαν, καὶ ἤρξαντο τὰ ὑπὸ τὴν Ῥωμαϊκὴν πολιτείαν ὄντα κάστρα τε καὶ χωρία ἐπιρρίπτειν καὶ αἰχμαλωτίζειν. ὅθεν ἀναγκασθεὶς ὁ βασιλεὺς
20εἰρήνευσε μετ’ αὐτῶν, ἐτήσια αὐτοῖς συμφωνήσας πάκτα παρέχειν ἐπ’ αἰσχύνῃ Ῥωμαίων διὰ πλῆθος πταισμάτων· θαυμαστὸν γὰρ ἦν ἀκουόμενον τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι ὁ πάντας ὑποτελεῖς ἑαυτῷ καταστησάμενος, τούς τε κατὰ τὴν ἑῴαν καὶ δύσιν καὶ ἄρκτον καὶ μεσημβρίαν, ὑπὸ τοῦδε τοῦ μυσαροῦ καὶ νεοφανοῦς ἔθνους
25ἡττήθη. ἀλλ’ οὗτος μὲν ἐκ προνοίας θεοῦ τοῦτο συμβεβηκέναι Χρι‐ στιανοῖς πιστεύσας, εὐαγγελικῶς διανοησάμενος εἰρήνευσεν· καὶ ἦν ἕως τελευτῆς αὐτοῦ ἠρεμῶν ἐκ πάντων πολεμίων σπουδὴν ἔχων ἐξ‐ αίρετον ἑνῶσαι τὰς ἁπανταχῆ διῃρημένας ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀπὸ τῶν χρόνων Ἡρακλείου τοῦ βασιλέως καὶ προπάππου αὐτοῦ,
30καὶ Σεργίου τοῦ κακόφρονος καὶ Πύρρου, τῶν ἀναξίως ἡγησαμένων τοῦ θρόνου Κωνσταντινουπόλεως, μίαν τε θέλησιν καὶ μίαν ἐνέρ‐ γειαν ἐπὶ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
δογματισάντων, ὧν τὰς κακοδοξίας ἀνατρέψαι σπουδάζων ὁ αὐτὸς359

360

χριστιανικώτατος βασιλεὺς σύνοδον οἰκουμενικὴν συναθροίσας ἐπι‐ σκόπων σπθʹ ἐν Κωνσταντινουπόλει, τά τε προκεκυρωμένα ἐν ταῖς προλαβούσαις ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις ἐπεβεβαίωσε δόγματα, καὶ τὸ τῶν δύο θελημάτων καὶ ἐνεργειῶν εὐσεβὲς θεσπι‐
5σθῆναι δόγμα συνεψηφίσατο κατὰ τὴν αὐτὴν ἁγίαν καὶ ἀκριβεστάτην ἕκτην οἰκουμενικὴν σύνοδον, ἧς καὶ ἐξῆρχον ὁ αὐτός τε πανευσεβὴς βασιλεὺς Κωνσταντῖνος καὶ οἱ εὐσεβεῖς ἱεράρχαι. Ἀράβων ἀρχηγὸς Ἀζὶδ ἔτη γʹ.
͵ϛροβʹ. χοβʹ. ιβʹ. αʹ. γʹ.
10Τούτῳ τῷ ἔτει συνηθροίσθη ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύν‐ οδος ἐν Κωνσταντινουπόλει τῶν σπθʹ ἁγίων ἐπισκόπων καὶ πατέρων κατὰ ἐπιτροπὴν τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρογʹ. Τῆς θείας σαρκώσεως ἔτη χογʹ.
15Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. ιγʹ. Ἀράβων ἀρχηγὸς Ἀζὶδ ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γεώργιος ἔτη ϛʹ. δʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει ἀπώσατο Κωνσταντῖνος τοὺς ἀδελφοὺς αὐτοῦ τῆς βασιλείας, Ἡράκλειον καὶ Τιβέριον, καὶ μόνος ἐβασίλευσε σὺν Ἰου‐
20στινιανῷ τῷ υἱῷ αὐτοῦ.
ιδʹ. γʹ. εʹ. Τούτῳ τῷ ἔτει Μουχτὰρ ὁ ψεύστης τυραννήσας ἐπικρατὴς γέγονε τῆς Περσίδος, ἀπεκάλει δὲ ἑαυτὸν προφήτην. καὶ ἐταράχθησαν οἱ Ἄραβες.
25Ἀράβων ἀρχηγὸς Μαρουὰμ ἔτος αʹ.
ιεʹ. αʹ. ϛʹ.
Τούτῳ τῷ ἔτει ἀπεβίω Ἰζίδ, καὶ ταραχθέντες οἱ Ἄραβες τοῦ Ἐθρίβου διηγέρθησαν καταστήσαντες ἀρχηγὸν ἑαυτοῖς Ἀβδελᾶν τινα, υἱὸν Ζουβέρ. καὶ συναχθέντες οἱ Φοίνικες καὶ οἱ Παλαιστίνης ἐπὶ
30τὴν Δαμασκὸν ἔρχονται καὶ ἕως τοῦ Γαβιθᾶ πρὸς Ἀσάν, ἀμηρᾶν Παλαιστίνης· καὶ δίδουσι χεῖρας δεξιὰς τῷ Μαρουὰμ καὶ ἱστῶσιν
αὐτὸν ἀρχηγόν, καὶ ἀμηρεύει μῆνας θʹ. καὶ τελευτήσαντος αὐτοῦ,360

361

Ἀβιμέλεχ, ὁ υἱὸς αὐτοῦ, διαδέχεται τὴν ἀρχὴν ἀμηρεύσας ἔτη καʹ ἥμισυ, καὶ χειροῦται τοὺς τυράννους καὶ ἀποκτέννει τὸν Ἀβδελᾶν, υἱὸν Ζουβέρ, καὶ Δάδαχον. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ.
5Κωνσταντινουπόλεως ἐπίσκοπος Θεόδωρος πάλιν ἔτη γʹ.
ιϛʹ. αʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς καὶ θανατικὸν μέγα ἐν Συρίᾳ, καὶ Ἀβιμέλεχ ἐκράτησε τοῦ ἔθνους. τῶν δὲ Μαρδαϊτῶν ἐπιτιθεμέ‐ νων τοῖς μέρεσι τοῦ Λιβάνου, καὶ τοῦ λοιμοῦ ἐπικρατοῦντος, ὁ
10αὐτὸς Ἀβιμέλεχ τὴν ἐπὶ Μαυΐου ζητηθεῖσαν εἰρήνην αἰτεῖται ἀπο‐ στείλας πρέσβεις πρὸς τὸν βασιλέα, τὰς αὐτὰς τξεʹ χιλιάδας τοῦ χρυσοῦ νομισμάτων συνθέμενος τελεῖν, καὶ τοὺς τξεʹ δούλους, καὶ ὁμοίως εὐγενεῖς ἵππους τξεʹ.
ιζʹ. βʹ. βʹ.
15Τούτῳ τῷ ἔτει ἀνεπάη ὁ εὐσεβὴς βασιλεὺς Κωνσταντῖνος κρα‐ τήσας ἔτη ιζʹ, καὶ ἐβασίλευσεν Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ. [Ἰστέον ὅτι μάτην ληρωδῶς φλυαροῦσί τινες λέγοντες μετὰ τέσσαρα ἔτη γεγονέναι τοὺς παρ’ αὐτοῖς φημιζομένους τῆς ἕκτης συνόδου κεφαλαιώδεις τύπους. ὡς γὰρ ἐν πᾶσι ψευδηγοροῦντες
20ἐλέγχονται, ἀποδείκνυνται καὶ ἐν τούτοις μηδὲν ἀληθὲς λέγοντες. ἡ γὰρ ἀκριβὴς χρονικὴ ἀποσημείωσις τὴν κατὰ τῶν Μονοθελητῶν ἁγίαν οἰκουμενικὴν ἕκτην σύνοδον ἐν τῷ ιβʹ ἔτει τῆς βασιλείας Κωνσταν‐ τίνου, ἐκγόνου Ἡρακλείου, γενέσθαι λέγει, ἐν ἔτει ἀπὸ κτίσεως κόσμου ͵ϛροβʹ. καὶ ὅτι μετὰ τοῦτο ἐβασίλευσεν ὁ αὐτὸς Κωνσταν‐
25τῖνος ἔτη εʹ, καὶ τελευτήσαντος αὐτοῦ, ἐμονάρχησεν Ἰουστινιανός, ὁ υἱὸς αὐτοῦ, ἔτη ιʹ, ἐκβληθέντος δὲ Ἰουστινιανοῦ ἐκράτησε Λεόντιος ἔτη γʹ, καὶ μετὰ Λεόντιον Τιβέριος ὁ καὶ Ἀψίμαρος ἔτη ζʹ, καὶ πάλιν Ἰουστινιανὸς ὁ ἐκβληθεὶς ἔτη ϛʹ. ὡς εὑρίσκεσθαι ἐξ αὐτῶν τῶν ἐκδεδομένων τύπων τῷ βʹ ἔτει τῆς ἐσχάτης βασιλείας τοῦ αὐτοῦ
30ῥινοκοπημένου Ἰουστινιανοῦ ἐκτεθεῖσθαι αὐτοὺς περιέχοντας ἐν τῷ
γʹ τύπῳ αὐταῖς λέξεσιν οὕτως· “συνορῶμεν ὥστε τοὺς μὲν δυσὶ361

362

γάμοις περιπαρέντας καὶ μέχρι τῆς ιεʹ τοῦ παρελθόντος Ἰαννουαρίου μηνὸς τῆς παρελθούσης δʹ ἰνδικτιῶνος ἔτους ͵ϛρϙθʹ δουλωθέντας τῇ ἁμαρτίᾳ καὶ μὴ ἐκνῆψαι αὐτῆς προελομένους καθαιρέσει κανονικῇ ὑποβαλεῖν.” καὶ μεθ’ ἕτερα· “τοὺς δὲ μετὰ τὴν χειροτονίαν γάμῳ
5ἑνὶ παρανόμως προσομιλήσαντας, τοῦτ’ ἔστι πρεσβυτέρους καὶ δια‐ κόνους καὶ ὑποδιακόνους, ἤδη ἐπὶ βραχύν τινα χρόνον εἱρχθέντας τῆς ἱερᾶς λειτουργίας καὶ ἐπιτιμηθέντας αὖθις αὐτοὺς τοῖς οἰκείοις ἀποκαταστῆναι βαθμοῖς, μηδαμῶς ἑτέρῳ μείζονι προκόπτοντας βαθμῷ, προδήλως διαλυθέντος αὐτοῖς τοῦ ἀθέσμου συνοικεσίου.” ὥστε ἐξ
10αὐτῆς τῆς χρονικῆς ἀποσημειώσεως ἀριδήλως φαίνεσθαι συναγόμενα ἀπὸ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου ἕως τῶν ἐκδεδομένων τύπων ἔτη κζʹ, πατριαρχοῦντος ἐν τῇ ἁγίᾳ οἰκουμενικῇ συνόδῳ Κων‐ σταντινουπόλεως Γεωργίου, ἔτος ἄγοντος τῆς πατριαρχίας γʹ, καὶ μετὰ τὴν σύνοδον πατριαρχήσαντος ἄλλα ἔτη γʹ, μετὰ δὲ τοῦτον
15Θεοδώρου ἔτη γʹ, καὶ Παύλου ἔτη ζʹ, καὶ Καλλινίκου ἔτη ιβʹ, καὶ Κύρου ἔτη βʹ, ὡς συνάγεσθαι καὶ ἐξ αὐτῶν τῶν πατριαρχῶν ἔτη κζʹ. ἀπὸ δὲ τῶν ἐκδεδομένων τύπων ἕως τοῦ πρώτου ἔτους Φιλιππικοῦ ἔτη εʹ· καὶ ἐν τῷ αὐτῷ πρώτῳ ἔτει τῆς βασιλείας Φιλιππικοῦ γενέ‐ σθαι ἐμμανῆ σύνοδον κατὰ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου·
20καὶ ἐξωσθέντος Κύρου τῷ ϛʹ ἔτει τῆς πατριαρχίας αὐτοῦ, γενέσθαι Ἰωάννην πατριάρχην Κωνσταντινουπόλεως, Ἀνδρέαν δὲ μητροπολί‐ την τῆς Κρήτης καὶ Γερμανὸν μητροπολίτην Κυζίκου, ὑπογράψαντας προδήλως καὶ ἀναθεματίσαντας μετὰ πάντων τῶν κατὰ τοὺς αὐτοὺς χρόνους τὴν προρρηθεῖσαν κατὰ τῶν Μονοθελητῶν ἁγίαν οἰκουμε‐
25νικὴν ϛʹ σύνοδον· μετὰ δὲ ἔτη γʹ τελευτήσαντος Ἰωάννου, μετα‐ τεθῆναι Γερμανὸν ἀπὸ Κυζίκου, καὶ πατριαρχῆσαι Κωνσταντινου‐ πόλεως, καὶ τῷ ιγʹ ἔτει τῆς βασιλείας Λέοντος ἐξορισθῆναι, καὶ γενέσθαι Ἀναστάσιον καὶ πατριαρχῆσαι ἔτη κδʹ· καὶ μετ’ αὐτὸν Κωνσταντῖνον ἔτη ιβʹ, καὶ Νικήταν ιδʹ, καὶ Παῦλον εʹ, καὶ Ταρά‐
30σιον καʹ, καὶ Νικηφόρον ηʹ, καὶ Θεόδοτον ϛʹ, καὶ Ἀντώνιον ιϛʹ, καὶ
Ἰωάννην τὸν Λεκανόμαντιν ἔτη ϛʹ καὶ μῆνα αʹ.]362

363

[Start of a diagram]Κόσμου ἔτη ͵ϛροηʹ. Τῆς θείας σαρκώσεως ἔτη χοηʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. γʹ.
5Κωνσταντ. ἐπίσκοπος Θεόδωρος ἔτη γʹ. γʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς Ἰουστινιανὸν βεβαιῶσαι τὴν εἰρήνην, καὶ ἐστοιχήθη ἡ εἰρήνη οὕτως· ἵνα ὁ βασιλεὺς παύσῃ τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου, καὶ διακωλύσῃ τὰς ἐπι‐ δρομὰς αὐτῶν· καὶ Ἀβιμέλεχ δώσῃ τοῖς Ῥωμαίοις καθ’ ἑκάστην
10ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον· καὶ ἵνα ἔχωσι κοινὰ κατὰ τὸ ἴσον τοὺς φόρους τῆς Κύπρου καὶ Ἀρμενίας καὶ Ἰβηρίας. καὶ ἔπεμψεν ὁ βασιλεὺς Παῦλον τὸν μαγιστριανὸν πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γέγονεν ἔγγραφος ἀσφάλεια μετὰ μαρτύρων. καὶ φιλοτιμηθεὶς ὁ μαγιστριανὸς ὑπέστρεψεν. καὶ πέμψας
15ὁ βασιλεὺς προσελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβʹ τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας. πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων εἰς τὰ ἄκρα πόλεις ἀπὸ Μομψουεστίας καὶ ἕως τετάρτης Ἀρμενίας ἀνίσχυροι καὶ ἀοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν· ὧν παρασταλέντων, πάνδεινα κακὰ πέπονθεν ἡ Ῥωμανία
20ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν. Τῷ δ’ αὐτῷ ἔτει πέμπει Ἀβιμέλεχ Ζίαδον, τὸν ἀδελφὸν Μαυΐου, εἰς Περσίδα κατὰ Μουχτὰρ τοῦ ψεύστου καὶ τυράννου. καὶ ἀνῃρέθη Ζίαδος ὑπὸ Μουχτάρ. καὶ ἀκούσας Ἀβιμέλεχ ἔρχεται εἰς Μεσοπο‐ ταμίαν καὶ τυραννεῖται ὑπὸ Σαΐδου· ὃν ἐπανελθὼν διὰ λόγου τὴν
25Δαμασκὸν πέπεικεν ἀνοῖξαι προκαταληφθεῖσαν ὑπ’ αὐτοῦ, καὶ μετὰ τοῦτο δολοφονεῖ αὐτόν. Ἰουστινιανὸς δὲ νεώτερος ὤν, ὡς ιϛʹ χρό‐ νων, καὶ ἀβούλως τὰ κατ’ αὐτὸν διοικῶν ἀποστέλλει Λεόντιον τὸν στρατηγὸν ἐπὶ τὴν Ἀρμενίαν μετὰ Ῥωμαϊκῆς δυνάμεως, καὶ τοὺς ἐκεῖσε Σαρακηνοὺς κτείνας ὑποτάσσει Ῥωμαίοις, ὡσαύτως καὶ Ἰβη‐
30ρίαν καὶ Ἀλβανίαν, Βουκανίαν τε καὶ Μηδίαν καὶ φορολογήσας τὰς χώρας πάμπολλα χρήματα τῷ βασιλεῖ ἀπέστειλεν. Ἀβιμέλεχ δὲ ταῦτα
μεμαθηκὼς καταλαμβάνει τὸ Κερκήσιον καὶ τὴν Θεούπολιν ὑπέταξεν.363

364

Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη ζʹ.
βʹ. δʹ. αʹ.
Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς ἐν Συρίᾳ· καὶ πολλοὶ εἰσῆλθον εἰς Ῥωμανίαν. καὶ ἐλθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν ἐκεῖ ἐδέξατο
5τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκεον τεῖχος διαλύσας. παρέλυσε δὲ καὶ τὴν μετὰ τῶν Βουλγάρων παγιωθεῖσαν εἰρήνην διαταράξας τοὺς ὑπὸ τοῦ οἰκείου πατρὸς ἐνορδίνους γεγονότας τύπους, καὶ κελεύει περᾶσαι ἐπὶ τὴν Θρᾴκην τὰ καβαλλαρικὰ θέματα βουλόμενος τούς τε Βουλγάρους καὶ τὰς Σκλαυινίας αἰχμαλωτίσαι.
10
͵ϛρπʹ. χπʹ. γʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἰουστινιανὸς κατὰ Σκλαυινίας καὶ Βουλγαρίας. καὶ τοὺς μὲν Βουλγάρους πρὸς τὸ παρὸν ὑπηντη‐ κότας ὤθησεν, μέχρι δὲ Θεσσαλονίκης ἐκδραμών, πολλὰ πλήθη τῶν Σκλάβων τὰ μὲν πολέμῳ, τὰ δὲ προσρυέντα παραλαβὼν εἰς τὰ τοῦ
15Ὀψικίου διὰ τῆς Ἀβύδου περάσας κατέστησε μέρη. ἐν δὲ τῷ ὑπο‐ στρέφειν αὐτὸν ὁδοστατηθεὶς ὑπὸ τῶν Βουλγάρων ἐν τῷ στενῷ τῆς κλεισούρας μετὰ σφαγῆς τοῦ οἰκείου λαοῦ καὶ τραυματίας πολλῆς μόλις ἀντιπαρελθεῖν ἠδυνήθη. Τῷ δ’ αὐτῷ ἔτει καὶ Ἀβδελᾶς ὁ Ζουβὴρ Μούσαβον τὸν ἴδιον
20ἀδελφὸν πέμπει κατὰ Μουκτάρου· καὶ συμβαλὼν μετ’ αὐτοῦ τρέ‐ πεται ὁ Μούκταρος καὶ φεύγει ἐπὶ Συρίαν· καὶ φθάσας αὐτὸν κτείνει αὐτόν. Ἀβιμέλεχ δὲ στρατεύει κατὰ Μουσάρου καὶ νικήσας κτείνει αὐτὸν καὶ ὑπέταξε πᾶσαν τὴν Περσίδα. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρπαʹ.
25Τῆς θείας σαρκώσεως ἔτη χπαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. δʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ζʹ. γʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει ἀπέστειλεν Ἀβιμέλεχ κατὰ τοῦ Ζουβεὶρ Χαγὰν
30εἰς τὸ Μάκκα, καὶ κτείνει αὐτὸν ἐκεῖ ὁ Χαγάν· καὶ ὑποτάξαντος τῷ Ἀβιμέλεχ τὴν χώραν τοῦ Χαγὰν ἐναντιουμένην αὐτῷ, ἐνέπρησε τὸν
οἶκον τοῦ εἰδώλου αὐτοῦ σὺν τῷ εἰδώλῳ τῆς σεβασμιότητος αὐτῶν·364

365

δι’ ἣν αἰτίαν τὸν Χαγὰν στρατηγὸν τῆς Περσίδος προεβάλετο. καὶ ὑπετάγη τῷ Ἀβιμέλεχ ἥ τε Περσὶς καὶ Μεσοποταμία καὶ ἡ μεγάλη Ἀραβία τοῦ Ἐθρίβου· καὶ οἱ ἐμφύλιοι πόλεμοι αὐτῶν ἔπαυσαν.
εʹ. ζʹ. δʹ.
5Τούτῳ τῷ ἔτει τέλος ἔσχε καὶ ἀπαλλαγὴν παντὸς πολέμου ἡ τῶν Ἀράβων ἀρχή· καὶ εἰρήνευσεν Ἀβιμέλεχ ὑποτάξας πάντας.
ϛʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει τὴν πρὸς Ἀβιμέλεχ εἰρήνην Ἰουστινιανὸς ἐξ ἀνοίας ἔλυσεν· καὶ γὰρ τὴν Κυπρίων νῆσον ἀλόγως μετοικίσαι
10ἐσπούδασε καὶ τὸ σταλὲν χάραγμα παρὰ Ἀβιμέλεχ νεοφανὲς ὂν καὶ μηδέποτε γεγονὸς οὐ προσεδέξατο. πλῆθος δὲ Κυπρίων περώντων κατεποντίσθη, καὶ ἀπὸ ἀρρωστίας ὤλοντο· καὶ οἱ λοιποὶ ἐστράφησαν εἰς Κύπρον. καὶ ἀκούσας ταῦτα Ἀβιμέλεχ, ὑποκριθεὶς σατανικῶς παρεκάλει μὴ λυθῆναι τὴν εἰρήνην, ἀλλὰ δεχθῆναι τὴν αὐτοῦ μονή‐
15ταν, ὡς τῶν Ἀράβων μὴ καταδεχομένων τὴν τῶν Ῥωμαίων χαραγὴν ἐν τοῖς ἰδίοις νομίσμασιν, τῆς ὁλκῆς τοῦ χρυσοῦ διδομένης καὶ μηδεμιᾶς ζημίας τοῖς Ῥωμαίοις γινομένης ἐκ τοῦ νέα χαράσσειν Ἄραβας. ὁ δὲ τὴν παράκλησιν εἰς φόβον νομίσας, οὐκ ἐννοήσας, ὅτι τὸ σπουδαζόμενον αὐτοῖς ἦν παῦσαι τὴν τῶν Μαρδαϊτῶν ἐπαγωγήν,
20καὶ οὕτω διὰ δοκουμένης εὐλόγου προφάσεως λῦσαι τὴν εἰρήνην· ὃ καὶ ἐγένετο. καὶ ἀπέστειλεν Ἀβιμέλεχ οἰκοδομῆσαι τὸν τοῦ Μάκκα ναόν. καὶ ἠθέλησεν ἐπᾶραι τοὺς κίονας τῆς ἁγίας Γεθσημανῆ. καὶ παρεκάλεσεν αὐτὸν Σέργιός τις ἀνὴρ χριστιανικώτατος, ὁ τοῦ Μαν‐ σοῦρ, γενικὸς λογοθέτης καὶ λίαν ᾠκειωμένος τῷ αὐτῷ Ἀβιμέλεχ,
25καὶ Πατρίκιος, ὁ τούτου ἐφάμιλλος τῶν κατὰ τὴν Παλαιστίνην Χρι‐ στιανῶν προύχων, ὁ ἐπίκλην Κλαυσῦς, αἰτούμενοι μὴ γενέσθαι τοῦτο, ἀλλὰ δι’ ἱκεσίας αὐτῶν πεῖσαι Ἰουστινιανὸν ἀποστεῖλαι ἄλλους ἀντ’ αὐτῶν· ὅπερ καὶ γέγονεν.
ζʹ. θʹ. ϛʹ.
30Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς ἐπελέξατο ἐκ τῶν μετοικισθέντων365

366

ὑπ’ αὐτοῦ Σκλάβων καὶ ἐστράτευσε χιλιάδας λʹ καὶ ὁπλίσας αὐτοὺς ἐπωνόμασεν αὐτοὺς λαὸν περιούσιον, ἄρχοντά τε αὐτῶν Νέβουλον τοὔνομα. θαρρήσας δὲ εἰς αὐτοὺς γεγράφηκε τοῖς Ἄραψι μὴ ἐμμέ‐ νειν αὐτὸν τῇ ἐγγράφως συμφωνηθείσῃ εἰρήνῃ. καὶ παραλαβὼν τὸν
5περιούσιον λαὸν καὶ πάντα τὰ καβαλλαρικὰ θέματα ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ παρὰ θάλασσαν. τῶν δὲ Ἀράβων ὑποκρινομένων καὶ μὴ αἱρουμένων λῦσαι τὴν εἰρήνην, ἀλλὰ τῇ βασιλικῇ αἰτίᾳ καὶ προπετείᾳ τοῦτο πρᾶξαι ἀναγκαζομένων, ὁπλισθέντες καὶ αὐτοὶ παρ‐ εγένοντο ἐν Σεβαστοπόλει, προμαρτυρούμενοι τῷ βασιλεῖ τὰ μεθ’
10ὅρκων ἀναμεταξὺ αὐτῶν συμφωνηθέντα μὴ διαστραφῆναι· ἐπεί τοί γε ἔκδικος καὶ κριτὴς ὁ θεὸς τῶν αἰτίων γενήσεται. τοῦ δὲ βασι‐ λέως μηδὲ δι’ ἀκοῆς τὰ τοιαῦτα ἀνασχομένου, ἀλλὰ πρὸς μάχην μᾶλλον κατεπείγοντος, τὸν τῆς εἰρήνης ἔγγραφον λόγον λύσαντες καὶ ἐπὶ ὑψηλῆς ἄστας ἀντὶ φλαμούλου προάγειν κρεμάσαντες κατὰ
15τῶν Ῥωμαίων ὥρμησαν, Μουάμεδ στρατηγὸν ἔχοντες, καὶ συνέβαλον πόλεμον. καὶ τὸ μὲν πρῶτον ἡττήθησαν Ἄραβες. ὑποβαλὼν δὲ Μουάμεδ τῷ συμμαχοῦντι Ῥωμαίοις στρατηγῷ τῶν Σκλάβων, πέμπει αὐτῷ κούκουρον γέμον νομισμάτων, καὶ πολλαῖς ὑποσχέσεσι τοῦ‐ τον ἀπατήσας πείθει προσφυγεῖν πρὸς αὐτοὺς μετὰ καὶ κʹ χιλιάδων
20Σκλάβων, καὶ οὕτω Ῥωμαίοις τὴν φυγὴν περιεποιήσατο. τότε Ἰου‐ στινιανὸς ἀνεῖλε τὸ τούτων ἐγκατάλειμμα σὺν γυναιξὶ καὶ τέκνοις παρὰ τῷ λεγομένῳ Λευκάτῃ, τόπῳ κρημνώδει καὶ παραθαλασσίῳ κατὰ τὸν Νικομηδειάσιον κόλπον κειμένῳ.
ηʹ. ιʹ. ζʹ.
25Τούτῳ τῷ ἔτει Σαββάτιος, ὁ πατρίκιος Ἀρμενίας, μαθὼν τὴν τῶν Ῥωμαίων ἧτταν τὴν Ἀρμενίαν παρέδωκε τοῖς Ἄραψιν, καὶ ὑπετάγη αὐτοῖς καὶ ἡ ἔσω Περσίς, ἡ λεγομένη Χωρασάν, καὶ φύεται ἐκεῖσε παράβουλος ὀνόματι Σαβῖνος, καὶ πολλοὺς τῶν Ἀράβων ἀπέκτεινε
καὶ αὐτὸν τὸν Χαγάνον παρ’ ὀλίγον τελείως ποταμόπνικτον ἐποίει.366

367

ἔκτοτε ἐπὶ πλεῖον θρασυνθέντες οἱ Ἀγαρηνοὶ τὴν Ῥωμανίαν ἐλυ‐ μήναντο. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρπϛʹ. Τῆς θείας σαρκώσεως ἔτη χπϛʹ.
5Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. θʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. αʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει ἔκλειψις γέγονεν ἡλίου μηνὶ Ὑπερβερεταίῳ εʹ ἡμέρᾳ αʹ ὥρᾳ γʹ, ὥστε φανῆναί τινας λαμπροὺς ἀστέρας. καὶ ἐπ‐
10εστράτευσε Μουάμεδ τὴν Ῥωμανίαν, ἔχων μεθ’ ἑαυτοῦ τοὺς πρόσ‐ φυγας Σκλάβους ὡς ἐμπείρους τῆς Ῥωμανίας, καὶ πολλοὺς ᾐχμαλώ‐ τευσεν. ἐγένετο δὲ καὶ ἀναίρεσις τῶν χοίρων ἐν Συρίᾳ. Ἰουστινιανὸς δὲ εἰς τὰ τοῦ παλατίου κτίσματα ἐπεμελεῖτο. καὶ ἔκτισε τὸν Ἰου‐ στινιανοῦ τρίκλινον λεγόμενον καὶ τὰ τοῦ παλατίου περιτειχίσματα·
15καὶ ἐπέστησεν ἐπείκτην Στέφανον τὸν Πέρσην, σακελλάριον αὐτοῦ καὶ πρωτοευνοῦχον, κύριον καὶ ἐξουσιαστήν, λίαν ὄντα αἱμοβόρον καὶ ἀπηνῆ· ὅστις ἀνηλεῶς τοὺς μὲν ὄπερας αἰκίζειν οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ λιθοβολεῖν αὐτούς τε καὶ τοὺς τούτων ἐπιστάτας. τοῦ δὲ βασιλέως ἀποδημήσαντος, κατετόλμησεν ὁ ἄγριος θὴρ ἐκεῖνος καὶ
20τὴν αὐτοῦ μητέρα Ἀναστασίαν τὴν αὐγούσταν παιδικῶς δι’ ἀβηνῶν μαστιγῶσαι. ἐν τούτοις δὲ καὶ εἰς ἅπαν τὸ πολιτικὸν πλῆθος πολλὰ κακὰ ἐνδειξάμενος μισητὸν τὸν βασιλέα πεποίηκεν. ὁμοίως καὶ εἰς τὰ τοῦ γενικοῦ λογοθεσίου πράγματα κατέστησεν ἀββᾶν τινα ὀνό‐ ματι Θεόδοτον, ἔγκλειστον τὸ πρότερον ὄντα ἐν τοῖς Θρᾳκῴοις τοῦ
25Στενοῦ μέρεσιν, καὶ αὐτὸν δεινότατον καὶ ἀτίθασον λίαν ὑπάρχοντα, ὅστις πλείστους τῆς πολιτείας ἄρχοντας καὶ ἐμφανεῖς ἄνδρας οὐκ ἐκ τῶν διοικητῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν τῆς πόλεως οἰκητόρων, εἰκῆ καὶ μάτην ἀπροφασίστως, ἀπαιτήσεις καὶ ἐκταγὰς καὶ δημεύσεις ποιούμενος σχοίνοις τε τούτους κρεμνῶν καὶ ἀχύροις ὑποκαπνίζων.
30ἔτι δὲ καὶ ὁ ἔπαρχος βασιλικῇ κελεύσει πλείστους ἄνδρας ἐν εἱρκταῖς κατακλείσας ἐπὶ χρόνους τηρεῖσθαι πεποίηκεν. ταῦτα πάντα ἐπ‐
ηύξησε τὸ μῖσος τοῦ λαοῦ πρὸς τὸν βασιλέα. ὁ δὲ βασιλεὺς ἀπῄτει367

368

Καλλίνικον τὸν πατριάρχην ποιῆσαι εὐχήν, ἵνα καταλύσῃ τὴν ἐκ‐ κλησίαν τῆς ἁγίας θεοτόκου τῶν μητροπολίτου τὴν οὖσαν πλησίον τοῦ παλατίου, θέλων ἐν τῷ τόπῳ στῆσαι φιάλην καὶ βάθρα κτίσαι τοῦ δήμου τῶν Βενέτων, ὅπως ἐκεῖ δέχωνται τὸν βασιλέα. ὁ δὲ
5πατριάρχης ἔλεγεν ὅτι· “εὐχὴν ἐπὶ συστάσει ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει ἐκκλησίας οὐ παρελάβομεν.” βιαζομένου δὲ αὐτὸν τοῦ βασιλέως καὶ πάντως ἀπαιτοῦντος τὴν εὐχήν, ἔφη ὁ πατριάρχης· “δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.” καὶ τοῦτο ἀκούσαντες κατέλυσαν τὴν
10ἐκκλησίαν καὶ ἐποίησαν τὴν φιάλην. καὶ ἐποίησαν τὴν ἐκκλησίαν τῶν μητροπολίτου εἰς τὸ Πετρίν.
ιʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μουάμεδ τὴν τετάρτην Ἀρμενίαν καὶ αἰχμαλωτεύσας πολλοὺς ἀνέστρεψεν.
15Ἐν αὐτῷ δὲ τῷ ἔτει Ἰουστινιανὸς ἐξεβλήθη τῆς βασιλείας τρόπῳ τοιῷδε· ἐκέλευσε Στεφάνῳ τῷ πατρικίῳ καὶ στρατηγῷ, τὸ ἐπίκλην Ῥουσίῳ, νυκτὸς ἀποκτεῖναι τὸν δῆμον Κωνσταντινουπόλεως, ἄρξα‐ σθαι δὲ ἀπὸ τοῦ πατριάρχου. Λεόντιος δὲ ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν γενόμενος καὶ ἐν πολέμοις εὐδοκιμήσας ἐν φρουρᾷ
20τε χρόνους τρεῖς ποιήσας, κατηγορηθεὶς ἐξάπινα ἀνεκλήθη καὶ στρα‐ τηγὸς Ἑλλάδος προεβλήθη. ἐκελεύσθη δὲ εἰς τρεῖς ἐμβληθῆναι δρό‐ μωνας καὶ αὐθημερὸν ἀποκινῆσαι τῆς πόλεως. τῇ δὲ αὐτῇ νυκτὶ ἐν τῷ Ἰουλιανησίῳ λιμένι τῶν Σοφίας πλησίον τῶν Μαύρου πρὸς τὸ ἐκπορίσαι τῆς πόλεως μεθορμίσαντος, συνετάσσετο τοῖς πρὸς
25αὐτὸν ἀπερχομένοις φίλοις, ἐν οἷς πρὸς αὐτὸν παρεγένοντο καὶ οἱ γνήσιοι αὐτοῦ φίλοι, Παῦλος μοναχὸς τῶν Καλλιστράτου, ὁ καὶ ἀστρονόμος, Γρηγόριος ὁ Καππάδοξ ὁ καὶ κλεισουριάρχης γενόμενος, ἔπειτα δὲ μοναχὸς καὶ ἡγούμενος τῶν Φλώρου· οἵ τινες ἐν τῇ φυ‐ λακῇ πυκνοτέρως αὐτὸν ἐπισκεπτόμενοι διεβεβαιοῦντο αὐτὸν βασι‐
30λεύσειν τῶν Ῥωμαίων. ὁ δὲ Λεόντιος λέγει πρὸς αὐτούς· “ὑμεῖς
διεβεβαιώσασθέ με ἐν τῇ φυλακῇ περὶ βασιλείας· καὶ νῦν ἡ ζωή368

369

μου ἐν κακοῖς τελειοῦται. ὄπισθεν γάρ μου ἔσομαι κατὰ πᾶσαν ὥραν ἐκδεχόμενος τὸν θάνατον.” οἱ δὲ εἶπον· “αὐτὸς μὴ ὀκνήσῃς, καὶ τοῦτο εὐθέως πληροῦται. ἐπάκουσον ἡμῖν μόνον, καὶ ἀκολούθησον ἡμῖν.” καὶ λαβὼν ὁ Λεόντιος τοὺς ἀνθρώπους αὐτοῦ, καὶ ἄρματα,
5ὅσα εἶχεν, ἀνῆλθεν εἰς τὸ πραιτώριον σιγῇ πολλῇ, καὶ κρούσαντες τὴν πύλην προεφασίσαντο τὸν βασιλέα παραγεγονέναι ἐπὶ τὸ διοικῆ‐ σαί τινας τῶν ἐκεῖσε ὄντων. μηνυθέντος δὲ τοῦ τηνικαῦτα ὑπάρχου καὶ συντόμως ἐλθόντος καὶ τὰς πύλας ἀνοίξαντος, χειροῦται ὑπὸ Λεοντίου καὶ ῥαπισθεὶς ἐπεδήθη χεῖρας καὶ πόδας. εἰσελθὼν δὲ ὁ
10Λεόντιος καὶ τὰς φυλακὰς ἀνοίξας λύσας τε τοὺς καθειργμένους ἄνδρας πολλοὺς καὶ γενναίους, ἀπὸ ἓξ καὶ ὀκτὼ χρόνων ἐγκεκλεισμέ‐ νους, στρατιώτας τοὺς πλείονας τυγχάνοντας, καὶ τούτους ὁπλίσας εἰς τὸν Φόρον ἐξῆλθε σὺν αὐτοῖς κράζων· “ὅσοι Χριστιανοὶ εἰς τὴν ἁγίαν Σοφίαν.” καὶ πέμψας καθ’ ἕκαστον ῥεγεῶνα τὴν αὐτὴν φω‐
15νὴν ἀνακράζειν προσέταξεν. τὸ δὲ πλῆθος τῆς πόλεως θορυβηθὲν σπουδῇ εἰς τὸν λουτῆρα τῆς ἐκκλησίας συνηθροίσθη. αὐτὸς δὲ ἅμα τοῖς δυσὶ μοναχοῖς καὶ φίλοις αὐτοῦ σὺν καί τινων τῶν ἐκ τῆς φυλακῆς ἐξελθόντων ἐμφανεστέρων ἀνδρῶν εἰς τὸ πατριαρχεῖον ἀν‐ ῆλθε πρὸς τὸν πατριάρχην. εὑρὼν δὲ καὶ αὐτὸν τεταραγμένον διὰ
20τὰ κελευσθέντα τῷ πατρικίῳ Στεφάνῳ τῷ Ῥουσίῳ πείθει αὐτὸν κατελθεῖν εἰς τὸν λουτῆρα καὶ φωνῆσαι οὕτως· “αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος.” ἅπαν δὲ τὸ πλῆθος ἦραν φωνήν· “ἀνασκαφῇ τὰ ὀστέα Ἰουστινιανοῦ.” καὶ οὕτως ἐν τῷ ἱπποδρομίῳ ἐξέδραμε πᾶς ὁ λαός. ἡμέρας δὲ γενομένης, ἐξάγουσι τὸν Ἰουστινιανὸν εἰς
25τὸ ἱπποδρόμιον διὰ τῆς σφενδόνης καὶ ῥινοκοπήσαντες ἅμα καὶ γλωσσοκοπήσαντες ἐξώρισαν ἐν Χερσῶνι· ὁ δὲ ὄχλος συλλαβόμενος τόν τε Θεόδοτον τὸν μοναχὸν καὶ γενικὸν λογοθέτην καὶ Στέφανον τὸν σακελλάριον τὸν Πέρσην, σχοίνοις τε ἐκ ποδῶν τούτους δήσαντες σύρουσι διὰ τῆς μέσης λεωφόρου καὶ εἰς τὸν Βοῦν ἀπαγαγόντες
30κατέκαυσαν· καὶ οὕτω Λεόντιον βασιλέα εὐφήμησαν. Ῥωμαίων βασιλεὺς Λεόντιος ἔτη γʹ.
αʹ. ιγʹ. γʹ.
Τούτῳ τῷ ἔτει Λεόντιος ἐβασίλευσε καὶ πάντοθεν εἰρηνικῶς
διέμεινεν.369

370

βʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄλιδος τὴν Ῥωμανίαν καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. καὶ ἐστασίασε Σέργιος, ὁ πατρίκιος τῆς Λαζικῆς, ὁ τοῦ Βαρνουκίου, καὶ ταύτην τοῖς Ἄραψιν ὑπέταξεν.
5
͵ϛρϙʹ. χϙʹ. γʹ. ιϛʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες τὴν Ἀφρικὴν καὶ ταύτην παρέλαβον καὶ ἐκ τοῦ οἰκείου στρατοῦ ταξατιῶνα ἐν αὐτῇ κατέστησαν. ὁ δὲ Λεόντιος ταῦτα μαθὼν ἀποστέλλει τὸν πατρίκιον Ἰωάννην, ἄνδρα ἱκανόν, μετὰ πάντων τῶν Ῥωμαϊκῶν πλωϊμάτων.
10τούτου δὲ ἐν Καρθαγέννῃ φθάσαντος καὶ πολέμῳ τὴν τοῦ ἐκεῖσε λιμένος ἅλυσιν ἀνοίξαντος καὶ τοὺς ἐχθροὺς τρέψαντος καὶ ἐκ‐ διώξαντος, ἅπαντα τὰ τῆς Ἀφρικῆς κάστρα ἠλευθέρωσε καὶ κατα‐ λιπὼν ταξατιῶνα ἴδιον τῷ βασιλεῖ ταῦτα ἀνήγαγε καὶ ἐκεῖσε ἐχεί‐ μασε κέλευσιν παρ’ αὐτοῦ ἐκδεχόμενος. ὁ δὲ πρωτοσύμβουλος ταῦτα
15μαθὼν δυνατώτερον καὶ πολὺν στόλον κατ’ αὐτῶν ἀποστέλλει καὶ τὸν προλεχθέντα Ἰωάννην σὺν τῷ αὐτοῦ στόλῳ πολέμῳ τοῦ λιμένος διώκει· καὶ εἰς περίδρομον λιτὸν ἔνδον παραλαβὼν ἔξωθεν φωσα‐ τικῶς ἠπλήκευσεν. ὁ δὲ προλεχθεὶς ἐπὶ Ῥωμανίαν ἀνέκαμψε πλειο‐ τέραν δύναμιν παρὰ τοῦ βασιλέως βουλόμενος κομίσασθαι καὶ ἦλθεν
20ἕως Κρήτης ἐπὶ τὸν βασιλέα πορευόμενος. ὁ δὲ στρατὸς ὑπὸ τῶν ἰδίων ἀρχόντων [ἑλκόμενος καὶ] πρὸς τὸν βασιλέα ἀναβαλεῖν μὴ βουλόμενος (εἶχε γὰρ αὐτοὺς φόβος καὶ αἰσχύνη) εἰς βουλὴν πονηρὰν ἐξετράπη, καὶ τοῦτον ἀνέσκαψαν ψηφισάμενοι βασιλέα Ἀψίμαρον, δρουγγάριον τῶν Κιβυραιωτῶν εἰς Κουρικιώτας ὑπάρχοντα, Τιβέριον
25αὐτὸν μετονομάσαντες. τοῦ δὲ Λεοντίου ἐν Κωνσταντινουπόλει τὸν Νεωρήσιον λιμένα ἐκκαθαίροντος, ἡ τοῦ βουβῶνος λύμη ἐνέσκηψε τῇ πόλει καὶ πλῆθος λαοῦ ἐν τέσσαρσι μησὶ διέφθειρεν. καταλαμ‐ βάνει δὲ Ἀψίμαρος ἅμα τῷ συνόντι αὐτῷ στόλῳ καὶ προσώρμισεν
ἀντικρὺ τῆς πόλεως ἐν Συκαῖς. ἐπὶ χρόνον δέʹ τινα τῆς πόλεως370

371

Λεόντιον προδοῦναι μὴ βουλομένης, προδοσία γέγονε διὰ τοῦ μονο‐ τείχους Βλαχερνῶν ὑπὸ ἐξωτικῶν ἀρχόντων τῶν τὰς κλεῖς τοῦ χερ‐ σαίου τείχους μεθ’ ὅρκου φρικτοῦ ἐκ τῆς ἁγίας τραπέζης ἐμπιστευ‐ θέντων· οὗτοι δι’ ἐπιβουλῆς παρέδωκαν τὴν πόλιν. εἰσελθόντες δὲ
5οἱ τῶν πλωϊμάτων στρατιῶται εἰς τοὺς οἴκους τῶν πολιτῶν ἐγύμνωσαν τοὺς οἰκήτορας αὐτῶν. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντον ἐρρινο‐ κόπησε καὶ ἐν τῇ μονῇ τῆς Δελμάτου ὑπὸ φυλακὴν εἶναι προσ‐ έταξεν, τοὺς δὲ ἄρχοντας καὶ φίλους αὐτοῦ ὡς συναποθανόντας αὐτῷ τύψας καὶ δημεύσας ἐξώρισεν· Ἡράκλειόν τε, τὸν γνήσιον
10αὐτοῦ ἀδελφόν, ὡς λίαν ἱκανώτατον, μονοστράτηγον πάντων τῶν ἔξω καβαλλαρικῶν θεμάτων προβαλόμενος ἐπὶ τὰ μέρη Καππαδοκίας καὶ τῶν κλεισουρῶν διατρέχειν καὶ τὴν κατ’ ἐχθρῶν ποιεῖσθαι φρον‐ τίδα τε καὶ διοίκησιν ἀπέστειλεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρϙαʹ.
15Τῆς θείας σαρκώσεως ἔτη χϙαʹ. Ῥωμαίων βασιλεὺς Ἀψίμαρος ἔτη ζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ιϛʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. ϛʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει Ἀψίμαρος τῆς βασιλείας ἐκράτησεν. καὶ ἐστα‐
20σίασεν Ἀβδεραχμὰν ἐν Περσίδι καὶ ἐκυρίευσεν αὐτῆς καὶ ἐδίωξε τὸν Χαγὰν ἀπ’ αὐτῆς.
βʹ. ιζʹ. ζʹ. Τούτῳ τῷ ἔτει γέγονε θανατικὸν μέγα. καὶ ἐπεστράτευσε Μουάμεδ σὺν τῷ πλήθει τῶν Ἀράβων κατὰ τοῦ Ἀβδεραχμάν, καὶ καταλαβὼν
25τὴν Περσίδα ἑνοῦται τῷ Χαγάν, καὶ πολεμήσαντες τὸν Ἀβδεραχμὰν κτείνουσιν αὐτὸν καὶ πάλιν τῷ Χαγὰν τὴν Περσικὴν ἐνεχείρισαν. οἱ δὲ Ῥωμαῖοι κατέδραμον Συρίαν καὶ ἔρχονται ἕως τὸ Σαμόσατον, καὶ προνομεύσαντες τὴν πέριξ χώραν πολλοὺς ἀπέκτειναν, ὥς φασιν, χιλιάδας σʹ Ἀράβων· καὶ πλεῖστα σκῦλα λαβόντες καὶ αἰχμαλωσίαν
30πολλὴν Ἀράβων ὑπέστρεψαν φόβον μέγαν ἐμποιήσαντες εἰς αὐτούς.371

372

γʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἀβδελᾶς Ῥωμανίαν, καὶ πολιορ‐ κήσας Τάραντον καὶ μηδὲν ἀνύσας ὑπέστρεψε καὶ ᾠκοδόμησε τὴν Μομψουεστίαν καὶ ἔθετο ἐν αὐτῇ φύλακας.
5
δʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει Βαάνης, ὁ ἐπίκλην Ἑπταδαίμων, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψιν ὑπέταξεν. Ἀψίμαρος δὲ Φιλιππικόν, τὸν υἱὸν Νικηφόρου τοῦ πατρικίου, εἰς Κεφαληνίαν ἐξώρισεν ὡς ὀνειρο‐ πολούμενον βασιλεύειν· ἔφασκε γὰρ ἑωρακέναι κατ’ ὄναρ, ὅτι ἡ
10κεφαλὴ αὐτοῦ ἐσκιάζετο ὑπὸ ἀετοῦ. ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς παραχρῆμα αὐτὸν ἐξώρισεν.
εʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Σαρακηνῶν καὶ τοὺς ἐν Ἀρμενίᾳ Σαρακηνοὺς ἀπέκτειναν. καὶ αὖθις
15πρὸς Ἀψίμαρον πέμπουσι καὶ Ῥωμαίους εἰς τὴν αὐτῶν χώραν φέρου‐ σιν. ὁ δὲ Μουάμεδ ἐπιστρατεύσας κατ’ αὐτῶν πολλοὺς κτείνει, καὶ τὴν μὲν Ἀρμενίαν Σαρακηνοῖς ὑποτάσσει, τοὺς δὲ μεγιστᾶνας τῶν Ἀρμενίων σωρεύσας ἐν τόπῳ ἑνὶ ζωοκαύστους ἐποίησεν. κατ’ αὐτὸν δὲ τὸν χρόνον ἐπεστράτευσεν Ἄζαρ τὴν Κιλικίαν μετὰ χιλιάδων δέκα·
20καὶ περιτυχὼν αὐτῷ Ἡράκλειος, ὁ ἀδελφὸς τοῦ βασιλέως, τοὺς πλεί‐ στους ἀπέκτεινε καὶ τοὺς λοιποὺς δεσμίους τῷ βασιλεῖ ἀπέστειλεν.
ϛʹ. καʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἄζιδος, ὁ τοῦ Χουνεΐ, ἐπεστράτευσε τὴν Κιλι‐ κίαν· καὶ πολιορκήσας τὸ Σίσιον κάστρον, κατέλαβεν ὁ τοῦ βασιλέως
25ἀδελφὸς Ἡράκλειος καὶ πολεμήσας αὐτὸν κτείνει δώδεκα χιλιάδας Ἀράβων. τοῦ δὲ Ἰουστινιανοῦ ἐν Χερσῶνι διάγοντος καὶ δημηγο‐ ροῦντος ἑαυτὸν πάλιν βασιλεύειν μέλλοντα, οἱ τῶν ἐκεῖσε οἰκήτορες τὸν ἐκ τῆς βασιλείας κίνδυνον φοβηθέντες ἐβουλεύσαντο τοῦτον ἀνελεῖν ἢ τῷ βασιλεῖ παραπέμψαι. αὐτὸς δὲ διεγνωκὼς ἠδυνήθη
30διεκφυγεῖν, καὶ εἰς τὸ Δαρᾶς καταδραμὼν ᾐτήσατο τῷ τῶν Χαζάρων
Χαγάνῳ συνοψισθῆναι. αὐτὸς δὲ μαθὼν ἐδέξατο αὐτὸν μετὰ τιμῆς372

373

μεγάλης καὶ ἐξέδοτο αὐτῷ εἰς γυναῖκα Θεοδώραν, τὴν γνησίαν αὐτοῦ ἀδελφήν. μετ’ ὀλίγον δὲ χρόνον αἰτησάμενος τῷ Χαγάνῳ κατῆλθεν εἰς Φαναγουρίαν κἀκεῖ διέτριβε μετὰ Θεοδώρας. ταῦτα ἀκούσας Ἀψίμαρος πέμπει πρὸς τὸν Χαγάνον ὑποσχόμενος αὐτῷ παρέχειν
5πολλὰ δῶρα, εἰ τὸν Ἰουστινιανὸν ζῶντα αὐτῷ παραπέμψει· εἰ δὲ μή, κἂν τὴν αὐτοῦ κεφαλήν. εἴξαντος δὲ τοῦ Χαγάνου τῇ τοιαύτῃ αἰτήσει, παραφυλακὴν αὐτῷ ἔπεμψεν, ὡς δῆθεν διὰ τὸ μὴ ὑπὸ τῶν ἰδίων ὁμοφύλων ἐπιβουλευθῆναι, ἐντειλάμενος Παπατζύν, τὸν ἐκ προσώπου αὐτοῦ ἐκεῖσε ὄντα, καὶ Βαλγίτζιν, τὸν ἄρχοντα Βοσφό‐
10ρου, ἵνα, ὅταν δηλωθῇ αὐτοῖς, ἀνέλωσιν Ἰουστινιανόν. τούτων δὲ δι’ οἰκέτου τοῦ Χαγάνου τῇ Θεοδώρᾳ μηνυθέντων καὶ τῷ Ἰουστι‐ νιανῷ γνωσθέντων, προσκαλεσάμενος τὸν λεχθέντα Παπατζὺν κατ’ ἰδίαν ὁμιλῆσαι, κόρδᾳ τοῦτον ἀπῆγξεν· ὁμοίως δὲ καὶ Βαλγίτζιν τὸν ἄρχοντα. εὐθέως δὲ ἀποστέλλει Θεοδώραν ἐν Χαζαρίᾳ, αὐτὸς δὲ
15ἀπὸ Φαναγουρίαν λάθρα δραπετεύσας εἰς Τόμιν κατῆλθεν. καὶ εὑρηκὼς ἁλιάδα ἐξηρτισμένην ἐπέβη ἐπ’ αὐτὴν καὶ παραπλεύσας τὴν Ἀσσάδα ἦλθε μέχρι Συμβόλου πλησίον τῆς Χερσῶνος. καὶ ἀπο‐ στείλας κρυπτῶς ἐν Χερσῶνι ἐπῆρε Βαρισβακούριον καὶ τὸν ἀδελφὸν αὐτοῦ, τόν τε Σαλιβᾶν καὶ Στέφανον, καὶ τὸν Μωρόπαυλον σὺν
20Θεοφίλῳ· καὶ σὺν αὐτοῖς ἀποπλεύσας διέβη τὸν φάρον Χερσῶνος. εἶθ’ οὕτως παραπλεύσας τὰ Νεκρόπηλα τὸ στόμιόν τε τοῦ Δάναπρι καὶ τοῦ Δάναστρι, κλύδωνος γεγονότος, ἀπέγνωσαν πάντες τὴν ἑαυτῶν σωτηρίαν. Μυάκης δέ, ὁ οἰκειακὸς αὐτοῦ ἄνθρωπος, ἔφη αὐτῷ· “ἰδοὺ ἀποθνήσκομεν, δέσποτα, τάξαι τῷ θεῷ περὶ τῆς σωτη‐
25ρίας σου, ἵνα, ἐὰν ὁ θεὸς ἀποδώσῃ σοι τὴν βασιλείαν σου, μηδένα ἀμύνεσθαι τῶν ἐχθρῶν σου.” ὁ δὲ ἀποκριθεὶς ἐν θυμῷ λέγει αὐτῷ· “ἐὰν φείσωμαί τινος ἐξ αὐτῶν, ὁ θεὸς ἐνταῦθά με κατα‐
ποντίσῃ.” καὶ ἀκινδύνως ἐκ τοῦ κλύδωνος ἐκείνου ἐξῆλθε καὶ373

374

εἰσῆλθεν εἰς τὸν Δανοῦβιν ποταμόν. ἀποστείλαντος δὲ αὐτοῦ Στέ‐ φανον πρὸς Τέρβελιν, τὸν κῦριν Βουλγαρίας, ἐπὶ τῷ δοῦναι αὐτῷ σύναρσιν, ὅπως κρατήσῃ τὴν προγονικὴν αὐτοῦ βασιλείαν, ὑπέσχετο αὐτῷ πλεῖστα παρέχειν δῶρα καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα.
5αὐτοῦ δὲ πάντα ὑπακούειν καὶ συντρέχειν ἐνομότως ὑποσχομένου καὶ τοῦτον μετὰ τιμῆς δεξαμένου, συγκινεῖ πάντα τὸν ὑποκείμενον αὐτῷ λαὸν τῶν Βουλγάρων καὶ Σκλάβων· καὶ τῷ ἐρχομένῳ χρόνῳ ὁπλισθέντες ἐπὶ τὴν βασιλεύουσαν πόλιν παρεγένοντο. [Start of a diagram]Κόσμου ἔτη ͵ϛρϙζʹ.
10Τῆς θείας σαρκώσεως ἔτη χϙζʹ. Ῥωμαίων βασιλεὺς Ἀψίμαρος ἔτη ζʹ. ζʹ Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. ιβʹ.[End of a diagram] Τούτῳ τῷ ἔτει τέθνηκεν Ἀβιμέλεχ, ὁ τῶν Ἀράβων ἀρχηγός,
15καὶ ἐκράτησεν Οὐαλίδ, ὁ υἱὸς αὐτοῦ. Τῷ δ’ αὐτῷ ἔτει Ἰουστινιανὸς τὴν βασιλίδα πόλιν καταλαβὼν ἅμα Τέρβελι καὶ τῶν σὺν αὐτῷ Βουλγάρων ἠπλήκευσεν εἰς τὴν Χαρσίου πόρταν καὶ ἕως Βλαχερνῶν. καὶ ἐπὶ τρεῖς ἡμέρας προσ‐ λαλοῦντες τοῖς ἐν τῇ πόλει ὑβρίζοντο παρ’ αὐτῶν, καὶ οὐδὲ λόγον
20κατεδέχοντο. ὁ δὲ Ἰουστινιανὸς μετ’ ὀλίγων ὁμοφύλων πολέμου χωρὶς διὰ τοῦ ἀγωγοῦ εἰσελθὼν καὶ θόρυβον ἀνασκαφῆς βαλὼν τὴν πόλιν παρέλαβε καὶ πρὸς βραχὺ ἐσκήνωσεν ἐν τῷ παλατίῳ Βλα‐ χερνῶν. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς πάλιν ἔτη ϛʹ.
25Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Κῦρος ἔτη ϛʹ.
αʹ. αʹ. αʹ.
Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς τὴν βασιλείαν ἀπολαμβάνει, καὶ
πολλὰ δῶρα δοὺς τῷ Τέρβελι καὶ βασιλικὰ σκεύη ἀπέλυσεν αὐτὸν374

375

ἐν εἰρήνῃ. Ἀψίμαρος δὲ καταλιπὼν τὴν πόλιν εἰς Ἀπολλωνιάδα φεύγει, καταδιωχθεὶς δὲ συλλαμβάνεται καὶ πρὸς Ἰουστινιανὸν ἄγε‐ ται. καὶ Ἡράκλειος δὲ ἀπὸ Θρᾴκης δεδεμένος ἤχθη σὺν πᾶσι τοῖς συνασπιζομένοις αὐτοῖς ἄρχουσιν, οὓς ἐν τῷ τείχει πάντας ἐφούρ‐
5κισεν. ἀποστείλας δὲ καὶ εἰς τὰ μεσόγαια πλείους ἐξ αὐτῶν εὑρὼν ἐμπράκτους καὶ ἀπράκτους ὁμοίως ἀπέκτεινεν. τὸν δὲ Ἀψίμαρον καὶ Λεόντιον ἁλύσεσι δεδεμένους εἰς πᾶσαν πόλιν πομπεῦσαι πε‐ ποίηκεν· καὶ τοῦ ἱππικοῦ ἀγομένου, καὶ αὐτοῦ ἐν τῷ σένζῳ καθεζο‐ μένου, ἤχθησαν συρόμενοι δημοσίᾳ καὶ ἐρρίφησαν ὑποταγάδην αὐτῷ·
10καὶ ἐπάτησε τὸν τράχηλον αὐτῶν ἄχρις ἀπολύσεως τοῦ πρώτου βαΐου, τοῦ δήμου βοήσαντος, ὅτι “ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβης, καὶ κατεπάτησας λέοντα καὶ δράκοντα·” καὶ τούτους ἀποστείλας ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισεν. Καλλίνικον δὲ τὸν πατριάρχην τυφλώσας ἐν τῇ Ῥώμῃ ἐξώρισεν· καὶ ἀντ’ αὐτοῦ Κῦρον, τὸν ἐν τῇ νήσῳ Ἀμά‐
15στρης ἔγκλειστον ὄντα, ὡς προσημάναντα αὐτῷ τὴν τῆς δευτέρας βασιλείας ἀποκατάστασιν προεβάλετο. ἀναρίθμητον δὲ πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ τοῦ στρατιωτικοῦ καταλόγου ἀπώλεσεν, πολλοὺς δὲ καὶ ἐν σάκκοις ἐμβαλὼν ἐν τῇ θαλάσσῃ πικροθανάτους ἐποίει, ἄλλους δὲ πρὸς ἀριστόδειπνον κλητορεύων ἅμα τῷ ἀναστῆναι οὓς
20μὲν ἐφούρκιζεν, οὓς δὲ ἀπέτεμνεν· κἀντεῦθεν μέγας φόβος συνεῖχε πάντας. ἀπέστειλε δὲ στόλον πρὸς τὸ ἀγαγεῖν ἐκ Χαζαρίας τὴν ἑαυ‐ τοῦ γυναῖκα, καὶ πολλὰ σκάφη ἐβυθίσθησαν σύμψυχα. ἀκούσας δὲ ὁ Χαγάνος δηλοῖ αὐτῷ· “ὦ ἀνόητε, οὐκ ἔδει σε διὰ δύο ἢ τριῶν σκαφῶν λαβεῖν σου τὴν γυναῖκα, καὶ μὴ ἀποκτεῖναι τοσοῦτον πλῆ‐
25θος; ἢ δοκεῖς ὅτι καὶ ταύτην πολέμῳ λαμβάνεις; ἰδοὺ ἐτέχθη σοι καὶ υἱός, καὶ ἀπόστειλον, λάβε αὐτούς.” ὁ δὲ ἀποστείλας Θεοφύ‐ λακτον κουβικουλάριον ἤγαγε τὴν Θεοδώραν καὶ Τιβέριον, τὸν υἱὸν αὐτῆς, καὶ ἔστεψεν αὐτούς· καὶ συνεβασίλευσαν αὐτῷ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ.
30βʹ. βʹ. βʹ. βʹ.
Τούτῳ τῷ ἔτει Οὐαλὶδ ἥρπασε τὴν καθολικὴν Δαμασκοῦ ἁγιω‐375

376

τάτην ἐκκλησίαν φθόνῳ τῷ πρὸς Χριστιανοὺς ὁ ἀλιτήριος διὰ τὸ ὑπερβάλλον κάλλος τοῦ τοιούτου ναοῦ· καὶ ἐκώλυσε γράφεσθαι Ἑλλη‐ νιστὶ τοὺς δημοσίους τῶν λογοθεσίων κώδικας, ἀλλ’ ἐν Ἀραβίοις αὐτὰ παρασημαίνεσθαι, χωρὶς τῶν ψήφων, ἐπειδὴ ἀδύνατον τῇ
5ἐκείνων γλώσσῃ μονάδα ἢ δυάδα ἢ τριάδα ἢ ὀκτὼ ἥμισυ ἢ τρία γράφεσθαι· διὸ καὶ ἕως σήμερόν εἰσι σὺν αὐτοῖς νοτάριοι Χρι‐ στιανοί. [Start of a diagram]Κόσμου ἔτη ϛσʹ. Τῆς θείας σαρκώσεως ἔτη ψʹ.
10Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ϛʹ. γʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Κῦρος ἔτη ϛʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. γʹ.[End of a diagram]
13Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς τὴν ἀναμεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰρήνην διέστρεψε καὶ περάσας τὰ καβαλλαρικὰ θέματα
15εἰς τὴν Θρᾴκην καὶ ἐξοπλίσας πλώϊμον κατὰ Βουλγάρων καὶ Τέρ‐ βελι ὥρμησεν. καταλαβὼν δὲ τὴν Ἀγχίαλον τὸ μὲν πλώϊμον ἔμ‐ προσθεν τοῦ κάστρου προσώρμισεν, τὰ δὲ καβαλλαρικὰ εἰς τοὺς ἄνωθεν κάμπους ἀπαραφυλάκτως καὶ πάσης ὑποψίας ἐκτὸς ἀπληκεῦ‐ σαι προσέταξεν. τοῦ δὲ λαοῦ σκορπισθέντος ὡς πρόβατα ἐπὶ τοὺς
20κάμπους πρὸς τὸ συλλέξαι χόρτον, εἶδον ἐκ τῶν ὀρέων οἱ κατάσκο‐ ποι τῶν Βουλγάρων τὴν τῶν Ῥωμαίων ματαίαν διοίκησιν· καὶ σωρευ‐ θέντες ὡς θῆρες ἐξάπινα ἐπιρρίψαντες μεγάλως διέφθειραν τὸ Ῥω‐ μαϊκὸν ποίμνιον, πολλὴν αἰχμαλωσίαν τε καὶ ἵππους καὶ ἄρματα δίχα τῶν ἀναιρεθέντων λαβόντες. ὁ δὲ Ἰουστινιανὸς ἐν τῷ κάστρῳ
25καταφυγὼν σὺν τοῖς περισωθεῖσιν ἐπὶ τρισὶν ἡμέραις ἀπέκλεισε τὰς πύλας. θεασάμενος δὲ τὴν τῶν Βουλγάρων παραμονὴν αὐτὸς πρῶτος τὸν ἑαυτοῦ ἵππον νευροκοπήσας πάντας τὸ αὐτὸ ποιῆσαι παρεκελεύ‐ σατο. τρόπαια δὲ ἐπὶ τῶν τειχῶν θέμενος διὰ νυκτὸς εἰς τὰ σκάφη ἐπιβὰς λαθραίως ἀπέπλευσε καὶ μετ’ αἰσχύνης τῇ πόλει παραγέγονεν.
30δʹ. δʹ. δʹ. δʹ.
Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς καὶ Ἄβας τὴν Τύανον376

377

διὰ τὴν μανίαν τοῦ ἀποκτανθέντος στρατοῦ σὺν τῷ Μαϊουμᾶ ὑπὸ Μαριανοῦ, καὶ ταύτην πολιορκοῦντες παρεχείμασαν ἐκεῖ. καὶ ἀπο‐ στέλλει πρὸς αὐτοὺς ὁ βασιλεὺς δύο στρατηγούς, Θεόδωρον τὸν Καρτεροῦκαν καὶ Θεοφύλακτον τὸν Σαλιβᾶν μετὰ στρατοῦ καὶ γεωρ‐
5γικοῦ λαοῦ χωρικοβοηθείας πρὸς τὸ πολεμῆσαι καὶ ἐκδιῶξαι αὐτούς. αὐτοὶ δὲ εἰς ἔριν ἀλλήλων ἐλθόντες καὶ ἀτάκτως συμβαλόντες αὐτοῖς τρέπονται, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο, καὶ ᾐχμαλωτεύθησαν πολλοί. λαβόντες δὲ τὸ τοῦλδον καὶ τὰ τούτων βρώματα παρεκάθισαν, ἕως οὗ παρέλαβον τὴν πόλιν. λειφθέντες γὰρ ἦσαν τὰ βρώματα, καὶ
10ἤμελλον ἀναχωρεῖν. οἱ δὲ τῆς πόλεως Τυάνων ταῦτα ἰδόντες καὶ ἀπογνόντες ἔλαβον λόγον τῆς ἑαυτῶν ἀπαθείας καὶ ἐξῆλθον πρὸς αὐτοὺς καταλιπόντες τὴν πόλιν ἔρημον ἕως τοῦ νῦν. οἱ δὲ τὸν λόγον μὴ φυλάξαντες τούτους εἰς τὴν ἔρημον ἐξώρισαν, καὶ πολλοὺς δούλους ἐκράτησαν.
15
͵ϛσβʹ. ψβʹ. εʹ. εʹ. εʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ῥωμανίαν καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. καὶ ἤρξατο κτίζειν τὸ Γαρὶς εἰς τὴν χώραν Ἡλιουπόλεως.
ϛʹ. ϛʹ. ϛʹ. ϛʹ.
20Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Οὐθμὰν τὴν Κιλικίαν καὶ πολλὰ κάστρα ὑπὸ λόγον παρέλαβεν. προεδόθη αὐτοῖς καὶ τὸ Κάμαχον σὺν τοῖς παρακειμένοις τόποις. Ἰουστινιανὸς δὲ ἀπέλυσε Μαῦρον τὸν πατρίκιον εἰς Χερσῶνα διὰ μνησικακίαν σὺν Στεφάνῳ πατρικίῳ, τὸ ἐπίκλην Ἀσμίκτῳ, ἐξοπλίσας στόλον πολύν, μνησθεὶς τῆς κατ’
25αὐτοῦ γενομένης ἐπιβουλῆς ὑπό τε τῶν Χερσωνιτῶν καὶ Βοσφορια‐ νῶν καὶ τῶν λοιπῶν κλιμάτων, πᾶσαν ναῦν δρομώνων τε καὶ τρι‐ ηρῶν καὶ σκαφῶν μυριαγωγῶν καὶ ἁλιάδων καὶ ἕως χελανδίων, ἀπὸ διανομῆς τῶν οἰκούντων τὴν πόλιν συγκλητικῶν τε καὶ ἐργαστηρια‐ κῶν καὶ δημοτῶν καὶ παντὸς ὀφφικίου. καὶ τούτους ἀποστείλας
30παρήγγειλε πάντας τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς κάστροις τῷ ξίφει ὀλοθρεῦσαι καὶ μηδένα ζωογονῆσαι, παραδεδωκὼς αὐτοῖς καὶ Ἡλίαν
τὸν σπαθάριον ὀφείλοντα ἄρχοντα Χερσῶνος καταστῆναι. οἱ δὲ τὴν377

378

Χερσῶνα καταλαβόντες, μηδενὸς αὐτοῖς ἀντιστάντος, τὰ κάστρα παρέλαβον καὶ πάντας τῷ ξίφει ἀνεῖλον χωρὶς τῶν μειρακίων, ὡς νηπίων τούτων φεισάμενοι καὶ πρὸς δουλείαν περιποιηθέντων. Του‐ δοῦνον δέ, τὸν ἄρχοντα Χερσῶνος ὡς ἐκ προσώπου τοῦ Χαγάνου
5ὄντα, καὶ Ζώϊλον, τὸν ἐκ σειρᾶς καὶ γένους ὄντα πρωτοπολίτην, καὶ ἑτέρους τεσσαράκοντα ἐμφανεῖς καὶ πρωτεύοντας τῆς Χερσῶνος συμ‐ φαμίλους δεσμίους πρὸς τὸν βασιλέα ἀπέστειλαν, ἑτέρους δὲ ἑπτὰ τῶν πρωτευόντων Χερσῶνος εἰς σούβλας ξυλίνας προσαρτήσαντες ἐπὶ πυρὸς ὤπτησαν, ἄλλους δὲ εἴκοσιν ἐξάγκωνα δήσαντες καὶ εἰς
10χελανδίου λώρους προσδήσαντες καὶ λίθοις τοῦτο γεμίσαντες εἰς βυθὸν κατεπόντισαν. τοῦ δὲ Ἰουστινιανοῦ ταῦτα μαθόντος καὶ ἐπὶ τῇ τῶν μειρακίων σωτηρίᾳ μανέντος, ἐκέλευσε σπουδαίως αὐτοὺς πρὸς αὐτὸν παραγενέσθαι. ἀποκινήσαντος δὲ τοῦ στόλου τῷ Ὀκτω‐ βρίῳ μηνί, καὶ ἐν τῷ πελάγει φθασθέντος ἐν τῇ τοῦ ἄστρου ἐπι‐
15τολῇ τοῦ λεγομένου Ταυρουρᾶ, μικροῦ δεῖν ἅπας ὁ στόλος κατεπον‐ τίσθη· καὶ ἠριθμήθησαν οἱ ἐν τῷ ναυαγίῳ ἀποθανόντες χιλιάδες ογʹ. τοῦ δὲ Ἰουστινιανοῦ ταῦτα μαθόντος καὶ μὴ λυπηθέντος, μᾶλλον μὲν οὖν χαρᾶς πλησθέντος καὶ τῆς τοιαύτης μανίας ἀκμὴν ἐχομένου καὶ κραυγικῶς ἐπαπειλοῦντος, πάλιν ἕτερον ἐκπέμπειν στόλον καὶ
20ἀροτριᾷν ἅπαντας καὶ ἐξεδαφίζειν ἕως οὐροῦντα πρὸς τοῖχον, ἤκου‐ σαν ταῦτα οἱ τῶν κάστρων ἐκείνων καὶ ἑαυτοὺς ἠσφαλίσαντο, καὶ ἀναγκασθέντες κατὰ τοῦ βασιλέως φρονῆσαι ἀπέστειλαν πρὸς τὸν Χαγάνον εἰς Χαζαρίαν αἰτούμενοι λαὸν πρὸς φυλακὴν αὐτῶν. ἐπὶ τούτοις οὖν διεγείρεται καὶ Ἡλίας ὁ σπαθάριος καὶ Βαρδάνης ὁ
25ἐξόριστος, τὸ τηνικαῦτα ἀνακληθεὶς ἀπὸ Κεφαληνίας καὶ σὺν τῷ στόλῳ εἰς Χερσῶνα ὤν. ὁ δὲ Ἰουστινιανὸς ταῦτα μαθὼν ἀπέστειλε μετ’ ὀλίγων δρομώνων Γεώργιον τὸν πατρίκιον, τὸ ἐπίκλην Σύρον, καὶ γενικὸν λογοθέτην, καὶ Ἰωάννην τὸν ἔπαρχον, καὶ Χριστοφόρον,
τουρμάρχην τῶν Θρᾳκησίων, μετὰ καὶ τριακοσίων ἐξωπλισμένων,378

379

παραδεδωκὼς αὐτοῖς Τουδοῦνόν τε καὶ Ζώϊλον ὀφείλοντας ἀποκατα‐ σταθῆναι κατὰ τὸ πρότερον ἐν Χερσῶνι, δι’ ἀποκρισιαρίου δὲ ἀπο‐ λογήσασθαι τῷ Χαγάνῳ, ἀγαγεῖν δὲ πρὸς αὐτὸν Ἡλίαν καὶ Βαρ‐ δάνην. τῶν δὲ περασάντων ἐν Χερσῶνι, οἱ τῆς πόλεως Χερσῶνος
5τούτοις περιλογὴν οὐκ ἐποίησαν. τῇ δὲ ἐπαύριον τούτους μόνους εἰσελθεῖν οἱ τῆς πόλεως προτρεψάμενοι τὰς πύλας ἀπέκλεισαν, καὶ τὸν μὲν γενικὸν λογοθέτην ἅμα τῷ ἐπάρχῳ ξίφει ἀνεῖλον, τὸν δὲ Τουδοῦνον ἅμα Ζωΐλῳ καὶ τῷ λεχθέντι τουρμάρχῃ σὺν τοῖς τριακο‐ σίοις στρατιώταις τοῖς Χαζάροις παρέδωκαν καὶ πρὸς τὸν Χαγάνον
10ἀπέστειλαν. τοῦ δὲ Τουδούνου κατὰ τὴν ὁδὸν τεθνηκότος, οἱ Χά‐ ζαρεις εἰς δοχὴν αὐτοῦ ἀπέκτειναν τὸν τουρμάρχην σὺν τοῖς τριακο‐ σίοις στρατιώταις. τότε οἱ Χερσῶνος καὶ τῶν λοιπῶν κάστρων τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον Βαρδάνην Φιλιππικὸν καὶ βασιλέα εὐφήμησαν. ταῦτα μαθὼν Ἰουστινιανὸς καὶ
15ἐπὶ πλέον ἐκμανεὶς τὰ μὲν τέκνα τοῦ σπαθαρίου Ἡλία εἰς τὸν τῆς μητρὸς ἀπέσφαξε κόλπον, ταύτην δὲ ἠνάγκασε τῷ οἰκείῳ αὐτῆς ζευχθῆναι μαγείρῳ Ἰνδῷ ὄντι· εἶθ’ οὕτω τε πλώϊμον ἕτερον κατα‐ σκευάσας ἀποστέλλει Μαῦρον τὸν πατρίκιον, τὸν Βέσσον, παρα‐ δεδωκὼς αὐτῷ πρὸς καστρομαχίαν κριόν, μαγγανικά τε καὶ πᾶσαν
20ἑλέπολιν, ἐντειλάμενος αὐτῷ, τὰ μὲν τείχη Χερσῶνος ἐδαφίσαι καὶ πᾶσαν τὴν πόλιν, μηδεμίαν δὲ ψυχὴν ἐξ αὐτῆς ζωογονῆσαι, πυκνο‐ τέρως δὲ δι’ ἀναφορῶν τὰ αὐτῷ πεπραγμένα δηλοῦν. τούτου δὲ περάσαντος καὶ διὰ τοῦ κριοῦ τὸν λεγόμενον Κεντηναρήσιον πύργον καταβαλόντος, ἅμα δὲ καὶ τὸν πλησίον αὐτοῦ Σύαγρον καλούμενον,
25Χαζάρων δὲ καταλαβόντων, ἐγένετο ἀνοχὴ τοῦ πολέμου. Βαρδάνης δὲ ἐκφυγὼν πρὸς τὸν Χαγάνον ᾤχετο. ἀπράκτου δὲ τοῦ στόλου γεγονότος καὶ πρὸς τὸν βασιλέα ὑποστρέψαι μὴ τολμῶντος, τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ Βαρδάνην ὡς βασιλέα καὶ αὐτοὶ εὐφήμησαν. ᾐτήσαντο δὲ τὸν Χαγάνον δοθῆναι αὐτοῖς τὸν Φιλιππι‐
30κόν. τοῦ δὲ Χαγάνου λόγον αὐτοὺς ἀπαιτήσαντος τοῦ μὴ προδοθῆ‐379

380

ναι αὐτὸν ὑπ’ αὐτῶν καὶ τοῦ κομίσασθαι αὐτὸν κατὰ ἄνδρα ἀνὰ νομίσματος ἑνός, οἱ δὲ παραχρῆμα ταῦτα δόντες παρέλαβον τὸν Φιλιππικὸν βασιλέα. ἐν δὲ τῷ χρονίζειν τὸν στόλον, ἀναφορᾶς τε μὴ ἐλθούσης, ἐστοχάσατο Ἰουστινιανὸς τὴν αἰτίαν, καὶ ἐπάρας σὺν
5αὐτῷ τοὺς τοῦ Ὀψικίου καὶ μέρος Θρᾳκησίων ἀνῆλθεν ἕως Σινώπης πρὸς τὸ διαγνῶναι τὰ ἐν Χερσῶνι. ἐν δὲ τῷ σκοπεύειν αὐτὸν τὰ περατικὰ μέρη ὁρᾷ τὸν στόλον ἐπὶ τὴν πόλιν ἀρμενίζοντα καὶ βρύξας ὡς λέων καὶ αὐτὸς ἐπὶ τὴν πόλιν ὥρμησεν. τοῦ δὲ Φιλιππικοῦ προλαβόντος καὶ τὴν πόλιν κρατήσαντος, αὐτὸς ἐπὶ τὸν Δαματρῦν
10ἐλθὼν ἐν αὐτῷ σὺν τοῖς αὐτοῦ ἠπλήκευσεν. ὁ δὲ Φιλιππικὸς ἀπο‐ στέλλει εὐθέως κατὰ μὲν τοῦ Τιβερίου Μαῦρον τὸν πατρίκιον σὺν Ἰωάννῃ σπαθαρίῳ, τὸ ἐπίκλην Στρούθῳ, τὸν δὲ Ἡλίαν ὁμοίως μετὰ κούρσου κατὰ Ἰουστινιανοῦ εἰς τὸν Δαματρῦν, καὶ ἕτερον πάλιν κατὰ τοῦ Βαρισβακουρίου φυγῇ χρησαμένου. καὶ ὁ μὲν Μαῦρος
15ἅμα τοῦ ῥηθέντος Στρούθου ἐν Βλαχέρναις πορευθεὶς εὗρε τὸν Τιβέ‐ ριον κρατοῦντα τῇ μιᾷ χειρὶ τὸ κιονάκιον τῆς ἁγίας τραπέζης τοῦ θυσιαστηρίου τῆς θεομήτορος, καὶ τῇ ἑτέρᾳ τὰ τίμια ξύλα καὶ ἐν τῷ τραχήλῳ φυλακτά, ἔξωθεν δὲ τοῦ βήματος παρακαθεζομένην Ἀναστασίαν, τὴν τοῦ πατρὸς αὐτοῦ μητέρα. ἥ τις τοῖς ποσὶ τοῦ
20Μαύρου κυλινδουμένη ᾐτεῖτο μὴ ἀποκτανθῆναι τὸν αὐτῆς ἔγγονα Τιβέριον, ὡς μηδὲν ἄτοπον πράξαντα. αὐτῆς δὲ τοὺς πόδας τούτου κατεχούσης καὶ μετὰ δακρύων ἱκετευούσης, εἰσελθὼν ὁ Στροῦθος ἔνδον τοῦ βήματος βίᾳ ἀφήρπασεν αὐτόν· καὶ τὰ μὲν τίμια ξύλα ἐξ αὐτοῦ ἄρας ἐπάνω τῆς τραπέζης ἐπέθηκεν, τὰ δὲ φυλακτὰ εἰς τὸν
25ἴδιον προσήρτησε τράχηλον. καὶ λαβόντες τὸν παῖδα ἐπὶ τῷ ἄνω τῶν Καλλινίκης παραπορτίῳ καὶ τοῦτον ἐκδύσαντες καὶ ἐπὶ τῆς φλιᾶς ἁπλώσαντες δίκην προβάτου αὐτὸν ἐλαρυγγοτόμησαν, καὶ τοῦ‐ τον ἐν τῷ ναῷ τῶν ἁγίων ἀναργύρων, τῷ λεγομένῳ Παυλίνης, ταφῆναι προσέταξαν. χειρωθεὶς δὲ καὶ Βαρισβακούριος, ὁ πρωτο‐
30πατρίκιος καὶ κόμης τοῦ Ὀψικίου, καὶ αὐτὸς ἀνῃρέθη. ὁ δὲ Ἡλίας ἅμα τῷ συνόντι αὐτῷ λαῷ ἀνελθὼν ἐν τῷ Δαματρῦ καὶ εἰς λόγους μετὰ τοῦ ἐκεῖσε ὄντος στρατοῦ ἐλθὼν λόγον τε ἀπαθείας τῷ συνόντι
τῷ Ἰουστινιανῷ λαῷ δεδωκώς, διῃρέθησαν ἅπαντες καὶ ἀπέδρασαν380

381

ἐκ τοῦ Ἰουστινιανοῦ, μόνον αὐτὸν καταλιπόντες καὶ τῷ μέρει τοῦ Φιλιππικοῦ προσρυέντες. τότε ὁ προλεχθεὶς Ἡλίας σπαθάριος θυμῷ ἐπιδραμὼν καὶ τὸν τούτου τράχηλον δραξάμενος τῷ παραμηρίῳ, ᾧ ἦν διεζωσμένος, ἀπέτεμε τὴν αὐτοῦ κάραν καὶ διὰ Ῥωμανοῦ σπα‐
5θαρίου πρὸς Φιλιππικὸν ἀπέστειλεν· ὁ δὲ Φιλιππικὸς διὰ τοῦ αὐτοῦ σπαθαρίου ταύτην ἐπὶ τὰ δυτικὰ μέρη ἕως Ῥώμης ἐξέπεμψεν. πρὸ δὲ τοῦ βασιλεῦσαι αὐτὸν ἐν τῇ μονῇ τῶν Καλλιστράτου ἔγκλειστος ἦν προορατικὸς καὶ αἱρετικός, ὅστις ἀνελθόντι τῷ Φιλιππικῷ εἶπεν αὐτῷ, ὅτι “βασιλεία σοι κεῖται.” ὁ δὲ ἐταράχθη, καὶ λέγει ὁ ἔγκλει‐
10στος· “εἰ ὁ θεὸς κελεύει, σὺ τί ἀντιλέγεις; τοῦτο δὲ λέγω σοι, ὅτι ἡ ἕκτη σύνοδος κακῶς ἐγένετο· ἐὰν οὖν βασιλεύσῃς, ταύτην ῥίψον, καὶ γενέσθαι σοι ἔχει ἡ βασιλεία κραταιὰ καὶ πολυχρόνιος.” ὁ δὲ συνέθετο αὐτῷ μεθ’ ὅρκου τοῦτο ποιεῖν. τοῦ δὲ Λεοντίου διαδεξα‐ μένου τὸν Ἰουστινιανόν, ἀνέρχεται Φιλιππικὸς πρὸς τὸν ἔγκλειστον.
15ὁ δὲ λέγει αὐτῷ· “μὴ σπουδάσῃς, γενέσθαι ἔχει.” βασιλεύσαντος δὲ καὶ Ἀψιμάρου, πάλιν ἀνῆλθε πρὸς αὐτόν, καὶ πάλιν εἶπεν αὐτῷ, ὅτι “μὴ σπουδάσῃς, ἐκεῖνο περιμένει σε.” θαρρήσαντος δὲ Φιλιππι‐ κοῦ τινι τῶν φίλων αὐτοῦ, ἐμήνυσε τῷ Ἀψιμάρῳ. ὁ δὲ δείρας καὶ κουρεύσας αὐτὸν καὶ σιδηρώσας ἐξώρισεν εἰς Κεφαληνίαν. βασιλεύ‐
20σαντος δὲ Ἰουστινιανοῦ, πάλιν ἀνεκαλέσατο αὐτόν. καὶ βασιλεύσας ἐποίησε ψευδοσύνοδον ἐπισκόπων κατὰ τὸν λόγον τοῦ ψευδαββᾶ καὶ ἐγκλείστου καὶ ἔρριψε τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην σύνοδον. καὶ τῷ αὐτῷ χρόνῳ ἐτυφλώθη ὁ μάταιος. ἐν πολλῇ δὲ ἀμεριμνίᾳ εἰς τὰ βασίλεια διατελῶν πλήθη τε χρημάτων καὶ λαμπροτάτων οὐσιῶν
25ἐκεῖσε εὑρὼν ἐκ πλειόνων χρόνων ὑπὸ τῶν προβεβασιλευκότων συν‐ αχθέντων ἐκ δημεύσεων καὶ διαφόρων προφάσεων, καὶ μάλιστα ὑπὸ τοῦ εἰρημένου Ἰουστινιανοῦ, ταῦτα εἰκῆ καὶ μάτην ἀπόνως διεσκόρ‐ πισεν. καὶ ἐν μὲν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ ἐχέφρων ἐλογί‐ ζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ ἀσέμνως καὶ ἀνικάνως τὸν βίον
30διατελῶν πάντη ἀδόκιμος ἐδείκνυτο. ἦν δὲ καὶ αἱρετικὸς καὶ μοιχός. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας Ἰωάννην τὸν
αὐτοῦ συμμύστην καὶ συναιρετικὸν προεβάλετο.381

382

[Start of a diagram]Κόσμου ἔτη ͵ϛσδʹ. Τῆς θείας σαρκώσεως ἔτη ψδʹ. Ῥωμαίων βασιλεὺς Φιλιππικὸς ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. ζʹ.
5Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ζʹ.[End of a diagram]
6Τούτῳ τῷ ἔτει Φιλιππικὸς τοὺς Ἀρμενίους τῆς ἑαυτοῦ γῆς ἐξελάσας Μελιτηνὴν καὶ τὴν τετάρτην Ἀρμενίαν οἰκῆσαι ἠνάγκασεν. Μασαλμᾶς δὲ τὴν Ἀμάσειαν παρέλαβε σὺν ἄλλοις καστελλίοις καὶ πολλῇ αἰχμαλωσίᾳ· Γεώργιός τε, ὁ Ἀπαμείας ἐπίσκοπος μετῳκίσθη
10ἐν Μαρτυροπόλει. Φιλιππικὸς δὲ οὐκ ᾐσχύνθη ἐκμανῶς κινηθῆναι κατὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, ἀνατρέπειν σπεύ‐ δων τὰ ὑπ’ αὐτῆς βεβαιωθέντα θεῖα δόγματα. εὗρε δὲ ὁμόφρονας αὐτοῦ Ἰωάννην, ὃν ἐπίσκοπον Κωνσταντινουπόλεως πεποίηκε καθελὼν Κῦρον, τὸν ταύτης πρόεδρον, ὃν καὶ περιώρισεν ἐν τῷ τῆς Χώρας
15μοναστηρίῳ· Γερμανόν τε τὸν μετὰ ταῦτα τὸν θρόνον Κωνσταντι‐ νουπόλεως κατασχόντα, ἐπίσκοπον τὸ τηνικαῦτα ὑπάρχοντα Κυζίκου, καὶ Ἀνδρέαν καὶ αὐτὸν ἐπίσκοπον Κρήτης ὄντα, Νικόλαόν τε τὸν ἀπὸ καυκοδιακόνων σοφιστὴν γεγονότα τῆς ἰατρικῆς ἐπιστήμης κυέ‐ στορά τε τότε ὑπάρχοντα, Ἐλπίδιόν τε διάκονον τῆς μεγάλης ἐκ‐
20κλησίας, Ἀντίοχόν τε τὸν χαρτοφύλακα καὶ ἑτέρους τούτων ὁμοιο‐ τρόπους· οἵτινες καὶ ἐγγράφως ἀνεθεμάτισαν τὴν ἁγίαν ἕκτην σύνοδον. τῶν δὲ Βουλγάρων διὰ τοῦ Φιλέα λάθρα ἐπὶ τὸ Στενὸν καταρρι‐ ψάντων καὶ μεγάλην σφαγὴν πεποιηκότων καὶ ἕως τῆς πόλεως ἐκ‐ δραμόντων, καὶ πολλοὺς περαματίζοντας, γάμους τε ἐνουσίους καὶ
25δαψιλεστάτους ἀρίστους μετὰ ποικίλου ἀργύρου καὶ λοιπῆς ἀποσκευῆς εὑρηκότων, καὶ ἕως τῆς Χρυσῆς πόρτης διαδραμόντων καὶ τὴν ἅπασαν Θρᾴκην αἰχμαλωτισάντων, ὑπέστρεψαν ἀβλαβεῖς εἰς τὰ ἴδια μετὰ κτηνῶν ἀμέτρων. ὁμοίως καὶ οἱ Ἄραβες τὴν Μίσθειαν παρ‐ έλαβον καὶ ἕτερα κάστρα, πλείστων φαμιλιῶν καὶ κτηνῶν ἀναριθμή‐
30των ἅλωσιν ποιησάμενοι.382

383

βʹ. ηʹ. βʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ῥωμανίαν καὶ παρ‐ έλαβεν Ἀντιόχειαν Πισιδίας μετὰ πολλῆς αἰχμαλωσίας, καὶ ὑπέστρεψεν. ἐγένετο δὲ σεισμὸς μέγας κατὰ τὴν Συρίαν μηνὶ Περιτίῳ κηʹ.
5διετοῦς δὲ χρόνου τῆς βασιλείας Φιλιππικοῦ ἐν τούτοις παραδρα‐ μόντος, καὶ τοῦ γενεθλίου ἱππικοῦ ἐπιτελουμένου, Πρασίνων νικη‐ σάντων, ἔδοξε τῷ βασιλεῖ τῷ σαββάτῳ τῆς πεντηκοστῆς καβαλλάριον μετὰ δοχῆς καὶ ὀργάνων εἰσελθεῖν καὶ λούσασθαι εἰς τὸ δημόσιον λουτρὸν τοῦ Ζευξίππου καὶ μετὰ πολιτῶν ἀρχαιογενῶν ἀριστῆσαι.
10ἐν δὲ τῷ μεσημβρίζειν αὐτὸν ἐξάπινα διὰ τῆς Χρυσῆς πόρτης εἰσ‐ ῆλθε Ῥοῦφος, ὁ πρωτοστράτωρ τοῦ Ὀψικίου, ὑπὸ βουλὴν Γεωργίου, πατρικίου καὶ κόμητος τοῦ Ὀψικίου, τὸ ἐπίκλην Βουράφου, καὶ Θεοδώρου πατρικίου τοῦ Μυακίου, μετὰ τῶν ταξάτων, ὧν εἶχεν ἐν τῇ Θρᾴκῃ τοῦ αὐτοῦ θέματος, καὶ εἰσδραμὼν εἰς τὸ παλάτιον εὗρε
15τὸν Φιλιππικὸν μεσημβρίζοντα, καὶ ἁρπάσας αὐτὸν ἀνήνεγκεν εἰς τὸ ὀρνατώριον τῶν Πρασίνων κἀκεῖ αὐτὸν ἐτύφλωσεν, μηδενὸς διεγνω‐ κότος. τῇ δὲ ἐπαύριον, ἤγουν τῇ πεντηκοστῇ, σωρευθέντος τοῦ λαοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν, ἐστέφθη Ἀρτέμιος ὁ πρωτοαση‐ κρήτης, μετονομασθεὶς Ἀναστάσιος. τῷ δὲ σαββάτῳ μετὰ τὴν πεντη‐
20κοστὴν ἐτυφλώθη Θεόδωρος ὁ Μυάκης, καὶ τῷ δευτέρῳ σαββάτῳ ἐτυφλώθη Γεώργιος ὁ Βούραφος, καὶ ἐξωρίσθησαν ἐν Θεσσαλονίκῃ. [Start of a diagram]Κόσμου ἔτη ͵ϛσϛʹ. Τῆς θείας σαρκώσεως ἔτη ψϛʹ. Ῥωμαίων βασιλεὺς Ἀρτέμιος ἔτη βʹ. αʹ.
25Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. θʹ.[End of a diagram]
27Τούτῳ τῷ ἔτει ἐκούρσευσε Μασαλμᾶς τὴν Ῥωμανίαν, καὶ σκυ‐ λεύσας τὴν Γαλατίαν ὑπέστρεψε μετ’ αἰχμαλωσίας καὶ σκύλων πολλῶν. ὁ δὲ Ἀρτέμιος στρατηγοὺς ἱκανωτάτους προβαλλόμενος εἰς τὰ
30καβαλλαρικὰ θέματα, καὶ λογιωτάτους εἰς τὰ πολιτικά, ἐν ἀδείᾳ
διετέλει. τῶν δὲ Ἀράβων ὁπλιζομένων κατὰ Ῥωμανίας διά τε γῆς383

384

καὶ θαλάσσης, ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντας ἐν Συρίᾳ πρὸς Οὐαλίδ, ὡς δῆθεν τὰ τῆς εἰρήνης προσλαλῆσαι, Δανιὴλ τὸν Σινωπίτην, πατρίκιον καὶ ἔπαρχον τῆς πόλεως, ἐντειλάμενος αὐτῷ ἐν ἀκριβείᾳ διερευνῆσαι περὶ τῆς κατὰ Ῥωμανίας κινήσεως καὶ δυνάμεως αὐτῶν.
5τοῦ δὲ ἀπελθόντος καὶ ὑποστρέψαντος, ἀπήγγειλε τῷ βασιλεῖ τὴν μεγάλην κατὰ τῆς βασιλίδος πόλεως διά τε γῆς καὶ θαλάσσης ἐξ‐ όπλισιν αὐτῶν ..... ὅτι ἕκαστος φροντιζέτω τὰς ἑαυτοῦ δαπάνας ἕως τοῦ τριετοῦς χρόνου, ὁ δὲ τοῦτο ἀπορῶν ἀποτρεχέτω τῆς πόλεως. ἔστησε δὲ ἐπείκτας καὶ ἤρξατο κτίζειν δρόμωνάς τε καὶ διήρεις 〈πυρ‐
10σοφόρους καὶ μεγίστας τριήρεισ〉· καὶ τὰ παράλια δὲ ἀνεκαίνισε τείχη, ὡσαύτως δὲ καὶ τὰ χερσαῖα, στήσας τοξοβολίστρας καὶ τετραρέας εἰς τοὺς πύργους καὶ μαγγανικά· καὶ κατὰ τὸ δυνατὸν αὐτῷ τὴν πόλιν ὀχυρώσας γεννήματά τε πλεῖστα εἰς τὰ βασιλικὰ ὄρια ἀπέθετο καὶ καθ’ ἑαυτὸν ἠσφαλίσατο.
15Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ.
βʹ. αʹ. αʹ. ιʹ.
Τούτῳ τῷ ἔτει ἀπεβίω Οὐαλίδ, καὶ Σουλεϊμὰν διαδέχεται τὴν ἀρχήν. τῷ δ’ αὐτῷ δευτέρῳ ἔτει τῆς βασιλείας Ἀρτεμίου, τοῦ καὶ
20Ἀναστασίου, τῆς ιγʹ ἰνδικτιῶνος μηνὶ Αὐγούστῳ ιαʹ, μετετέθη Γερ‐ μανὸς ἀπὸ τῆς μητροπόλεως Κυζίκου εἰς Κωνσταντινούπολιν· ἐφ’ ᾗ καὶ κιτατόριν μεταθεσίμου τὸ ὑποτεταγμένον ἐκπεφώνηται· ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοσεβεστάτων πρεσβυτέρων καὶ διακόνων, καὶ παντὸς τοῦ εὐαγοῦς κλήρου, καὶ τῆς ἱερᾶς συγκλήτου, καὶ τοῦ φιλο‐
25χρίστου λαοῦ τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, ἡ θεία χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ λείποντα ἀναπλη‐
ροῦσα, μετατίθησι Γερμανόν, τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν384

385

μητροπόλεως, εἰς ἐπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως. ἐγένετο δὲ ἡ παροῦσα μετάθεσις κατὰ παρουσίαν Μιχαήλ, τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἀποκρισιαρίου τοῦ ἀποστολικοῦ θρόνου, καὶ λοιπῶν ἱερέων καὶ ἐπισκόπων, ἐπὶ Ἀρτεμίου βασιλέως.
5μαθὼν δὲ Ἀρτέμιος, ὅτι στόλος τῶν Σαρακηνῶν ἀπὸ Ἀλεξανδρείας ἐπὶ τὸν Φοίνικα ἀνέδραμε πρὸς τὸ κόψαι ξυλὴν κυπαρισσίνην, ἐπι‐ λεξάμενος ἐκ τοῦ οἰκείου στόλου τὰ εὔδρομα σκάφη ἔβαλε ταξάτους ἐκ τοῦ Ὀψικίου θέματος, καὶ εἰς τὴν Ῥόδον ἀθροισθῆναι ἐκέλευσε πάντας καὶ προεβάλετο στρατηγὸν καὶ κεφαλὴν αὐτῶν τὸν διάκονον
10Ἰωάννην τῆς μεγάλης ἐκκλησίας, 〈τὸν ἐπιλεγόμενον παπᾶν Ἰωαννά‐ κιν〉 τὸ τηνικαῦτα λογοθέτην γενικὸν ὑπάρχοντα. αὐτοῦ δὲ ἐν τῇ Ῥόδῳ καταλαβόντος, καὶ τῶν πλωΐμων συναθροισθέντων, διελάλει τοῖς ἄρχουσι περὶ τοῦ ἀποκινῆσαι αὐτούς, καὶ ἀπελθεῖν εἰς τὸν Φοίνικα, πρὸς τὸ καῦσαι τὴν ξυλὴν καὶ τὴν εὑρισκομένην ἐξάρτυσιν
15τῶν Ἀγαρηνῶν. πάντων δὲ προθύμως ὑπακουσάντων, οἱ τοῦ Ὀψι‐ κίου οὐ κατεδέξαντο· καὶ τὸν μὲν βασιλέα ἀνέσκαψαν, τὸν δὲ διά‐ κονον Ἰωάννην ῥομφαίαις ἀνεῖλον. ἐντεῦθεν λοιπὸν οἱ στόλοι διαιρεθέντες εἰς τοὺς ἰδίους ἀπέπλευσαν τόπους, οἱ δὲ κακοῦργοι κατὰ τῆς βασιλίδος ἀνέβαλον πόλεως. ἐλθόντων δὲ αὐτῶν ἐν τῷ
20Ἀδραμυτίῳ, ἀκεφάλων ὄντων, εὗρον ἐκεῖ ἄνδρα ἐντόπιον Θεοδόσιον ὀνόματι, ἐκλήπτορα τῶν δημοσίων φόρων ὑπάρχοντα, ἀπράγμονά τε καὶ ἰδιώτην, καὶ προετρέψαντο αὐτὸν τοῦ βασιλεύειν. ὁ δὲ φυγῇ χρησάμενος εἰς τὸ ὄρος ἐκρύβη. εὑρόντες δὲ αὐτὸν εὐφήμησαν αὐτὸν βιασάμενοι ὡς βασιλέα. ὁ δὲ Ἀρτέμιος ταῦτα μαθὼν ἐπέστησε τῇ
25πόλει οἰκειακοὺς αὐτοῦ ἀνθρώπους ἄρχοντας ἅμα τοῦ κατασκευασ‐ θέντος ὑπ’ αὐτοῦ στόλου, καὶ ἐξοπλίσας αὐτοὺς αὐτὸς ἐξῆλθεν ἐν Νικαίᾳ τῇ πόλει, κἀκεῖσε ἑαυτὸν ἠσφαλίσατο. οἱ δὲ ἀντάρται ἀνα‐ βαλόντες καὶ συγκινήσαντες ὅλον τὸ θέμα τοῦ Ὀψικίου καὶ τοὺς Γοτθογραίκους, συλλαμβάνονται πλεῖστα μικρά τε καὶ μεγάλα πραγμα‐
30τευτικὰ σκάφη καὶ διά τε γῆς καὶ θαλάσσης ἐν Χρυσοπόλει ἀνέδρα‐
μον. τοῦ δὲ τῆς πόλεως στόλου εἰς τὸν λιμένα τοῦ ἁγίου Μάμαντος385

386

ὁρμοῦντος, καθ’ ἑκάστην ἡμέραν ἐπολέμουν ἀλλήλους ἐπὶ μῆνας ἕξ. τοῦ δὲ τῆς πόλεως στόλου ἐπὶ τὸν τοῦ Νεωρίου τῆς πόλεως λιμένα μεθορμίσαντος, περάσας ὁ Θεοδόσιος τὰ Θρᾳκῷα ἐκράτησε μέρη. προδοσίας δὲ γενομένης, διὰ τῆς πόρτης τοῦ μονοτείχους τῶν Βλα‐
5χερνῶν τὴν πόλιν ἔλαβον. οἱ δὲ παράνομοι λαοὶ τοῦ Ὀψικίου ἅμα τῶν Γοτθογραίκων τῇ νυκτὶ εἰς τοὺς οἴκους τῶν πολιτῶν διαδρα‐ μόντες μεγίστην εἰργάσαντο ἅλωσιν, μηδενὸς φεισάμενοι· τοὺς δὲ ἐν αὐτῇ ὑπάρχοντας τοῦ Ἀρτεμίου ἄρχοντας ἅμα Γερμανῷ τῷ πατρι‐ άρχῃ Κωνσταντινουπόλεως συλλαβόμενοι ἐν Νικαίᾳ ἀπήγαγον πρὸς
10πίστωσιν Ἀρτεμίου καὶ τῶν σὺν αὐτῷ ὄντων. ὁ δὲ Ἀρτέμιος τού‐ τους θεασάμενος ἀπέγνω ἑαυτοῦ καὶ ἑαυτὸν παρέδωκε λόγον τε ἀπαθείας αἰτησάμενος τὸ μοναδικὸν περιεβάλετο σχῆμα. ὁ δὲ Θεο‐ δόσιος ἀβλαβῆ τοῦτον διατηρήσας ἐν Θεσσαλονίκῃ ἐξώρισεν. ἐβασί‐ λευσε δὲ Φιλιππικὸς μὲν ἔτη βʹ καὶ μῆνας θʹ, Ἀρτέμιος δὲ ἔτος αʹ
15καὶ μῆνας γʹ. Λέων δέ, τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ· εἶχε δὲ συμπνέοντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον Ἀρμένιον, τῶν Ἀρμενιάκων στρατηγόν, ᾧ καὶ συνέθετο δοῦναι τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα· ὃ καὶ πε‐ ποίηκεν.
20[Start of a diagram]Κόσμου ἔτη ͵ϛσηʹ. Τῆς θείας σαρκώσεως ἔτη ψηʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτος αʹ. αʹ. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ.
25Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ιαʹ.[End of a diagram]
25Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς κατὰ Κωνσταντινου‐ πόλεως καὶ προέπεμψε Σουλεϊμὰν μετὰ στρατοῦ διὰ ξηρᾶς, Οὔμαρον δὲ διὰ θαλάσσης. αὐτὸς δὲ ὀπίσω αὐτῶν μετὰ πολλῆς ἀποσκευῆς πολεμικῆς ἧκεν. Σουλεϊμὰν δὲ καὶ Βάκχαρος ἐπὶ τὸ Ἀμώριον φθά‐
σαντες γράφουσι πρὸς Λέοντα, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, ὅτι386

387

“οἴδαμεν, ὅτι ἡ βασιλεία τῶν Ῥωμαίων σοι ἁρμόζει, ἐλθὲ οὖν πρὸς ἡμᾶς, καὶ ἂς λαλήσωμεν τὰ πρὸς εἰρήνην.” θεωρήσας οὖν ὁ Σου‐ λεϊμὰν τὸ Ἀμώριον στρατὸν μὴ ἔχον καὶ πρὸς τὸν στρατηγὸν ἐν ἔχθρᾳ διακείμενον διὰ τὴν πρὸς Ἀρτέμιον συμμαχίαν, παρεκάθισεν
5αὐτό, βουλόμενος ἐκεῖ ἐκδέξασθαι καὶ τὸν Μασαλμᾶν. ἅμα δὲ ἐπλη‐ σίασε τῇ πόλει, ἤρξαντο οἱ Σαρακηνοὶ εὐφημεῖν τὸν στρατηγὸν Λέοντα βασιλέα, παρακαλοῦντες καὶ τοὺς ἔσω τὸ αὐτὸ ποιεῖν. ἰδόντες δὲ οἱ τοῦ Ἀμωρίου, ὅτι οἱ Σαρακηνοὶ πόθῳ αὐτὸν εὐφήμουν, εὐφή‐ μησαν καὶ αὐτοί. γνοὺς δὲ ὁ στρατηγὸς ὅτι ταξάτων καὶ ἀρχόντων
10οὐκ ὄντων μέλλει ἀπολέσθαι τὸ Ἀμώριον, δηλοῖ τῷ Σουλεϊμάν, ὅτι “ἐὰν θέλῃς ἵνα ἔλθω πρός σε καὶ τὰ πρὸς εἰρήνην λαλήσωμεν, διὰ τί παρακαθέζῃ τὴν πόλιν;” ὁ δὲ πρὸς αὐτόν· “ἐλθέ, καὶ ἀναχωρῶ.” καὶ λαβὼν ὁ στρατηγὸς λόγον παρ’ αὐτοῦ μετὰ τριακοσίων καβαλ‐ λαρίων παραγίνεται πρὸς αὐτόν. ἰδόντες δὲ αὐτὸν οἱ Ἀγαρηνοί,
15φορέσαντες τὰ λωρίκια καὶ τὰ κατάφρακτα αὐτῶν ὑπήντησαν αὐτῷ, καὶ ἠπλήκευσεν ἀπὸ ἡμίσεως μιλίου τοῦ φωσάτου αὐτῶν. ἐπὶ τρισὶ δὲ ἡμέραις προερχομένου αὐτοῦ πρὸς αὐτούς, ἐλάλουν τὰ πρὸς εἰρήνην καὶ τοῦ ἀναχωρῆσαι αὐτοὺς τῆς πόλεως. οἱ δὲ ἔφασκον, ὅτι “στοίχησον τὴν εἰρήνην, καὶ τότε ἀναχωροῦμεν.” γνοὺς δὲ ὁ
20στρατηγὸς ὅτι βούλονται αὐτὸν κρατῆσαι, ἐκάλεσεν ἐκ τῶν ἐμφανῶν Σαρακηνῶν πλείστους εἰς δεῖπνον, καὶ ἐσθιόντων αὐτῶν ἀπέστειλε Σουλεϊμὰν τρισχιλίους Σαρακηνοὺς λωρικάτους κυκλῶσαι καὶ φυ‐ λάττειν αὐτὸν πρὸς τὸ μὴ διαδρᾶσαι. ἡ δὲ βίγλα γνοῦσα ἐδήλωσεν αὐτῷ, ὅτι “πλῆθος Σαρακηνῶν κύκλῳ ἡμῶν ἵστανται καβαλλάριοι.”
25ἐλθὼν δὲ εἷς ἐξ αὐτῶν καβαλλάριος ὀνόματι Ζοῦβερ, ἔστη ἔμπροσθεν λέγων, ὅτι “δοῦλος ἔφυγε κλέψας χρῆμα πολύ, καὶ δι’ ἐκεῖνον ἐκαβαλλικεύσαμεν.” ὁ δὲ στρατηγὸς τὴν τέχνην τῆς ἀπάτης αὐτῶν ἐγνωκὼς ἔφη πρὸς αὐτούς· “μὴ περισπασθῆτε. ὅπου γὰρ δήποτε
ἂν ἀπέλθῃ ἐν τοῖς κάστροις ἡμῶν, εὑρίσκομεν αὐτόν.” λυπηθεὶς387

388

δὲ ἠδυνήθη κρυπτῶς δι’ ἀνθρώπου αὐτοῦ δηλῶσαι τοῖς τοῦ Ἀμω‐ ρίου, ὅτι “φοβήθητε τὸν θεόν, μὴ προδώσητε ἑαυτούς. ἰδοὺ γὰρ πλησιάζει καὶ ὁ Μασαλμᾶς.” καὶ ἐξέρχεται ὁ ἐπίσκοπος πρὸς αὐτόν, καὶ ταῦτα αὐτὰ λαλεῖ αὐτῷ. γνοὺς δὲ ὁ Σουλεϊμάν, ὅτι ἐξῆλθε
5πρὸς αὐτὸν ὁ ἐπίσκοπος, πέμπουσι πρὸς τὸν στρατηγόν, ὅτι “δὸς ἡμῖν τὸν ἐπίσκοπον.” ὁ δὲ περιστατηθεὶς ἔκρυψεν αὐτὸν εἰπὼν ἑνὶ τῶν ἀνθρώπων αὐτοῦ, ὅτι “ἡμῶν ὁμιλούντων, ἔνδυσον αὐτὸν ἑτέ‐ ραν στολὴν καὶ ὡς διὰ ξύλα ἢ ὕδωρ ἀπόλυσον αὐτὸν πορευθῆναι εἰς τὰ ὄρη.” ἐνισταμένων δὲ τῶν Σαρακηνῶν περὶ τοῦ ἐπισκόπου,
10λέγει ὁ στρατηγός· “οὐκ ἔστιν ὧδε, πλὴν ἀπέλθετε πρὸς τὸν ἀμηρᾶν, καὶ ἔρχομαι κἀγώ, καὶ περὶ πάντων λαλοῦμεν.” αὐτοὶ δὲ λογισά‐ μενοι, ὅτι εἰσερχομένου αὐτοῦ εἰς τὸν ἀμηρᾶν ἐν μέσῳ αὐτῶν κρα‐ τοῦσιν αὐτόν, ἀφῆκαν αὐτόν. καβαλλικεύσας δὲ σὺν διακοσίοις ἀνθρώποις αὐτοῦ, ὡς δῆθεν κυνηγῶν, ἔδωκεν ἐπὶ τὰ ἀριστερά. οἱ
15οὖν συνόντες αὐτῷ Σαρακηνοὶ λέγουσιν αὐτῷ. “ποῦ ἀπέρχῃ;” ὁ δὲ εἶπεν, ὅτι “εἰς τὰ λιβάδια θέλω μεταπληκεῦσαι.” οἱ δὲ εἶπον, ὅτι “ἡ βουλή σου οὐκ ἔστιν ἀγαθή, καὶ οὐκ ἐρχόμεθα μετὰ σοῦ.” τότε λέγει ὁ στρατηγὸς τοῖς ἰδίοις αὐτοῦ, ὅτι “λόγον ἡμῖν δόντες κρα‐ τῆσαι ἡμᾶς ἠθέλησαν, καὶ δι’ ἡμῶν τοὺς Χριστιανοὺς ἀπολέσαι· ἐκ
20τῶν ἀνθρώπων ἡμῶν ἢ τῶν ἀλόγων τῶν ἀπομεινάντων οὐδένα κρα‐ τοῦσιν.” καὶ πορευθεὶς μίλια δέκα ἠπλήκευσεν. τῇ δὲ ἐπαύριον πέμπει τὸν δομέστικον τῶν στρατόρων αὐτοῦ, καὶ δηλοῖ αὐτοῖς, ὅτι “λόγον μοι ἐδώκατε, καὶ δόλῳ κρατῆσαί με ἠθελήσατε· διὰ τοῦτο ἀνεχώρησα.” ὁ δὲ Μασαλμᾶς ὑπερβὰς ἦν τὰς κλεισούρας, ὁ δὲ
25Σουλεϊμὰν τοῦτο οὐκ ἔγνω. ἐστασίασαν δὲ οἱ ἀμηραῖοι καὶ ὁ λαὸς κατὰ τοῦ Σουλεϊμάν, ὅτι “τί παρακαθεζόμεθα τὰ τείχη καὶ οὐ κουρ‐ σεύομεν;” καὶ ἐκτρέψαντες τὰς τένδας ἀνεχώρησαν. ὁ δὲ στρατηγὸς Νικαίαν τὸν τουρμάρχην μετὰ ωʹ στρατιωτῶν εἰσήνεγκεν εἰς τὸ
Ἀμώριον ἐκβαλὼν καὶ τὰ πλεῖστα γυναικόπαιδα. καὶ ἀπέρχεται αὐτὸς388

389

εἰς Πισιδίαν. τοῦ δὲ Μασαλμᾶ ἐλθόντος εἰς Καππαδοκίαν, ἀπο‐ γνόντες ἑαυτῶν οἱ Καππάδοκες ἐξῆλθον πρὸς αὐτὸν παρακαλοῦντες αὐτὸν λαβεῖν αὐτούς. ἀκούων δὲ ὁ Μασαλμᾶς τὴν ἔχθραν, ἣν εἶχε Θεοδόσιος ὁ βασιλεὺς πρὸς τὸν στρατηγόν, βουλόμενος τοῦτον δε‐
5λεάσαι καὶ εἰρηνεῦσαι μετ’ αὐτοῦ καὶ δι’ αὐτοῦ τὴν Ῥωμανίαν ὑπο‐ τάξαι, λέγει αὐτοῖς· “οὔκ ἐστε τοῦ στρατηγοῦ;” οἱ δὲ εἶπον· “ναί.” “ποιεῖτε, εἴ τι ποιεῖ ἐκεῖνος;” ὅτι “ναί.” τότε λέγει αὐτοῖς· “ἀπ‐ έλθετε ἐν τοῖς κάστροις ὑμῶν, καί τινα μὴ φοβηθῆτε.” καὶ παρ‐ ήγγειλε τὸν λαὸν αὐτοῦ τοῦ μὴ πραιδεῦσαι ἐν πάσαις ταῖς ἐπαρχίαις
10τοῦ στρατηγοῦ. ταῦτα γνοὺς ὁ στρατηγὸς καὶ ἐννοηθείς, ὅτι ὁ Σουλεϊμὰν δηλοῖ τῷ Μασαλμᾷ, ὅτι ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν, ἀπέστειλε γράμματα πρὸς τὸν Μασαλμᾶν, ὅτι “ἐγγύς σου ἐβουλόμην ἐλθεῖν· ἀλλ’ ὁ Σουλεϊμάν, ἀπελθόντος μου πρὸς αὐτόν, ἠβουλήθη κρατῆσαί με, καὶ νῦν φοβοῦμαι ἐλθεῖν πρὸς σέ.” λέγει οὖν ὁ
15Μασαλμᾶς τῷ ἀνθρώπῳ τοῦ στρατηγοῦ· “οἶδα ὅτι ἐμπαίζει με ὁ στρατηγὸς διὰ τὸ ὅλως μὴ πραιδεῦσαί με τὰς ἐπαρχίας αὐτοῦ.” λέγει αὐτῷ ὁ ἄνθρωπος τοῦ στρατηγοῦ· “οὐκ ἔστιν οὕτως· ἀλλ’ ἐν ἀληθείᾳ σοι γράφει.” τότε ἐρωτᾷ· “τὸ Ἀμώριον πῶς ἐστὶν ἐγγὺς αὐτοῦ;” ἔφη· “καλῶς, καὶ ἐν ὑποταγῇ αὐτοῦ.” ὀξυνθεὶς δὲ ὕβρι‐
20σεν αὐτόν, εἰπών· “τί ψεύδῃ;” ἐκεῖνος εἶπεν, ὅτι “ὡς εἶπον, οὕτως ἐστίν, καὶ ταξάτους ἔβαλε μετὰ καὶ τουρμάρχου ἐν αὐτῷ· καὶ ἐξ‐ ήγαγε τὰς περισσὰς φαμιλίας.” θλῖψιν οὖν μεγάλην δεξάμενος περὶ τούτου ὁ Μασαλμᾶς καὶ θυμωθεὶς ἐδίωξεν αὐτόν. βουλὴν γὰρ εἶχε διὰ τοῦ καλοκαιρίου λαβεῖν αὐτὸ καὶ ἐκδέξασθαι τὸν στόλον, καὶ
25οὕτω ἐπὶ τὴν Ἀσίαν κατελθεῖν καὶ χειμάσαι. πάλιν οὖν ζητήσας τὸν ἄνθρωπον τοῦ στρατηγοῦ ἐπανακρίνει αὐτόν. ὁ δὲ πρὸς αὐτὸν ἐνωμότως ἔφη, ὅτι “πάντα ἅπερ λέγω σοι ἀληθῆ ὑπάρχει. ἀλλὰ καὶ χίλιοι ταξάτοι σὺν τῷ τουρμάρχῃ ἐκεῖ εἰσῆλθον· πᾶσαν δὲ ὕπαρξιν τῶν ἐκεῖσε καὶ τὰς ἀπόρους φαμιλίας ἐξήγαγε τῶν ἐκεῖ.” ταῦτα
30ἀκούσας γράφει τῷ στρατηγῷ, ὅτι “ἐλθὲ ἐγγὺς μοῦ, καὶ εἰρηνεύω
μετὰ σοῦ, καὶ πάντα ὡς θέλεις ποιῶ.” θεωρήσας δὲ ὁ στρατηγὸς389

390

ὅτι ἐπὶ Μασαλαιὸν ἐπλησίασεν, καὶ ὅτι ἐν ἄλλαις πέντε ἡμέραις παρέρχεται τὰς ἐπαρχίας αὐτοῦ, πέμπει πρὸς αὐτὸν δύο ὑπάτους καὶ δηλοῖ αὐτῷ, ὅτι “τὰ γράμματά σου ἐδεξάμην καὶ τὴν προαίρε‐ σίν σου ἀπεδεξάμην, καὶ ἰδοὺ ἔρχομαι πρὸς σέ. ἀλλ’ ὡς ἐπίστασαι,
5στρατηγός εἰμι, καὶ χρήματα καὶ ἄργυρος καὶ λαός μοι ἔχει ἀκολου‐ θῆσαι. πέμψον μοι περὶ ἑκάστου λόγον. καὶ εἰ μέν, καθὼς ἐπι‐ ζητῶ ἐξ ὑμῶν, γένηται τὸ πρᾶγμά μου, εὖ καὶ καλῶς, ἐπεὶ κἂν ἀζήμιος καὶ ἄθλιπτος ἐπανελεύσομαι.” τῶν οὖν ὑπάτων καταφθα‐ σάντων αὐτὸν εἰς Θεοδοσιανά, λέγει πρὸς αὐτοὺς ὁ Μασαλμᾶς·
10“ᾔδειν ὅτι ἐμπαίζει με ὁ στρατηγὸς ὑμῶν.” ἐκεῖνοι δὲ ἔφησαν· “μὴ γένοιτο.” τότε πεποιηκὼς ὃν ἐπεζήτησαν λόγον, ἀπολύει αὐτούς. ἐν ὅσῳ οὖν οἱ ὕπατοι μετὰ τοῦ ἐνυπογράφου λόγου πρὸς τὸν στρατη‐ γὸν ἀπήρχοντο, ὁ Μασαλμᾶς πλήθη πολλὰ ἔχων καὶ μὴ δυνάμενος πώποτε στῆναι παραγίνεται εἰς Ἀκροϊνόν. ἰδὼν δὲ ὁ στρατηγός, ὅτι
15παρῆλθε τὰς ἐπαρχίας αὐτοῦ, ἐπὶ τὴν Νικομήδειαν ἀπέρχεται. περι‐ τυχὼν δὲ τὸν τοῦ Θεοδοσίου υἱὸν χειροῦται τοῦτον μετὰ πάσης τῆς βασιλικῆς ὑπουργίας καὶ τῶν ἐν τέλει ἀνδρῶν τοῦ παλατίου. ὁ δὲ Μασαλμᾶς κατελθὼν εἰς Ἀσίαν ἐκεῖ παρεχείμασεν, καὶ Οὔμαρος ἐν Κιλικίᾳ. ὁ δὲ στρατηγὸς παραλαβὼν τὸν υἱὸν τοῦ βασιλέως καὶ
20συμβουλευσάμενος τοῖς σὺν αὐτῷ ἔρχεται εἰς Χρυσόπολιν. γνοὺς δὲ Θεοδόσιος τὰ πραχθέντα καὶ βουλευσάμενος Γερμανὸν τὸν πατρι‐ άρχην καὶ τὴν σύγκλητον, ἔλαβε λόγον διὰ τοῦ αὐτοῦ πατριάρχου παρὰ Λέοντος τῆς αὐτοῦ ἀβλαβείας 〈καὶ τοῦ ἀσάλευτον φυλάττειν τὴν ἐκκλησίαν〉, καὶ οὕτως ἐγχειρίζει αὐτῷ τὴν βασιλείαν. Θεοδό‐
25σιος δὲ σὺν τῷ υἱῷ αὐτοῦ κληρικοὶ γεγονότες τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν ἐν εἰρήνῃ διῆξαν. ἐλθὼν δὲ Μασαλμᾶς ἐν τῇ Περγάμῳ ταύτην παρεκάθισε καὶ παραχωρήσει θεοῦ ταύτην παρ‐ έλαβεν, ἐκ διαβολικῆς ἐνεργείας. εἰσηγήσεσι γάρ τινος μάγου ἐνέγ‐ καντες οἱ τῆς πόλεως ἔγκυον γυναῖκα πρὸς τὸ τεκεῖν οὖσαν, ταύτην
30ἀνέτεμον· καὶ λαβόντες τὸ βρέφος καὶ ἐπὶ κακκάβου ἑψήσαντες, εἰς
τὴν τοιαύτην θεοβδέλυκτον θυσίαν πάντες οἱ πολεμεῖν βουλόμενοι390

391

τὰ μανίκια τῆς δεξιᾶς αὐτῶν χειρὸς κατέβαψαν καὶ ἐντεῦθεν τοῖς ἐχθροῖς παρεδόθησαν. Ῥωμαίων βασιλεὺς Λέων ὁ Ἴσαυρος ἔτη κδʹ.
͵ϛσθʹ. ψθʹ. αʹ. γʹ. γʹ. ιβʹ.
5Τούτῳ τῷ ἔτει Λέων ἐβασίλευσεν ἐκ τῆς Γερμανικέων καταγό‐ μενος, τῇ ἀληθείᾳ δὲ ἐκ τῆς Ἰσαυρίας. ὑπὸ δὲ Ἰουστινιανοῦ τοῦ βασιλέως σὺν τοῖς γονεῦσι μετοικίζεται ἐν Μεσημβρίᾳ τῆς Θρᾴκης ἐν τῇ πρώτῃ αὐτοῦ βασιλείᾳ· ἐν δὲ τῇ δευτέρᾳ αὐτοῦ βασιλείᾳ ἐρχομένου αὐτοῦ μετὰ τῶν Βουλγάρων, ὑπήντησεν αὐτῷ μετὰ δώρων
10προβάτων φʹ. θεραπευθεὶς δὲ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν εὐθέως πεποίηκεν, καὶ ἔσχεν αὐτὸν ὡς γνήσιον φίλον. φθόνῳ δὲ φερόμενοί τινες πρὸς αὐτὸν διέβαλον αὐτὸν ὡς τῆς βασιλείας ὀρεγό‐ μενον. ζητήσεως δὲ γενομένης περὶ τούτου, ὡς συκοφάνται κατ‐ ῃσχύνθησαν. ὁ δὲ τοιοῦτος λόγος ἔκτοτε ἤρξατο ὑπὸ πολλῶν λαλεῖ‐
15σθαι. ὁ οὖν Ἰουστινιανὸς εἰ καὶ προφανῶς βλάψαι τοῦτον οὐκ ἠθέλησεν, ἀλλ’ οὖν βρόμος τις αὐτῷ κατ’ αὐτοῦ ἐντίθεται, καὶ ἀπο‐ στέλλει αὐτὸν ἐν Ἀλανίᾳ μετὰ χρημάτων πρὸς τὸ συγκινῆσαι τοὺς Ἀλανοὺς κατὰ Ἀβασγίας, τῶν Σαρακηνῶν ἐπικρατούντων τήν τε Ἀβασγίαν καὶ Λαζικὴν καὶ Ἰβηρίαν. ὁ δὲ ἀπελθὼν ἐν τῇ Λαζικῇ
20τὰ μὲν χρήματα ἀπέθετο ἐν τῷ Φάσιδι, ὀλίγους δὲ λαβὼν τῶν ἐν‐ τοπίων ἀπῆλθεν εἰς Ἀψιλίαν, καὶ ὑπερβὰς τὰ Καυκάσια ὄρη ἦλθεν ἐν Ἀλανίᾳ. ὁ δὲ Ἰουστινιανὸς θέλων ἀπολέσαι αὐτόν, πέμψας ἐπῆρε τὰ χρήματα ἐκ τοῦ Φάσιδος· οἱ δὲ Ἀλανοὶ τὸν σπαθάριον μετὰ πάσης τιμῆς δεξάμενοι καὶ τῶν λόγων αὐτοῦ ὑπακούσαντες εἰσῆλθον
25καὶ ᾐχμαλώτευσαν τὴν Ἀβασγίαν. ὁ δὲ τῶν Ἀβασγῶν κύριος δηλοῖ τοῖς Ἀλανοῖς, ὅτι “ὡς εὑρίσκω ἄλλον τοιοῦτον ψεύστην οὐκ εἶχεν Ἰουστινιανός, ὃν ὤφειλεν ἀπολῦσαι καὶ συγκινῆσαι ὑμᾶς καθ’ ἡμῶν τῶν γειτόνων ὑμῶν, εἰ μὴ τὸν ἄνθρωπον τοῦτον. ἐψεύσατο γὰρ ὑμᾶς καὶ περὶ τὴν ὑπόσχεσιν τῶν χρημάτων· πέμψας γὰρ ὁ Ἰουστι‐
30νιανὸς ταῦτα ἐπῆρεν. ἀλλὰ δότε ἡμῖν αὐτόν, καὶ παρέχομεν ὑμῖν
τρισχίλια νομίσματα, καὶ ἡ ἀπ’ ἀρχῆς ἀγάπη ἡμῶν μὴ διαλυθῇ.” οἱ391

392

δὲ Ἀλανοὶ εἶπον, ὅτι “ἡμεῖς οὐχ ἕνεκεν χρημάτων ὑπηκούσαμεν αὐτῷ, ἀλλὰ διὰ τὴν τοῦ βασιλέως ἀγάπην.” πάλιν δὲ οἱ Ἀβασγοὶ πέμπουσι πρὸς αὐτοὺς λέγοντες, ὅτι “δότε ἡμῖν αὐτόν, καὶ παρ‐ έχομεν ὑμῖν ἑξακισχίλια νομίσματα. οἱ δὲ Ἀλανοὶ θέλοντες κατα‐
5μαθεῖν τὴν χώραν τῶν Ἀβασγῶν συνέθεντο λαβεῖν τὰ ἑξακισχίλια νομίσματα καὶ δοῦναι τὸν σπαθάριον. οἱ δὲ Ἀλανοὶ ἐθάρρησαν τῷ σπαθαρίῳ πάντα, καὶ λέγουσιν αὐτῷ, ὅτι “ὡς ὁρᾷς ἡ ὁδὸς ἡ ἐπὶ Ῥωμανίαν ἄγουσα κεκλεισμένη ἐστίν, καὶ πῶς παρελθεῖν οὐκ ἔχεις· ἀλλὰ μᾶλλον τροπευσώμεθα καὶ συνταξώμεθα αὐτοῖς, ὅτι παραδίδο‐
10μέν σε, καὶ ἀπολύομεν ἅμα αὐτοῖς ἀνθρώπους ἡμῶν καὶ κατα‐ μανθάνομεν τὰς κλεισούρας αὐτῶν καὶ κουρσεύομεν καὶ ἀφανίζο‐ μεν τὴν χώραν αὐτῶν καὶ ποιοῦμεν τὴν θεραπείαν ὑμῶν.” τῶν δὲ ἀποκρισιαρίων τῶν Ἀλανῶν ἀπελθόντων εἰς Ἀβασγίαν καὶ συνθεμένων παραδίδειν τὸν σπαθάριον, πλεῖστα ξένια παρ’ αὐτῶν
15εἰλήφασιν· καὶ πλείονας ἀποκρισιαρίους πάλιν ἀποστέλλουσι μετὰ καὶ τῆς ποσότητος τοῦ χρυσίου πρὸς τὸ παραλαβεῖν τὸν σπα‐ θάριον. οἱ δὲ Ἀλανοὶ λέγουσι τῷ σπαθαρίῳ, ὅτι “οἱ ἄνθρωποι οὗτοι, καθὼς καὶ προείπομεν, ἐπὶ τὸ λαβεῖν σε παρεγένοντο, καὶ ἡ Ἀβασγία ἐκδέχεταί σε. καὶ ἐπεὶ πλησιάζομεν αὐτοῖς, πραγμα‐
20τευταὶ ἀπερχόμενοι πρὸς αὐτοὺς οὐ διαλείπουσιν. λοιπὸν ἵνα μὴ διαβληθῇ ὁ σκοπὸς ἡμῶν, παραδώσομέν σε φανερῶς· καὶ ἀποκι‐ νούντων ὑμῶν, ἀπολύομεν κρυπτῶς ἐκ τῶν ὀπίσω, καὶ ἐκείνους μὲν ἀποκτέννομεν, σὲ δὲ κρύπτομεν, ἕως ἂν σωρευθῇ ὁ λαὸς ἡμῶν καὶ ἀσυμφανῶς εἰσέλθωμεν ἐν τῇ γῇ αὐτῶν.” ὃ καὶ γέγονεν. παρα‐
25λαβόντες γὰρ οἱ τῶν Ἀβασγῶν ἀποκρισιάριοι τὸν σπαθάριον σὺν τοῖς ἀνθρώποις αὐτοῦ, δήσαντες αὐτοὺς ἀπήρχοντο· καταλαβόντες δὲ ἐκ τῶν ὄπισθεν οἱ Ἀλανοὶ σὺν τῷ Ἰταξῇ, τῷ κυρίῳ αὐτῶν, ἀποκτέννουσι τοὺς Ἀβασγούς, τὸν δὲ σπαθάριον ἔκρυψαν. καὶ στρα‐ τολογήσας ἐκίνησε κατὰ Ἀβασγίας καὶ ἀπροσδοκήτως εἰσελθὼν τὰς
30κλεισούρας πλείστην αἰχμαλωσίαν καὶ ἀφανισμὸν εἰς τοὺς Ἀβασγοὺς392

393

ἀπειργάσατο. ἀκούσας δὲ ταῦτα Ἰουστινιανός, ὅτι καὶ χωρὶς τῶν χρημάτων τὰ τῆς ἐπιτροπῆς αὐτοῦ γέγονεν, πέμπει γράμματα πρὸς τοὺς Ἀβασγούς, ὅτι “ἐὰν διασώσητε τὸν σπαθάριον ἡμῶν καὶ παρ‐ ελθεῖν ἐάσητε δι’ ὑμῶν ἀβλαβῆ, πάντα τὰ πταίσματα ὑμῶν συγχω‐
5ροῦμεν ὑμῖν. οἱ δὲ μετὰ χαρᾶς ταῦτα δεξάμενοι ἀπέστειλαν πάλιν εἰς Ἀλανίαν, λέγοντες, ὅτι “δίδομεν ὑμῖν ὄψιδας τὰ τέκνα ἡμῶν, καὶ δότε ἡμῖν τὸν σπαθάριον, ἵνα ἀπολύσωμεν αὐτὸν πρὸς Ἰουστι‐ νιανόν. ὁ δὲ σπαθάριος τοῦτο οὐ κατεδέξατο, εἰπών, ὅτι “δύνα‐ ται ὁ θεὸς ἀνοῖξαί μοι θύραν τοῦ ἐξελθεῖν· ἐπεὶ δι’ Ἀβασγίας οὐκ
10ἐξέρχομαι.” μετὰ δὲ χρόνον τινὰ φωσάτον Ῥωμαίων καὶ Ἀρμενίων εἰσελθόντων ἐν Λαζικῇ καὶ τὴν Ἀρχαιόπολιν πολιορκούντων, ἀκου‐ σάντων τε τὴν τῶν Σαρακηνῶν ἔλευσιν, ἀνεχώρησαν. ἀποσπασθέντες δὲ ἐξ αὐτῶν ἕως τῶν διακοσίων ἀνῆλθον ἐν τοῖς μέρεσιν Ἀψιλίας καὶ τῶν Καυκασίων πραιδεύοντες. τῶν δὲ Σαρακηνῶν καταλαβόν‐
15των τὴν Λαζικήν, φυγῇ χρησάμενος ὁ τῶν Ῥωμαίων καὶ Ἀρμενίων λαὸς ἐπὶ τὸν Φᾶσιν ὑπέστρεψαν. οἱ δὲ διακόσιοι ἀπομείναντες εἰς τὰ Καυκάσια ὄρη ἔστησαν λῃστεύοντες, ἀπογνόντες ἑαυτῶν. οἱ δὲ Ἀλανοὶ μαθόντες τοῦτο ὑπέλαβον πλῆθος Ῥωμαίων εἶναι ἐν τοῖς Καυκασίοις καὶ χαρέντες λέγουσι τῷ σπαθαρίῳ, ὅτι “οἱ Ῥωμαῖοι
20ἐπλησίασαν, ἄπελθε πρὸς αὐτούς.” λαβὼν δὲ ὁ σπαθάριος πεντή‐ κοντα Ἀλανοὺς καὶ ὑπερβὰς μετὰ κυκλοπόδων Μαΐου μηνὸς τὰς χιόνας τῶν Καυκασίων εὗρεν αὐτούς, καὶ ἐν πολλῇ χαρᾷ γεγονὼς ἠρώτα, “ποῦ ἐστὶν ὁ λαός;” οἱ δὲ εἶπον· “τῶν Σαρακηνῶν ἐπι‐ πεσόντων, ἐπὶ Ῥωμανίαν ὑπέστρεψαν. ἡμεῖς δὲ μὴ δυνηθέντες ἐπὶ
25Ῥωμανίαν ἀπελθεῖν ἐπὶ Ἀλανίαν ἠρχόμεθα.” καὶ εἶπε πρὸς αὐτούς· “τί ποιοῦμεν ἄρτι;” οἱ δὲ εἶπον, ὅτι “διὰ τῆς χώρας ταύτης ἀδύ‐ νατόν ἐστι διελθεῖν ἡμᾶς.” ὁ δὲ σπαθάριος ἔφη· “οὐκ ἔστι δυνα‐ τὸν δι’ ἄλλης ὁδοῦ ἐξελθεῖν.” κάστρον οὖν ὑπῆρχεν ἐκεῖσε, ἐπι‐ λεγόμενον Σιδηρόν, ἐν ᾧ ἦν τοποτηρητὴς Φαρασμάνιός τις τοὔνομα
30ὑπὸ τοὺς Σαρακηνοὺς τυγχάνων καὶ εἰρήνην ἔχων μετὰ τῶν Ἀρμε‐ νίων. πέμψας οὖν ὁ σπαθάριος δηλοῖ αὐτῷ, ὅτι “ἐφ’ ὅσον εἰρήνην
ἔχεις μετὰ τῶν Ἀρμενίων, εἰρήνευσον καὶ μετ’ ἐμοῦ· καὶ γενοῦ ὑπὸ393

394

τὴν βασιλείαν, καὶ δὸς ἡμῖν σύναρσιν τοῦ κατελθεῖν ἐν τῇ θαλάσσῃ καὶ περᾶσαι εἰς Τραπεζοῦντα.” τοῦ δὲ μὴ ἑλομένου τοῦτο ποιῆσαι, πέμπει ὁ σπαθάριος ἐκ τῶν ἀνθρώπων αὐτοῦ καὶ Ἀρμενίους, παρ‐ αγγείλας αὐτοῖς ποιῆσαι ἔγκρυμμα· “καὶ ὅτε ἐξέρχονται ἐκ τοῦ
5κάστρου εἰς τὸν κάματον, χειρώσασθε ἐξ αὐτῶν ὅσους δύνασθε, καὶ τὰς πόρτας κρατήσατε ἐκ τῶν ἔξω, ἕως ἂν καὶ ἡμεῖς φθάσωμεν.” τῶν δὲ ἀπελθόντων καὶ ποιησάντων τὸ ἔγκρυμμα, καὶ τοῦ λαοῦ ἐξελθόντος εἰς τὸν κάματον, ἄφνω ἐπιπεσόντες τήν τε πόρταν ἐκρά‐ τησαν καὶ πολλοὺς ἐζώγρησαν. τοῦ δὲ Φαρασμανίου ἐν τῷ κάστρῳ
10μετ’ ὀλίγων μείναντος, κατέλαβε καὶ ὁ σπαθάριος καὶ προσλαλήσας τῷ Φαρασμανίῳ, ὅπως ἀνοίξῃ [τὰς πόρτας] μετ’ εἰρήνης, οὐκ ἠθέ‐ λησεν, ἀλλ’ ἐκρότησε πόλεμον. τοῦ δὲ κάστρου ὀχυροῦ ὄντος, λαβεῖν αὐτὸ οὐκ ἠδύναντο. Μαρῖνος δέ, ὁ πρῶτος τῶν Ἀψιλῶν, μαθὼν πολιορκεῖσθαι τὸ κάστρον φόβῳ συνεσχέθη, νομίσας πολὺν λαὸν
15εἶναι σὺν τῷ σπαθαρίῳ· καὶ λαβὼν μεθ’ ἑαυτοῦ τριακοσίους ἀπῆλθε πρὸς τὸν σπαθάριον λέγων, ὅτι “ἐγώ σε διασώζω ἕως τῆς παρα‐ θαλασσίας.” ὁ δὲ Φαρασμάνιος ἑωρακὼς τὴν περίστασιν ἔφη πρὸς τὸν σπαθάριον· “λάβε τὸ τέκνον μου ὄψιδα, καὶ ὁμολογῶ δουλεύειν τῇ βασιλείᾳ.” ὁ δὲ λαβὼν τὸ τέκνον αὐτοῦ λέγει αὐτῷ· “ποῖον
20δοῦλον ἑαυτὸν τῆς βασιλείας καλεῖς, ὅτι ἐναπόκλειστος ὢν λαλεῖς ἡμῖν; ἀδύνατόν ἐστιν ἡμῖν ἀναχωρῆσαι, μέχρις ἂν παραλάβωμεν τὸ κάστρον.” τότε λέγει ὁ Φαρασμάνιος· “δός μοι λόγον.” ὁ δὲ σπα‐ θάριος ἔδωκεν αὐτῷ λόγον μηδὲν αὐτὸν ἀδικῆσαι, ἀλλὰ μετὰ τριά‐ κοντα ὀνομάτων μόνον εἰσελθεῖν ἐν τῷ κάστρῳ. τούτου δὲ τὸν
25λόγον μὴ φυλάξαντος, παρήγγειλε τοῖς συνεισερχομένοις αὐτῷ τριά‐ κοντα, ὅτι “ἐν τῷ εἰσελθεῖν ἡμᾶς κρατήσατε τὰς πόρτας, καὶ ἂς εἰσέλθωσι πάντες.” καὶ τούτου γενομένου, ἐπέτρεψε βληθῆναι πῦρ εἰς τὸ κάστρον. γενομένης δὲ πυρκαϊᾶς μεγάλης, ἐξῆλθον αἱ φαμι‐ λίαι ἁρπάζουσαι εἴ τι ἠδύναντο βαστάσαι ἐκ τῶν ὑπαρχόντων αὐτῶν·
30καὶ ποιήσας ἄλλας τρεῖς ἡμέρας κατέλυσε τὰ τείχη ἕως τῆς γῆς καὶ ἀποκινήσας κατῆλθεν ἐν Ἀψιλίᾳ μετὰ καὶ Μαρίνου, τοῦ πρώτου
αὐτῶν, ὑποδεχθεὶς ὑπὸ τῶν Ἀψιλῶν μετὰ μεγάλης τιμῆς. κἀκεῖθεν394

395

κατελθὼν ἐν τῇ παραθαλασσίᾳ ἀντεπέρασε καὶ ἦλθε πρὸς Ἰουστι‐ νιανόν. τοῦ δὲ Ἰουστινιανοῦ ἀναιρεθέντος, καὶ τοῦ Φιλιππικοῦ τυφλωθέντος, βασιλεύει ὁ Ἀρτέμιος καὶ προβάλλεται αὐτὸν στρα‐ τηγὸν εἰς ἀνατολικούς. τοῦ δὲ Θεοδοσίου βασιλεύσαντος, καὶ τοῦ
5Ἀρτεμίου ἐκδιωχθέντος, καὶ τῆς τῶν Ῥωμαίων πολιτείας συγκεχυ‐ μένης οὔσης ἔκ τε βαρβάρων ἐπιδρομῆς καὶ ἐκ τῶν τοῦ Ἰουστινιανοῦ μιαιφονιῶν καὶ τῶν τοῦ Φιλιππικοῦ ἀνοσιουργιῶν, οὗτος ὁ εἰρημένος Λέων ὑπερεμάχει τῷ Ἀρτεμίῳ, ἐναντιούμενος Θεοδοσίῳ. εἶχε δὲ συμφωνοῦντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον, τὸν τῶν Ἀρμε‐
10νιάκων στρατηγόν, ὃν καὶ γαμβρὸν μετὰ τὸ βασιλεῦσαι αὐτὸν εἰς Ἄνναν τὴν θυγατέρα αὐτοῦ πεποίηκεν, προβαλλόμενος αὐτὸν καὶ κουροπαλάτην. Μασαλμᾶς δὲ χειμάσας ἐν τῇ Ἀσίᾳ ἐξεδέχετο τὰς τοῦ Λέοντος ὑποσχέσεις· μηδὲν δὲ παρὰ Λέοντος δεξάμενος καὶ γνοὺς ὅτι ἐν‐
15επαίχθη ὑπ’ αὐτοῦ, ἐλθὼν εἰς τὴν Ἄβυδον ἀντεπέρασε λαὸν ἱκανὸν εἰς τὴν Θρᾴκην καὶ ἐπὶ τὴν βασιλεύουσαν πόλιν ἀπεκίνησεν, γράψας καὶ πρὸς Σουλεϊμὰν τὸν πρωτοσύμβουλον καταλαβεῖν μετὰ τοῦ προ‐ ετοιμασθέντος στόλου. τῇ δὲ ιεʹ τοῦ Αὐγούστου μηνὸς παρεκάθισε τὴν πόλιν ὁ Μασαλμᾶς λυμηνάμενος καὶ τὰ Θρᾳκῷα κάστρα. περι‐
20χαρακώσαντες δὲ τὸ χερσαῖον τεῖχος ὤρυξαν φῶσαν μεγάλην καὶ ἐπάνω αὐτῆς περιτείχισμα στηθαῖον διὰ ξηρολίθου ἐποίησαν. τῇ δὲ αʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς αʹ ἰνδικτιῶνος ἀνέβαλεν ὁ χριστο‐ μάχος Σουλεϊμὰν μετὰ τοῦ στόλου καὶ τῶν ἀμηραίων αὐτοῦ ἔχων παμμεγέθεις ναῦς καὶ πολεμικὰς κατήνας καὶ δρόμωνας τὸν ἀριθμὸν
25͵αωʹ, καὶ προσώρμισεν ἀπὸ τῆς Μαγναύρας ἕως τῶν Κυκλοβίου.
μετὰ δὲ δύο ἡμέρας νότου πνεύσαντος, καὶ ἀπάραντες ἐκεῖθεν παρ‐395

396

έπλευσαν τὴν πόλιν. καὶ οἱ μὲν ἐπέρασαν εἰς τὰ Εὐτροπίου καὶ Ἀνθημίου, οἱ δὲ εἰς τὰ τῆς Θρᾴκης μέρη ἀπὸ τοῦ καστελλίου τῶν Γαλάτου καὶ ἕως τοῦ Κλειδίου προσώρμισαν. τῶν δὲ μεγάλων πλοίων βεβαρημένων ἐκ τοῦ φόρτου καὶ ἀργευομένων, νωτοφύλακες
5μέχρι τῶν κʹ κατηνῶν ἀπέμειναν ἐχόντων ἀνὰ ρʹ λωρικάτων πρὸς τὸ ταῦτα φυλάττειν. εὐδίας δὲ καταλαβούσης αὐτὰς ἐν τῷ ῥεύματι, καὶ τοῦ Στενοῦ μικρὸν πνεύσαντος, ὤθησεν αὐτὰς ἐπὶ τὰ ἔξω. ὁ δὲ εὐσεβὴς βασιλεὺς παραχρῆμα τὰς ἐμπύρους ναῦς κατ’ αὐτῶν ἐκ‐ πέμψας ἀπὸ τῆς ἀκροπόλεως τῇ θείᾳ συμμαχίᾳ πυριαλώτους αὐτὰς
10ἐποίησεν· καὶ αἱ μὲν εἰς τὰ παράλια τείχη ἐμπυριζόμεναι ἀπερρί‐ φησαν, αἱ δὲ εἰς τὸν βυθὸν αὔτανδροι κατεποντίσθησαν, ἕτεραι δὲ μέχρι τῆς Ὀξείας καὶ Πλατείας νήσου λαυρίζουσαι ἀπηνέχθησαν. ἐντεῦθεν οὖν οἱ μὲν τῆς πόλεως θάρσος ἔλαβον, οἱ δὲ πολέμιοι μεγάλως κατέπτηξαν τὴν τοῦ ὑγροῦ πυρὸς ἐγνωκότες δραστικωτάτην
15ἐνέργειαν· ἐβούλοντο γὰρ τῇ αὐτῇ ἑσπέρᾳ εἰς τὰ παράλια προσορμί‐ σαι τείχη καὶ τοὺς αὐχένας εἰς τὰς ἐπάλξεις ἐπιθεῖναι. ἀλλὰ τὴν βουλὴν αὐτῶν διεσκέδασεν ὁ θεὸς διὰ τῶν πρεσβειῶν τῆς πανάγνου θεοτόκου. τῇ δὲ αὐτῇ νυκτὶ τὴν ἅλυσιν ἐκ τῶν Γαλάτου ὁ εὐσεβὴς βασιλεὺς μυστικῶς συνέστειλεν. οἱ δὲ ἐχθροὶ νομίσαντες, ὅτι βου‐
20λόμενος αὐτοὺς δελεάσαι ὁ βασιλεὺς ταύτην παρέστειλεν, οὐκ ἐτόλ‐ μησαν εἰσελθεῖν καὶ ὁρμίσαι ἔνδον τῶν Γαλάτου· ἀλλ’ ἀναπλεύ‐ σαντες ἐν τῷ κόλπῳ τοῦ Σωσθενίου ἐκεῖ κατησφαλίσαντο τὸ ἑαυτῶν πλώϊμον. τῇ δὲ ηʹ τοῦ Ὀκτωβρίου μηνὸς θνήσκει Σουλεϊμάν, ὁ ἀρχηγὸς αὐτῶν, καὶ ἀμηρεύει Οὔμαρ. χειμῶνος δὲ γενομένου βαρυ‐
25τάτου ἐν τῇ Θρᾴκῃ, ὥστε τὴν γῆν ἐπὶ ἡμέρας ρʹ μὴ φαίνεσθαι ἐκ τῆς κρυσταλλωθείσης χιόνος, πλῆθος ἵππων τε καὶ καμήλων καὶ λοιπῶν ζώων τῶν ἐχθρῶν τεθνήκασιν. τῷ δὲ ἐαρινῷ καιρῷ κατ‐ έλαβε Σουφιὰμ μετὰ τοῦ ἐν Αἰγύπτῳ κτισθέντος στόλου, ἔχων κατήνας σιτοφόρους υʹ καὶ δρόμωνας. καὶ μαθὼν τὴν τοῦ Ῥωμαϊκοῦ πυρὸς
30ἐνέργειαν καὶ παραδραμὼν τὴν Βιθυνίαν καὶ ἀντικρὺ περάσας εἰς396

397

τὸν τοῦ Καλοῦ Ἀγροῦ λιμένα προσώρμισεν. μετ’ οὐ πολὺ δὲ κατ‐ έλαβε καὶ Ἰζὶδ μετὰ ἑτέρου στόλου κτισθέντος ἐν Ἀφρικῇ ἔχων καὶ αὐτὸς κατήνας τξʹ ἀρμαμέντον τε καὶ δαπάνας. ὁμοίως καὶ αὐτὸς τὰ αὐτὰ μεμαθηκὼς περὶ τοῦ ὑγροῦ πυρὸς προσώρμισεν εἰς τὸν
5Σάτυρον καὶ Βρύαν καὶ ἕως Καρταλιμένος. οἱ δὲ τῶν δύο στόλων τούτων Αἰγύπτιοι καθ’ ἑαυτοὺς βουλευσάμενοι νυκτὸς τοὺς τῶν κατηνῶν σανδάλους ἄραντες ἐν τῇ πόλει προσέφυγον τὸν βασιλέα εὐφημοῦντες, ὥστε ἀπὸ τῆς Ἱερείας ἕως τῆς πόλεως ὁλόξυλον φαί‐ νεσθαι τὴν θάλασσαν. μαθὼν δὲ δι’ αὐτῶν ὁ βασιλεὺς περὶ τῶν
10κρυπτομένων δύο στόλων ἐν τῷ κόλπῳ, σίφωνας πυρσοφόρους κατα‐ σκευάσας εἰς δρόμωνάς τε καὶ διήρεις τούτους ἐμβαλὼν κατὰ τῶν δύο στόλων ἐξέπεμψεν. τοῦ δὲ θεοῦ συνεργήσαντος διὰ τῶν πρεσ‐ βειῶν τῆς παναχράντου θεοτόκου ἐπιτοπίως ἐβυθίσθησαν οἱ ἐχθροί· καὶ λαβόντες τὰ σκῦλα οἱ ἡμέτεροι καὶ τὰς δαπάνας αὐτῶν μετὰ
15χαρᾶς καὶ νίκης ὑπέστρεψαν. ἔτι δὲ πάλιν τοῦ Μαρδασὰν ἀπὸ Πυλῶν σὺν τῷ στρατῷ τῶν Ἀράβων ἕως Νικαίας καὶ Νικομηδείας διατρέχοντος, οἱ ἐν τῷ Λίβῳ καὶ Σόφωνι δίκην Μαρδαϊτῶν κρυπ‐ τόμενοι βασιλικοὶ ἄρχοντες καὶ τὰ πεζικὰ ἐξάπινα τούτοις ἐπιρρίπ‐ τοντες καὶ κλασματίζοντες ἐκεῖθεν ἀποδρᾶσαι ἐποίησαν· καὶ λοιπὸν
20μικρᾶς ἀδείας τῆς περατικῆς παραλίου εὑρούσης, ἐκ τῆς πόλεως ἐξερχόμενα χελάνδια πλείστας ἐκόμιζον δαπάνας· ὡσαύτως δὲ καὶ τὰ ἁλιευτικὰ ἀγράρια εἴς τε τὰς νήσους καὶ τὰ περιπόλια τείχη ἀγρεύειν ἰχθύας οὐκ ἐκωλύοντο. λιμοῦ τε μεγάλου γεγονότος ἐν τοῖς Ἄραψιν, πάντα τὰ ἀποθνήσκοντα ζῶα αὐτῶν κατήσθιον, ἵππους τε καὶ ὄνους
25καὶ καμήλους· φασὶ δέ τινες ὅτι καὶ ἀνθρώπους τεθνεῶτας καὶ τὴν ἑαυτῶν κόπρον εἰς τὰ κλίβανα βάλλοντες καὶ ζυμοῦντες ἤσθιον. ἐνέσκηψε δὲ εἰς αὐτοὺς καὶ λοιμικὴ νόσος καὶ ἀναρίθμητα πλήθη ἐξ αὐτῶν ὤλεσεν. συνῆψε δὲ πρὸς αὐτοὺς πόλεμον καὶ τὸ τῶν Βουλ‐ γάρων ἔθνος, καί, ὥς φασιν οἱ ἀκριβῶς ἐπιστάμενοι, [ὅτι] κβʹ
30χιλιάδας Ἀράβων κατέσφαξαν· καὶ πολλὰ αὐτοῖς συνέβησαν δεινὰ
ἐν τῷ καιρῷ ἐκείνῳ, ὥστε ἐπιγνῶναι αὐτοὺς τῇ πείρᾳ, ὅτι ὁ θεὸς397

398

καὶ ἡ παναγία παρθένος καὶ θεομήτωρ φρουροῦσι τὴν πόλιν ταύ‐ την καὶ τὸ τῶν χριστιανῶν βασίλειον, καὶ οὐκ ἔστιν ἐγκατάλειψις τελεία θεοῦ ἐν τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, εἰ καὶ πρὸς βραχὺ παιδευόμεθα διὰ τὰς ἁμαρτίας ἡμῶν.
5Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη βʹ.
͵ϛσιʹ. ψιʹ. βʹ. αʹ. δʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Σέργιος, ὁ πρωτοσπαθάριος καὶ στρατηγὸς Σικελίας, ἀκούσας ὅτι οἱ Σαρακηνοὶ παρακαθέζονται τὴν βασιλεύου‐ σαν πόλιν ἔστεψεν ἐκεῖσε ἴδιον βασιλέα ἐκ τῶν ἀνθρώπων αὐτοῦ,
10ὀνόματι Βασίλειον, Κωνσταντινουπολίτην, υἱὸν Γρηγορίου τοῦ Ὀνο‐ μαγούλου, Τιβέριον αὐτὸν μετονομάσας. ἐποίησε δὲ προβολὰς καὶ ἰδίους ἄρχοντας μετὰ βουλῆς τοῦ προλεχθέντος Σεργίου. ὁ δὲ βασι‐ λεὺς ταῦτα ἀκηκοὼς ἀποστέλλει Παῦλον, τὸν οἰκεῖον αὐτοῦ χαρτου‐ λάριον, προβαλόμενος αὐτὸν πατρίκιον καὶ στρατηγὸν Σικελίας,
15παραδεδωκὼς αὐτῷ πρὸς σύναρσιν αὐτοῦ 〈σπαθαρίους δύο καὶ ἀνθρώπους ὀλίγους εἰς ὑπηρεσίαν αὐτοῦ〉 κελεύσεις τε πρὸς τοὺς ἄρχοντας τῶν δυτικῶν καὶ σάκραν πρὸς τὸν λαόν. καὶ διὰ νυκτὸς εἰσελθόντες εἰς ἐξελαστικὸν δρόμωνα ἐξῆλθον ἐπὶ τὰ μέρη Κυζί‐ κου. ἀπὸ 〈δὲ〉 τόπου εἰς τόπον, διά τε γῆς καὶ θαλάσσης τὴν
20πορείαν ποιησάμενοι ἐξάπινα τὴν Σικελίαν καταλαμβάνουσιν. εἰσ‐ ελθόντων δὲ αὐτῶν ἐν Συρακούσῃ, ἤκουσε Σέργιος καὶ ἐξέστη καὶ τὴν ἑαυτοῦ ἐπιγνοὺς αἰτίαν προσέφυγεν εἰς τοὺς πλησιάζοντας τῇ Καλαβρίᾳ Λογγιβάρδους. τοῦ δὲ λαοῦ ἀθροισθέντος, καὶ τῆς σάκρας ἀναγνωσθείσης, καὶ δι’ αὐτῆς πιστωθέντες, ὅτι καὶ τὸ βασίλειον
25συνίσταται, καὶ ἡ πόλις εὐθυμοτέρα ἐστὶ περὶ τῶν ἐχθρῶν, καὶ τὰ περὶ τῶν δύο στόλων διηγησαμένων αὐτοῖς, εὐθέως τὸν μὲν Λέοντα βασιλέα εὐφήμησαν, Βασίλειον δὲ τὸν Ὀνομάγουλον καὶ τοὺς ὑπ’ αὐτοῦ προχειρισθέντας ἄρχοντας δεσμίους τῷ στρατηγῷ παραδέδω‐ καν. αὐτὸς δὲ τὸν μὲν Βασίλειον σὺν τῷ μονοστρατήγῳ αὐτοῦ
30ἀπεκεφάλισεν, καὶ τὰς κεφαλὰς αὐτῶν φουσκιάσας τῷ βασιλεῖ διὰ
τῶν σπαθαρίων ἀπέστειλεν. τοὺς δὲ λοιποὺς τύψας καὶ κουρεύσας,398

399

τινὰς δὲ καὶ ῥινοκοπήσας ἐξώρισεν. ἐντεῦθεν οὖν μεγάλη κατάστασις ἐν τοῖς δυτικοῖς ἐγένετο. Σέργιος δὲ ὁ προλεχθεὶς λόγον ἀπαθείας τὸν στρατηγὸν αἰτησάμενος καὶ λαβὼν ἐξῆλθε πρὸς αὐτόν· καὶ πάντα εἰρήνευσαν τὰ ἑσπέρια μέρη.
5Οὔμαρος δὲ κρατήσας τῶν Ἀράβων ἐπέτρεψεν ἀνακάμψαι τὸν Μασαλμᾶν. ἀποκινησάντων δὲ τῶν Ἀγαρηνῶν τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς μετὰ πολλῆς αἰσχύνης· ἐν γὰρ τῷ ἐκπορίζειν τὸν στόλον αὐτῶν λαῖλαψ ἐκ θεοῦ διὰ τῶν πρεσβειῶν τῆς θεομήτορος ἐνσκήψας εἰς αὐτοὺς τούτους διεσκόρπισεν· καὶ τοὺς μὲν ἐν Προκονήσῳ καὶ
10ταῖς λοιπαῖς νήσοις, τοὺς δὲ ἐν τοῖς Ἀποστρόφοις καὶ ταῖς λοιπαῖς ἀκταῖς κατεπόντισεν, οἱ δὲ περιλειφθέντες παρήρχοντο τὸ Αἰγαῖον πέλαγος, καὶ ἄφνω ἐπῆλθεν αὐτοῖς θεομηνία φοβερά· χάλαζα γὰρ πύρινος κατελθοῦσα ἐπ’ αὐτοὺς τὸ ὕδωρ τῆς θαλάσσης καχλάσαι πεποίηκεν, καὶ τῆς πίσσης λυθείσης, αὔτανδροι αἱ ναῦς εἰς βυθὸν
15κατηνέχθησαν· δέκα δὲ μόναι καὶ αὗται προνοίᾳ θεοῦ διασωθεῖσαι ἐξ αὐτῶν πρὸς τὸ ἀπαγγεῖλαι ἡμῖν τε καὶ τοῖς Ἄραψι τὰ μεγαλεῖα τοῦ θεοῦ τὰ γεγονότα εἰς αὐτούς· ἃς καὶ περιτυχόντες οἱ τῶν ἡμετέρων τὰς μὲν πέντε πιάσαι ἠδυνήθησαν, αἱ δὲ ἄλλαι πέντε ἀπεσώθησαν εἰς Συρίαν τὴν τοῦ θεοῦ δυναστείαν ἀναγγελοῦσαι.
20Τῷ δ’ αὐτῷ ἔτει σεισμοῦ μεγάλου γενομένου ἐν Συρίᾳ, ἐκώλυ‐ σεν Οὔμαρ τὸν οἶνον ἀπὸ τῶν πόλεων, καὶ μαγαρίζειν τοὺς Χρι‐ στιανοὺς ἠνάγκαζεν· καὶ τοὺς μὲν μαγαρίζοντας ἀτελεῖς ἐποίει, τοὺς δὲ μὴ καταδεχομένους ἀνῄρει, καὶ πολλοὺς μάρτυρας ἀπειργάσατο, καὶ μὴ παραδέχεσθαι μαρτυρίαν Χριστιανοῦ κατὰ Σαρακηνοῦ ἐθέσπι‐
25σεν. ἐποίησε δὲ καὶ ἐπιστολὴν δογματικὴν πρὸς Λέοντα τὸν βασιλέα οἰόμενος πείσειν αὐτὸν τοῦ μαγαρίσαι.
γʹ. βʹ. εʹ. ιδʹ.
Τούτῳ τῷ ἔτει ἐτέχθη τῷ δυσσεβεῖ βασιλεῖ Λέοντι ὁ δυσσεβέ‐399

400

στερος αὐτοῦ υἱὸς Κωνσταντῖνος καὶ τοῦ Ἀντιχρίστου πρόδρομος. τῇ δὲ κεʹ τοῦ Δεκεμβρίου μηνὸς Μαρία, ἡ γυνὴ Λέοντος, ἐστέφθη ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, καὶ προῆλθεν ἔμπρακτος μόνη χωρὶς τοῦ ἀνδρὸς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ εὐξαμένη πρὸ τῆς
5εἰσόδου τοῦ θυσιαστηρίου μετῆλθεν εἰς τὸν μέγαν βαπτιστῆρα, προ‐ εισελθόντος τοῦ ἀνδρὸς αὐτῆς μετ’ ὀλίγων οἰκειακῶν ἀνθρώπων αὐτοῦ. ἔνθα βαπτίσαντος Γερμανοῦ τοῦ ἀρχιερέως τὸν τῆς κακίας τε καὶ βασιλείας αὐτῶν διάδοχον Κωνσταντῖνον, δεινόν τι καὶ δυσ‐ ῶδες ἐκ νηπιότητος αὐτοῦ προεσήμανται τεκμήριον, ἀφοδεύσαντος
10αὐτοῦ ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ, ὥς φασιν οἱ ἀκριβῶς αὐτόπται γεγονότες, ὥστε φάναι Γερμανὸν τὸν ἁγιώτατον πατριάρχην προ‐ φητικῶς, ὅτι “μεγίστου κακοῦ Χριστιανοῖς καὶ τῇ ἐκκλησίᾳ δι’ αὐτοῦ μέλλοντος γίνεσθαι τὸ σημεῖον τοῦτο πέφυκεν.” τοῦτον οἱ προύχοντες τῶν θεμάτων καὶ τῆς συγκλήτου βαπτισθέντα ἀνεδέξαντο. μετὰ δὲ
15τὴν θείαν λειτουργίαν ἔμπρακτος ἡ αὐγούστα Μαρία ἀνέκαμψε σὺν τῷ υἱῷ βεβαπτισμένῳ ὑπατείαν δοῦσα ἀπὸ τῆς ἐκκλησίας ἕως τῆς Χαλκῆς πύλης τοῦ παλατίου. Τῷ δ’ αὐτῷ ἔτει Νικήτας ὁ Ξυλινίτης γράφει πρὸς Ἀρτέ‐ μιον ἐν Θεσσαλονίκῃ, ὥστε ἀπελθεῖν αὐτὸν πρὸς Τέρβελιν, ὅπως
20μετὰ συμμαχίας Βουλγαρικῆς ἔλθῃ κατὰ Λέοντος. ὁ δὲ ὑπακούσας ἀπῆλθε καὶ δίδωσιν αὐτῷ στρατὸν καὶ νʹ κεντηνάρια χρυσοῦ. καὶ ταῦτα λαβὼν ἐπὶ Κωνσταντινούπολιν ἔρχεται. τῆς δὲ πόλεως τοῦτον μὴ δεξαμένης, οἱ Βούλγαροι τοῦτον τῷ Λέοντι παρέδωκαν καὶ φιλο‐ φρονηθέντες ὑπ’ αὐτοῦ ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς τοῦτον σὺν τῷ
25Ξυλινίτῃ ἀνεῖλεν, δημεύσας καὶ τὴν τοῦ Ξυλινίτου οὐσίαν μαγίστρου αὐτοῦ ὑπάρχοντος καὶ πολλὴν κεκτημένου· ὁμοίως δὲ καὶ Σισίννιον τὸν πατρίκιον, τὸ ἐπίκλην Ῥενδάκιν οἱ Βούλγαροι ἀπεκεφάλισαν ὡς συνόντα τῷ Ἀρτεμίῳ, καὶ τὸν ἀρχιεπίσκοπον Θεσσαλονίκης προ‐ έδωκαν τῷ βασιλεῖ, καὶ ἀπεκεφαλίσθη σὺν τῷ Ἀρτεμίῳ. ὁμοίως καὶ
30Ἰσόην τὸν πατρίκιον καὶ κόμητα τοῦ Ὀψικίου καὶ Θεόκτιστον πρωτο‐400

401

ασηκρήτην, καὶ Νικήταν τὸν Ἄνθρακα καὶ ἄρχοντα τοῦ τειχίου ὡς φίλους καὶ συνδρόμους αὐτοῦ, ἀπέκτεινεν· τοὺς δὲ λοιποὺς ῥινο‐ τομήσας καὶ δημεύσας ἐξώρισεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛσιβʹ.
5Τῆς θείας σαρκώσεως ἔτη ψιβʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη κδʹ. δʹ. Ἀράβων ἀρχηγὸς Ἰζὶδ ἔτη δʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ιεʹ.[End of a diagram]
9Τούτῳ τῷ ἔτει ἰνδικτιῶνος γʹ, τῇ ἡμέρᾳ τοῦ πάσχα, ἐστέφθη
10Κωνσταντῖνος ὑπὸ Λέοντος, τοῦ πατρὸς αὐτοῦ, ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβίτων, τοῦ μακαρίου Γερμανοῦ τοῦ πατριάρχου ποιή‐ σαντος τὰς πρὸς συνήθειαν εὐχάς. Τῷ δ’ αὐτῷ ἔτει ἀπεβίω Οὔμαρος, ὁ τῶν Ἀράβων ἀμηρεύσας ἔτη βʹ καὶ μῆνας δʹ, καὶ ἀμηρεύει Ἰζίδ. τούτῳ φύεται ἐν Περσίδι
15τύραννος ὀνόματι καὶ αὐτὸς Ἰζὶδ Μουαλαβί· καὶ συναπῆλθον αὐτῷ πολλοὶ τῆς Περσίδος· πέμψας δὲ Ἰζὶδ τὸν Μασαλμᾶν ἀνεῖλεν αὐτὸν καὶ τὴν Περσίδα ὑπέταξεν.
εʹ. βʹ. ζʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει ἀνεφάνη τις Σύρος ψευδόχριστος καὶ ἐπλάνησε
20τοὺς Ἑβραίους λέγων ἑαυτὸν εἶναι τὸν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ.
ϛʹ. γʹ. ηʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ἠνάγκασεν ὁ βασιλεὺς τοὺς Ἑβραίους καὶ τοὺς Μοντανοὺς βαπτίζεσθαι. οἱ δὲ Ἰουδαῖοι ἀπροαιρέτως βαπτιζόμενοι ἀπελούοντο τὸ βάπτισμα καὶ ἐσθίοντες μετελάμβανον τὴν ἁγίαν
25δωρεὰν καὶ ἔχραινον τὴν πίστιν. οἱ δὲ Μοντανοὶ διαμαντεύσαντες ἑαυτοῖς καὶ ὁρίσαντες ἡμέραν εἰσῆλθον εἰς τοὺς ὡρισμένους οἴκους τῆς πλάνης αὐτῶν καὶ κατέκαυσαν ἑαυτούς.
ζʹ. δʹ. θʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Ἰουδαῖός τις ὁρμώμενος ἀπὸ Λαοδικείας τῆς
30παραλίου Φοινίκης, γόης, ἐλθὼν πρὸς Ἰζὶδ ἐπηγγείλατο αὐτῷ ἔτη μʹ401

402

κρατήσειν τῆς Ἀράβων ἀρχῆς, εἰ τὰς ἐν ταῖς ἐκκλησίαις τῶν Χρι‐ στιανῶν ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ τιμωμένας σεπτὰς εἰκόνας καθέλῃ. τούτῳ πεισθεὶς ὁ ἀνόητος Ἰζὶδ δόγμα καθολικὸν ἐψηφίσατο κατὰ τῶν ἁγίων εἰκόνων· ἀλλὰ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
5καὶ ταῖς πρεσβείαις τῆς ἀφθόρου μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τῷ αὐτῷ ἔτει τέθνηκεν Ἰζίδ, οὐδὲ ἀκουσθῆναι φθάσαντος τοῖς πολλοῖς τοῦ σατανικοῦ αὐτοῦ δόγματος. μεταλαβὼν δὲ ταύτης τῆς πικρᾶς καὶ ἀθεμίτου κακοδοξίας Λέων ὁ βασιλεὺς πολλῶν κακῶν ἡμῖν αἴτιος γέγονεν. εὑρὼν δὲ ὁμόφρονα τῆς ἀπαιδευσίας ταύτης
10Βησήρ τινα τοὔνομα, γενόμενον μὲν ἀπὸ Χριστιανῶν αἰχμάλωτον ἐν Συρίᾳ, ἀποστάντα δὲ τῆς εἰς Χριστὸν πίστεως καὶ ποιωθέντα τοῖς Ἀράβων δόγμασιν, οὐ πρὸ πολλοῦ δὲ χρόνου ἀπελευθερωθέντα τῆς ἐκείνων δουλείας καὶ καταλαβόντα τὴν Ῥωμαίων πολιτείαν· διὰ ῥώμην δὲ σώματος καὶ ὁμόνοιαν τῆς κακοδοξίας ἐτιμήθη παρὰ τοῦ
15αὐτοῦ Λέοντος· ὅστις καὶ συνασπιστὴς τοῦ μεγάλου κακοῦ τούτου γέγονε τῷ βασιλεῖ. συνεφρόνει δὲ κακῶς αὐτῷ καὶ ὁ πάσης ἀκα‐ θαρσίας ἀνάπλεως καὶ συντρόφῳ ἀπαιδευσίᾳ συζῶν Νακωλείας ὁ ἐπίσκοπος. Ἀράβων ἀρχηγὸς Ἰσὰμ ἔτη ιθʹ.
20
ηʹ. αʹ. ιʹ. ιθʹ.
Τὰ περὶ τοῦ μακαρίου Στεφάνου, τοῦ πάπα Ῥώμης, ὅπως τε ἔφυγεν ἐν Φραγγικῇ καὶ ἐσώθη, λέξων ἔρχομαι. Οὗτος ὁ ἀοίδιμος Στέφανος πολλὰ κακὰ ὑπέστη ὑπὸ Ἀστούλ‐ φου, τοῦ ῥηγὸς τῶν Λογγιβάρδων. προσφυγὼν δὲ τοῖς Φράγγοις
25ἐπὶ Πιπίνου προοίκου καὶ ἐξάρχου τῆς διοικήσεως τῶν ὅλων πραγμά‐ των καὶ τοῦ τῶν Φράγγων ἔθνους· ἔθος γὰρ ἦν αὐτοῖς τὸν κύριον αὐτῶν, ἤτοι τὸν ῥῆγα, κατὰ γένος ἄρχειν καὶ μηδὲν πράττειν ἢ διοικεῖν, πλὴν ἀλόγως ἐσθίειν καὶ πίνειν, οἴκοι τε διατρίβειν καὶ
κατὰ Μάϊον μῆνα πρώτῃ τοῦ μηνὸς προκαθέζεσθαι ἐπὶ παντὸς τοῦ402

403

ἔθνους καὶ προσκυνεῖν αὐτοὺς καὶ προσκυνεῖσθαι ὑπ’ αὐτῶν καὶ δωροφορεῖσθαι τὰ κατὰ συνήθειαν καὶ ἀντιδιδόναι αὐτοῖς καὶ οὕτως ἕως τοῦ ἄλλου Μαΐου καθ’ ἑαυτὸν διάγειν. ἔχει δὲ τὸν λεγόμενον πρόοικον γνώμῃ ἑαυτοῦ καὶ τοῦ ἔθνους διοικοῦντα πάντα τὰ πράγ‐
5ματα. ἐλέγοντο δὲ οἱ ἐκ τοῦ γένους ἐκείνου καταγόμενοι κριστά‐ ται, ὃ ἑρμηνεύεται τριχοραχάται· τρίχας γὰρ εἶχον κατὰ τῆς ῥάχης ἐκφυομένας, ὡς χοῖροι. ὁ γοῦν εἰρημένος Στέφανος τῇ ὠμότητι τοῦ Ἀστούλφου βιασθεὶς καὶ ἀβουλίᾳ, ἅμα δὲ καὶ ἐπιτραπεὶς παρ’ αὐτοῦ ἀπελθεῖν εἰς Φραγγικὴν καὶ ποιῆσαι ὃ ἂν δύνηται, ἐλθὼν
10χειροτονεῖ τὸν Πίπινον ἄνδρα τὸ τηνικαῦτα λίαν εὐδόκιμον, προϊστά‐ μενον ἅμα καὶ τῶν πραγμάτων ἀπὸ τοῦ ῥηγὸς καὶ προπολεμήσαντα τοὺς περαιωθέντας Ἄραβας ἀπὸ τῆς Ἀφρικῆς ἐπὶ τὴν Σπανίαν, τοὺς καὶ κρατήσαντας ἕως τοῦ νῦν τῆς αὐτῆς Σπανίας, δοκιμάσαντας δὲ καὶ κατὰ τῶν Φράγγων παρατάξασθαι. οἷς ἀντιταξάμενος σὺν τῷ
15πλήθει ὁ αὐτὸς Πίπινος κτείνει μὲν καὶ αὐτὸν τὸν ἔξαρχον τοῦ ἔθνους Ἀβδεραχμάν, συναναιρεῖ δὲ καὶ πλῆθος οὐκ εὐαρίθμητον παρὰ τὸν Ἠριδανὸν ποταμόν, καὶ θαυμάζεται καὶ φιλεῖται παρὰ τοῦ ἔθνους, οὐ μόνον διὰ τοῦτο, ἀλλὰ καὶ δι’ ἄλλα προτερήματα, καὶ προηγεῖται τοῦ ἔθνους πρῶτος οὐ κατὰ γένος, λύσαντος αὐτὸν
20τῆς ἐπιορκίας τῆς πρὸς τὸν ῥῆγα τοῦ αὐτοῦ Στεφάνου, καὶ ἀπο‐ κείραντος τὸν πρὸ αὐτοῦ ῥῆγα καὶ ἐν μοναστηρίῳ μετὰ τιμῆς καὶ ἀναπαύσεως περιορίσαντος. οὗτος ὁ Πίπινος δύο υἱοὺς ἔσχεν, Κά‐ ρουλον καὶ Καρουλόμαγνον, τὸν ἀδελφὸν αὐτοῦ. Τῷ δ’ αὐτῷ ἔτει ἀπεβίω Ἰζίδ, ὁ τῶν Ἀράβων ἀμηρεύσας ἔτη
25δʹ, καὶ ἀμηρεύει Ἰσάμ, ὁ τούτου ἀδελφός, καὶ ἤρξατο κτίζειν κατὰ χώραν καὶ πόλιν παλάτια καὶ κατασπορὰς ποιεῖν καὶ παραδείσους καὶ ὕδατα ἐκβάλλειν. καὶ ἐπεστράτευσε [χθῆ] τὴν Ῥωμανίαν, καὶ πολλοὺς τῶν σὺν αὐτῷ ἀποβαλὼν ὑπέστρεψεν.
Στέφανος δέ, ὁ πάπας Ῥώμης, προσέφυγεν εἰς τοὺς Φράγγους.403

404

Ῥώμης ἐπίσκοπος Γρηγόριος ἔτη θʹ.
θʹ. βʹ. αʹ. ιαʹ. κʹ.
Τούτῳ τῷ ἔτει ἤρξατο ὁ δυσσεβὴς βασιλεὺς Λέων τῆς κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων καθαιρέσεως λόγον ποιεῖσθαι. καὶ
5μαθὼν τοῦτο Γρηγόριος, ὁ πάπας Ῥώμης, τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμης ἐκώλυσε γράψας πρὸς Λέοντα ἐπιστολὴν δογματικήν, μὴ δεῖν βασιλέα περὶ πίστεως λόγον ποιεῖσθαι καὶ καινοτομεῖν τὰ ἀρ‐ χαῖα δόγματα τῆς ἐκκλησίας, τὰ ὑπὸ τῶν ἁγίων πατέρων δογμα‐ τισθέντα.
10Τῷ δ’ αὐτῷ ἔτει καὶ ὁ χείμαρρος πλημμυρήσας εἰσῆλθεν εἰς Ἔδεσαν τὴν πόλιν καὶ πολλοὺς ἠφάνισεν.
ιʹ. γʹ. βʹ. ιβʹ. καʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Καισάρειαν Καππα‐ δοκίας καὶ παρέλαβεν αὐτήν. καὶ γέγονε θανατικὸν ἐν Συρίᾳ. καὶ
15αἱ κάμηλοι τοῦ πρωτοσυμβούλου ἐκάησαν εἰς τὸν ἅγιον Ἡλίαν. Μαυΐας δέ, ὁ υἱὸς Ἰσάμ, ἐπεστράτευσε τὴν Ῥωμανίαν καὶ ἐμπερι‐ πατήσας ὑπέστρεψεν. Ἐν αὐτῷ δὲ τῷ ἔτει, ἰνδικτιῶνος θʹ, ὥρᾳ θέρους, ἀτμὶς ὡς ἐκ καμίνου πυρὸς ἀνέβρασεν ἀναμέσον Θήρας καὶ Θηρασίας τῶν νήσων
20ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης ἐπὶ ἡμέρας τινάς, καὶ κατὰ βραχὺ παχυνομένη καὶ ἀπολιθουμένη τῇ ἐξάψει τῆς πυρώδους ἐκκαύσεως, ὅλος ὁ καπνὸς πυροφανὴς ἐδείκνυτο. τῇ δὲ παχύτητι τῆς γεώδους οὐσίας πετροκισσήρους μεγάλους ὡς λόφους τινὰς ἀνέπεμψε καθ’ ὅλης τῆς μικρᾶς Ἀσίας καὶ Λέσβου καὶ Ἀβύδου καὶ τῆς πρὸς θά‐
25λασσαν Μακεδονίας, ὡς ἅπαν τὸ πρόσωπον τῆς θαλάσσης ταύτης κισσήρων ἐπιπολαζόντων γέμειν· μέσον δὲ τοῦ τηλικούτου πυρὸς νῆσος ἀπογεωθεῖσα τῇ λεγομένῃ Ἱερᾷ νήσῳ συνήφθη, μήπω τὸ πρὶν οὖσα, ἀλλ’ ὡς αἱ προρρηθεῖσαι νῆσοι, Θήρα τε καὶ Θηρασία ποτὲ
ἐξεβράσθησαν, οὕτω καὶ αὕτη νῦν ἐπὶ τῶν χρόνων τοῦ θεομάχου404

405

Λέοντος. ὃς τὴν κατ’ αὐτοῦ θείαν ὀργὴν ὑπὲρ ἑαυτοῦ λογισάμενος ἀναιδέστερον κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἤγειρε πόλεμον, σύμμαχον ἔχων Βησὴρ τὸν ἀρνησίθεον καὶ τῆς ἴσης ἀλογίας ἐφάμιλ‐ λον. ἄμφω γὰρ ἀπαιδευσίας ἦσαν ἔμπλεοι καὶ πάσης ἀμαθίας, ἐξ
5ἧς τὰ πολλὰ τῶν κακῶν ἔρχεται. οἱ δὲ κατὰ τὴν βασιλίδα πόλιν ὄχλοι σφόδρα λυπούμενοι ἐπὶ ταῖς καιναῖς διδασκαλίαις αὐτῷ τε ἐμελέτων ἐπελθεῖν καί τινας βασιλικοὺς ἀνθρώπους ἀνεῖλον καθελόν‐ τας τὴν τοῦ κυρίου εἰκόνα τὴν ἐπὶ τῆς μεγάλης Χαλκῆς πύλης, ὡς πολλοὺς αὐτῶν ὑπὲρ τῆς εὐσεβείας τιμωρηθῆναι μελῶν ἐκκοπαῖς καὶ
10μάστιξι καὶ ἐξορίαις καὶ ζημίαις, μάλιστα δὲ τοὺς εὐγενείᾳ καὶ λόγῳ διαφανεῖς· ὥστε καὶ τὰ παιδευτήρια σβεσθῆναι καὶ τὴν εὐσεβῆ παί‐ δευσιν τὴν ἀπὸ τοῦ ἐν ἁγίοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μέχρι νῦν κρατήσασαν, ἧς καὶ μετὰ ἄλλων πολλῶν καλῶν καθαιρέτης ὁ σαρακηνόφρων οὗτος Λέων γέγονεν. ἐν τούτοις οὖν θείῳ κινού‐
15μενοι ζήλῳ στασιάζουσι κατ’ αὐτοῦ μεγάλῃ ναυμαχίᾳ συμφωνήσαντες Ἑλλαδικοί τε καὶ οἱ τῶν Κυκλάδων νήσων Κοσμᾶν τινα συνεπόμε‐ νον ἔχοντες εἰς τὸ στεφθῆναι, Ἀγαλλιανὸς δέ, τουρμάρχης τῶν Ἑλλαδικῶν, ἡγεῖτο τῆς στρατιᾶς, καὶ Στέφανος· οἳ καὶ προσπελά‐ σαντες τῇ βασιλίδι πόλει ιηʹ τοῦ Ἀπριλλίου μηνὸς τῆς ιʹ ἰνδικτιῶνος
20ἡττῶνται συμβαλόντες τοῖς Βυζαντίοις, ἐμπρησθέντων αὐτῶν τῶν νηῶν τῷ σκευαστῷ πυρί. καὶ οἱ μὲν βυθίζονται περὶ τὸν λάκκον, ἐν οἷς καὶ Ἀγαλλιανὸς ἔνοπλον ἑαυτὸν ἐπόντωσεν, οἱ δὲ ζῶντες τῷ κρατοῦντι προσρύονται. καὶ ἀποτέμνονται τὰς κεφαλὰς Κοσμᾶς τε καὶ Στέφανος, αὔξει δὲ τῇ κακίᾳ Λέων ὁ δυσσεβὴς καὶ οἱ τούτου
25σύμφρονες τὸν κατὰ τῆς εὐσεβείας διωγμὸν ἐπιτείνοντες. κατὰ δὲ τὴν θερινὴν τροπὴν ταύτης τῆς ιʹ ἰνδικτιῶνος, μετὰ τὴν τῶν ὁμο‐ φύλων κακὴν νίκην, κατὰ τῆς Βιθυνῶν Νικαίας παρατάττεται Σαρα‐ κηνῶν δύο ἀμηραίων στῖφος, Ἄμερ ἐν χιλιάσι ιεʹ μονοζώνων προ‐ δραμὼν καὶ ἀπαρασκεύαστον κυκλώσας τὴν πόλιν, καὶ Μαυΐας
30ἐπακολουθῶν ἐν ἄλλαις ὀκτὼ ἥμισυ μυριάσιν, οἳ μετὰ πολιορκίαν405

406

πολλὴν καὶ καθαίρεσιν τῶν τειχῶν μερικὴν τῷ τῶν τιμωμένων ἁγίων πατέρων αὐτόθι τεμένει ταύτης μὲν οὐ περιγεγόνασι διὰ τῶν εὐπροσδέκτων εὐχῶν πρὸς τὸν θεόν, ἔνθα καὶ σεβάσμιοι αὐτῶν χαρακτῆρες ἀνεστήλωντο μέχρι νῦν ὑπὸ τῶν ὁμοφρόνων αὐτῶν τιμώ‐
5μενοι. Κωνσταντῖνος δέ τις στράτωρ τοῦ Ἀρταυάσδου ἰδὼν εἰκόνα τῆς θεοτόκου ἑστῶσαν, λαβὼν λίθον ἔρριψε κατ’ αὐτῆς καὶ συν‐ έτριψεν αὐτὴν καὶ πεσοῦσαν κατεπάτησεν· καὶ θεωρεῖ ἐν ὁράματι παρεστῶσαν αὐτῷ τὴν δέσποιναν καὶ λέγουσαν αὐτῷ· “οἶδας ποῖον γενναῖον πρᾶγμα εἰργάσω εἰς ἐμέ; ὄντως κατὰ τῆς ἑαυτοῦ κεφαλῆς
10τοῦτο ἐποίησας.” τῇ δὲ ἐπαύριον προσβαλόντων τῶν Σαρακηνῶν τῷ τείχει, καὶ πολέμου κροτηθέντος, δραμὼν εἰς τὸ τεῖχος ὡς γεν‐ ναῖος στρατιώτης ὁ ταλαίπωρος ἐκεῖνος βάλλεται ὑπὸ λίθου τοῦ ἐκ τοῦ μαγγανικοῦ πεμφθέντος, καὶ συνέτριψεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ἄξιον τῆς ἑαυτοῦ δυσσεβείας κομισάμενος ἀνταπόδομα.
15αἰχμαλωσίαν δὲ πλείστην καὶ λάφυρα συναγαγόντες ὑπέστρεψαν, δεικνύντος καὶ τοῦτο τοῦ θεοῦ τῷ ἀσεβεῖ, ὅτι οὐ δι’ εὐσέβειαν περι‐ γέγονε τῶν ὁμοφύλων, ὡς ἐκεῖνος ηὔχει, ἀλλὰ διά τινα αἰτίαν θείαν καὶ ἀπόρρητον κρίσιν, ἀποκρουομένης μὲν τὴν τοιαύτην Ἀραβικὴν ἰσχὺν τῆς τῶν ἁγίων πατέρων πόλεως ταῖς αὐτῶν πρεσβείαις, διὰ
20τῶν ἐν αὐτῇ τιμωμένων ἀκριβεστάτων αὐτῶν χαρακτήρων εἰς ἔλεγχον δὲ καὶ ἀναπολόγητον κρίσιν τοῦ τυράννου καὶ βεβαίωσιν τῶν εὐσε‐ βούντων. οὐ μόνον γὰρ περὶ τὴν σχετικὴν τῶν σεπτῶν εἰκόνων ὁ δυσσεβὴς ἐσφάλλετο προσκύνησιν, ἀλλὰ καὶ περὶ τῶν πρεσβειῶν τῆς πανάγνου θεοτόκου καὶ πάντων τῶν ἁγίων· καὶ τὰ λείψανα αὐτῶν
25ὁ παμμίαρος, ὡς οἱ διδάσκαλοι αὐτοῦ Ἄραβες, ἐβδελύττετο. ἐκ τοῦδε τοίνυν τοῦ χρόνου ἀναιδῶς τῷ μακαρίῳ Γερμανῷ, τῷ πατρι‐ άρχῃ Κωνσταντινουπόλεως, προσετρίβετο, μεμφόμενος πάντας τοὺς πρὸ αὐτοῦ βασιλεῖς καὶ ἀρχιερεῖς καὶ Χριστιανοὺς λαούς, ὡς εἰδω‐ λολατρήσαντας ἐπὶ τῇ προσκυνήσει τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων,
30μὴ χωροῦντος αὐτοῦ δι’ ἀπιστίαν καὶ πολλὴν ἰδιωτείαν τὸν περὶ
σχετικῆς προσκυνήσεως λόγον.406

407

ιαʹ. δʹ. γʹ. ιγʹ. κβʹ. Τούτῳ τῷ ἔτει Μαυΐας παρέλαβε τὸ κάστρον Ἀτεοῦς καὶ ὑπ‐ έστρεψεν.
ιβʹ. εʹ. δʹ. ιδʹ. κγʹ.
5Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν ὁ υἱὸς Χαγάνου, τοῦ δυνάστου Χαζαρίας, τὴν Μηδίαν καὶ Ἀρμενίαν, καὶ εὑρὼν Γάραχον, τὸν τῶν Ἀράβων στρατηγόν, κατὰ τὴν Ἀρμενίαν ἀνεῖλεν αὐτὸν μετὰ τοῦ συνόντος αὐτῷ πλήθους· καὶ ληϊσάμενος τὴν τῶν Ἀρμενίων χώραν καὶ τὴν Μήδων ἀνέκαμψεν, φόβον μέγαν ἐμποίησας τοῖς Ἄραψιν.
10
ιγʹ. ϛʹ. εʹ. ιεʹ. κδʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν τῶν Τούρκων γῆν, καὶ συναφθέντες ἀλλήλοις εἰς πόλεμον, πίπτουσιν ἐξ ἀμφοτέρων τῶν μερῶν· καὶ δειλανδρήσας ὁ Μασαλμᾶς φυγῇ χρησάμενος διὰ τῶν ὀρέων Χαζαρίας ὑπέστρεψεν.
15Τῷ δ’ αὐτῷ ἔτει ἀπομανεὶς Λέων, ὁ παράνομος βασιλεύς, κατὰ τῆς ὀρθῆς πίστεως καὶ ἐνέγκας τὸν μακάριον Γερμανὸν ἤρξατο αὐτὸν θωπευτικοῖς λόγοις δελεάζειν. ὁ δὲ μακάριος ἀρχιερεὺς ἔφη πρὸς αὐτόν· “τὴν μὲν καθαίρεσιν τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἀκούομεν ἔσεσθαι, ἀλλ’ οὐκ ἐπὶ τῆς σῆς βασιλείας.” τούτου δὲ ἐπαναγκάσαντος
20εἰπεῖν ἐπὶ τίνος βασιλείας; ἔφη· “ἐπὶ Κόνωνος.” ὁ δὲ ἔφη· “τὸ βαπτιστικόν μου ὄνομα ἐν ἀληθείᾳ Κόνων ἐστίν.” ὁ δὲ πατριάρχης ἔφη· “μὴ γένοιτο, δέσποτα, διὰ τῆς σῆς βασιλείας τὸ κακὸν τοῦτο τελεσθῆναι· Ἀντιχρίστου γάρ ἐστι πρόδρομος ὁ τοῦτο πληρῶν καὶ τῆς ἐνσάρκου θείας οἰκονομίας ἀνατροπεύς.” ἐπὶ τούτοις χαλεπήνας
25ὁ τύραννος ἐνεῖχε τῷ μακαρίῳ, ὡς Ἡρώδης ποτὲ τῷ προδρόμῳ. ἀνέμνησε δὲ αὐτὸν ὁ πατριάρχης καὶ τῶν πρὸ τῆς αὐτοκρατορίας αὐτοῦ συνθηκῶν, ὅπως αὐτῷ θεὸν ἐγγυητὴν δέδωκεν ἐν μηδενὶ σαλεῦσαι τὴν ἐκκλησίαν τοῦ θεοῦ τῶν αὐτῆς ἀποστολικῶν καὶ θεο‐ παραδότων θεσμῶν. ἀλλ’ οὐδ’ οὕτως ᾐσχύνθη ὁ ἄθλιος. ἐπιτηρῶν
30δὲ καὶ καθυποβάλλων τινὰς ἠγωνίζετο λόγους, εἴ που τοῦτον εὕροι
κατὰ τῆς βασιλείας αὐτοῦ ποιούμενον, ἵν’ ὡς φατριαστήν, καὶ οὐχ407

408

ὡς ὁμολογητὴν καθέλῃ τοῦ θρόνου, ἔχων εἰς τοῦτο σύμμαχον καὶ συμμέτοχον Ἀναστάσιον μαθητὴν καὶ σύγκελλον αὐτοῦ, συνταξά‐ μενος αὐτῷ ὡς τῆς ἀσεβείας ὁμόφρονι, καὶ τοῦ θρόνου μοιχὸν διά‐ δοχον ἔσεσθαι· ὃν ὁ μακάριος οὐκ ἀγνοῶν οὕτω στρεβλῶς διακεί‐
5μενον, μιμούμενος τὸν ἑαυτοῦ δεσπότην, ὡς πρὸς ἄλλον Ἰσκαριώτην, σοφῶς καὶ πρᾴως τὰ περὶ προδοσίας ἀνεμίμνησκεν. ἐπεὶ δὲ ἀνεπι‐ στρόφως αὐτὸν ἑώρα πλανώμενον, ἐπιστραφεὶς πρὸς αὐτὸν πατή‐ σαντά ποτε τὰ ὀπίσθια τῆς στολῆς αὐτοῦ, εἰσιόντος αὐτοῦ πρὸς τὸν βασιλέα, ἔφη· “μὴ σπεῦδε, φθάζεις γὰρ εἰσελθεῖν εἰς τὸ διΐππιν.”
10ὁ δὲ ταραχθεὶς ἐπὶ τῷ λόγῳ σὺν ἄλλοις ἀκούσασιν ἠγνόει τὴν πρόρρησιν, ἥτις πέρας λαβοῦσα μετὰ ιεʹ ἔτη τῷ τρίτῳ ἔτει Κων‐ σταντίνου τοῦ διώκτου, ἰνδικτιῶνος ιβʹ, πάντας ἔπεισεν ἐκ θείας χάριτος προφητευθῆναι τῷ ἀγνώμονι. Κωνσταντῖνος γὰρ μετὰ τὴν τοῦ γαμβροῦ αὐτοῦ Ἀρταυάσδου ἀνασοβὴν τῆς βασιλείας ἐπικρα‐
15τήσας Ἀναστάσιον τοῦτον τύψας σὺν ἄλλοις ἐχθροῖς ἐν ἱππικῷ διὰ τοῦ διϊππίου γυμνὸν ἐπ’ ὄνου καθήμενον ἐξανάστροφα ἐπόμπευσεν, ὡς τοῖς ἐχθροῖς συνανασκάψαντα αὐτόν, καὶ τὸν Ἀρτάυασδον στέ‐ ψαντα, ὡς δηλωθήσεται ἐν τῷ ἰδίῳ τόπῳ. καὶ ἐν μὲν τῷ Βυζαντίῳ πρόμαχος τῶν ὑπὲρ εὐσεβείας δογμάτων ὁ ἱερὸς οὗτος καὶ θεσπέσιος
20ἤκμαζε Γερμανὸς θηριομαχῶν πρὸς τὸν φερώνυμον Λέοντα καὶ τοὺς αὐτοῦ συνασπιστάς, ἐν δὲ τῇ πρεσβυτέρᾳ Ῥώμῃ Γρηγόριος, ὁ πανίερος ἀποστολικὸς ἀνὴρ καὶ Πέτρου τοῦ κορυφαίου σύνθρονος, λόγῳ καὶ πράξει διαλάμπων, ὃς ἀπέστησε Ῥώμην τε καὶ Ἰταλίαν καὶ πάντα τὰ ἑσπέρια τῆς τε πολιτικῆς καὶ ἐκκλησιαστικῆς ὑπακοῆς Λέοντος καὶ
25τῆς ὑπ’ αὐτὸν βασιλείας. ἐν δὲ τῇ κατὰ Συρίαν Δαμασκῷ Ἰωάννης ὁ Χρυσορρόας, πρεσβύτερος καὶ μοναχός, ὁ τοῦ Μανσούρ, διδά‐ σκαλος ἄριστος, βίῳ καὶ λόγῳ προέλαμπεν. ἀλλὰ Γερμανὸν μὲν ὡς ὑπ’ αὐτὸν ὄντα ἐκβάλλει τοῦ θρόνου· Γρηγόριος δὲ αὐτὸν δι’ ἐπι‐ στολῶν ἀριδήλως ἐλέγχει τῶν τοῖς πολλοῖς ἐγνωσμένων, καὶ Ἰωάννης
30σὺν τοῖς τῆς ἀνατολῆς ἐπισκόποις τοῖς ἀναθέμασι τὸν ἀσεβῆ καθ‐ υποβάλλει. τῇ δὲ ζʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς ιγʹ ἰνδικτιῶνος,
ἡμέρᾳ γʹ τῆς ἑβδομάδος, Λέων ὁ δυσσεβὴς σελέντιον κατὰ τῶν ἁγίων408

409

καὶ σεπτῶν εἰκόνων ἐκρότησεν ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβί‐ των, προσκαλεσάμενος καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανόν, οἰόμενος πείθειν αὐτὸν ὑπογράψαι κατὰ τῶν ἁγίων εἰκόνων. ὁ δὲ γενναῖος τοῦ Χριστοῦ δοῦλος μηδ’ ὅλως πεισθεὶς τῇ μυσαρᾷ κακο‐
5δοξίᾳ αὐτοῦ, τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσας ἀπετάξατο τὴν ἀρχιερωσύνην ἐπιδοὺς τὸ ὠμοφόριον καὶ εἰπὼν μετὰ πολλοὺς δι‐ δασκαλικοὺς λόγους· “ἐὰν ἐγώ εἰμι Ἰωνᾶς, βάλετέ με εἰς τὴν θά‐ λασσαν. χωρὶς γὰρ οἰκουμενικῆς συνόδου καινοτομῆσαι πίστιν ἀδύνα‐ τόν μοι, ὦ βασιλεῦ.” καὶ ἀπελθὼν ἐν τῷ λεγομένῳ Πλατανίῳ εἰς
10τὸν γονικὸν αὐτοῦ οἶκον ἡσύχασεν, ἀρχιερατεύσας ἔτη ιδʹ μῆνας εʹ καὶ ἡμέρας ζʹ. τῇ δὲ κβʹ τοῦ αὐτοῦ Ἰαννουαρίου μηνὸς χειροτονοῦσιν Ἀναστάσιον τὸν ψευδώνυμον μαθητὴν καὶ σύγκελλον τοῦ αὐτοῦ μακαρίου Γερμανοῦ συνθέμενον τῇ Λέοντος δυσσεβείᾳ, διὰ φιλαρχίαν κοσμικὴν προχειρισθεὶς Κωνσταντινουπόλεως ψευδεπίσκοπος. Γρη‐
15γόριος δέ, ὁ ἱερὸς πρόεδρος Ῥώμης, καθὼς καὶ προέφην, Ἀναστά‐ σιον ἅμα τοῖς λιβέλλοις ἀπεκήρυξεν ἐλέγξας τὸν Λέοντα δι’ ἐπιστολῶν ὡς ἀσεβοῦντα, καὶ τὴν Ῥώμην σὺν πάσῃ τῇ Ἰταλίᾳ τῆς βασιλείας αὐτοῦ ἀπέστησεν. ἐκμανεὶς οὖν ὁ τύραννος ἐπέτεινε τὸν κατὰ τῶν ἁγίων εἰκόνων διωγμόν, πολλοί τε κληρικοὶ καὶ μονασταὶ καὶ
20εὐλαβεῖς λαϊκοὶ ὑπερεκινδύνευσαν τοῦ ὀρθοῦ τῆς πίστεως λόγου τὸν μαρτυρικὸν ἀναδησάμενοι στέφανον. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ.
ιδʹ. ζʹ. ϛʹ. αʹ. κεʹ.
Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Ῥωμανίαν καὶ ἐλθὼν
25εἰς Καππαδοκίαν παρέλαβε δόλῳ τὸ Χαρσιανὸν κάστρον.
ιεʹ. ηʹ. ζʹ. βʹ. κϛʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Τουρκίαν καὶ φθάσας τὰς Κασπίας πύλας φοβηθεὶς ἀνέστρεψεν.
ιϛʹ. θʹ. ηʹ. γʹ. κζʹ.
30Τούτῳ τῷ ἔτει Λέων ὁ βασιλεὺς τὴν θυγατέρα Χαγάνου, τοῦ
τῶν Σκυθῶν δυνάστου, τῷ υἱῷ Κωνσταντίνῳ ἐνυμφεύσατο, ποιή‐409

410

σας αὐτὴν Χριστιανὴν καὶ ὀνομάσας αὐτὴν Εἰρήνην· ἥτις ἐκμαθοῦσα τὰ ἱερὰ γράμματα διέπρεπεν ἐν εὐσεβείᾳ τὴν τούτων δυσσέβειαν ἐλέγχουσα. Μαυΐας δέ, ὁ υἱὸς Ἰσάμου, ἐπεστράτευσε τὴν Ῥωμανίαν καὶ ἐλθὼν ἕως Παφλαγονίας ἀνέκαμψε μετὰ αἰχμαλωσίας πολλῆς. ὁ
5δὲ βασιλεὺς ἐμαίνετο κατὰ τοῦ πάπα καὶ τῆς ἀποστάσεως Ῥώμης καὶ Ἰταλίας, καὶ ἐξοπλίσας στόλον μέγαν ἀπέστειλε κατ’ αὐτῶν Μάνην, τὸν στρατηγὸν τῶν Κιβυραιωτῶν, κεφαλὴν ποιήσας εἰς αὐτούς. ᾐσχύνθη δὲ ὁ μάταιος ναυαγήσαντος τοῦ στόλου εἰς τὸ Ἀδριακὸν πέλαγος. τότε ὁ θεομάχος ἐπὶ πλεῖον ἐκμανεὶς Ἀραβικῷ τε φρονή‐
10ματι κρατυνόμενος φόρους κεφαλικοὺς τῷ τρίτῳ μέρει Σικελίας καὶ Καλαβρίας τοῦ λαοῦ ἐπέθηκεν. τὰ δὲ λεγόμενα πατριμόνια τῶν ἁγίων καὶ κορυφαίων ἀποστόλων, τῶν ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τιμω‐ μένων, ταῖς ἐκκλησίαις ἔκπαλαι τελούμενα χρυσίου τάλαντα τρία ἥμισυ τῷ δημοσίῳ λόγῳ τελεῖσθαι προσέταξεν, ἐποπτεύειν τε καὶ
15ἀναγράφεσθαι τὰ τικτόμενα κελεύσας ἄρρενα βρέφη, ὡς Φαραώ ποτε τὰ τῶν Ἑβραίων· ὅπερ οὐδ’ αὐτοί ποτε οἱ διδάσκαλοι αὐτοῦ Ἄραβες ἐποίησαν εἰς τοὺς κατὰ τὴν ἑῴαν Χριστιανούς.
ιζʹ. ιʹ. θʹ. δʹ. κηʹ. Τούτῳ τῷ ἔτει ἐγένετο θανατικὸν ἐν Συρίᾳ, καὶ πολλοὶ ἀπ‐
20έθανον. Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη καʹ.
ιηʹ. ιαʹ. αʹ. εʹ. κθʹ.
Τούτῳ τῷ ἔτει ἐξωρίσθη Θεόδωρος ὁ τοῦ Μανσοὺρ εἰς τὰ κλί‐ ματα τῆς ἐρήμου· καὶ γέγονε σημεῖον ἐν τῷ οὐρανῷ πυρῶδες κατ‐
25αυγάζον· καὶ Μαυΐας τὴν Ἀσίαν ἐληΐσατο.
ιθʹ. ιβʹ. βʹ. ϛʹ. λʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Σουλεϊμάν, ὁ τοῦ Ἰσάμ, τὴν τῶν Ἀρμενίων χώραν καὶ οὐδὲν ἤνυσεν.
κʹ. ιγʹ. γʹ. ζʹ.
30Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας τὴν Ῥωμανίαν καὶ ἐπαν‐
ελθὼν οὐ μετὰ πολλὰς ἡμέρας τοῦ ἵππου πεσὼν ἀπέψυξεν.410

411

καʹ. ιδʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει Σουλεϊμάν, ὁ υἱὸς Ἰσάμ, αἰχμαλωτεύσας πολλοὺς ἐξ Ἀσίας συνῃχμαλώτευσε καί τινα Περγαμηνόν, ὃς ἔλεγεν ἑαυτὸν Τιβέριον υἱὸν εἶναι Ἰουστινιανοῦ. τοῦτον Ἰσὰμ εἰς τιμὴν τοῦ ἰδίου
5παιδὸς καὶ τῶν βασιλέων ἐκφόβησιν μετὰ τῆς ἁρμοζούσης βασιλικῆς τιμῆς καὶ στρατευμάτων καὶ βάνδων καὶ σκήπτρων εἰς Ἱερουσαλὴμ ἐκπέμπει, καὶ ὅλην τὴν Συρίαν περιάγειν κελεύει μετὰ πολλῆς τιμῆς πρὸς θέαν πάντων καὶ κατάπληξιν.
κβʹ. ιεʹ. εʹ. θʹ.
10Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Σουλεϊμὰν τὴν Ῥωμανίαν ὁ υἱὸς Ἰσάμ· καὶ ἐπόρθησε τὸ λεγόμενον Σιδηροῦν κάστρον, καὶ Εὐστά‐ θιον, τὸν υἱὸν Μαριανοῦ τοῦ πατρικίου, αἰχμάλωτον ἔλαβεν.
κγʹ. ιϛʹ. ϛʹ. ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ἰνδικτιῶνος ηʹ ἐπεστράτευσε Σου‐
15λεϊμὰν τὴν Ῥωμανίαν ἐν μυριάσιν θʹ, στρατηγοῖς τε δʹ, ὧν Γάμερ ἡγεῖτο λοχίζων ἐν μυρίοις μονοζώνοις τὰ τῆς Ἀσιάτιδος γῆς μέρη, καὶ τούτου ἐχόμενοι Μελὶχ καὶ Βατὰλ ἐν δισμυρίοις ἱππεῦσι περὶ τὸν Ἀκροϊνόν· καὶ μετὰ τούτους Σουλεϊμὰν ἐν ἑξακισμυρίοις περὶ τὴν τῶν Καππαδόκων Τύανον. ἀλλ’ οἱ μὲν κατὰ τὴν Ἀσίαν καὶ
20Καππαδοκίαν πολλὴν ἅλωσιν ἀνδρῶν καὶ γυναικῶν καὶ κτηνῶν ποιησάμενοι ἀβλαβεῖς ἀνέστρεψαν, οἱ δὲ περὶ τὸν Μελὶχ καὶ Βατὰλ ἐν τῷ Ἀκροϊνῷ καταπολεμηθέντες ὑπὸ Λέοντος καὶ Κωνσταντίνου ἡττήθησαν. καὶ οἱ μὲν πλείους ὅπλοις ὤλοντο σὺν τοῖς δυσὶν ἄρχουσιν· ὀκτακόσιοι δέ που μαχηταὶ ἐξ αὐτῶν πρὸς ἓξ χιλιάδας
25ἐνστάντες εἰς Σύναδα καταφεύγουσι καὶ διασωθέντες συνήφθησαν τῷ Σουλεϊμὰν καὶ ἀνέκαμψαν εἰς Συρίαν. τῷ δ’ αὐτῷ ἔτει καὶ κατὰ τὴν Ἀφρικὴν πολλοὶ παρ’ αὐτῶν ὤλοντο σὺν τῷ στρατηγοῦντι
ὀνόματι Δαμασκηνῷ.411

412

κδʹ. ιζʹ. ζʹ. ιαʹ. Τούτῳ τῷ ἔτει, κδʹ τῆς βασιλείας Λέοντος τοῦ τυράννου καὶ παρανομωτάτου Σύρου ἐκάησαν ἀγοραὶ ἐν Δαμασκῷ ὑπὸ Ἱερακιτῶν, καὶ ἐφουρκίσθησαν, καὶ εἰσῆλθεν ὁ χείμαρρος ἐν Ἐδέσῃ μηνὶ Περι‐
5τίῳ κηʹ. Καὶ τῷ αὐτῷ ἔτει σεισμὸς γέγονε μέγας καὶ φοβερὸς ἐν Κων‐ σταντινουπόλει μηνὶ Ὀκτωβρίῳ κϛʹ, ἰνδικτιῶνος θʹ, ἡμέρᾳ δʹ, ὥρᾳ ηʹ, καὶ ἐπτώθησαν ἐκκλησίαι καὶ μοναστήρια, λαός τε πολὺς τέθνηκεν. ἔπεσε δὲ καὶ ὁ ἀνδριὰς ὁ ἑστὼς ἐπὶ τῆς Ἀτάλου πόρτης τοῦ μεγά‐
10λου Κωνσταντίνου ἅμα τῷ αὐτῷ Ἀτάλῳ, καὶ ἡ στήλη Ἀρκαδίου, ἡ ἐπὶ τοῦ Ξηρολόφου κίονος ἑστῶσα, καὶ ὁ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ὁ ἐπὶ τῆς Χρυσῆς πόρτης, τά τε χερσαῖα τῆς πόλεως τείχη καὶ πόλεις καὶ χωρία ἐν τῇ Θρᾴκῃ, καὶ ἡ Νικομήδεια ἐν Βι‐ θυνίᾳ καὶ ἡ Πραίνετος καὶ ἡ Νίκαια, ἐν ᾗ μία ἐσώθη ἐκκλησία.
15ἀπέφυγε δὲ καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ἔν τισι τόποις, καὶ ἐκράτησεν ὁ σεισμὸς μῆνας ιβʹ. ὁ οὖν βασιλεὺς ἰδὼν τὰ τείχη τῆς πόλεως πτωθέντα διελάλησε τῷ λαῷ λέγων, ὅτι “ὑμεῖς οὐκ εὐπο‐ ρεῖτε κτίσαι τὰ τείχη, ἀλλ’ ἡμεῖς προσετάξαμεν τοῖς διοικηταῖς, καὶ ἀπαιτοῦσιν εἰς τὸν κανόνα κατὰ ὁλοκοτίνιν μιλιαρίσιν, καὶ λαμβάνει
20αὐτὸ ἡ βασιλεία καὶ κτίζει τὰ τείχη.” ἐντεῦθεν οὖν ἐπεκράτησεν ἡ συνήθεια δίδειν τὰ δικέρατα τοῖς διοικηταῖς. ἔτος ἦν ἀπὸ μὲν κτίσεως κόσμου κατὰ Ῥωμαίους ͵ϛσμηʹ ἀπὸ Ἀδάμ, κατὰ δὲ Αἰγυπτίους ἤγουν Ἀλεξανδρεῖς ͵ϛσλβʹ, ἀπὸ δὲ Φιλίππου τοῦ κατὰ Μακεδόνας ͵αξγʹ. ἐβασίλευσεν οὖν Λέων ἀπὸ κεʹ τοῦ Μαρτίου μηνὸς τῆς ιεʹ
25ἰνδικτιῶνος ἕως μηνὸς Ἰουνίου ιηʹ τῆς θʹ ἰνδικτιῶνος, βασιλεύσας ἔτη κδʹ, μῆνας βʹ, ἡμέρας κεʹ. ὁμοίως καὶ Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ καὶ τῆς ἀσεβείας αὐτοῦ καὶ βασιλείας διάδοχος, ἀπὸ τῆς αὐτῆς ιηʹ τοῦ Ἰουνίου μηνὸς τῆς θʹ ἰνδικτιῶνος ἕως τῆς ιδʹ τοῦ Σεπτεμ‐
βρίου μηνὸς τῆς ιδʹ ἰνδικτιῶνος, βασιλεύσας καὶ αὐτός, παραχωρή‐412

413

σαντος τοῦ θεοῦ, ἔτη λδʹ, μῆνας γʹ, ἡμέρας βʹ. οὕτως οὖν, ὡς προέφημεν, τῷ αὐτῷ ἔτει τῆς θʹ ἰνδικτιῶνος μηνὶ Ἰουνίῳ ιηʹ τέθνηκε Λέων σὺν τῷ ψυχικῷ καὶ τὸν σωματικὸν θάνατον, καὶ αὐτοκρατορεῖ Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ. καὶ ὅσα μὲν ἐπὶ Λέοντος τοῦ ἀσεβοῦς
5κακὰ Χριστιανοῖς συνέβη περί τε τὴν ὀρθόδοξον πίστιν καὶ περὶ τῶν πολιτικῶν διοικήσεων αἰσχροῦ κέρδους καὶ φιλαργυρίας ἐπινοίᾳ κατά τε Σικελίαν καὶ Καλαβρίαν καὶ Κρήτην, ἥ τε τῆς Ἰταλίας ἀποστασία διὰ τὴν αὐτοῦ κακοδοξίαν, σεισμοί τε καὶ λιμοὶ καὶ λοι‐ μοὶ καὶ ἐθνῶν ἐπαναστάσεις, ἵνα τὰ κατὰ μέρος σιγήσω, ἐν τοῖς
10προλαβοῦσι δεδήλωται κεφαλαίοις. ἄξιον δὲ λοιπὸν ἐφεξῆς καὶ τοῦ δυσσεβεστάτου καὶ παναθλίου παιδὸς αὐτοῦ τὰς ἀθεμίτους διεξελθεῖν πράξεις ἀνοσιουργοτέρας καὶ θεομισήτους οὔσας, φιλαλήθως δὲ ὅμως, ὡς ἐφορῶντος τοῦ παντεπόπτου θεοῦ, καὶ ἀπερίττως εἰς ὠφέλειαν τοῖς μετέπειτα καὶ τοῖς νῦν πλανωμένοις ἀθλίοις καὶ ἀτασθάλοις
15ἀνδραρίοις εἰς τὴν τοῦ παρανομωτάτου βδελυρὰν κακοδοξίαν, τὰ ἀπὸ τῆς ιʹ λέγοντας ἰνδικτιῶνος, ἔτους πρώτου τῆς αὐτοῦ βασιλείας, 〈δυσσεβῶς πεπραγμένα ἕως τῆς ιδʹ ἰνδικτιῶνος, ἔτους τῆς αὐτοῦ ἀπωλείας.〉 αὐτὸς γὰρ ὁ πανώλης καὶ ἐμβρόντητος αἱμοβόρος τε καὶ ἀγριώτατος θὴρ τυραννικῶς καὶ οὐκ ἐννόμως τῷ κράτει χρησάμενος
20πρῶτον μὲν ἐκ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς ἀχράντου καὶ παναγίας μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων διΐστα‐ ται, μαγείαις δὲ καὶ ἀσελγείαις καὶ αἱμοθυσίαις καβαλλίαις τε κόπροις καὶ οὔροις ἀπατώμενος, μαλακίαις τε μὴν καὶ δαιμόνων ἐπικλήσεσι χαίρων, [καὶ] πᾶσιν ἁπλῶς ψυχοφθόροις ἐπιτηδεύμασιν ἐκ νεαρᾶς
25ἡλικίας συνέζησεν. ἐπεὶ δὲ τὴν πατρικὴν ἀρχὴν σὺν τῇ κακίᾳ προσ‐ έλαβεν, τί δεῖ λέγειν, ὅσην ἐκ προοιμίων ὁ παμμίαρος τὴν κακίαν ἐκίσσησεν, καὶ εἰς προῦπτον ταύτην καὶ ἐναέριον ἀνερρίπισε φλόγα; οὐ μικρὰ γὰρ ταύτην βλέποντας τοὺς Χριστιανοὺς κατέλαβεν ἀθυμία, ὥστε πάντας ἐκ προοιμίων εὐθὺς δι’ ἰταμότητα μισῆσαι αὐτόν, καὶ
30Ἀρταυάσδῳ κουροπαλάτῃ καὶ κόμητι τοῦ Ὀψικίου προστεθῆναι γαμ‐413

414

βρῷ τε αὐτοῦ ὄντι ἐπ’ ἀδελφῇ Ἄννῃ, καὶ τὴν βασιλείαν αὐτῷ ὡς ὀρθοδόξῳ παραδοῦναι. Τῷ δ’ αὐτῷ ἔτει ἀνεῖλεν Ἰσάμ, ὁ τῶν Ἀράβων ἀρχηγός, τοὺς κατὰ πᾶσαν πόλιν τῆς ὑπ’ αὐτὸν ἀρχῆς αἰχμαλώτους Χριστιανούς,
5ἐν οἷς καὶ Εὐστάθιος, ὁ μακάριος υἱὸς Μαριανοῦ τοῦ περιβλέπτου πατρικίου, πολλὰ βιασθεὶς καὶ τὴν αὐτοῦ εἰλικρινῆ πίστιν μὴ ἀρνη‐ σάμενος μάρτυς ἀληθὴς ἀνεδείχθη εἰς Χαρράν, πόλιν οὖσαν τῆς Μεσοποταμίας ἐπίσημον, ἔνθα καὶ τὰ τίμια αὐτοῦ καὶ ἅγια λείψανα ἰάσεις παντοίας ἐπιτελοῦσι θείᾳ χάριτι· καὶ πολλοὶ δὲ ἕτεροι διὰ
10μαρτυρίου καὶ αἵματος ἐν Χριστῷ ἐτελειώθησαν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛσλγʹ. Τῆς θείας σαρκώσεως ἔτη ψλγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λεʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἰσὰμ ἔτη ιθʹ. ιηʹ.
15Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη καʹ. ηʹ. Κωνσταντ. ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ. ιβʹ.[End of a diagram]
16Τούτῳ τῷ ἔτει ὁ διώκτης τῶν πατροπαραδότων θεσμῶν Κων‐ σταντῖνος ἐβασίλευσε θείοις κρίμασι καὶ πλήθει πταισμάτων ἡμῶν. τῷ οὖν Ἰουνίῳ μηνὶ κζʹ τῆς ἐπέκεινα ιʹ ἰνδικτιῶνος ἐξελθὼν ἐν τοῖς μέρεσι τοῦ Ὀψικίου κατὰ τῶν Ἀράβων ἦλθεν ἐν τῇ λεγομένῃ
20Κρασῷ. τοῦ δὲ λεχθέντος Ἀρταυάσδου ἐν τῷ Δορυλαίῳ μετὰ τοῦ Ὀψικίου λαοῦ ὄντος, ὑπεβλέποντο ἀλλήλοις. ἀποστείλας δὲ Κων‐ σταντῖνος πρὸς αὐτὸν ᾐτεῖτο τοὺς υἱοὺς αὐτοῦ πεμφθῆναι αὐτῷ, ὡς ἅτε ἀνεψιοὺς αὐτοῦ ποθῶν ἰδεῖν αὐτούς. σκοπὸς δὲ ἦν αὐτῷ κατασχεῖν αὐτοὺς καὶ φρουρῆσαι. ὁ δὲ τὸν δόλον νοήσας καὶ ἀπογνοὺς ἑαυτοῦ
25γινώσκων τε τὴν ἄμετρον πονηρίαν αὐτοῦ διαλαλήσας τε τῷ λαῷ καὶ πείσας ὥρμησε κατ’ αὐτοῦ σὺν παντὶ τῷ πλήθει, καὶ τὸν μὲν πατρίκιον Βησὴρ τὸν σαρακηνόφρονα προϋπαντήσαντα ῥομφαίᾳ ἀνεῖλεν· ὁ δὲ Κωνσταντῖνος παρίππιν εὑρὼν ἐστρωμένον καὶ ἐπιβὰς αὐτοῦ ἔφυγεν εἰς τὸ Ἀμῶριν, καὶ προσδραμὼν τῷ θέματι τῶν ἀνα‐
30τολικῶν στρατηγουμένῳ τότε ὑπὸ τοῦ Λαγκίνου περισώζεται ὑπ’ αὐτῶν, δεξιοῦταί τε τούτους μεγάλαις ὑποσχέσεσιν· καὶ πρὸς Σισιν‐ νάκιον ἀποστέλλει εὐθὺς στρατηγὸν ὄντα τὸ τηνικαῦτα τοῦ θέματος
τῶν Θρᾳκησίων, καὶ πείθει αὐτοὺς συμμαχήσειν αὐτῷ. ἐντεῦθεν414

415

οὖν μάχαι δεινόταται καὶ ἀνθοπλισμοὶ γίνονται τοῖς ὑπηκόοις, ἑκα‐ τέρων βασιλέων ἀναγορευομένων. Ἀρτάυασδος δὲ γράφει πρὸς Θεο‐ φάνην τὸν πατρίκιον καὶ μάγιστρον ἐκ προσώπου ὄντα ἐν τῇ πόλει διὰ Ἀθανασίου σιλεντιαρίου τὰ πραχθέντα. ὁ δὲ προσκείμενος τῷ
5Ἀρταυάσδῳ, σωρεύσας τὸν λαὸν ἐν τοῖς κατηχουμενίοις τῆς μεγάλης ἐκκλησίας, καὶ διὰ τῶν γραμμάτων καὶ τοῦ λεχθέντος Ἀθανασίου πείθει πάντας, ὡς ὁ βασιλεὺς τέθνηκεν, Ἀρτάυασδος δὲ ὑπὸ τῶν θεμάτων ἀνηγορεύθη βασιλεύς. τότε πᾶς ὁ λαὸς σὺν Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατριάρχῃ ἀναθέματι καὶ ἀνασκαφῇ ἔβαλον αὐτὸν
10ὡς ἀλάστορα καὶ ἀντίθεον, καὶ ἀστείως τὴν αὐτοῦ ἐδέξαντο σφαγὴν ὡς μεγίστου κακοῦ λυτρωθέντες, Ἀρτάυασδον δὲ ἀνεκήρυττον βασιλέα ὡς ὀρθόδοξον καὶ θείων δογμάτων ὑπέρμαχον. εὐθέως οὖν ἀπο‐ στέλλει ὁ Μονώτης ἐν τοῖς Θρᾳκῴοις μέρεσι πρὸς Νικηφόρον, τὸν ἴδιον υἱόν, στρατηγοῦντα τῆς Θρᾴκης, τοῦ συνελάσαι τὸ ἐκεῖσε
15στρατόπεδον πρὸς φυλακὴν τῆς πόλεως. κλείσας οὖν τὰς τῶν τει‐ χέων πύλας καὶ βίγλας θέμενος τοὺς φίλους τε Κωνσταντίνου χειρω‐ σάμενος, τύψας καὶ κουρεύσας εἰς φυλακὰς ἀπέθετο. τοῦ δὲ Ἀρ‐ ταυάσδου μετὰ τοῦ Ὀψικίου λαοῦ ἐν τῇ πόλει εἰσελθόντος, κατέλαβε καὶ Κωνσταντῖνος ἐν Χρυσοπόλει μετὰ τῶν δύο θεμάτων, Θρᾳκησίων
20τε, φημί, καὶ ἀνατολικῶν, καὶ μηδὲν ἰσχύσας ὑπέστρεψε καὶ ἐχεί‐ μασεν εἰς τὸ Ἀμῶριν. ὁ δὲ Ἀρτάυασδος κατὰ πᾶσαν τὴν πόλιν τὰς ἱερὰς εἰκόνας ἀνεστήλωσεν. οἱ δὲ Ἄραβες αἰσθόμενοι τὴν τούτων κατ’ ἀλλήλων μάχην πολλὴν αἰχμαλωσίαν ἐποιήσαντο εἰς Ῥωμανίαν, τοῦ Σουλεϊμὰν στρατηγοῦντος αὐτοῖς. Ἀναστάσιος δέ, ὁ ψευδώνυ‐
25μος πατριάρχης, κρατήσας τὰ τίμια καὶ ζωοποιὰ ξύλα ὤμοσε τῷ λαῷ, ὅτι “μὰ τὸν προσηλωθέντα ἐν αὐτοῖς, οὕτω μοι εἶπε Κων‐ σταντῖνος ὁ βασιλεύς, ὅτι μὴ λογίσῃ υἱὸν θεοῦ εἶναι ὃν ἔτεκε Μαρία, τὸν λεγόμενον Χριστόν, εἰ μὴ ψιλὸν ἄνθρωπον. ἡ γὰρ Μαρία αὐτὸν ἔτεκεν, ὡς ἔτεκεν ἐμὲ ἡ μήτηρ Μαρία.” καὶ τοῦτο ἀκούσαντες οἱ
30λαοὶ ἀνέσκαψαν αὐτόν. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη βʹ.
βʹ. ιθʹ. θʹ. ιγʹ. αʹ.
Τούτῳ τῷ ἔτει τέθνηκεν Ἰσάμ, ὁ τῶν Ἀράβων ἀρχηγός. οὗτος415

416

τὴν ἁγιωτάτην ἐκκλησίαν τῆς Ἀντιοχείας ἐπὶ μʹ χρόνους χηρεύουσαν, κωλυόντων τῶν Ἀράβων γενέσθαι πατριάρχην ἐν αὐτῇ, ἔχων τινὰ προσφιλῆ μονάζοντα Σύρον, ὀνόματι Στέφανον, ἀγροικότερον μέν, εὐλαβῆ δέ, 〈ἐπέτρεψε〉 τοὺς κατὰ τὴν ἑῴαν Χριστιανούς, εἴπερ
5θέλοιεν συγχωρηθῆναι αὐτοῖς πατριάρχην ἔχειν, ψηφίσασθαι αὐτὸν Στέφανον· οἳ θεόθεν τοῦτο νομίσαντες γενέσθαι χειροτονοῦσιν αὐτὸν ἐν τῷ θρόνῳ Θεουπόλεως. κἀκεῖθεν ἕως νῦν διέδραμε τὸ ἀκώλυτον. Τούτῳ τῷ ἔτει ἐκράτησεν Οὐαλίδ, υἱὸς Ἰσάμ, τῆς Ἀράβων ἀρχῆς· πρὸς ὃν Κωνσταντῖνος Ἀνδρέαν σπαθάριον, Ἀρτάυασδος δὲ
10Γρηγόριον λογοθέτην ἐξέπεμψαν, τὰ πρὸς συμμαχίαν ζητοῦντες ἀμφό‐ τεροι, ἀβροχίας τε πολλῆς γενομένης καὶ σεισμοῦ κατὰ τόπους, ὡς ἑνωθῆναι ὄρη πρὸς ἄλληλα κατὰ τὴν ἔρημον Σαβᾶ, καὶ κώμας ὑπὸ γῆν καταποθῆναι. τῷ δ’ αὐτῷ ἔτει Κοσμᾶς ὁ πατριάρχης Ἀλεξαν‐ δρείας ὠρθοδόξησε σὺν τῇ πόλει αὐτοῦ ἐκ τῆς τῶν Μονοθελητῶν
15κακοδοξίας, κρατησάσης ἀπὸ Κύρου, τοῦ ἐπὶ Ἡρακλείου ἐπισκόπου Ἀλεξανδρείας. ἐπεστράτευσε δὲ Γάμερ τὴν Ῥωμανίαν μετὰ πλήθους Ἀράβων καὶ πολλοὺς αἰχμαλωτεύσας ὑπέστρεψεν. ἐφάνη δὲ σημεῖον ἐν τῷ οὐρανῷ κατὰ βορρᾶν μηνὶ Ἰουνίῳ. Οὐαλὶδ δὲ Πέτρον, τὸν ἁγιώτατον μητροπολίτην Δαμασκοῦ, γλωττοτομηθῆναι ἐκέλευσε ὡς
20ἀναφανδὸν ἐλέγχοντα τὴν τῶν Ἀράβων καὶ Μανιχαίων δυσσέβειαν ἐξώρισέ τε αὐτὸν κατὰ τὴν εὐδαίμονα Ἀραβίαν, ἔνθα καὶ τελειοῦται μαρτυρήσας ὑπὲρ Χριστοῦ καὶ τρανῶς ἐκφωνήσας τὴν θείαν λειτ‐ ουργίαν, ὡς οἱ διηγησάμενοί φασιν ἰδίαις ἀκοαῖς τοῦτο πεπληρο‐ φορῆσθαι. τούτου ζηλωτὴς καὶ ὁμώνυμος Πέτρος, ὁ κατὰ τὸν
25Μαϊουμᾶν, ἐν τοῖς αὐτοῖς ἀνεδείχθη χρόνοις μάρτυς ὑπὲρ Χριστοῦ αὐτόμολος. νόσῳ γὰρ συσχεθεὶς προσεκαλέσατο τοὺς τῶν Ἀράβων προύχοντας, ἅτε συνήθεις αὐτῷ ὄντας χαρτουλαρίῳ τελοῦντι τῶν δημοσίων φόρων, καί φησι πρὸς αὐτούς· “τὸν μὲν ὑπὲρ τῆς ἐπι‐
σκέψεώς μου μισθὸν παρὰ θεοῦ λάβοιτε, κἂν ἄπιστοι τυγχάνητε416

417

φίλοι. τῆς διαθήκης δέ μου μάρτυρας ὑμᾶς εἶναι βούλομαι τοιαύτης οὔσης· πᾶς ὁ μὴ πιστεύων εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τὴν ὁμοούσιον καὶ ζωαρχικὴν ἐν μονάδι τριάδα, πεπήρωται τὴν ψυχὴν καὶ τῆς αἰωνίου κολάσεώς ἐστιν ἄξιος. τοιοῦτός ἐστι καὶ ὁ
5Μουάμεδ, ὁ ψευδοπροφήτης ὑμῶν, καὶ τοῦ Ἀντιχρίστου πρόδρομος· ἀπόστητε οὖν, εἰ ἐμοὶ πείθεσθε μαρτυρομένῳ ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν, τῆς ἐκείνου μυθολογίας (εὐνοῶ γὰρ ὑμῖν), ἵνα μὴ σὺν ἐκείνῳ κολασθῆτε.” ταῦτα καὶ ἄλλα πλεῖστα θεολογοῦντος αὐτοῦ ἀκούσαντες, θάμβει τε καὶ μανίᾳ συσχεθέντες μακροθυμεῖν
10ἔδοξαν, ὡς ἐκ τῆς νόσου παραφρονοῦντα τοῦτον οἰόμενοι· μετὰ δὲ τὸ διαγενέσθαι αὐτὸν ἐκ τῆς νόσου ἤρξατο μεγαλοφωνότερον ἀνα‐ κράζειν· “ἀνάθεμα Μουάμεδ καὶ τῇ μυθογραφίᾳ αὐτοῦ καὶ πᾶσι τοῖς πιστεύουσιν αὐτῇ.” τότε τὴν διὰ ξίφους τιμωρίαν ὑποστὰς μάρτυς ἀνεδείχθη. τοῦτον ἐγκωμίοις λόγων τετίμηκεν ὁ ὅσιος πατὴρ
15ἡμῶν Ἰωάννης, ὁ καλῶς ἐπικληθεὶς Χρυσορρόας διὰ τὴν ἐπανθοῦσαν αὐτῷ τοῦ πνεύματος ἔν τε λόγῳ καὶ βίῳ χρυσαυγῆ χάριν, ὃν Κων‐ σταντῖνος ὁ δυσσεβὴς βασιλεὺς ἐτησίῳ καθυπέβαλεν ἀναθέματι διὰ τὴν ὑπερβάλλουσαν ἐν αὐτῷ ὀρθοδοξίαν, καὶ ἀντὶ τοῦ παππικοῦ αὐτοῦ ὀνόματος Μανσούρ, ὃ ἑρμηνεύεται λελυτρωμένος, Μάνζηρον
20Ἰουδαϊκῷ φρονήματι μετωνόμασε τὸν νέον τῆς ἐκκλησίας διδά‐ σκαλον. τῷ δ’ αὐτῷ ἔτει 〈Οὐαλὶδ τοὺς Κυπρίους μετῴκισεν εἰς Συρίαν. Ὁ δὲ Ἀρτάυασδος Νικήταν, τὸν υἱὸν αὐτοῦ, μονοστράτηγον προβαλόμενος εἰς τὸ τῶν Ἀρμενιάκων θέμα ἐξέπεμψεν, ὁμοίως δὲ
25Νικηφόρον, τὸν υἱὸν αὐτοῦ, ἔστεψε διὰ Ἀναστασίου τοῦ πατριάρχου. τῷ δ’ αὐτῷ ἔτει〉 μηνὶ Μαΐῳ Ἀρτάυασδος ἐπὶ τὰ μέρη τοῦ Ὀψικίου ἐξελθών, τὴν Ἀσίαν στρατολογήσας κατέλαβεν, ἐκπορθῶν αὐτήν. Κωνσταντῖνος δὲ τοῦτο μαθὼν ἐκίνησε κατ’ αὐτοῦ. καταλαβὼν δὲ αὐτὸν εἰς τὰ μέρη Σάρδεων ἀπὸ τοῦ Κελβιανοῦ ἀνερχόμενον καὶ
30συμβαλὼν μετ’ αὐτοῦ πόλεμον τρέπει αὐτὸν καὶ καταδιώκει μέχρι Κυζίκου. ὁ δὲ τὴν Κύζικον καταλαβὼν καὶ εἰς δρόμωνα εἰσελθὼν
διασώζεται ἐν τῇ πόλει. μηνὶ δὲ Αὐγούστῳ τῆς αὐτῆς ιαʹ ἰνδικτιῶνος417

418

Νικήτας ὁ μονοστράτηγος, υἱὸς Ἀρταυάσδου, συμβαλὼν Κωνσταν‐ τίνῳ εἰς πόλεμον πρὸς τῇ Μοδρινῇ φεύγει τραπείς, καὶ τὸν μὲν πατρίκιον Τηριδάτην τὸν Ἀρμένιον, στρατιώτην γενναῖον ὑπάρχοντα καὶ ἐξάδελφον Ἀρταυάσδου, σὺν ἄλλοις ἐπιλέκτοις ἄρχουσιν ἀνεῖλον,
5ἑκατέρων δὲ τῶν μερῶν πτῶσις οὐ μικρὰ γέγονεν, Ἀρμενίων τε καὶ Ἀρμενιάκων μαχησαμένων πρὸς ἀνατολικοὺς καὶ Θρᾳκησίους, τοὺς ὑπερμάχους Κωνσταντίνου. ὁ δὲ ἀρχέκακος διάβολος τοιαύτην κατὰ τῶν Χριστιανῶν ἐν τοῖς χρόνοις τούτοις ἤγειρε μανίαν καὶ ἀλληλο‐ σφαγίαν, ὥστε τέκνα κατὰ γονέων καὶ ἀδελφοὺς κατὰ ἀδελφῶν
10συγκινεῖσθαι ἀφειδῶς εἰς σφαγήν, καὶ ἀνηλεῶς ἐμπυρίζειν τὰς ἀλλή‐ λοις ὑπαρχούσας στάσεις τε καὶ οἰκίας. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτος αʹ.
γʹ. αʹ. ιʹ. ιαʹ. βʹ.
Τούτῳ τῷ ἔτει κατὰ βορρᾶν ἐφάνη σημεῖον, καὶ κόνις κατ‐
15ῆλθεν εἰς τόπους. γέγονε δὲ καὶ σεισμὸς εἰς τὰς Κασπίας πύλας· καὶ ἀνῃρέθη Οὐαλὶδ ὑπὸ τῶν Ἀράβων μηνὶ Ἀπριλλίῳ ιϛʹ, ἡμέρᾳ εʹ, ἄρξας ἔτος αʹ, καὶ κρατεῖ τῆς ἀρχῆς Ἰζὶδ ὁ Λειψός. οὗτος χρήματα πολλὰ σκορπίσας ἐκράτησε τὴν Δαμασκὸν καὶ δεξιὰς ἔλαβε τοῦ ἄρχειν ἐκ τῶν κατὰ τὴν Δαμασκὸν καὶ Περσίδα καὶ Αἴγυπτον Ἀρά‐
20βων. Μαρουάμ, υἱὸς Μουάμεδ, τὴν Ἀρμενίαν διέπων, ἀκούσας ταῦτα καταλαμβάνει τὴν Μεσοποταμίαν, ὑπερμαχῶν, τὸ δοκεῖν, τῶν τέκνων τοῦ Οὐαλὶδ καὶ ἐναντιούμενος τῷ Ἰζίδ. καὶ μετὰ μῆνας εʹ θνήσκει ὁ Ἰζὶδ καταλείψας Ἀβραΐμ, τὸν ἑαυτοῦ ἀδελφόν, ἐπὶ τῆς Δαμασκοῦ διάδοχον. τούτῳ παραταξάμενος Μαρουὰμ ἔχων τοὺς τῆς
25Μεσοποταμίας ἔρχεται εἰς Ἔδεσαν κἀκεῖθεν εἰς τὰ μέρη Δαμασκοῦ καὶ Ἀντιλιβάνου, εἰς κάμπον λεγόμενον Γάρις, κἀκεῖ συμβαλὼν τῷ Σουλεϊμὰν [θνήσκει] παρὰ τῷ ποταμῷ Λιτᾷ, τοῦτ’ ἔστι Κακῷ, τρέπει αὐτὸν καὶ ἀναιρεῖ χιλιάδας κʹ, καὶ μόνος Σουλεϊμὰν μετ’ ὀλίγων
φυγὰς κατὰ τὴν Δαμασκὸν διασώζεται. εἰσελθὼν δὲ ἐν αὐτῇ ἀνεῖλε418

419

τοὺς υἱοὺς Οὐαλίδ, ὧν ὑπερμαχεῖν ἐδόκει Μαρουάμ, καὶ ἐξῆλθε τῆς Δαμασκοῦ χρήματα σφετερισάμενος ἱκανά. καταλαβὼν δὲ καὶ Μα‐ ρουὰμ τὴν Δαμασκὸν ἀνεῖλε πολλοὺς τῶν ὑπερεχόντων καὶ τοὺς συνεργήσαντας τῷ φόνῳ τοῦ Οὐαλὶδ καὶ τῶν τέκνων αὐτοῦ, καὶ
5ἄλλους ἠκρωτηρίασεν. τὰ δὲ χρήματα καὶ τοὺς θησαυροὺς ἅπαντας μετέστησεν εἰς Χαρρὰν τὴν πόλιν Μεσοποταμίας. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, ιβʹ ἰνδικτιῶνος, κατελθὼν Κωνσταν‐ τῖνος ἐπὶ τὰ μέρη Χαλκηδόνος ἀντεπέρασεν ἐν τοῖς Θρᾳκῴοις μέρε‐ σιν, Σισιννίου τοῦ στρατηγοῦ τῶν Θρᾳκησίων διὰ τῆς Ἀβύδου
10περάσαντος καὶ τῷ χερσαίῳ τείχει παρακαθίσαντος. καὶ ἐλθὼν ἐπὶ τὴν Χαρσίου πόρταν διέδραμεν ἕως τῆς Χρυσῆς πόρτης ἑαυτὸν τοῖς ὄχλοις ἐπιδεικνύων, καὶ πάλιν ὑπέστρεψε καὶ ἠπλήκευσεν εἰς τὸν ἅγιον Μάμαντα. οἱ δὲ τῆς πόλεως ἤρξαντο στενοῦσθαι εἰς τὰς δαπάνας, καὶ ἀποστείλας Ἀθανάσιον τὸν ἀσηκρήτην καὶ Ἀρτάυασδον,
15τὸν δομέστικον αὐτοῦ, πρὸς τὸ κομίσαι δαπάνας διὰ σκαφῶν, εὗρε τούτους ὁ στόλος τῶν Κιβυραιωτῶν ἔξω τῆς Ἀβύδου, καὶ τούτους κατασχὼν πρὸς τὸν βασιλέα ἀνήγαγεν· καὶ τὸν μὲν σῖτον τοῖς ἰδίοις λαοῖς ἐδωρήσατο, Ἀθανάσιον δὲ καὶ Ἀρτάυασδον παραυτὰ ἐτύφλω‐ σεν. μετὰ ταῦτα ἐδοκίμασεν Ἀρτάυασδος ἀνοῖξαι τὰς τοῦ χερσαίου
20τείχους πόρτας καὶ συμβαλεῖν πόλεμον μετὰ τοῦ Κωνσταντίνου. καὶ γενομένης συμβολῆς, ἐτράπησαν οἱ τοῦ Ἀρταυάσδου, καὶ πολλοὶ ἀπέθανον, ἐν οἷς καὶ ὁ Μονώτης· κατασκευάσας δὲ ὁ Ἀρτάυασδος διήρεις κακκαβοπυρφόρους ἀπέστειλεν εἰς τὸν ἅγιον Μάμαντα κατὰ τοῦ στόλου τῶν Κιβυραιωτῶν, ὧν ἀπελθόντων, ἐξῆλθον οἱ τῶν
25Κιβυραιωτῶν καὶ ἀπήλασαν αὐτούς. ἐγένετο δὲ λιμὸς ἰσχυρὰ ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῆς κριθῆς νομισμάτων ιβʹ, τοῦ δὲ ὀσπρίου ιθʹ, τοῦ δὲ κέγχρου καὶ τοῦ λουπίνου νομισμάτων ηʹ, τὸ δὲ ἔλαιον εʹ λίτραι τοῦ νομίσματος, καὶ ὁ ξέστης τοῦ οἴνου
σημισίου. τοῦ δὲ λαοῦ θνήσκοντος, ἠναγκάσθη Ἀρτάυασδος ἀπο‐419

420

λύειν αὐτοὺς πρὸς τὸ ἐξέρχεσθαι τῆς πόλεως. ἐπιτηρῶν δὲ τὰ πρόσωπα τοὺς μὲν ἐκώλυεν. ὅθεν τινὲς ἐκώλυσαν τὰ ἑαυτῶν πρόσωπα καὶ γυναικείαν στολὴν περιεβάλοντο, οἱ δὲ μοναδικὸν σχῆμα καὶ τριχίνην στολήν· καὶ οὕτως ἠδύναντο λαθεῖν καὶ ἐξελθεῖν. Νικήτας
5δὲ ὁ μονοστράτηγος ἐπισωρεύσας τὸν ἴδιον λαόν, τὸν ἀπὸ Μοδρινῆς σκορπισθέντα, ἦλθεν ἕως Χρυσοπόλεως, καὶ ὑποστρέφοντος αὐτοῦ, περάσας ὁ βασιλεὺς κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἐν Νικομηδείᾳ ἐχειρώσατο αὐτὸν σὺν τῷ ἀπὸ ἐπισκόπων κουράτορι Μαρκελλίνῳ, ὃν παραυτὰ ἀποτμηθῆναι ἐκέλευσεν. τὸν δὲ μονο‐
10στράτηγον πεδήσας διὰ τοῦ τείχους τῷ πατρὶ ἐπεδείκνυεν. τῇ δὲ βʹ τοῦ Νοεμβρίου μηνὸς ἄφνω παραταξάμενος τῇ δείλῃ διὰ τοῦ χερσαίου τείχους τὴν πόλιν παρέλαβεν. ὁ δὲ Ἀρτάυασδος ἅμα τῷ πατρικίῳ Βακταγγίῳ εἰς χελάνδιν εἰσελθὼν πρὸς τὸ παρὸν ἐξῆλθεν εἰς τὸ Ὀψίκιν, καὶ ἀπελθὼν εἰς τὸ κάστρον Πουζάνης ἑαυτὸν ἐν‐
15έκλεισεν. οὓς χειρωσάμενος ὁ βασιλεὺς τὸν μὲν Ἀρτάυασδον σὺν τοῖς δυσὶν υἱοῖς ἐτύφλωσεν, τὸν δὲ Βακτάγγιον ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε καὶ τὴν τούτου κεφαλὴν ἐν τῷ Μιλίῳ ἐκρέμασεν ἐπὶ ἡμέρας τρεῖς. μετὰ δὲ λʹ ἔτη ὁ μνησίκακος καὶ ἄσπλαγχνος βασι‐ λεὺς προσέταξεν ἀπελθεῖν τὴν αὐτοῦ γυναῖκα ἐν τῇ μονῇ τῆς Χώρας,
20ἐκεῖσε γὰρ ἦν ταφείς, καὶ ἀνασκάψαι αὐτοῦ τὰ ὀστᾶ καὶ ἐν τῷ ἰδίῳ παλλίῳ βαστάσαι καὶ εἰς τὰ λεγόμενα Πελαγίου μνήματα μετὰ τῶν βιοθανάτων ῥίψαι. ὢ τῆς ἀπανθρωπίας. πολλοὺς δὲ καὶ ἄλλους συμμαχήσαντας Ἀρταυάσδῳ τῶν προυχόντων ἀνεῖλεν, ἀναριθμήτους δὲ ἐτύφλωσεν, καὶ ἄλλους ἐχειροκόπησε καὶ ἐποδοκόπησεν. ἐπ‐
25έτρεψε δὲ τοῖς σὺν αὐτῷ εἰσελθοῦσιν ἐξωτικοῖς ἄρχουσιν εἰσελθεῖν εἰς τοὺς οἴκους καὶ διαρπάσαι τὰς οὐσίας τῶν πολιτῶν, πολλά τε καὶ ἄλλα ἀναρίθμητα δεινὰ ἐπεδείξατο τῇ πόλει. ἱππικὸν δὲ ποιήσας εἰσήγαγε τὸν Ἀρτάυασδον σὺν τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς φίλοις δε‐ δεμένους διὰ τοῦ διϊππίου ἅμα Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατρι‐
30άρχῃ τυφθέντι δημοσίως καὶ ἐπὶ ὄνου ἐξανάστροφα καθημένῳ, ὃν420

421

εἰς τὸ ἱππικὸν εἰσαγαγὼν ἐπόμπευσεν, πάλιν δὲ ὡς ὁμόφρονα αὐτοῦ ἐκφοβήσας καὶ δουλώσας ἐν τῷ θρόνῳ τῆς ἱερωσύνης ἐκάθισεν. Σισίννιον δέ, τὸν πατρίκιον καὶ στρατηγὸν τῶν Θρᾳκησίων, πολλὰ συνδραμόντα αὐτῷ καὶ συναγωνισάμενον, ἐξάδελφόν τε αὐτοῦ ὄντα
5μετὰ μʹ ἡμέρας ἐτύφλωσε τῇ τοῦ θεοῦ δικαίᾳ κρίσει. ὁ γὰρ βοηθῶν τῷ ἀσεβεῖ ἐμπεσεῖται εἰς τὰς χεῖρας αὐτοῦ κατὰ τὸ γεγραμμένον. [Start of a diagram]Κόσμου ἔτη ͵ϛσλϛʹ. Τῆς θείας σαρκώσεως ἔτη ψλϛʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λεʹ. δʹ.
10Ἀράβων ἀρχηγὸς Μαρουὰμ ἔτη ϛʹ. αʹ. Ῥώμης ἐπίσκοπος Ζαχαρίας ἔτη καʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Ἀναστάσιος ἔτη κδʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Θεοφύλακτος ἔτη ζʹ. αʹ.[End of a diagram]
17Τούτῳ τῷ ἔτει κομήτης μέγας κατὰ τὴν Συρίαν ἐφάνη. καὶ ἐστασίασε Θεβὶτ κατὰ τοῦ Μαρουὰμ καὶ Δαχὰκ ὁ τῶν Ἀρουριτῶν· οὓς χειρωσάμενος Μαρουὰμ ἀνεῖλεν ἐν τοῖς ὁρίοις Ἐμέσης μετὰ
20πλήθους πολεμιστῶν χιλιάδων ιβʹ. τῷ δ’ αὐτῷ ἔτει παρακλήσει τῶν Χριστιανῶν τῆς ἑῴας συνεχώρησε χειροτονηθῆναι Θεοφύλακτον, πρεσβύτερον Ἐδεσηνόν, πατριάρχην Ἀντιοχείας, κοιμηθέντος Στε‐ φάνου, καὶ τοῦτον γράμμασι καθολικοῖς τιμᾶσθαι προσέταξε παρὰ τῶν Ἀράβων. χαρίσμασι γὰρ πνευματικοῖς ἐκεκόσμητο, καὶ μάλιστα
25τῇ σωφροσύνῃ. ἐν Ἐμέσῃ δὲ ρκʹ Χαλβενοὺς ἐφούρκισεν, τὸν δὲ Ἄβας, τὸν πολλὰ τῶν Χριστιανῶν αἵματα ἐκχύσαντα καὶ πολλοὺς τόπους πορθήσαντα καὶ αἰχμαλωτίσαντα ἀναιρεῖ ἐν τῇ φυλακῇ. στα‐ λέντος γὰρ πρὸς αὐτόν τινος Αἰθίοπος ὑπὸ Μαρουὰμ ἐπὶ τούτῳ, θύλακα πλήσας ἀσβέστου ζώσης εἰσῆλθε πρὸς αὐτόν, καὶ τοῦτον τῇ
30κεφαλῇ καὶ ταῖς αὐτοῦ ῥισὶ περιθεὶς ἀπέπνιξεν αὐτόν, δικαίαν ἐφευρόμενος τῷ γόητι τιμωρίαν. μαγείαις γὰρ καὶ δαιμόνων ἐπι‐ κλήσεσι πολλὰ κατὰ Χριστιανῶν κακὰ ἐτεκτήνατο. οὗτος καὶ τῷ
αἵματι Οὐαλὶδ ἐκοινώνησεν.421

422

εʹ. βʹ. ιβʹ. ιϛʹ. βʹ. Τούτῳ τῷ ἔτει Σουλεϊμὰν ἐπισυνάξας τὰ στρατεύματα αὐτοῦ αὖθις τῷ Μαρουὰμ συμβάλλει καὶ ἡττᾶται ἀποβαλὼν τοῦ λαοῦ χι‐ λιάδας ζʹ καὶ φυγὰς εἰς Παλμύραν διασώζεται, κἀκεῖθεν εἰς Περ‐
5σίδα. ἐστασίασαν δὲ καὶ Ἐμεσηνοὶ καὶ Ἡλιουπολῖται καὶ Δαμασκηνοὶ τὰς πόλεις τῷ Μαρουὰμ ἀποκλείσαντες· ὃς τὸν μὲν ἑαυτοῦ υἱὸν κατὰ τοῦ Δαχὰκ ἀποστείλας μετὰ δυνάμεως αὐτὸς ἐπὶ τὴν Ἔμεσαν ἦλθεν, ἣν ἐν τέτρασι μησὶ παρέλαβεν. ὁ δὲ Δαχὰκ ἀπὸ Περσίδος μετὰ πλείστης δυνάμεως ἤρχετο. ὁ δὲ Μαρουὰμ συμβαλὼν αὐτῷ κατὰ
10τὴν Μεσοποταμίαν μετὰ τὸ πολλοὺς ἀναιρεθῆναι τῶν σὺν αὐτῷ τοῦτον συλλαβὼν κτείνει. ἐν τούτοις Κωνσταντῖνος Γερμανίκειαν παρέλαβεν ἐπιστρατεύσας τὴν Συρίαν καὶ Δουλιχίαν ἄδειαν εὑρὼν διὰ τὴν τῶν Ἀράβων πρὸς ἀλλήλους μάχην. λόγῳ δὲ τοὺς ἐν αὐταῖς Ἄραβας ἐξαποστείλας ἀόπλους προσελάβετο καὶ τοὺς πρὸς μητρὸς
15συγγενεῖς καὶ ἐν Βυζαντίῳ μετῴκισεν, σὺν καὶ πολλοῖς Σύροις Μονο‐ φυσίταις αἱρετικοῖς, ὧν οἱ πλείους εἰς τὴν Θρᾴκην οἰκοῦντες μέχρι τοῦ νῦν καὶ ἐν τῷ τρισαγίῳ τὴν τριάδα σταυροῦντες κατὰ Πέτρον τὸν Κναφέα διήρκεσαν. ἀπὸ δεκάτης δὲ τοῦ Αὐγούστου μηνὸς ἕως πεντεκαιδεκάτης σκότος ἐγένετο ὁμιχλῶδες. τότε Μαρουὰμ ἐκνικήσας
20καὶ ἀπολαβὼν Ἔμεσαν ἀναιρεῖ πάντας τοὺς συγγενεῖς καὶ ἀπελευ‐ θέρους Ἰσάμ, καθαιρεῖ δὲ καὶ τὰ τείχη Ἡλιουπόλεως καὶ Δαμασκοῦ καὶ Ἱεροσολύμων, ἀναιρῶν πολλοὺς δυνατοὺς καὶ ἀκρωτηριάσας τοὺς ἐν αὐταῖς ταῖς πόλεσι περιλειφθέντας.
ϛʹ. γʹ. ιγʹ. ιζʹ. γʹ.
25Τούτῳ τῷ ἔτει ἐγένετο σεισμὸς μέγας ἐν Παλαιστίνῃ καὶ τῷ Ἰορδάνῃ καὶ πάσῃ τῇ Συρίᾳ μηνὶ Ἰαννουαρίῳ ιηʹ, ὥρᾳ δʹ, καὶ πολλαὶ μυριάδες καὶ ἀναρίθμητοι τεθνήκασιν, ἐκκλησίαι τε καὶ μοναστήρια πεπτώκασιν, καὶ μάλιστα κατὰ τὴν ἔρημον τῆς ἁγίας πόλεως. Τῷ δ’ αὐτῷ ἔτει λοιμώδης θάνατος ἀπὸ Σικελίας καὶ Καλαβρίας
30ἀρξάμενος οἷόν τι πῦρ ἐπινεμόμενον ἐπὶ τὴν Μονοβασίαν καὶ Ἑλλάδα422

423

καὶ τὰς παρακειμένας νήσους ἦλθε δι’ ὅλης τῆς ιδʹ ἰνδικτιῶνος προ‐ μαστίζων τὸν ἀσεβῆ Κωνσταντῖνον καὶ ἀναστέλλων τῆς κατὰ τῶν ἁγίων ἐκκλησιῶν καὶ τῶν σεπτῶν εἰκόνων μανίας, εἰ καὶ ἀδιόρθω‐ τος ἔμεινεν, ὡς Φαραὼ τὸ πάλαι. ἡ δὲ αὐτὴ λοιμικὴ νόσος τοῦ
5βουβῶνος ἀνέδραμε τῇ εʹ ἐπινεμήσει ἐν τῇ βασιλίδι πόλει. ἤρξατο δὲ αἴφνης ἀοράτως γίνεσθαι ἔν τε τοῖς τῶν ἀνθρώπων ἱματίοις καὶ εἰς τὰ τῶν ἐκκλησιῶν ἱερὰ ἐνδύματα 〈καὶ εἰς τὰ βῆλα〉 σταυρία ἐλαιώδη πλεῖστα. ἐγένετο οὖν ἐντεῦθεν τοῖς ἀνθρώποις λύπη καὶ ἀθυμία πολλὴ τῇ τοῦ τοιούτου σημείου ἀπορία· κατέλαβε δὲ καὶ
10θεομηνία ἀφειδῶς ὀλοθρεύουσα οὐ μόνον τοὺς ἐν τῇ πόλει, ἀλλὰ καὶ τοὺς ἐν πάσῃ τῇ περιχώρῳ αὐτῆς. ἐγένοντο δὲ καὶ φαντασίαι εἰς πολλοὺς τῶν ἀνθρώπων, καὶ ἐν ἐκστάσει γενόμενοι ἐνόμιζον ξένοις τισίν, ὡς ἐδόκουν, καὶ βριαροῖς προσώποις συνοδεύειν, καὶ τοὺς ἀπαντῶντας αὐτοῖς ὡς δῆθεν φίλους προσαγορεύοντας καὶ δια‐
15λεγομένους. σημειούμενοι δὲ τὰ παρ’ αὐτῶν λαλούμενα ἔσχατον ἐξ‐ ηγοῦντο. ἑώρων δὲ τοὺς αὐτοὺς καὶ εἰς οἴκους εἰσερχομένους, καὶ τοὺς μὲν τοῦ οἴκου ἀναιροῦντας, τοὺς δὲ ξίφει τιτρώσκοντας. συν‐ έβαινε δὲ τὰ πλεῖστα τῶν παρ’ αὐτοῖς λεγομένων γίνεσθαι οὕτως, καθὼς εἶδον. τῷ δὲ ἐαρινῷ καιρῷ τῆς αʹ ἰνδικτιῶνος ἐπέτεινε μει‐
20ζόνως, καὶ τῷ θερινῷ ἐξεκαύθη εἰς ἅπαξ, ὥστε καὶ ὁλοκλήρους οἴκους κλεισθῆναι παντελῶς, καὶ μὴ εἶναι τοὺς ὀφείλοντας θάπτειν τοὺς νεκρούς. ἐκ πολλῆς οὖν περιστάσεως ἐπενοήθη διὰ ζώων σαγμα‐ τουμένων ὑποτετρακανθήλους σανίδας ἐπιτίθειν, καὶ οὕτως ἐκφέρειν τοὺς νεκρούς, ὁμοίως δὲ καὶ εἰς ἁμάξας ἐπάνω ἀλλήλων τούτους
25ἐπιτίθειν. ἐν δὲ τῷ πληρωθῆναι πάντα τά τε ἐνάστεια καὶ προ‐ άστεια μνήματα, ἔτι μὴν καὶ κιστέρνας ἀνύδρους καὶ λάκκους, καὶ πλείστους ἀμπελῶνας διασκαφῆναι, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἔνδον τῶν παλαιῶν τειχῶν κήπους εἰς τὴν τοιαύτην προχωρῆσαι τῶν ἀνθρω‐
πίνων σωμάτων ταφήν, καὶ οὕτω μόλις ὑπαντῆσαι εἰς τὴν τοιαύτην423

424

χρείαν. παντὸς δὲ οἴκου ἐκ τῆς τοιαύτης συμφορᾶς διαφθαρέντος διὰ τὴν ἀσεβῶς γενομένην εἰς τὰς ἱερὰς εἰκόνας ὑπὸ τῶν κρατούν‐ των κατένεξιν, αὐτίκα ὁ τῶν Ἀγαρηνῶν στόλος κατέλαβεν ἀπὸ Ἀλεξανδρείας ἐν Κύπρῳ, ἔνθα ἦν καὶ ὁ Ῥωμαϊκὸς στόλος. ὁ δὲ
5στρατηγὸς τῶν Κιβυραιωτῶν ἐπιπεσὼν αὐτοῖς αἴφνης ἐν τῷ λιμένι τῶν Κεραμαία καὶ κρατήσας τὸ στόμιον τοῦ λιμένος, χιλίων δρο‐ μώνων ὄντων τρεῖς μόνους ἐξειλῆσαί φασιν.
ζʹ. δʹ. ιδʹ. ιηʹ. δʹ. Τούτῳ τῷ ἔτει κτείνεται Γρηγόριος ὑπὸ τῶν Ἀρουριτῶν, καὶ
10ἐξενίκησε Μαρουάμ, ὁ τῶν Ἀράβων ἀρχηγός, ὡς προέφην.
ηʹ. εʹ. ιεʹ. ιθʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐκινήθησαν ἐκ τῶν ἀνατολικωτέρων μερῶν τῆς Περσίδος λαοὶ οἱ λεγόμενοι Χωροσανῖται Μαυροφόροι κατὰ τοῦ Μαρουὰμ καὶ πάσης τῆς συγγενείας τῶν προαρξάντων ἀπὸ Μουάμεδ
15τοῦ ψευδοπροφήτου ἕως τοῦ αὐτοῦ Μαρουάμ, τοῦτ’ ἔστι κατὰ τὸ λεγόμενον τέκνον τοῦ Οὐμαΐα. τούτων γὰρ μετὰ τὴν ἀναίρεσιν τοῦ Οὐαλὶδ ἀλλήλους πολεμούντων καὶ ἀπασχολουμένων, οἱ λεγόμενοι υἱοὶ τοῦ Ἐχὶμ καὶ τοῦ Ἀλίμ, συγγενεῖς μὲν καὶ αὐτοὶ τοῦ ψευδο‐ προφήτου τυγχάνοντες, κεκρυμμένοι δὲ καὶ φυγάδες ὄντες κατὰ τὴν
20μικρὰν Ἀραβίαν, ἀθροισθέντες, πρωτεύοντος ἐν αὐτοῖς Ἀβραΐμ, ἐκ‐ πέμπουσιν ἀπόδουλον αὐτῶν τινα λεγόμενον Ἀβουμουσλὶμ εἰς τὸ Χωροσὰν πρός τινας τῶν αὐτόθι προυχόντων, αἰτούμενοι συμμαχῆ‐ σαι αὐτοῖς κατὰ Μαρουάμ. οἱ δὲ συναχθέντες πρὸς Χακταβάν τινα βουλεύονται καὶ ἐπανιστῶσι τοὺς δούλους κατὰ τῶν ἰδίων δεσπο‐
25τῶν καὶ ἀναιροῦσι πολλοὺς ἐν μιᾷ νυκτί, ὧν τοῖς ἄρμασι καὶ ἵπποις καὶ χρήμασι καθοπλισθέντες ἐγένοντο εἰς δυνατούς. διαιροῦνται δὲ εἰς φυλὰς δύο, Καϊσινοὺς καὶ Ἰμανίτας. ὧν δυνατωτέρους σκοπήσας
τοὺς Ἰμανίτας ὁ Ἀβουμουσλὶμ διεγείρει κατὰ τῶν Καϊσινῶν, καὶ424

425

ἀνελὼν αὐτοὺς παραγίνεται ἐν Περσίδι σὺν τῷ Χακταβάν, καὶ πολε‐ μήσας τὸν Ἰβινδάρα παραλαμβάνει μετὰ νίκης ἅπαντας, ὡς ρʹ που χιλιάδας ἀνδρῶν. καὶ ἐλθὼν ἐπὶ τὸν Ἰβινουβεηρᾶ στρατοπεδεύοντα σὺν χιλιάσι σʹ κἀκεῖνον ἐξέλυσεν, καὶ καταλαβὼν τὸν Μαρουὰμ εἰς
5τὸν Ζάβαν ποταμὸν ἔχοντα τʹ χιλιάδας πολεμεῖ αὐτὸν καὶ πλῆθος ἄπειρον ἀναιρεῖ ἐξ αὐτῶν. καὶ ἦν ἰδεῖν κατὰ τὴν γραφὴν τότε ἕνα διώκοντα χιλίους, καὶ δύο μετακινοῦντας μυριάδας. οὓς οὕτω κατὰ κράτος νικῶντας ὁρῶν ὁ Μαρουὰμ ἔρχεται εἰς Χαρρὰν καὶ περάσας τὸν ποταμὸν ἔκοψε τὴν γέφυραν ἀπὸ πλοίων οὖσαν. καὶ συμπαρα‐
10λαβὼν πάντα τὰ χρήματα καὶ τὸν οἶκον αὐτοῦ μετὰ ͵γ ἀνδρῶν οἰκογενῶν αὐτοῦ ἔφυγεν ἐπὶ Αἴγυπτον.
θʹ. ϛʹ. ιϛʹ. κʹ. ϛʹ. Τούτῳ τῷ ἔτει καταδιώκεται Μαρουὰμ ὑπὸ τῶν Μαυροφόρων καὶ καταληφθεὶς ὑπ’ αὐτῶν κτείνεται, βαρυτάτου πολέμου κροτη‐
15θέντος. ἦρχε δὲ αὐτῶν Σαλίμ, υἱὸς Ἀλίμ, εἷς ὢν τῶν προλεχθέν‐ των φυγάδων, τῶν καὶ ἐξαποστειλάντων τὸν Ἀβουμουσλίμ. οἱ δὲ λοιποὶ ἀθροισθέντες κατὰ τὴν Σαμάρειαν καὶ Τραχωνίτιδα χώραν κλήρῳ τὴν ἀρχὴν ἀπένειμαν τῷ Ἀβουλαβᾶς, καὶ μετ’ ἐκεῖνον τῷ ἀδελφῷ αὐτοῦ Ἀβδελᾶ, καὶ μετὰ τοῦτον τῷ Ἰσὲ Ἰβινμουσέ· καὶ τῆς
20μὲν Συρίας στρατηγεῖν ἔταξαν Ἀβδελᾶν, τὸν υἱὸν τοῦ Ἀλὶμ καὶ ἀδελφὸν τοῦ Σαλίμ, τὸν δὲ αὐτὸν Σαλὶμ τῆς Αἰγύπτου ἄρχειν, τὸν δὲ Ἀβδελᾶν, τοῦ Ἀβουλαβᾶς ἀδελφὸν ἀπ’ ἐκείνου ἔχοντα τὸν κλῆ‐ ρον τῆς ἀρχῆς ἐπὶ τῆς Μεσοποταμίας ἔταξαν. ὁ δὲ αὐτὸς Ἀβουλαβᾶς, ὁ καὶ πάντων ἐξάρχων, ἐν Περσίδι κεκάθικεν, μετατεθείσης ὑπ’
25αὐτοῦ καὶ τῶν συμμαχησάντων Περσῶν ἀπὸ Δαμασκοῦ τῆς ἀρχῆς,
καὶ πάντων τῶν συλληφθέντων θησαυρῶν, ὧν ὁ Μαρουὰμ ἐπεφέ‐425

426

ρετο. οἱ δὲ περισωθέντες υἱοί τε καὶ συγγενεῖς τοῦ Μαρουὰμ ἐλθόντες ἀπ’ Αἰγύπτου εἰς Ἀφρικὴν κἀκεῖθεν ἀντιπεράσαντες τὸ διορίζον μεταξὺ Λιβύης καὶ Εὐρώπης τῆς κατὰ τὸν Ὠκεανὸν στενῆς θαλάσσης, τὸ λεγόμενον Σέπται, τὴν τῆς Εὐρώπης Σπανικὴν ᾤκησαν
5μέχρι τοῦδε τοῦ χρόνου, ἔχοντές τινας προκατοικήσαντας αὐτόθι τῶν ἀπὸ Μαυΐου διὰ πλοὸς ἐκριφέντων ἐκεῖσε, συγγενεῖς αὐτῶν ὄντας καὶ τῆς αὐτῆς θρησκείας. ἐκράτησε δὲ ἡ ἐπὶ Μαρουὰμ ἅλωσις ἔτη ϛʹ, ἐν ᾗ πᾶσαι μὲν αἱ κατὰ τὴν Συρίαν περιφανεῖς πόλεις ἀπ‐ ετειχίσθησαν, ἄτερ Ἀντιοχείας, διότι καταφύγιον αὐτὴν ἔχειν ἐμελέτα,
10ἀναρίθμητοί τε τῶν Ἀράβων ὑπ’ αὐτοῦ ὤλοντο. λίαν γὰρ ὑπῆρχε διεσκεμμένος περὶ τὰ πολεμικά. ἐτύγχανε δὲ τῆς τῶν Ἐπικουρείων ἤτοι Αὐτοματιστῶν αἱρέσεως, ἐκ τῶν οἰκούντων τὴν Χαρρὰν Ἑλλή‐ νων μεταλαβὼν τὴν ἀσέβειαν. Τῇ δὲ κεʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς αὐτῆς γʹ ἰνδικτιῶνος
15ἐτέχθη τῷ βασιλεῖ Κωνσταντίνῳ υἱός, ὃν ἐπωνόμασε Λέοντα, ἐκ τῆς τοῦ Χαγάνου τῆς Χαζαρίας θυγατρός. ἐν δὲ τῷ αὐτῷ χρόνῳ γέγονε σεισμὸς ἐν Συρίᾳ καὶ μεγάλη καὶ φοβερὰ πτῶσις, ὅθεν αἱ μὲν τῶν πόλεων ὁλοκλήρως ἠφανίσθησαν, αἱ δὲ μέσως πως, ἑτέραι δὲ ἀπὸ τῶν ὀρεινῶν εἰς τὰ ὑποκείμενα πεδία σὺν τῶν τειχέων
20καὶ τῶν οἰκημάτων αὐτῶν ὁλόκληροι μετέστησαν σῶαι ὡς ἀπὸ μιλίων ἓξ ἢ καὶ μικρὸν πρός. ἔφησαν δὲ οἱ αὐτοψὶ θεασάμενοι τὴν γῆν Μεσοποταμίας εἰς μῆκος ῥαγῆναι ἐπὶ μίλια δύο, καὶ ἐκ τοῦ βυθοῦ αὐτῆς ἀναχθῆναι ἑτέραν γῆν λευκοτάτην καὶ ἀμμώδη, ἧς ἐκ μέσου, ὥς φασιν, ἀνῆλθε ζῶον μουλικόν, ἄσπιλον, λαλοῦν ἀνθρωπίνῃ φωνῇ
25προμηνύον τε ἔθνους ἐπιδρομὴν ἐκ τῆς ἐρήμου κατὰ τῶν Ἀράβων, ὃ καὶ γέγονεν. τῷ δὲ ἐρχομένῳ χρόνῳ τῆς δʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τῆς ἁγίας πεντηκοστῆς, ἔστεψε Κωνσταντῖνος ὁ δυσσεβὴς βασιλεὺς τὸν ἑαυτοῦ υἱὸν Λέοντα εἰς βασιλέα δι’ Ἀναστασίου, τοῦ ψευδ‐
ωνύμου πατριάρχου καὶ σύμφρονος αὐτοῦ.426

427

Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη εʹ.
ιʹ. αʹ. ιζʹ. καʹ. ζʹ.
Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ Χαλκιδεῖς τοῖς Μαυροφόροις Πέρ‐ σαις καὶ ἀνῃρέθησαν ὑπ’ αὐτῶν ἐν τοῖς ὁρίοις Ἐμέσης χιλιάδες δʹ.
5τὸ αὐτὸ δὲ γέγονε καὶ κατὰ τὴν Ἀραβίαν εἰς τοὺς Καϊσινοὺς ὑπὸ τῶν αὐτῶν Περσῶν. ἐλθούσης δὲ τῆς κεφαλῆς τοῦ Μαρουὰμ ἐσμυρ‐ νισμένης, ἐπαύσαντο αἱ πλείους τῶν στάσεων. καὶ τῷ αὐτῷ ἔτει ἐκοιμήθη ὁ ἁγιώτατος πατριάρχης Ἀντιοχείας Θεοφύλακτος μηνὶ Δαι‐ σίῳ κθʹ.
10Ἀντιοχείας ἐπίσκοπος Θεόδωρος ἔτη ϛʹ.
ιαʹ. βʹ. ιηʹ. κβʹ. αʹ.
Τούτῳ τῷ ἔτει τοὺς πλείους τῶν Χριστιανῶν ὡς συγγενεῖς τῶν προαρξάντων ἀνεῖλον οἱ προσφάτως κρατήσαντες, δόλῳ τούτους χειρωσάμενοι εἰς Ἀντιπατρίδα τῆς Παλαιστίνης. καὶ τῷ αὐτῷ χρόνῳ
15Κωνσταντῖνος τὴν Θεοδοσιούπολιν παρέλαβεν ἅμα τῇ Μελιτηνῇ, καὶ ᾐχμαλώτευσε τοὺς Ἀρμενίους. Θεόδωρος δέ, ὁ υἱὸς τοῦ Βικαρίου, τῆς μικρᾶς Ἀραβίας ὁρμώμενος ἐχειροτονήθη πατριάρχης Ἀντιοχείας.
ιβʹ. γʹ. ιθʹ. κγʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀρθεὶς τῷ φρονήματι Κωνσταντῖνος ὁ δυσσεβὴς
20πολλὰ κατὰ τῆς ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως μελετῶν, σιλέντια καθ’ ἑκάστην ποιῶν τὸν λαὸν ἔπειθε πρὸς τὸ ἴδιον αὐτοῦ φρόνημα δολίως ἕπεσθαι, προοδοποιῶν τὴν μέλλουσαν αὐτῷ ἔσεσθαι τελείαν ἀσέβειαν.
ιγʹ. δʹ. κʹ. κδʹ. γʹ.
25Τούτῳ τῷ ἔτει Ἀναστάσιος ὁ ἀνιέρως τοῦ θρόνου Κωνσταν‐ τινουπόλεως ἡγησάμενος τέθνηκε σὺν τῇ ψυχῇ καὶ τῷ σώματι οἰκτίστῳ πάθει, τῷ λεγομένῳ χορδαψῷ, κόπρον διὰ στόματος ἐμέσας, ἀξίαν ἔτισε δίκην ὑπὲρ τῆς κατὰ θεοῦ καὶ τοῦ διδασκάλου τόλμης. τῷ δ’ αὐτῷ ἔτει καὶ Κωνσταντῖνος ὁ δυσσεβὴς κατὰ τῶν ἁγίων καὶ
30σεπτῶν εἰκόνων παράνομον συνέδριον τληʹ ἐπισκόπων συνέλεξεν ἐν τῷ τῆς Ἱερείας παλατίῳ, ὧν ἐξῆρχε Θεοδόσιος ὁ Ἐφέσου, υἱὸς Ἀψιμάρου, καὶ Παστιλλᾶς ὁ Πέργης· οἳ καθ’ ἑαυτοὺς τὰ δόξαντα δογματίσαντες, μηδενὸς παρόντος ἐκ τῶν καθολικῶν θρόνων, Ῥώ‐
μης, φημί, καὶ Ἀλεξανδρείας καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων, ἀπὸ427

428

ιʹ τοῦ Φεβρουαρίου μηνὸς ἀρξάμενοι διήρκεσαν ἕως ηʹ τοῦ Αὐγού‐ στου τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος. καθ’ ἣν ἐν Βλαχέρναις ἐλθόντες οἱ τῆς θεοτόκου πολέμιοι, ἀνῆλθε Κωνσταντῖνος ἐν τῷ ἄμβωνι κρατῶν Κωνσταντῖνον μοναχόν, ἐπίσκοπον γενόμενον τοῦ Συλλαίου, καὶ
5ἐπευξάμενος ἔφη μεγάλῃ τῇ φωνῇ· “Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη.” καὶ τῇ κζʹ τοῦ αὐτοῦ μηνὸς ἀνῆλθεν ὁ βασιλεὺς ἐν τῷ Φόρῳ σὺν Κωνσταντίνῳ τῷ ἀνιέρῳ προέδρῳ καὶ τοῖς λοιποῖς ἐπισκόποις, καὶ ἐξεφώνησαν τὴν ἑαυτῶν κακόδοξον αἵρεσιν ἐνώπιον παντὸς τοῦ λαοῦ ἀναθεματίσαντες Γερμανὸν τὸν
10ἁγιώτατον καὶ Γεώργιον τὸν Κύπριον καὶ Ἰωάννην τὸν Χρυσορρόαν Δαμασκηνὸν τὸν Μανσούρ, ἄνδρας ἁγίους καὶ αἰδεσίμους διδασκά‐ λους. Κωνσταντινουπόλεως ἐπίσκοπος Κωνσταντῖνος ἔτη ιβʹ.
ιδʹ. εʹ. καʹ. αʹ. δʹ.
15Τούτῳ τῷ ἔτει Μουάμεδ, ὁ καὶ Ἀβουλαβᾶς, τέθνηκε κρατήσας ἔτη εʹ. ἦν δὲ Ἀβδελᾶς, ὁ ἀδελφὸς αὐτοῦ, εἰς τὸν τόπον τῆς βλασφη‐ μίας αὐτῶν τὸ Μάκχα. γράφει οὖν πρὸς τὸν Ἀβουμουσλὶμ ὄντα κατὰ τὴν Περσίδα φυλάξαι αὐτῷ τὸν τόπον τῆς ἀρχῆς, καθὼς ἐκλη‐ ρώθη αὐτῷ. ὁ δὲ μαθὼν Ἀβδελᾶν, τὸν υἱὸν Ἀλίμ, ἀδελφὸν δὲ
20Σαλίμ, τὸν μονοστράτηγον Συρίας, τὴν ἀρχὴν αὐτῷ περιποιούμενον καὶ ἐρχόμενον κρατῆσαι τῆς Περσίδος, ἐναντιούμενον δὲ τοῖς Πέρ‐ σαις καὶ προσκείμενον τοῖς τῆς Συρίας, οἳ καὶ συνεμάχουν αὐτῷ, διεγείρας τὰ σὺν αὐτῷ στρατόπεδα συμβάλλει αὐτῷ κατὰ τὴν Νιτσίβιν καὶ νικήσας αὐτὸν ὁ Ἀβουμουσλὶμ πολλοὺς ἔκτεινεν. ἦσαν γὰρ οἱ
25πλείους Σκλάβοι καὶ Ἀντιοχεῖς. ὁ δὲ Ἀβδελᾶς μόνος περισωθεὶς μετ’ ὀλίγας ἡμέρας ᾐτήσατο λόγον λαβεῖν παρὰ τοῦ ἄλλου Ἀβδελᾶ, τοῦ ἀδελφοῦ Μουάμεδ, καταλαβόντος σπουδῇ πολλῇ τὴν Περσικὴν
ἐκ τοῦ Μάκχα· ὅν τινα φρουρήσας ἐν οἰκίσκῳ σαθρῷ καὶ κατορυχθῆναι428

429

προστάξας τὰ θεμέλια λάθρα τοῦτον ἀπέκτεινεν. τὸν δὲ Ἀβουμουσλὶμ μηνιῶντα κατὰ τῆς Συρίας Ἀράβων ὡς ἐπαναστάντων τοῖς Μαυρο‐ φόροις καὶ πολλοὺς κατὰ τὴν Παλαιστίνην καὶ Ἔμεσαν καὶ τὴν παραλίαν ἑλόντων, ἐπελθεῖν τε αὐτοῖς μελετῶντα μετὰ τῶν στρα‐
5τευμάτων ἐκώλυσεν. ὁ δὲ ὀργισθεὶς τῷ Ἀβδελᾷ πρὸς τὴν ἐνδοτέραν Περσικὴν ὥρμησε σὺν τῷ πλήθει, ὃν δειλιάσας σφόδρα μεταστέλλεται αὐτὸν πιθανολογίαις καὶ παρακλήσεσι καὶ αὐτοῖς δὲ τοῖς μυσαροῖς συμ‐ βόλοις τῆς ἀρχῆς αὐτῶν, φημὶ δὴ τῇ ῥάβδῳ καὶ τοῖς σανδαλίοις τοῦ ψευδοπροφήτου Μουάμεδ, ἐξαιτῶν ὁδὸν ἡμέρας μιᾶς ἐκκλῖναι πρὸς
10αὐτόν, ὅπως αὐτῷ τὴν πατρὶ πρέπουσαν εὐχαριστίαν ἀπονείμῃ. ὁ δὲ ἀπατηθεὶς παραγίνεται σὺν χιλιάσιν ἱππέων ρʹ, ἑνωθείς τε αὐτῷ κτεί‐ νεται ὑπ’ αὐτοῦ χερσὶν ἰδίαις. ὁ δὲ ὄχλοι σκεδασθέντες αὐθημερὸν ᾤχοντο φιλοτιμίαις οὐκ εὐαριθμήτοις ἐφοδιασθέντες. καὶ οὕτω τὰ τῆς ἀρχῆς τῷ Ἀβδελᾷ διευθύνεται.
15Ἀράβων ἀρχηγὸς Ἀβδελᾶς ἔτη καʹ. Ῥώμης ἐπίσκοπος Παῦλος ἔτη ζʹ.
ιεʹ. αʹ. αʹ. βʹ. εʹ.
Τούτῳ τῷ ἔτει Νικήτας ὁ Ἡλιουπόλεως ἀνεθεματίσθη ὑπὸ τῆς ἐκκλησίας πάσης. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος Σύρους τε καὶ
20Ἀρμενίους, οὓς ἤγαγεν ἀπὸ Θεοδοσιουπόλεως καὶ Μελιτηνῆς, εἰς τὴν Θρᾴκην μετῴκισεν, ἐξ ὧν καὶ ἐπλατύνθη ἡ αἵρεσις τῶν Παυ‐ λικιάνων. ὁμοίως καὶ ἐν τῇ πόλει, ὀλιγωθέντων τῶν οἰκητόρων αὐτῆς ἐκ τοῦ θανατικοῦ, ἤνεγκε συμφαμίλους ἐκ τῶν νήσων καὶ Ἑλλάδος καὶ τῶν κατωτικῶν μερῶν, καὶ ἐποίησεν οἰκῆσαι τὴν πόλιν
25καὶ κατεπύκνωσεν αὐτήν. τῷ δ’ αὐτῷ χρόνῳ ἐζήτησαν οἱ Βούλ‐ γαροι πάκτα διὰ τὰ κτισθέντα κάστρα· καὶ τοῦ βασιλέως ἀτιμάσαντος τὸν ἀποκρισιάριον αὐτῶν, ἐξῆλθον φωσατικῶς, καὶ ἦλθον ἕως τοῦ Μακροῦ τείχους κατὰ τῆς βασιλίδος πόλεως τὴν ὁρμὴν ποιησάμενοι. πολλὴν οὖν ἅλωσιν ἐργασάμενοι καὶ αἰχμαλωσίαν λαβόντες ὑπέστρεψαν
30ἀβλαβεῖς εἰς τὰ ἴδια.429

430

ιϛʹ. βʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει σεισμὸς γέγονε κατὰ τὴν Παλαιστίνην καὶ Συρίαν οὐ μικρὸς μηνὶ Μαρτίῳ θʹ. καὶ ἐξωρίσθη Θεόδωρος, ὁ πατριάρχης Ἀντιοχείας, φθόνῳ τῶν Ἀράβων διαβληθείς, ὅτι συχνῶς τῷ βασιλεῖ
5Κωνσταντίνῳ δηλοποιεῖ τὰ τῶν Ἀράβων διὰ γραμμάτων· καὶ λοιπὸν ὁ αὐτὸς Σαλὶμ ὑπερόριον τίθησιν εἰς τὴν Μωαβῖτιν χώραν πατρίδα τε αὐτοῦ. καὶ ἐπέτρεψεν ὁ αὐτὸς Σαλὶμ μὴ κτίζεσθαι νέας ἐκ‐ κλησίας, μηδὲ φανῆναι σταυρόν, μηδὲ δογματίσαι περὶ πίστεως Χριστιανὸν μετὰ Ἀράβων. ἐπεστράτευσε δὲ κατὰ Ῥωμανίας σὺν
10χιλιάσιν πʹ καὶ ἐλθὼν εἰς τὴν Καππαδοκίαν ἤκουσε Κωνσταντῖνον κατ’ αὐτοῦ ὁπλιζόμενον, καὶ φοβηθεὶς ὑπέστρεψεν ἄπρακτος μηδὲν λυμηνάμενος· μόνον δὲ ὀλίγους Ἀρμενίους προσρυέντας αὐτῷ λαβὼν ὑπέστρεψεν.
ιζʹ. γʹ. γʹ. δʹ.
15Τούτῳ τῷ ἔτει Ἀβδελᾶς τὴν φορολογίαν ἐπέτεινε Χριστιανοῖς, ὥστε ἅπαντας μοναχούς τε καὶ ἐγκλείστους καὶ κιονίτας τοὺς τῷ θεῷ εὐαρεστοῦντας φορολογῆσαι· ἐσφράγισε δὲ καὶ τὰ τῶν ἐκκλη‐ σιῶν κειμηλιαρχεῖα, καὶ ἤνεγκεν Ἑβραίους πρὸς τὸ πωλῆσαι αὐτά, καὶ ἠγόρασαν αὐτὰ οἱ ἀπελεύθεροι.
20
ιηʹ. δʹ. δʹ. εʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος τὰς κατὰ τὴν Μακεδονίαν Σκλα‐ υινίας ᾐχμαλώτευσε καὶ τοὺς λοιποὺς ὑποχειρίους ἐποίησεν. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ τινὲς ἐκ τῶν Μαυροφόρων Περσῶν τῆς μαγικῆς ὄντες θρησκείας, ἀπάτῃ τοῦ διαβόλου κρατούμενοι, πωλή‐
25σαντες τὴν ὕπαρξιν αὐτῶν καὶ γυμνοὶ ἀνελθόντες εἰς τὰ τείχη ἔρριπτον ἑαυτούς, ὥστε πετασθῆναι εἰς τὸν οὐρανόν, ὡς ἐνόμιζον. οἱ δὲ μηδὲν ἀξιόλογον τῆς ἐκεῖσε κληρουχίας ἔχοντες πρὸς γῆν ἀνθ‐ υπέστρεφον τὰ μέλη συντριβέντες, ὧν τοὺς ἐξάρχοντας τῆς πλάνης Ἀβδελᾶς ἀνεῖλε διὰ τοῦ Σαλὶμ κατὰ τὴν Βέροιαν καὶ Χαλκίδα ὄντας
30τὸν ἀριθμὸν ιϛʹ.
ιθʹ. εʹ. εʹ. ϛʹ.
Τούτῳ τῷ ἔτει φθόνῳ τοὺς Χριστιανοὺς ἐκώλυσαν Ἄραβες ἐκ430

431

τῶν δημοσίων χαρτοθεσίων πρὸς ὀλίγον χρόνον, αὖθις ἀναγκασθέντες ἐγχειροῦσιν αὐτοῖς τὰ αὐτὰ διὰ τὸ μὴ δύνασθαι αὐτοὺς γράφειν τοὺς ψήφους. καὶ ἐπεστράτευσαν τὴν Ῥωμανίαν καὶ ᾐχμαλώτευσαν πολλοὺς καὶ Παῦλον τὸν στρατηγὸν τῶν Ἀρμενιάκων πολεμήσαντες
5εἰς τὸν Μέλαν ἀνεῖλον μετὰ πλήθους στρατοῦ καὶ μβʹ ἐπισήμους ἄνδρας δεσμίους ἤγαγον καὶ κεφαλὰς πολλάς. ὁ δὲ βασιλεὺς ἐπ‐ εστράτευσε τὴν Βουλγαρίαν, καὶ ἐλθὼν εἰς Βερέγαβαν εἰς τὴν κλει‐ σοῦραν, ὑπήντησαν αὐτῷ οἱ Βούλγαροι, καὶ πολλοὺς τῶν αὐτοῦ ἀνεῖλον, ἐν οἷς καὶ Λέοντα, πατρίκιον καὶ στρατηγὸν τῶν Θρᾳκη‐
10σίων, καὶ Λέοντα ἕτερον, λογοθέτην τοῦ δρόμου καὶ λαὸν πολύν, καὶ ἔλαβον τὰ ἄρματα αὐτῶν. καὶ οὕτως ἀδόξως ὑπέστρεψαν.
κʹ. ϛʹ. ϛʹ. ζʹ. Τούτῳ τῷ ἔτει γέγονε πλάνη τῆς πασχαλίας, καὶ οἱ μὲν ὀρθό‐ δοξοι κατὰ τὴν ἑῴαν ϛʹ τοῦ Ἀπριλλίου μηνὸς ἐπάσχασαν, οἱ δὲ
15πεπλανημένοι αἱρετικοὶ ιγʹ. Τῷ δ’ αὐτῷ ἔτει μετετέθη ἡ κάρα τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ ἐκ τῆς μονῆς τοῦ Σπηλαίου εἰς τὸν ναὸν αὐτοῦ κατὰ τὴν Ἐμεσηνῶν πόλιν περιφανῆ ὄντα, καὶ ἡ κατάβασις ἐκτίσθη, ἔνθα μέχρι τῆς σήμερον ὑπὸ τῶν πιστῶν προσκυνουμένη
20εὐωδίᾳ σωματικῇ τε καὶ πνευματικῇ τιμᾶται, βλύζουσα πᾶσι τοῖς πίστει προστρέχουσι τὰ ἰάματα. καὶ τῷ αὐτῷ ἔτει δοκίτης ἐδείχθη λαμπρότατος κατὰ τὴν ἑῴαν ἐπὶ ιʹ ἡμέρας, καὶ αὖθις πρὸς δύσιν ἡμέρας καʹ. Θεόδωρος δέ τις ὀνόματι Σύρος Λιβανίτης κατὰ τὴν περίχωρον Ἡλιουπόλεως τῆς πρὸς Λίβανον ἐπανέστη τοῖς Ἄραψιν,
25καὶ πολεμήσας αὐτούς, ἔπεσον ἐξ ἀμφοτέρων πολλοί. ἔσχατον δὲ τραπεὶς ἔφυγεν, καὶ οἱ συνόντες αὐτῷ Λιβανῖται πάντες ἀνῃρέθη‐ σαν. ἐγένοντο δὲ καὶ ἐν Ἀφρικῇ ἀκαταστασίαι καὶ πόλεμοι, ἡλιακῆς γεγονυίας ἐκλείψεως μηνὶ Αὐγούστῳ ιεʹ, ἡμέρᾳ ϛʹ, ὥρᾳ ιʹ. ἀνέστη‐ σαν δέ τινες τῶν Μαυροφόρων ἐν τῷ Δαβεκῷ λέγοντες τὸν υἱὸν
30τοῦ πρωτοσυμβούλου θεὸν ὡς τροφέα αὐτῶν, καὶ ἐξήνεγκαν δόγμα τοιοῦτον. καὶ εἰσῆλθον οἱ Μαυροφόροι εἰς τὸν οἶκον τῆς πλάνης αὐτῶν καὶ ἀπέκτειναν τοὺς κλειδούχους ὀνόματα ξʹ. καὶ ἐξῆλθόν τινες ἐπὶ τὸ Βασρασὸν καὶ ᾐχμαλώτευσαν πολλοὺς καὶ χρήματα
ἔλαβον πολλά.431

432

καʹ. ζʹ. ζʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ Κασιῶται κατὰ τῶν Μαυροφόρων διὰ γυναῖκας. ἔμειναν γὰρ ἐξ αὐτῶν εἰς οἶκον, ἐν ᾧ ἔμενον ἀδελ‐ φοὶ τρεῖς, καὶ ἠθέλησαν τὰς γυναῖκας αὐτῶν ποντίσαι. ἐγερθέντες
5δὲ οἱ τρεῖς ἀδελφοὶ ἀπέκτειναν καὶ ἔχωσαν αὐτούς. οἱ δὲ συν‐ αχθέντες ἀπέκτειναν καὶ τοὺς λοιπούς. καὶ πέμψας ὁ Σέλιχος τὰ στρατεύματα διὰ δόλου ἦλθον ἄνωθεν αἰτῶν, καὶ πιάσαντες αὐτοὺς ἐφούρκισαν τοὺς τρεῖς ἀδελφοὺς καὶ πολλοὺς ἀπέκτειναν. καὶ τῇ ἑορτῇ τοῦ πάσχα εἰσῆλθεν ἐν τῇ ἁγίᾳ συνάξει εἰς τὴν καθολικήν,
10καὶ τοῦ μητροπολίτου παρισταμένου καὶ ἐκφωνήσαντος τό· “ὁ γὰρ λαός σου καὶ ἡ ἐκκλησία σου ἱκετεύει σε,” ἐξήνεγκαν αὐτὸν καὶ ἀπέκλεισαν ἐν φυλακῇ, καὶ ἄλλος ἐπλήρωσε τὴν ἁγίαν σύναξιν· καὶ ἐγένετο φόβος μέγας. καὶ εἰ μὴ ὁ μητροπολίτης κατεπράϋνεν αὐτὸν ἠθικότητι καὶ ταπεινοῖς λόγοις, κακὸν μέγα ἂν ἀπετελέσθη τῇ ὥρᾳ
15ἐκείνῃ. ἦν δὲ ὁ μακαριώτατος Ἀναστάσιος. Τῷ δ’ αὐτῷ ἔτει Κωνσταντῖνος ὁ διώκτης Ἀνδρέαν, τὸν ἀοίδι‐ μον μοναχόν, τὸν λεγόμενον Καλυβίτην, ἐν Βλαχέρναις διὰ μαστίγων ἐν τῷ ἱππικῷ τοῦ ἁγίου Μάμαντος ἀπέκτεινεν ἐλέγχοντα αὐτοῦ τὴν ἀσέβειαν καὶ Οὐάλεντα νέον καὶ Ἰουλιανὸν ἀποκαλοῦντα αὐτόν· ὃν
20καὶ ἐν τῷ ῥεύματι ῥιφῆναι προσέταξεν, εἰ μὴ αἱ ἀδελφαὶ αὐτοῦ τοῦτον ἁρπάσασαι ἐν τῷ ἐμπορίῳ τῶν Λευκαδίου ἔθαψαν. Ῥώμης ἐπίσκοπος Κωνσταντῖνος ἔτη εʹ.
κβʹ. ηʹ. αʹ. θʹ.
Τούτῳ τῷ ἔτει ἐφάνη δοκίτης κατὰ τὴν ἑῴαν· καὶ ἀνῃρέθη ὁ
25υἱὸς τῆς Φατίμας. οἱ δὲ Βούλγαροι ἐπαναστάντες ἐφόνευσαν τοὺς κυρίους αὐτῶν τοὺς ἀπὸ σειρᾶς καταγομένους, καὶ ἔστησαν ἄνδρα κακόφρονα, ὀνόματι Τελέτζην, ἐτῶν ὑπάρχοντα λʹ. Σκλάβων δὲ πολλῶν ἐκφυγόντων, προσερρύησαν τῷ βασιλεῖ, οὓς κατέστησεν ἐπὶ τὸν Ἀρτάναν. τῇ δὲ ιϛʹ τοῦ Ἰουνίου μηνὸς ἐξῆλθεν ὁ βασιλεὺς ἐπὶ
30τὴν Θρᾴκην ἀποστείλας καὶ πλώϊμον διὰ τοῦ Εὐξείνου Πόντου ἕως432

433

ωʹ χελανδίων ἐπιφερομένων ἀνὰ ιβʹ ἵππων. ὁ δὲ Τελέτζης ἀκούσας τὴν διὰ γῆς καὶ θαλάσσης κατ’ αὐτοῦ κίνησιν, λαβὼν εἰς συμμαχίαν ἐκ τῶν προσπαρακειμένων ἐθνῶν χιλιάδας κʹ καὶ τούτους εἰς τὰ ὀχυρώματα στήσας ἠσφαλίσατο ἑαυτόν. ὁ δὲ βασιλεὺς ἐλθὼν ἠπλή‐
5κευσεν εἰς τὸν κάμπον Ἀγχιάλου· καὶ τῇ λʹ τοῦ Ἰουνίου μηνὸς τῆς αʹ ἰνδικτιῶνος, ἡμέρᾳ εʹ, ἐφάνη Τελέτζης μετὰ πλήθους ἐθνῶν ἐρχόμενος, καὶ συμβαλόντες πόλεμον κόπτουσιν ἀλλήλους ἐπὶ πολύ, καὶ τραπεὶς Τελέτζης ἔφυγεν. ἐκράτησε δὲ ἡ μάχη ἀπὸ ὥρας εʹ ἕως ὀψέ, καὶ πολλὰ πλήθη Βουλγάρων ἀνηλώθησαν, πολλοὶ δὲ καὶ ἐχει‐
10ρώθησαν, ἄλλοι δὲ καὶ προσερρύησαν. ὁ δὲ βασιλεὺς ἀρθεὶς τῇ τοιαύτῃ νίκῃ ἐθριάμβευσε ταύτην ἐπὶ τῆς πόλεως, ἀρματωμένος σὺν τῷ στρατῷ εἰσελθών, εὐφημούμενος ὑπὸ τῶν δήμων καὶ ξυλοπαν‐ δούροις σύρων τοὺς χειρωθέντας Βουλγάρους, οὓς ἔξω τῆς Χρυσῆς πόρτης ἀποτμηθῆναι ἐκέλευσεν ὑπὸ τῶν πολιτῶν. τὸν δὲ Τελέτζην
15στασιάσαντες οἱ Βούλγαροι ἀπέκτειναν σὺν τοῖς ἄρχουσιν αὐτοῦ καὶ ἔστησαν Σαβῖνον, γαμβρὸν ὄντα Κορμεσίου τοῦ πάλαι κυρίου αὐτῶν. τοῦ δὲ Σαβίνου εὐθέως ἀποστείλαντος πρὸς τὸν βασιλέα καὶ ζητοῦν‐ τος ποιῆσαι εἰρήνην, κομβέντον ποιήσαντες οἱ Βούλγαροι ἀντέστησαν στερρῶς τῷ Σαβίνῳ λέγοντες, ὅτι “διὰ σοῦ ἡ Βουλγαρία μέλλει
20δουλοῦσθαι τοῖς Ῥωμαίοις.” στάσεως δὲ γενομένης, φεύγει Σαβῖνος ἐν τῷ κάστρῳ Μεσημβρίας καὶ προσερρύη τῷ βασιλεῖ. ἔστησαν δὲ οἱ Βούλγαροι ἕτερον κύριον ἑαυτῶν, ὀνόματι Παγάνον.
κγʹ. θʹ. βʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀντῆραν οἱ τῆς ἐρήμου καὶ τοῦ Βασραθὼν τῷ
25Ἀβδελᾷ, δύο ἀδελφοί, οὓς ἀποστείλας ἀνεῖλε σὺν χιλιάσιν πʹ στρατοῦ. τῷ δ’ αὐτῷ ἔτει ἐξῆλθον Τοῦρκοι ἐκ τῶν Κασπίων πυλῶν καὶ ἀνεῖλον πολλοὺς εἰς Ἀρμενίαν καὶ ἔλαβον αἰχμαλωσίαν πολλὴν καὶ ὑπέστρεψαν. Κοσμᾶς δέ τις ἐπίσκοπος Ἐπιφανείας τῆς κατὰ Ἀπάμειαν τῆς Συρίας, Κομανίτης ἐπιλεγόμενος, τῶν πολιτῶν Ἐπι‐
30φανείας πρὸς Θεόδωρον, τὸν πατριάρχην Ἀντιοχείας, ἔγκλησιν ποιη‐ σαμένων κατὰ τοῦ αὐτοῦ Κοσμᾶ περὶ μειώσεως ἱερῶν, καὶ αὐτοῦ μὴ δυναμένου ταῦτα συστῆσαι, ἀπέστη τῆς ὀρθοδόξου πίστεως καὶ
ὁμόφρων τῆς αἱρέσεως Κωνσταντίνῳ κατὰ τῶν ἁγίων εἰκόνων γέ‐433

434

γονεν. ὃν κοινῇ γνώμῃ Θεόδωρος, ὁ πατριάρχης Ἀντιοχείας, καὶ Θεόδωρος Ἱεροσολύμων, καὶ Κοσμᾶς Ἀλεξανδρείας σὺν τοῖς ὑπ’ αὐτοὺς ἐπισκόποις τῇ ἡμέρᾳ τῆς ἁγίας πεντηκοστῆς μετὰ τὴν ἀνά‐ γνωσιν τοῦ ἁγίου εὐαγγελίου ὁμοφρόνως ἀνεθεμάτισαν ἕκαστος κατὰ
5τὴν ἑαυτοῦ πόλιν. Τῷ δ’ αὐτῷ ἔτει ἀπὸ ἀρχῆς τοῦ Ὀκτωβρίου μηνὸς γέγονε κρύος μέγα καὶ πικρότατον, οὐ κατὰ τὴν ἡμετέραν γῆν μόνον, ἀλλὰ πολλῷ μᾶλλον κατὰ ἀνατολὴν καὶ ἄρκτον καὶ δύσιν, ὥστε τὴν ἀρκτῴαν τοῦ Πόντου παραλίαν ἐπὶ ρʹ μίλια τὸ πέλαγος ἀπολιθω‐
10θῆναι ἐκ τοῦ κρύους ἐπὶ λʹ πήχεις τὸ βάθος, καὶ ἀπὸ Ζιγχίας μέχρι τοῦ Δανουβίου καὶ τοῦ Κοῦφι ποταμοῦ τοῦ Δάναστρί τε καὶ Δά‐ ναπρι καὶ τῶν Νεκροπήλων καὶ τῆς λοιπῆς ἀκτῆς μέχρι Μεσημβρίας καὶ Μηδείας τὰ ὅμοια πεπονθότων. τοῦ δὲ τοιούτου πάγους ἐπι‐ χιονηθέντος ηὐξήθη ἐπὶ ἄλλας κʹ πήχεις, ὥστε συμμορφωθῆναι τὴν
15θάλασσαν τῇ ξηρᾷ, καὶ πεζοβατεῖσθαι ὕπερθεν τοῦ κρύους ἀπό τε Χαζαρίας, Βουλγαρίας καὶ τῶν λοιπῶν παρακειμένων ἐθνῶν, ὑπό τε ἀνθρώπων ἀγρίων τε καὶ ἡμέρων ζώων. τῷ δὲ Φεβρουαρίῳ μηνὶ τῆς αὐτῆς δευτέρας ἰνδικτιῶνος τοῦ τοιούτου πάγους κατὰ θεοῦ κέλευσιν εἰς πλεῖστα καὶ διάφορα ὀροφανῆ τμήματα διαιρεθέντος,
20καὶ τῇ τῶν ἀνέμων βίᾳ ἐπὶ Δαφνουσίαν καὶ τὸ Ἱερὸν κατενεχθέν‐ των, οὕτω διὰ τοῦ Στενοῦ ἐπὶ τὴν πόλιν ἔφθασαν μέχρι τῆς Προ‐ ποντίδος καὶ τῶν νήσων καὶ Ἀβύδου πᾶσαν τὴν παραλίαν ἀκτὴν ἐπλήρωσαν, ὧν αὐτόπται καὶ ἡμεῖς γεγόναμεν ἐπιβάντες ἐπὶ ἑνὸς αὐτῶν σὺν καί τισιν ὁμήλιξι λʹ καὶ παίζοντες ἐπάνω αὐτοῦ. εἶχον
25δὲ καὶ ζῶα ἄγριά τε καὶ ἥμερα τεθνεῶτα. πᾶς δὲ ὁ βουλόμενος ἀπὸ Σοφιανῶν ἕως τῆς πόλεως, καὶ ἀπὸ Χρυσοπόλεως ἕως τοῦ ἁγίου Μάμαντος καὶ τῶν Γαλάτου ἀκωλύτως διὰ ξηρᾶς ἐβάδιζον. ἓν δὲ ἐξ αὐτῶν προσραγὲν τῇ τῆς Ἀκροπόλεως σκάλᾳ συνέτριψεν αὐτήν. ἕτερον δὲ παμμέγεθες τῷ τείχει προσραγὲν τοῦτο μεγάλως ἐδόνησεν,
30ὡς καὶ τοὺς ἔνδοθεν οἴκους συμμετασχεῖν τοῦ σάλου. εἰς τρία δὲ434

435

διαρραγὲν ἔζωσε τὴν πόλιν ἀπὸ τῶν Μαγγάνων ἕως τοῦ Βοοσφό‐ ρου, οὗ τινος τὸ ὕψος ὑπερεῖχε τὰ τείχη· πάντες δὲ οἱ τῆς πόλεως ἄνδρες τε καὶ γυναῖκες καὶ παῖδες ἀδιαλείπτως τῇ θέᾳ τούτων προσ‐ εκαρτέρουν καὶ μετὰ θρήνων καὶ δακρύων οἴκοι ἀνέκαμπτον, ἀπο‐
5ροῦντες τί εἰπεῖν πρὸς τοῦτο. τῷ δ’ αὐτῷ ἔτει μηνὶ Μαρτίῳ ἀστέρες ἀθρόως ἐκ τοῦ οὐρανοῦ πίπτοντες ὤφθησαν, ὡς πάντας τοὺς ὁρῶντας τὴν τοῦ παρόντος αἰῶνος ὑπολαμβάνειν εἶναι συντέλειαν· αὐχμός τε πολὺς γέγονεν, ὡς ξηρανθῆναι καὶ πηγάς. ἀγαγὼν δὲ ὁ βασιλεὺς τὸν πατριάρχην λέγει αὐτῷ· “ἄρτι τί ἡμᾶς βλάπτει, ἐὰν
10λέγωμεν τὴν θεοτόκον χριστοτόκον;” ὁ δὲ περιπτυξάμενος αὐτὸν λέγει· “ἐλέησον, δέσποτα, μηδὲ εἰς ἔννοιάν σου ἔλθῃ οὗτος ὁ λόγος· οὐχ ὁρᾷς ὅσα στηλιτεύεται καὶ ἀναθεματίζεται Νεστόριος ὑπὸ πάσης τῆς ἐκκλησίας;” καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν· “ἐγὼ μαθεῖν θέλων ἠρώτησα· ἕως δὲ σοῦ ὁ λόγος.”
15[Start of a diagram]Κόσμου ἔτη ͵ϛσνϛʹ. Τῆς θείας σαρκώσεως ἔτη ψνϛʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λεʹ. κδʹ. Ἀράβων ἀρχηγὸς Ἀβδελᾶς ἔτη καʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Κωνσταντῖνος ἔτη εʹ. γʹ.
20Κωνσταντ. ἐπίσκοπος Κωνσταντῖνος ἔτη ιβʹ. ιαʹ.[End of a diagram]
20Τούτῳ τῷ ἔτει ἐξῆλθον πάλιν οἱ Τοῦρκοι εἰς τὰς Κασπίας πύλας καὶ εἰς Ἰβηρίαν, καὶ πολεμήσαντες μετὰ τῶν Ἀράβων, ἐξ ἀμφοτέρων ἀπώλοντο πολλοί. ὁ δὲ Ἀβδελᾶς πανουργίᾳ τοιαύτῃ καθεῖλε τῆς ἀρχῆς τὸν Ἰσὲ Ἰβινμουσέ, εἰς ὅν, ὡς ἀνωτέρω εἴρηται, ὁ τρίτος κλῆρος τοῦ κρατεῖν μετ’ αὐτὸν ἔπεσεν. κεφαλαλγούμενον γὰρ ἡμικρανικῶς
25αὐτὸν ὁρῶν καὶ σκοτοματικῶς πληρούμενον πείθει θεραπευθήσεσθαι μέλλειν, εἰ ταῖς ῥισὶν ἐμφυσηθῇ πταρμικῷ τινι σκευαζομένῳ τῷ αὐτοῦ ἰατρῷ, Μωσεῖ τινι τοὔνομα, διακόνῳ τῆς Ἀντιοχέων ἐκκλη‐ σίας, ὃν ἤδη δωρεαῖς ἦν πεπεικὼς δριμύτατον κατασκευάσαι φάρ‐ μακον μετὰ τοῦ καὶ ναρκῶδες εἶναι σφόδρα. καὶ δὴ πεισθεὶς ὁ
30αὐτὸς Ἰσὲ τῷ Ἀβδελᾷ, καίπερ ἀσφαλιζόμενος τοῦ συμφαγεῖν αὐτῷ
διὰ τὴν ἐπιβουλήν, ἐδέξατο διάρρινον. καὶ πληρωθεὶς τὰ περὶ τὴν435

436

κεφαλὴν πάσας τε τὰς αἰσθήσεις μετὰ τῶν ἡγεμονικῶν ἐνεργειῶν στερηθεὶς ἄφωνος προύκειτο. προσκαλεσάμενος δὲ τοὺς ἡγεμόνας καὶ προύχοντας τοῦ γένους ὁ Ἀβδελᾶς ἔφη· “τί ὑμῖν δοκεῖ περὶ τοῦ μελλοβασιλέως ὑμῶν;” οἱ δὲ ὁμοφρόνως ἀρνησάμενοι αὐτὸν
5δεξιὰς ἔδωκαν τῷ υἱῷ τοῦ αὐτοῦ Ἀβδελᾶ Μουάμεδ, τῷ ἐπικλη‐ θέντι Μαδί· τὸν δὲ Ἰσὲ ἀναίσθητον μετήνεγκαν οἴκαδε. τοῦτον δὲ μετὰ τρίτην ἡμέραν ἀναλαβόμενον ἀπολογίαις ἐπιπλάστοις παρεμυ‐ θήσατο, ταλάντοις χρυσίου ρʹ τὴν ὕβριν ἀνταμειψάμενος. Τῷ δ’ αὐτῷ ἔτει ἀπέστειλε Παγάνος, ὁ κῦρις Βουλγαρίας,
10πρὸς τὸν βασιλέα αἰτούμενος συνοψισθῆναι αὐτῷ. καὶ λαβὼν λόγον κατῆλθε πρὸς αὐτὸν μετὰ τῶν βοϊλάδων αὐτοῦ, καὶ καθεσθέντος τοῦ βασιλέως, καὶ τοῦ Σαβίνου συγκαθεζομένου αὐτῷ, ἐδέξατο αὐτοὺς καὶ ὠνείδισε τὴν ἀταξίαν αὐτῶν καὶ τὸ κατὰ Σαβίνου μῖσος· καὶ ἐποίησαν τὸ δοκεῖν εἰρήνην. ἀποστείλας δὲ ὁ βασιλεὺς λάθρα εἰς
15Βουλγαρίαν ἐπίασε τὸν Σεβέρων ἄρχοντα Σκλαβοῦνον, τὸν πολλὰ κακὰ ἐν τῇ Θρᾴκῃ ποιήσαντα. κατεσχέθη δὲ καὶ Χριστιανός, ἀπὸ Χριστιανῶν μαγαρίτης καὶ πρῶτος τῶν Σκαμάρων, ὃν ἐν τῷ μώλῳ τοῦ ἁγίου Θωμᾶ χειροκοπήσαντες καὶ ποδοκοπήσαντες ἤνεγκαν τοὺς ἰατροὺς καὶ τοῦτον ἀνέτεμον ζῶντα ἀπὸ ἥβης ἕως τοῦ θώρακος πρὸς
20τὸ κατανοῆσαι τὴν τοῦ ἀνθρώπου κατασκευήν· καὶ οὕτως αὐτὸν τῷ πυρὶ παρέδωκαν. ἄφνω δὲ ὁ βασιλεὺς ἐξελθὼν τῆς πόλεως καὶ ἀφυλάκτους εὑρὼν τὰς κλεισούρας διὰ τὴν ἀπατηλὴν εἰρήνην εἰσ‐ ῆλθεν εἰς Βουλγαρίαν ἕως τοῦ Τζίκας. καὶ βαλὼν πῦρ εἰς τὰς αὐλάς, ἃς εὗρεν, μετὰ φόβου ὑπέστρεψε μηδὲν γενναῖον ποιήσας.
25
κεʹ. ιαʹ. δʹ. ιβʹ. Τούτῳ τῷ ἔτει, τῇ κʹ τοῦ Νοεμβρίου μηνὸς ἰνδικτιῶνος δʹ, ἐκμανὴς γενόμενος ὁ δυσσεβὴς καὶ ἀνόσιος βασιλεὺς κατὰ παντὸς φοβουμένου τὸν θεόν, Στέφανον τὸν νέον πρωτομάρτυρα συρθῆναι
προσέταξεν ἔγκλειστον ὄντα εἰς τὸν ἅγιον Αὐξέντιον εἰς τὸ πλησίον436

437

ὄρος τοῦ Δαματρῦ· ὃν λαβόντες οἱ τῆς ἀπαιδευσίας αὐτοῦ μετέχοντες [ἐχθροὶ] καὶ ὁμόφρονες αὐτῷ γεγονότες σχολάριοί τε καὶ τῶν λοιπῶν ταγμάτων, καλωδίῳ δήσαντες αὐτοῦ τὸν πόδα εἷλκον αὐτὸν ἀπὸ τοῦ πραιτωρίου ἕως τῶν Πελαγίου, ἔνθα καὶ διασπάσαντες ἔρριψαν τὰ
5τίμια αὐτοῦ λείψανα ἐν τῷ τῶν βιοθανάτων λάκκῳ ὡς πολλοὺς νουθετοῦντα πρὸς τὸν μονήρη βίον καὶ καταφρονεῖν πείθοντα βασι‐ λικῶν ἀξιωμάτων καὶ χρημάτων. αἰδέσιμος γὰρ ὁ ἀνὴρ πᾶσιν ὑπ‐ ῆρχε διὰ τὸ περὶ ξʹ χρόνους ποιῆσαι αὐτὸν ἐν τῇ ἐγκλείστρᾳ καὶ ἀρεταῖς πολλαῖς διαλάμπειν. πολλῶν τε ἀρχόντων καὶ στρατιωτῶν
10διαβληθέντων προσκυνεῖν εἰκόνας διαφόροις τιμωρίαις καὶ πικρο‐ τάταις αἰκίαις τούτους παρέδωκεν. ὅρκον δὲ καθολικὸν πάντας τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἀπῄτησεν εἰκόνι μὴ προσκυνῆσαί τινα, μεθ’ ὃν καὶ Κωνσταντῖνον τὸν ψευδώνυμον πατριάρχην ἐπὶ ἄμβωνος ἀνελθεῖν καὶ ὑψῶσαι τὰ τίμια καὶ ζωοποιὰ ξύλα καὶ ὀμόσαι πεποίη‐
15κεν, ὡς οὐκ ἔστι τῶν προσκυνούντων τὰς εἰκόνας. καὶ τοῦτον παραυτὰ στεφανίτην ἀντὶ μοναχοῦ ἔπεισε γενέσθαι καὶ κρεῶν μετα‐ λαμβάνειν καὶ κιθαρῳδῶν ἀνέχεσθαι ἐν τῇ βασιλικῇ τραπέζῃ. ἀλλ’ οὐκ εἰς μακρὰν ἡ δίκη τοῦτον ταῖς τοῦ μιαιφόνου παραδέδωκε χερ‐ σίν. τῇ δὲ καʹ τοῦ Ἰουνίου μηνὸς τῆς δʹ ἰνδικτιῶνος ἐκίνησε κατὰ
20Βουλγάρων καὶ ἀπέστειλεν ἐπὶ Ἀχελὸν ͵βχʹ χελάνδια ἐξοπλίσας αὐτὰ ἐκ πάντων τῶν θεμάτων. τούτων δὲ ἐν ταῖς ἀκταῖς προσορμισθέν‐ των, καὶ τοῦ βορρᾶ πνεύσαντος, συνετρίβησαν μικροῦ δεῖν ἅπαντα, καὶ ἐπνίγη λαὸς πολύς, ὥστε τὸν βασιλέα κελεῦσαι γρίπους ἐκτεί‐ νειν καὶ τοὺς νεκροὺς ἀναλέγεσθαι καὶ θάπτειν. καὶ τῇ ιζʹ τοῦ
25Ἰουλίου μηνὸς εἰσῆλθεν ἀδόξως ἐν τῇ πόλει. καὶ τῇ καʹ τοῦ Αὐγού‐ στου μηνὸς τῆς αὐτῆς δʹ ἰνδικτιῶνος ἐστηλίτευσε καὶ ἠτίμασε τὸ σχῆμα τῶν μοναχῶν ἐπὶ τοῦ ἱπποδρομίου παρακελευσάμενος ἕνα
ἕκαστον ἀββᾶν κρατεῖν γυναῖκα τῇ χειρὶ καὶ οὕτω παρελθεῖν αὐτοὺς437

438

τὸ ἱπποδρόμιον ἐμπτυομένους καὶ ὑβριζομένους ὑπὸ παντὸς τοῦ λαοῦ. ὁμοίως καὶ τῇ κεʹ τοῦ αὐτοῦ μηνὸς ἤχθησαν ἐπὶ ἱπποδρομίας ἐπί‐ σημοι ἄρχοντες ιθʹ καὶ ἐπόμπευσαν ὡς κατὰ τοῦ βασιλέως πονηρὰ βουλευσάμενοι, συκοφαντηθέντες οὐκ ἐν ἀληθείᾳ, ἀλλὰ φθονῶν
5αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς εὐειδεῖς καὶ ῥωμαλέους καὶ παρὰ πάν‐ των ἐπαινουμένους, τινὰς δὲ αὐτῶν καὶ δι’ εὐλάβειαν καὶ ὡς εἰς τὸν προρρηθέντα ἔγκλειστον ἀπερχομένους, καὶ τὰ πάθη αὐτοῦ θριαμβεύοντας, οὓς καὶ ἀπέκτεινεν, ὧν εἰσιν οἱ πρωτεύοντες· Κων‐ σταντῖνος ὁ πατρίκιος καὶ λογοθέτης τοῦ δρόμου γενόμενος, ὃν
10ἐπωνόμασε Ποδοπάγουρον, καὶ ὁ τούτου ἀδελφὸς Στρατήγιος σπα‐ θάριος καὶ δομέστικος τῶν ἐκσκουβίτων, Ἀντίοχός τε λογοθέτης τοῦ δρόμου γεγονὼς καὶ στρατηγὸς Σικελίας, Δαβὶδ σπαθάριος κατὰ τὸν Βησὴρ καὶ κόμης τοῦ Ὀψικίου, Θεοφύλακτος ὁ Ἰκονιάτης πρωτο‐ σπαθάριος καὶ στρατηγὸς τῆς Θρᾴκης, Χριστοφόρος ὁ κατὰ τὸν πατρί‐
15κιον Ἱμέριον σπαθάριος, Κωνσταντῖνος σπαθάριος καὶ βασιλικὸς πρωτο‐ στράτωρ, υἱὸς τοῦ πατρικίου Βαρδάνους, Θεοφύλακτος κανδιδάτος ὁ κατὰ τὸν Μαρινάκην, καὶ ἕτεροι· τούτους ἐπὶ τῆς ἱπποδρομίας στη‐ λιτεύσας καὶ ὑπὸ παντὸς τοῦ λαοῦ ἐμπτυσθῆναι καὶ ἀνασκαφῆναι ποιήσας ἔδωκεν ἀπόφασιν. καὶ τοὺς μὲν δύο ἀδελφοὺς Κωνσταν‐
20τῖνον, φημί, καὶ Στρατήγιον ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισεν, πολλοῦ θρήνου γενομένου ἐπ’ αὐτοῖς παντὶ τῷ λαῷ· ὥστε μαθόντα τοῦτο τὸν βασιλέα ἀγανακτῆσαι, καὶ τὸν ἔπαρχον Προκόπιον τύψαι καὶ διαδέξασθαι ὡς τοῦτο καταδεξάμενον. τοὺς δὲ λοιποὺς πάντας τυφλώ‐ σας ἐξώρισεν, οὓς καὶ καθ’ ἕκαστον ἔτος ἀποστέλλων ὁ ἀπονοίας
25ἀνάμεστος ἐν οἷς ὑπῆρχον τόποις ἀνὰ ρʹ βουνεύρων ἐκέλευσε τύπτε‐ σθαι. τῇ δὲ λʹ τοῦ αὐτοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς 〈δʹ〉 ἰν‐ δικτιῶνος ἐμάνη ὁ δυσώνυμος κατὰ τοῦ συνωνύμου αὐτοῦ καὶ σύμ‐ φρονος πατριάρχου· καὶ εὑρών τινας κληρικούς τε καὶ μοναχοὺς καὶ λαϊκοὺς μύστας αὐτοῦ καὶ φίλους παρεσκεύασεν εἰπεῖν αὐτούς, ὅτι
30“ἠκούσαμεν τοῦ πατριάρχου λαλοῦντος μετὰ τοῦ Ποδοπαγούρου κατὰ
τοῦ βασιλέως.” καὶ ἀπέστειλεν αὐτοὺς πρὸς αὐτὸν ἐν τῷ πατρι‐438

439

αρχείῳ, ἵνα ἐλέγξωσιν αὐτόν. ἐν δὲ τῷ ἐκεῖνον ἀρνεῖσθαι ἐποίησεν αὐτοὺς ὀμόσαι εἰς τὰ τίμια ξύλα, ὅτι “ἐκ τοῦ πατριάρχου ἠκούσα‐ μεν τὰς λοιδορίας ταύτας.” ἐν τούτοις οὖν ἀποστείλας ἐβούλλωσε τὸ πατριαρχεῖον· καὶ τοῦτον ἐξώρισεν ἐν τῇ Ἱερείᾳ καὶ πάλιν ἐν τῇ
5Πριγκίπῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Νικήτας ἔτη ιδʹ.
ιϛʹ. ιβʹ. εʹ. αʹ.
Τούτῳ τῷ ἔτει Ἀβδελᾶς Ἰβιναλὶμ τέθνηκεν, πτωθέντος ἐπ’ αὐτὸν τοῦ πύργου, ἐν ᾧ ἐφρουρεῖτο· ὁ δὲ Ἀβδελᾶς ἀμηρεύων πολλὰ
10κακὰ τοῖς ὑπὸ τὴν ἀρχὴν αὐτοῦ Χριστιανοῖς ἐνεδείξατο. τούς τε γὰρ σταυροὺς τῶν ἐκκλησιῶν ἀφεῖλεν, καὶ παννυχεύειν ἐκώλυσε καὶ ἐκμανθάνειν τὰ ἑαυτῶν γράμματα. οἱ δὲ λεγόμενοι παρ’ αὐτοῖς Ἀρουρῖται, ὃ ἑρμηνεύεται ζηλωταί, κατὰ τὴν Παλμυρηνὴν ἐπανέστη‐ σαν ἔρημον. ἀλλ’ ἐκείνων μὲν ἡ κακία πρὸς τὰς τοῦ θεοῦ ἐκκλη‐
15σίας ὡς ἀπίστων προφανής. ὁ δὲ Χριστιανῶν βασιλεύων ἀφάτοις θεοῦ κρίμασιν ἴσως, ὡς τοῦ Ἰσραὴλ ὁ μανιώδης Ἀχαάβ, πολλῷ χείρονα τῆς τῶν Ἀράβων μανίας τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ ὀρθοδόξοις ἐπισκόποις καὶ μοναχοῖς καὶ λαϊκοῖς, ἄρχουσί τε καὶ ἀρχομένοις ἐπεδείξατο, πανταχοῦ μὲν τὰς πρεσβείας τῆς ἁγίας παρ‐
20θένου καὶ θεοτόκου καὶ πάντων τῶν ἁγίων ἐγγράφως ὡς ἀνωφελεῖς καὶ ἀγράφως ἀποκηρύττων, δι’ ὧν ἡμῖν πηγάζει πᾶσα βοήθεια, καὶ τὰ ἅγια λείψανα αὐτῶν κατορύττων καὶ ἀφανῆ ποιῶν, εἴ πού τινος ἐπισήμου ἠκούετο, πρὸς ὑγείαν ψυχῶν καὶ σωμάτων ἀνακείμενον καί, ὡς ἔθος, ὑπὸ τῶν εὐσεβούντων τιμώμενον· αὐτίκα γοῦν θάνα‐
25τος κατὰ τῶν τοιούτων ὡς ἀσεβούντων ἠπειλεῖτο, δημεύσεις τε καὶ ἐξορίαι καὶ βάσανοι, τὸ δὲ θεοχαρίτωτον λείψανον, οἷά τις θησαυρὸς τῶν ἐχόντων, ἐπαίρετο ἀφανὲς τοῦ λοιποῦ γενόμενον. τοιοῦτον γοῦν τι καὶ εἰς τὸ τιμαλφέστατον λείψανον τῆς πανευφήμου μάρ‐ τυρος Εὐφημίας ὁ ἀνόσιος βασιλεὺς διεπράξατο βυθίσας αὐτὸ σὺν
30τῇ λάρνακι, μὴ φέρων ὁρᾷν μυροδοτοῦσαν αὐτὴν ἐπὶ παντὸς τοῦ λαοῦ καὶ ἐλέγχουσαν αὐτοῦ τὰ κατὰ τῶν πρεσβειῶν 〈τῶν ἁγίων〉 ληρήματα. ἀλλ’ ὁ θεὸς ὁ φυλάσσων τὰ ὀστᾶ τῶν εὐαρεστούντων
αὐτῷ, κατὰ τὰ λόγια, ἀσινὲς τοῦτο διεφύλαξε πάλιν ἀναδείξας αὐτὸ439

440

ἐν τῇ Λήμνῳ νήσῳ. διὰ γὰρ νυκτερινῆς ὁράσεως κείμενον ἀρθῆναι προσέταξε καὶ φυλάττεσθαι. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων, ἰνδικτιῶνι δʹ, μετὰ τῆς πρεπούσης τιμῆς ἐπαν‐ ῆλθεν ἐν τῷ τεμένει αὐτῆς, ὃ αὐτὸς μὲν ὡς τῶν ἐκκλησιῶν ἐχθρὸς
5κοινώσας ἀρμαμέντον καὶ κοπροθέσιον ἐποίησεν, αὐτοὶ δὲ ἀνακαθή‐ ραντες τοῦτο πάλιν καθιέρωσαν πρὸς ἔλεγχον μὲν τῆς τούτου ἀθεό‐ τητος, ἔνδειξιν δὲ τῆς τούτων θεοσεβείας. τοῦτο δὲ τὸ θαυμαστὸν καὶ ἀξιόγραφον θαῦμα μετὰ χρόνους κβʹ τῆς τοῦ παρανόμου τελευ‐ τῆς σὺν τοῖς εὐσεβεστάτοις βασιλεῦσι καὶ Ταρασίῳ τῷ ἁγιωτάτῳ
10πατριάρχῃ ἡμεῖς τεθεάμεθα καὶ σὺν αὐτοῖς κατησπασάμεθα ὡς ἀνάξιοι μεγάλης ἀξιωθέντες χάριτος. τῇ δὲ ιϛʹ τοῦ Νοεμβρίου μηνὸς τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ψήφῳ τοῦ βασιλέως χειροτονεῖται Νικήτας ὁ ἀπὸ Σκλάβων εὐνοῦχος ἀθέσμως πατριάρχης Κωνσταντινουπόλεως. καὶ ἐγένετο ἀβροχία, ὥστε μηδὲ δρόσον πεσεῖν ἐκ τοῦ οὐρανοῦ· καὶ
15ἐξέλιπε παντελῶς τὸ ὕδωρ ἐκ τῆς πόλεως. καὶ ἤργησαν τά τε δοχεῖα καὶ τὰ λουτρά, οὐ μὴν δὲ καὶ τὰ πηγαῖα νάματα τὰ ἀεννάως ῥέοντα πρότερον· τοῦτο ἰδὼν ὁ βασιλεὺς ἤρξατο ἀνακαινίζειν τὸν Οὐαλεν‐ τινιανοῦ ἀγωγὸν μέχρι Ἡρακλείου χρηματίσαντα καὶ ὑπὸ τῶν Ἀβάρων καταστραφέντα, ἐπιλεξάμενος δὲ ἐκ διαφόρων τόπων τεχνίτας ἤγαγεν
20ἀπὸ μὲν Ἀσίας καὶ ἀπὸ τοῦ Πόντου οἰκοδόμους ͵α καὶ χρίστας σʹ, ἀπὸ δὲ τῆς Ἑλλάδος καὶ τῶν νησίων ὀστρακαρίους φʹ, ἐξ αὐτῆς δὲ τῆς Θρᾴκης ὀπέρας ͵ε καὶ κεραμοποιοὺς σʹ· καὶ ἐπέστησεν αὐτοῖς ἄρχοντας ἐργοδιώκτας καὶ ἕνα τῶν πατρικίων. καὶ οὕτω τελεσθέν‐ τος τοῦ ἔργου εἰσῆλθε τὸ ὕδωρ ἐν τῇ πόλει. τῇ δ’ αὐτῇ εʹ ἰν‐
25δικτιῶνι προβάλλεται στρατηγοὺς ὁμόφρονας αὐτοῦ καὶ τῆς κακίας αὐτοῦ ἐπαξίους ἐργάτας, Μιχαὴλ μὲν τὸν Μελισσηνὸν ἐν τῷ θέματι τῶν ἀνατολικῶν, καὶ Μιχαὴλ τὸν Λαχανοδράκοντα εἰς Θρᾳκησίους, εἰς δὲ Βουκελλαρίους Μάνην, τὸν τῆς κακίας ἐπώνυμον. καὶ τίς ἱκανὸς διηγεῖσθαι τὰ τούτων ἀνοσιουργήματα, ἃ μερικῶς ἐν τοῖς
30ἰδίοις τόποις συγγράψομεν; πάντα γὰρ κατὰ μέρος συγγράφειν τὰ
τούτων ἔργα πρὸς θεραπείαν τοῦ κρατοῦντος γινόμενα οὐδ’ αὐτὸν440

441

οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία, εὐαγγελικῶς εἰ‐ πεῖν οἰκειότερον. Ῥώμης ἐπίσκοπος Στέφανος ἔτη γʹ. κζʹ. ιγʹ. αʹ. βʹ.
5Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ϛʹ, ἰνδικτιῶνος ϛʹ, ἤχθη Κων‐ σταντῖνος ὁ ψευδώνυμος πατριάρχης ἀπὸ τῆς Πριγκίπου νήσου· καὶ ἔδειρεν αὐτὸν ὁ τύραννος Κωνσταντῖνος, ὡς μὴ ἰσχύειν αὐτὸν βα‐ δίσαι. ἐκέλευσε δὲ αὐτὸν εἰς φορεῖον βασταχθῆναι, καὶ ἀπελθόντα καθίσαι ἐν τῇ σολαίᾳ τῆς μεγάλης ἐκκλησίας. καὶ ἀσηκρήτης ἦν σὺν
10αὐτῷ βαστάζων τόμον χάρτου, ἐν ᾧ ἦν γεγραμμένα τὰ τούτου αἴτια. παντὸς δὲ τοῦ λαοῦ τῆς πόλεως ἐκ διαταγῆς βασιλικῆς ἐκεῖσε ἀθροισ‐ θέντος καὶ ὁρῶντος, ὑπανεγινώσκετο ὁ χάρτης εἰς ἐπήκοον παντὸς τοῦ λαοῦ. καὶ κατὰ ἓν κεφάλαιον ἔπαιεν αὐτοῦ τὸ πρόσωπον ὁ ἀσηκρήτης, τοῦ πατριάρχου Νικήτα ἐν τῷ συνθρόνῳ καθεζομένου
15καὶ θεωροῦντος. μετὰ δὲ τοῦτο ἀναβιβάσαντες αὐτὸν ἐν τῷ ἄμβωνι καὶ στήσαντες ὄρθιον, ἔλαβε Νικήτας τὸν χάρτην, καὶ ἀποστείλας ἐπισκόπους καὶ λαβὼν τὸ ὠμοφόριον αὐτοῦ ἀνεθεμάτισεν αὐτόν· καὶ ἐπονομάσαντες Σκοτίοψιν ἐξέωσαν αὐτὸν ὀπισθοφανῶς τῆς ἐκκλη‐ σίας. τῇ δὲ ἑξῆς ἡμέρᾳ ἱπποδρομίας οὔσης, ἐψίλωσαν αὐτοῦ τὴν
20ὄψιν καὶ ἐγύμνωσαν αὐτοῦ τὴν γενειάδα καὶ τὰς τῆς κεφαλῆς τρίχας καὶ τῶν ὀφρύων, καὶ ἐνδύσαντες αὐτὸν σηρικὸν καὶ ἀμανίκωτον κονδὸν ἐκάθισαν αὐτὸν ἐπὶ ὄνου σαγματωμένου ἐξανάστροφα κρα‐ τοῦντα τὴν οὐρὰν αὐτοῦ, καὶ ἐξήνεγκαν διὰ τοῦ διϊππίου εἰς τὸ ἱπποδρόμιον, τοῦ λαοῦ παντὸς καὶ τοῦ δήμου ἀνασκάπτοντος καὶ
25ἐμπτύοντος αὐτόν. ἔσυρε δὲ τὸν ὄνον Κωνσταντῖνος ὁ ἀνεψιὸς αὐτοῦ ῥινοκοπημένος. ἐλθόντος δὲ αὐτοῦ ἐν τοῖς δήμοις, κατῆλθον καὶ ἐνέπτυσαν καὶ κόνιν ἐπέρριπτον ἐπ’ αὐτόν. ἐνέγκαντες δὲ αὐτὸν εἰς τὸ στάμα ἔρριψαν αὐτὸν ἐκ τοῦ ὄνου καὶ ἐπάτησαν τὸν τράχη‐ λον αὐτοῦ· καὶ καθίσαντες αὐτὸν ἀπέναντι τῶν δήμων, ἤκουε παρ’
30αὐτῶν σκωπτικοὺς λόγους ἕως τῆς ἀπολύσεως τοῦ ἱππικοῦ. καὶ τῇ441

442

ιεʹ τοῦ αὐτοῦ μηνὸς ἀποστέλλει πρὸς αὐτὸν τοὺς πατρικίους καὶ δηλοῖ αὐτῷ, ὅτι· “τί λέγεις περὶ τῆς πίστεως ἡμῶν καὶ τῆς συν‐ όδου ἧς ἐποιήσαμεν;” ὁ δὲ ματαιωθεὶς τὰς φρένας ἀπεκρίθη, ὅτι “καλῶς καὶ πιστεύεις καὶ τὴν σύνοδον πεποίηκας,” οἰόμενος διὰ
5τούτου πάλιν ἐξευμενίσασθαι αὐτόν· οἱ δὲ εὐθυβόλως ἀποκριθέντες εἶπον· “ἡμεῖς τοῦτο ἠθέλομεν ἀκοῦσαι ἐκ τοῦ μιαροῦ σου στόμα‐ τος· ἀπὸ δὲ τοῦ νῦν ἄπελθε εἰς τὸ σκότος καὶ εἰς τὸ ἀνάθεμα.” καὶ οὕτω λαβὼν τὴν ἀπόφασιν ἀπεκεφαλίσθη εἰς τὸ Κυνήγιον. καὶ τὴν μὲν κεφαλὴν αὐτοῦ ἐκ τῶν ὤτων δήσαντες ἐπὶ τρισὶν ἡμέραις
10ἐν τῷ Μιλίῳ ἐκρέμασαν εἰς ἔνδειξιν τοῦ λαοῦ. τὸ δὲ σῶμα αὐτοῦ δήσαντες καλωδίῳ τὸν πόδα, 〈διὰ τῆς Μέσης σύραντες εἰς τὰ Πε‐ λαγίου〉 μετὰ τῶν βιοθανάτων ἔρριψαν· ὁμοίως καὶ τὴν κεφαλὴν αὐτοῦ μετὰ τὰς τρεῖς ἡμέρας ἐκεῖσε ἀπαγαγόντες ἔρριψαν. ὢ τῆς ἀλογίας καὶ ὠμότητος καὶ ἀσπλαγχνίας τοῦ ἀνημέρου θηρός. οὐκ
15ᾐδέσθη τὴν ἁγίαν κολυμβήθραν ὁ ἄθλιος; δύο γὰρ τέκνα αὐτοῦ τῆς τρίτης γυναικὸς ἐν ταῖς ἀγκάλαις αὐτοῦ δεξάμενος ἦν. πάντοτε μὲν οὖν θηριώδης τὸν τρόπον καὶ ἀνήμερος ἦν. ἀπὸ δὲ τούτου τοῦ χρόνου πλείονι μανίᾳ κατὰ τῶν ἁγίων ἐκκλησιῶν ἐχρήσατο. ἀπο‐ στείλας γὰρ κατήνεγκε Πέτρον τὸν ἀοίδιμον στυλίτην ἀπὸ πέτρας,
20καὶ μὴ ὑπείξαντα τοῖς δόγμασιν αὐτοῦ ζῶντα δήσας τῶν ποδῶν ἐν τοῖς Πελαγίου καὶ τοῦτον διὰ τῆς Μέσης συρόμενον ἐκέλευσε ῥιφῆ‐ ναι, ἄλλους ἐν σάκκοις δεσμῶν καὶ λίθοις προσαρτίζων ἐν τῷ πελάγει ῥίπτεσθαι προσέταττεν, τυφλόνων, ῥινοκοπῶν, μάστιξι ξαίνων, καὶ πᾶν εἶδος κολάσεως κατὰ τῶν εὐσεβούντων ἐπινοῶν· καὶ ἐν μὲν τῇ
25πόλει δι’ ἑαυτοῦ ταῦτα ἔδρα καὶ τῶν ὁμοφρόνων αὐτοῦ, Ἀντωνίου, φημί, πατρικίου καὶ δομεστίκου τῶν σχολῶν καὶ Πέτρου μαγίστρου καὶ τοῦ ἐκπαιδευθέντος ὑπ’ αὐτοῦ λαοῦ τῶν ταγμάτων, ἐν δὲ τοῖς ἔξω θέμασι διὰ τῶν προρρηθέντων στρατηγῶν. αὐτὸς δὲ κιθαρῳ‐ δίαις ἔχαιρε καὶ συμποσιασμοῖς, αἰσχρολογίαις τε καὶ ὀρχησμοῖς
30ἐκπαιδεύων τοὺς περὶ αὐτόν. καὶ εἴ πού τις συμπίπτων ἢ ἀλγῶν τὴν συνήθη Χριστιανοῖς ἀφῆκε φωνήν, τὸ “θεοτόκε βοήθει,” ἢ παννυχεύων ἐφωράθη ἢ ἐκκλησίαις προσεδρεύων ἢ εὐλαβείᾳ συζῶν
ἢ μὴ ὅρκοις χρώμενος ἀφειδῶς, ὡς ἐχθρὸς τοῦ βασιλέως ἐκολάζετο442

443

καὶ ἀμνημόνευτος ὠνομάζετο. μοναστήρια δὲ τὰ εἰς δόξαν θεοῦ καὶ τῶν σωζομένων καταφύγια οἴκους κοινοὺς καθίστα τῶν ὁμο‐ φρόνων αὐτῷ στρατιωτῶν. τὴν γοῦν Δαλμάτου πρώτιστον οὖσαν ἐν τοῖς κοινοβίοις τοῦ Βυζαντίου στρατιώταις εἰς κατοικίαν δέδω‐
5κεν, τὰ Καλλιστράτου τε λεγόμενα καὶ τὴν Δίου μονὴν καὶ τὰ Μαξιμίνου ἄλλους τε μοναστῶν ἱεροὺς οἴκους καὶ παρθενῶνας ἐκ βάθρων κατέλυσεν. τοὺς δὲ μοναχικὸν βίον ἀναλαβέσθαι ἐπιτηδεύ‐ σαντας ἐκ τῶν ἐπισήμων ἐν στρατείᾳ ἢ ἐν τέλει, καὶ μάλιστα τοὺς ἐγγίζοντας αὐτῷ καὶ μύστας γεγονότας τῶν αὐτοῦ ἀσελγειῶν καὶ
10ἀρρητοποιϊῶν θανάτῳ καθυπέβαλεν ὑπονοούμενος τὴν ἐκ τῶν ἐξ‐ αγορεύσεων προσγινομένην αὐτῷ αἰσχύνην· διά τοι τοῦτο καὶ Στρα‐ τήγιον, τὸν τοῦ Ποδοπαγούρου 〈ἀδελφόν〉, ἀστεῖον ὄντα τῷ εἴδει προσλαβόμενος, (ἐφίλει γὰρ προσοικειοῦσθαι τοῖς τοιούτοις διὰ τὰς ἀκολασίας αὐτοῦ) αἰσθόμενός τε αὐτὸν ἀηδῶς ἔχοντα πρὸς τὰς
15ἀθεμίτους ἀνδρομανίας αὐτοῦ καὶ τῷ μακαρίῳ Στεφάνῳ, τῷ ἐγκλεί‐ στῳ τοῦ ἁγίου Αὐξεντίου, ταύτας ἐξαγορεύοντα σωτηρίας τε φάρ‐ μακα λαμβάνοντα, ὡς ἐπίβουλον αὐτοῦ τοῦτον διαφημίσας σὺν τῷ ἐγκλείστῳ, ὡς προλέλεκται, ἀνεῖλεν. ἐποίησε δὲ εὐθηνῆσαι τὰ εἴδη ἐν τῇ πόλει τῷ χρόνῳ τούτῳ. νέος γὰρ Μίδας γενόμενος τὸν
20χρυσὸν ἀπεθησαύρισε καὶ τοὺς γεωργοὺς ἐγύμνωσεν, καὶ διὰ τὴν τῶν φόρων ἀπαίτησιν ἠναγκάζοντο οἱ ἄνθρωποι τὰς τοῦ θεοῦ χορη‐ γίας εὐώνως πιπράσκειν. τῷ δ’ αὐτῷ ἔτει Νικήτας, ὁ ψευδώνυμος πατριάρχης, τὰς ἐν τῷ πατριαρχείῳ εἰκόνας τοῦ μικροῦ σεκρέτου διὰ μουσείου οὔσας ἔξεσεν, καὶ τοῦ μεγάλου σεκρέτου τῆς τροπικῆς ἐξ
25ὑλογραφίας οὔσας κατήνεγκεν, καὶ τῶν λοιπῶν εἰκόνων τὰ πρόσωπα ἔχρισεν· καὶ ἐν τῷ Ἀβραμιαίῳ δὲ ὁμοίως πεποίηκεν.
κηʹ. ιδʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει ἔστεψεν ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Εὐδοκίαν ὁ τρίγαμος τρίτην οὖσαν αὐγούσταν ἐν τῷ τριβουναλίῳ
30τῶν ιθʹ ἀκουβίτων τῇ αʹ τοῦ Ἀπριλλίου μηνός, ἰνδικτιῶνος ζʹ, ἡμέρᾳ
σαββάτῳ, καὶ τοὺς ἐξ αὐτῆς δύο υἱοὺς αὐτοῦ, Χριστοφόρον καὶ443

444

Νικηφόρον, τῇ ἐπαύριον, ἥτις ἦν βʹ τοῦ Ἀπριλλίου μηνὸς ἡμέρα κυριακὴ τοῦ ἁγίου πάσχα, προεβάλετο καίσαρας ἐν τῷ αὐτῷ τρι‐ βουναλίῳ, τοῦ πατριάρχου ποιήσαντος τὴν εὐχήν, καὶ τοῦ βασιλέως ἐπιθέντος αὐτοῖς τάς τε χλαίνας καὶ τὰ καισαρίκια περικεφάλαια·
5ὡσαύτως καὶ Νικήταν, τὸν ἔσχατον ἀδελφὸν αὐτῶν, ποιήσας νοβε‐ λίσιμον ἐπέθηκεν αὐτῷ χλαῖναν χρυσῆν καὶ τὸν στέφανον. καὶ οὕτω προῆλθον ῥίπτοντες οἱ βασιλεῖς ὑπατείαν τριμίσια καὶ σημίσια καὶ νομίσματα καινούργια ἕως τῆς μεγάλης ἐκκλησίας.
κθʹ. ιεʹ. γʹ. δʹ.
10Τούτῳ τῷ ἔτει ἐγένετο καταλλαγὴ ἐν Συρίᾳ, ἄνθρωπον πρὸς ἄνθρωπον καὶ γυναῖκα πρὸς γυναῖκα καὶ παιδίον ὁμοίως πρὸς παι‐ δίον· καὶ ἐπέτρεψεν ὁ Ἀβδελᾶς τοὺς πώγωνας αὐτῶν ξυρισθῆναι καὶ γενέσθαι καμηλαύκια πήχεος μιᾶς ἥμισυ. παρεκάθισε δὲ ὁ Ἀβδελᾶς τὸ Κάμαχον μετὰ πʹ χιλιάδων ὅλον τὸ θέρος καὶ μηδὲν
15ἀνύσας ὑπέστρεψε κατῃσχυμμένος. τῇ δὲ αʹ τοῦ Νοεμβρίου μηνὸς τῆς ηʹ ἰνδικτιῶνος εἰσῆλθεν Εἰρήνη ἐξ Ἀθηνῶν ἐλθοῦσα ἀπὸ τῆς Ἱερείας ἐν τῇ βασιλευούσῃ πόλει δρομώνων καὶ χελανδίων πλείστων ἐστολισμένων σηρικοῖς παλλίοις, καὶ τῶν τῆς πόλεως προυχόντων σὺν γυναιξὶ προσαπαντώντων καὶ προαγόντων αὐτῇ. καὶ τῇ γʹ τοῦ
20αὐτοῦ Νοεμβρίου μηνὸς τοῦ πατριάρχου ἐλθόντος ἐν τῷ παλατίῳ ἐν τῇ ἐκκλησίᾳ τοῦ Φάρου ἐγένετο τὰ πρὸς τὴν αὐτὴν Εἰρήνην τοῦ βασιλέως Λέοντος σπόνζα· καὶ τῇ ιζʹ τοῦ Δεκεμβρίου μηνὸς ἐστέφθη ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως ἡ βασίλισσα Εἰρήνη, καὶ ἀπελθοῦσα ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῇ Δάφνῃ ἔλαβε τὰ τοῦ
25γάμου στέφανα σὺν τῷ τοῦ Κωνσταντίνου υἱῷ Λέοντι τῷ βασιλεῖ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ.
λʹ. ιϛʹ. αʹ. εʹ.
Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βανάκας τὴν Ῥωμανίαν καὶ πολλοὺς
ᾐχμαλώτευσεν· καὶ Ῥωμαῖοι εἰσῆλθον εἰς τὴν τετάρτην Ἀρμενίαν καὶ444

445

ἐσκύλευσαν αὐτήν. τελευτᾷ δὲ ὁ Σάλεχ, καὶ μετεποιήθη Γερμανί‐ κεια εἰς Παλαιστίνην. Τῷ δ’ αὐτῷ ἔτει μιμησάμενος ὁ Λαχανοδράκων τὸν διδάσκαλον αὐτοῦ πάντα μοναχὸν καὶ μονάστριαν τοὺς ὑπὸ τὸ θέμα τῶν Θρᾳ‐
5κησίων ὄντας συνῆξεν εἰς Ἔφεσον καὶ ἐξαγαγὼν αὐτοὺς εἰς πεδίον λεγόμενον Τζουκανιστῆριν ἔφη πρὸς αὐτούς, ὅτι “ὁ μὲν βουλό‐ μενος τῷ βασιλεῖ πειθαρχεῖν καὶ ἡμῖν ἐνδυσάσθω στολὴν λευκὴν καὶ λαβέτω γυναῖκα τῇ ὥρᾳ ταύτῃ, οἱ δὲ τοῦτο μὴ ποιοῦντες τυφλού‐ μενοι εἰς Κύπρον ἐξορισθήσονται.” καὶ ἅμα τῷ λόγῳ τὸ ἔργον
10ἐτελέσθη, καὶ πολλοὶ μάρτυρες ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀνεδείχθησαν, πολλοὶ δὲ καὶ λειποτακτήσαντες ἀπώλοντο, οὓς καὶ ᾠκειοῦτο ὁ Δράκων. τῇ δὲ αὐτῇ θʹ ἰνδικτιῶνι, Ἰαννουαρίῳ μηνὶ ιδʹ, ἐτέχθη Λέοντι τῷ βασιλεῖ καὶ Εἰρήνῃ υἱός, καὶ ὠνομάσθη Κωνσταντῖνος, ζῶντος ἔτι Κωνσταντίνου τοῦ πάππου αὐτοῦ.
15
λαʹ. ιζʹ. βʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βανάκας τὴν Ῥωμανίαν καὶ κατ‐ ελθὼν ἀπὸ Ἰσαυρίας εἰς τὸ κάστρον Συκῆς παρεκάθισεν αὐτό. ἀκού‐ σας δὲ ὁ βασιλεὺς ἔγραψε πρὸς Μιχαήλ, τὸν στρατηγὸν τῶν ἀνα‐ τολικῶν, καὶ πρὸς Μάνην, τὸν τῶν Βουκελλαρίων καὶ Βαρδάνην
20τὸν τῶν Ἀρμενιάκων. καὶ ἐλθόντες ἐκράτησαν τὴν ἔξοδον αὐτῶν κλεισοῦραν οὖσαν δύσβατον πάνυ. ὁ δὲ στόλος τῶν Κιβυραιωτῶν καταλαβὼν μετὰ Πετρωνᾶ [πρωτο]σπαθαρίου καὶ στρατηγοῦ αὐτῶν ὥρμησεν ἐν τῷ λιμένι τοῦ κάστρου. ὁ δὲ Βανάκας ἰδὼν καὶ ἀπο‐ γνοὺς ἑαυτοῦ παραθαρρύνει καὶ προθυμοποιεῖ τοὺς ἑαυτοῦ, καὶ
25ἀνελθὼν πρὸς τὰ καβαλλαρικὰ θέματα ἠλάλαξε καὶ τρέπει αὐτούς, καὶ ἀποκτείνας πολλοὺς καὶ αἰχμαλωτεύσας πάντα τὰ περίχωρα ἐκεῖνα ὑπέστρεψε μετὰ σκύλων πολλῶν. Τῷ δ’ αὐτῷ ἔτει ὁ τῶν Θρᾳκησίων στρατηγὸς Μιχαὴλ ὁ Λαχα‐ νοδράκων ἀποστείλας Λέοντα τὸν νοτάριον αὐτοῦ, τὸν ἐπιλεγόμενον
30Κουλούκην, καὶ Λέοντα ἀπὸ ἀββάδων τὸν Κουτζοδάκτυλον, ἔπρασε445

446

πάντα τὰ μοναστήρια ἀνδρεῖά τε καὶ γυναικεῖα καὶ πάντα τὰ ἱερὰ σκεύη καὶ βιβλία καὶ κτήνη, καὶ ὅσα ἦν εἰς ὑπόστασιν αὐτῶν, καὶ τὰς τούτων τιμὰς εἰσεκόμισε τῷ βασιλεῖ. ὅσα δὲ εὗρε μοναχικὰ καὶ πατερικὰ βιβλία πυρὶ κατέκαυσεν. καὶ εἴ που λείψανον ἁγίου ἐφάνη
5τις ἔχων εἰς φυλακτήριον, καὶ τοῦτο τῷ πυρὶ παρέδωκεν, τὸν δὲ ἔχοντα αὐτὸ ὡς ἀσεβοῦντα ἐκόλαζεν. καὶ πολλοὺς μὲν τῶν μοναχῶν διὰ μαστίγων ἀνήλωσεν, ἔστι δὲ οὓς διὰ ξίφους, ἀναριθμήτους δὲ ἐτύφλωσεν. καὶ τῶν μὲν τὰς ὑπήνας κηρελαίῳ ἀλείφων ὑφῆπτε πῦρ καὶ οὕτω τά τε πρόσωπα αὐτῶν καὶ τὰς κεφαλὰς κατέκαιεν, τοὺς
10δὲ μετὰ πολλὰς βασάνους ταῖς ἐξορίαις παρέπεμπεν. καὶ τέλος οὐκ εἴασεν εἰς ὅλον τὸ ὑπ’ αὐτὸν θέμα ἕνα ἄνθρωπον μοναδικὸν περι‐ βεβλημένον σχῆμα. ὃ καὶ μαθὼν ὁ μισάγαθος βασιλεὺς ἔγραψεν αὐτῷ εὐχαριστίας λέγων, ὅτι “εὗρόν σε ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιεῖς πάντα τὰ θελήματά μου.” τοῦτον οὖν μιμησάμενοι
15καὶ οἱ λοιποὶ τὰ ὅμοια διεπράττοντο.
λβʹ. ιηʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν ὁ Ἀβδελᾶς εἰς Ἀφρικὴν τὸν Μου‐ αλάβιτον μετὰ πολλοῦ στρατοῦ, καὶ εἰσῆλθεν ὁ Ἀλφαδὰλ Βαδινὰρ εἰς Ῥωμανίαν καὶ ἔλαβεν αἰχμαλώτους πεντακοσίους. οἱ δὲ Μομ‐
20ψουεστεῖς συναντηθέντες αὐτοῖς καὶ πολεμήσαντες ἀπέκτειναν ἐκ τῶν Ἀράβων χιλίους. ὁ δὲ Ἀβδελᾶς ἀπελθὼν εἰς τὰ Ἱεροσόλυμα ἐπενή‐ στευσε καὶ ἐπέτρεψε γραφῆναι τοὺς Χριστιανοὺς καὶ τοὺς Ἑβραίους εἰς τὰς χεῖρας. καὶ πολλοὶ τῶν Χριστιανῶν διὰ θαλάσσης ἔφυγον εἰς Ῥωμανίαν. ἐκρατήθη δὲ ὁ Κούρικος Σέργιος ἔξωθεν Συκῆς,
25καὶ ὁ Λαχέρβαφος [Σέργιος] εἰς Κύπρον ἐκ προσώπου ὢν τῶν ἐκεῖσε.
λγʹ. ιθʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ἰνδικτιῶνος ιβʹ ἐκίνησε Κωνσταν‐ τῖνος στόλον χελανδίων ͵β κατὰ Βουλγαρίας καὶ εἰσελθὼν καὶ αὐτὸς εἰς τὰ Ῥούσια χελάνδια ἀπεκίνησε πρὸς τὸ εἰσελθεῖν εἰς τὸν Δα‐
30νοῦβιν ποταμὸν καταλιπὼν καὶ τοὺς τῶν καβαλλαρικῶν θεμάτων
στρατηγοὺς ἔξω τῶν κλεισουρῶν, εἴ πως δυνηθῶσι τῶν Βουλγάρων446

447

εἰς αὐτὸν ἀσχολουμένων εἰσελθεῖν εἰς Βουλγαρίαν. ἐλθόντος δὲ αὐτοῦ ἕως τῆς Βάρνας, ἐδειλίασε καὶ ἐμελέτα ὑποστρέψαι. ἰδόντες δὲ οἱ Βούλγαροι καὶ δειλιάσαντες ἀπέστειλαν βοϊλᾶν καὶ Τζιγάτον, αἰτούμενοι εἰρήνην γενέσθαι. οὓς ἰδὼν ὁ βασιλεὺς καὶ περιχαρὴς
5γενόμενος ἐποίησεν εἰρήνην· καὶ ὤμοσαν ἀλλήλοις, μήτε Βουλγά‐ ρους ἐξελθεῖν κατὰ Ῥωμανίας, μήτε τὸν βασιλέα ἐπιτηδεῦσαι εἰσ‐ ελθεῖν εἰς Βουλγαρίαν. καὶ ἐποίησαν ἔγγραφα ἐπὶ τούτῳ πρὸς ἀλλήλους. καὶ ὑποστρέψας ὁ βασιλεὺς εἰσῆλθεν ἐν τῇ πόλει ταξά‐ τους ἀφεὶς ἐκ πάντων τῶν θεμάτων καὶ εἰς τὰ κάστρα ἅπερ ἔκτισεν.
10τῷ δὲ Ὀκτωβρίῳ μηνὶ τῆς ιαʹ ἰνδικτιῶνος ἐδέξατο μανδάτον ὁ βασι‐ λεὺς ἀπὸ Βουλγαρίας ἐκ τῶν κρυπτῶν φίλων αὐτοῦ, ὅτι ἀποστέλλει ὁ κῦρις Βουλγαρίας ιβʹ χιλιάδας λαὸν καὶ βοϊλάδας πρὸς τὸ αἰχμα‐ λωτίσαι τὴν Βερζιτίαν καὶ μεταστῆσαι αὐτοὺς εἰς Βουλγαρίαν. ὁ δὲ πρὸς τὸ μὴ γνωσθῆναι αὐτόν, ὅτι κατὰ Βουλγάρων κινεῖ· ἦσαν γὰρ
15ἐλθόντες πρὸς αὐτὸν ἀποκρισιάριοι τοῦ κυροῦ Βουλγαρίας, καὶ ἔτι τούτων ὄντων ἐν τῇ πόλει ἐσχηματίσατο κατὰ Ἀράβων κινεῖν· καὶ ἐπέρασαν τά τε φλάμουλα καὶ ἡ ὑπηρεσία. ἀπολύσας δὲ τοὺς ἀπο‐ κρισιαρίους καὶ μαθὼν διὰ κατασκόπων τὴν ἔξοδον αὐτῶν, ἐπάρας τὸν στρατὸν ἐν σπουδῇ ἀπεκίνησεν. καὶ ἐπισωρεύσας τοὺς ταξάτους
20τῶν θεμάτων καὶ τοὺς Θρᾳκησιάνους καὶ ἑνώσας τοῖς τάγμασι τοὺς ὀπτιμάτους ἐποίησεν αὐτοὺς πʹ χιλιάδας. καὶ ἀπελθὼν ἐν τόπῳ λεγομένῳ τὰ Λιθοσώρια ἐπέπεσεν αὐτοῖς ἀπερισαλπίγκτως καὶ τρέψας αὐτοὺς ἐποίησε νῖκος μέγα. καὶ μετὰ πολλῶν λαφύρων καὶ αἰχμα‐ λώτων ὑπέστρεψε θριαμβεύσας ἐν τῇ πόλει, καὶ ἔμπρακτος εἰσελθὼν
25τὸν πόλεμον τοῦτον ἐπωνόμασεν εὐγενῆ, ὡς μηδενὸς αὐτῷ ἀντιστάν‐ τος, μηδὲ σφαγῆς ἢ ἐκχύσεως Χριστιανῶν αἱμάτων γενομένης.
λδʹ. κʹ. εʹ. θʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθον κεφαλαὶ σπʹ ἀπὸ Ἀφρικῆς καὶ ἐπόμ‐ πευσαν ἐν Συρίᾳ. ὁ δὲ βασιλεὺς ὡς λύσας τὴν πρὸς τοὺς Βουλ‐
30γάρους εἰρήνην ἐξώπλισε πάλιν στόλον πολύν. καὶ εἰσαγαγὼν εἰς
αὐτὸν καβαλλαρικὸν χιλιάδας ιβʹ ἀπέλυσε τοὺς στρατηγοὺς τῶν πλωϊ‐447

448

μάτων πάντας σὺν αὐτῷ. αὐτὸς δὲ φοβηθεὶς ἔμεινεν εἰς τὸ καβαλ‐ λαρικόν. εἰσελθόντων δὲ αὐτῶν ἕως τῆς Μεσημβρίας, καὶ ἀνέμου σφοδροῦ βορρᾶ πνεύσαντος, πάντα μικροῦ δεῖν συνετρίβησαν, καὶ πολλοὶ ἀπώλοντο· καὶ ὑπέστρεψε μηδὲν ποιήσας. ὁ δὲ Τελέριγος,
5ὁ κῦρις Βουλγαρίας, γνοὺς ὅτι ἐκ τῶν οἰκείων αὐτοῦ τὰς βουλὰς αὐτοῦ ὁ βασιλεὺς μανθάνει, γράφει αὐτῷ, ὅτι “βουλῆς εἰμι τοῦ ἐκ‐ φυγεῖν καὶ ἐλθεῖν πρός σε. ἀλλὰ πέμψον μοι λόγον ἀπαθείας μου, καὶ τίνας φίλους ἔχεις ἐνταῦθα, ἵνα θαρρήσω αὐτοῖς, καὶ συνδρά‐ μωσί μοι.” ὁ δὲ κουφότητι ἔγραψεν αὐτῷ, κἀκεῖνος μαθὼν ἐκούρασε
10πάντας. ὅπερ ἀκούσας Κωνσταντῖνος πολλὰ τὰς πολιὰς αὐτοῦ ἔτιλλεν.
λεʹ. καʹ. ϛʹ. ιʹ. Τούτῳ τῷ ἔτει τῆς ιγʹ ἰνδικτιῶνος μηνὶ Αὐγούστῳ ἐξῆλθεν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων. καὶ δεινῶς κατὰ τῶν σκελῶν θεηλάτῳ πληγῇ ἀνθρακωθεὶς κἀντεῦθεν πυρετῷ σφοδροτάτῳ
15καὶ ἰατροῖς ἀγνώστῳ δι’ ὑπερβάλλουσαν ἔκκαυσιν συσχεθεὶς κατὰ τὴν Ἀρκαδιούπολιν ὑπέστρεψεν, ἐπ’ ὤμων ἐν κραββάτῳ φερόμενος κατὰ τῶν ὑπηκόων. καὶ ἐλθὼν ἐν Σηλυμβρίᾳ καὶ ἐμπλωίσας τῇ ιδʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ιδʹ ἰνδικτιῶνος φθάσας ἐν τῷ Στρογγύλῳ καστελλίῳ οἰκτρῶς ἐν τῷ χελανδίῳ θνήσκει βοῶν καὶ λέγων, ὅτι
20“ζῶν ἔτι πυρὶ ἀσβέστῳ παρεδόθην,” τήν τε ἁγίαν παρθένον καὶ θεοτόκον ὑμνεῖσθαι ἐξαιτῶν ὁ ἄσπονδος αὐτῆς ἐχθρός. ἐβασίλευσε δὲ αὐτοκράτωρ μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν ἔτη λδʹ, μῆνας βʹ, ἡμέρας κϛʹ. καὶ οὕτω κατέλυσε τὸν βίον αἵμασι πολλοῖς Χρι‐ στιανῶν μεμολυσμένος καὶ δαιμόνων ἐπικλήσεσι καὶ θυσίαις διωγμοῖς
25τε τῶν ἁγίων ἐκκλησιῶν καὶ τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως ἔτι τε μοναχῶν ἀναιρέσεσι καὶ κοινώσεσι μοναστηρίων καὶ παντοίοις ὑπερακμάσας κακοῖς οὐχ ἧττον Διοκλητιανοῦ καὶ τῶν πάλαι τυράν‐ νων. ἐν δὲ τῷ αὐτῷ μηνὶ θνήσκει καὶ Ἀβδελᾶς, ὁ τῶν Ἀράβων ἀρχηγός. οὗτοι οἱ δύο δεινότατοι θῆρες χρονίως καὶ κατὰ ταὐτὸ
30τὸ ἀνθρώπινον φῦλον κατανεμόμενοι τεθνήκασι θεοῦ προνοίᾳ, καὶ448

449

κρατοῦσι Λέων καὶ Μαδί, οἱ υἱοὶ αὐτῶν. τῷ δ’ αὐτῷ ἔτει καὶ ὁ τῶν Λογγιβάρδων ῥὴξ Θεόδοτος ἐν τῇ βασιλίδι ἐληλυθὼς πόλει τῷ βασιλεῖ προσέφυγεν. [Start of a diagram]Κόσμου ἔτη ͵ϛσξηʹ.
5Τῆς θείας σαρκώσεως ἔτη ψξηʹ. Ῥωμαίων βασιλεὺς Λέων ἔτη εʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μαδὶ ἔτη θʹ. αʹ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Νικήτας ἔτη ιδʹ. ιαʹ.[End of a diagram]
9Τούτῳ τῷ ἔτει ἀποστείλας Μαδὶ τὸν Ἀβασβαλὶ κατὰ Ῥωμανίας
10μετὰ δυνάμεως πολλῆς, ἤνοιξε τὸ σπήλαιον τὸ ἐπιλεγόμενον Κάσιν ἀπὸ καπνοῦ, καὶ λαβὼν τοὺς ἐν αὐτῷ αἰχμαλώτους ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Λέων ἤρξατο ἁπλοῦσθαι εἰς τὰ καταλειφθέντα αὐτῷ ὑπὸ τοῦ πατρὸς χρήματα καὶ ἐξευμενίσατο τὸν λαὸν καὶ τοὺς ἐν τῇ πόλει· καὶ ἔδοξεν εὐσεβὴς εἶναι πρὸς ὀλίγον χρόνον καὶ φίλος τῆς
15ἁγίας θεοτόκου καὶ τῶν μοναχῶν· ὅθεν καὶ μητροπολίτας ἐκ τῶν ἀββάδων ἐν τοῖς πρωτίστοις θρόνοις προεβάλετο· στρατεύματά τε ἐποίησε κατὰ θέμα πολλὰ καὶ τὰ τάγματα ἐπηύξησεν· ὅθεν κινη‐ θέντες οἱ τῶν θεμάτων ἄρχοντες εἰσῆλθον πάντες σὺν πολλῷ πλήθει λαοῦ αἰτούμενοι Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ εἰς βασιλέα. ὁ δέ,
20ὡς ἔθος τοῖς βασιλεῦσιν, ἀντεδήλου αὐτοῖς, ὅτι “ὁ υἱός μου μονο‐ γενής μοί ἐστιν, καὶ φοβοῦμαι τοῦτο ποιῆσαι, μήπως συμβῇ μοι τὸ ἀνθρώπινον, καὶ νηπίου αὐτοῦ ὄντος θανατώσητε αὐτὸν καὶ ἄλλον προβάλησθε. οἱ δὲ μεθ’ ὅρκων ὡμολόγουν πληροφορεῖν αὐτὸν μὴ βασιλευθῆναι ἐκτὸς τοῦ υἱοῦ αὐτοῦ, εἰ καὶ θανεῖν αὐτὸν θελήσῃ ὁ
25θεός. τοῦτο δὲ ἀπὸ τῆς κυριακῆς τῶν βαΐων ἕως τῆς μεγάλης πέμπτης τοῦ λαοῦ ἐνοχλοῦντος καὶ ἐν τῷ ἱπποδρομίῳ σωρευομένου καὶ αἰτουμένου, τῇ ἁγίᾳ παρασκευῇ ἐκέλευσεν ὀμόσαι αὐτούς. καὶ ὤμοσε πᾶς ὁ λαὸς εἰς τὰ τίμια καὶ ζωοποιὰ ξύλα, οἵ τε τῶν θεμά‐ των καὶ τῆς συγκλήτου καὶ τῶν ἔσω ταγμάτων καὶ τῶν πολιτῶν
30πάντων καὶ ἐργαστηριακῶν, τοῦ μὴ δέξασθαι βασιλέα ἐκτὸς Λέοντος καὶ Κωνσταντίνου καὶ τοῦ σπέρματος αὐτῶν, καὶ ἐποίησαν ἔγγραφα καθὼς ὤμοσαν ἰδιόχειρα αὐτῶν· καὶ τῇ ἐπαύριον, ἥ τις ἦν τὸ ἅγιον
σάββατον, ἐξῆλθεν ὁ βασιλεὺς εἰς τὸ τριβουνάλιον τῶν ιθʹ ἀκουβί‐449

450

των καὶ προεβάλετο νοβελίσιμον Εὐδόκιμον, τὸν ἀδελφὸν αὐτοῦ. τὸν γὰρ Ἄνθιμον ζῶν ὁ πατὴρ προεβάλετο. καὶ προῆλθεν ὁ βασι‐ λεὺς σὺν τοῖς δυσὶ καίσαρσι καὶ τρισὶ νοβελισίμοις καὶ τῷ νέῳ Κωνσταντίνῳ εἰς τὴν μεγάλην ἐκκλησίαν, καὶ ὑπαλλάξας τὴν ἐν‐
5δυτήν, ὡς ἔθος ἐστὶ τοῖς βασιλεῦσιν, ἀνῆλθεν ἐν τῷ ἄμβωνι σὺν τῷ υἱῷ αὐτοῦ καὶ τῷ πατριάρχῃ. καὶ εἰσελθὼν πᾶς ὁ λαὸς ἀπέθεντο τὰ ἔγγραφα αὐτῶν ἐν τῇ ἁγίᾳ τραπέζῃ. ὁ δὲ βασιλεὺς διελάλησεν οὕτως· “ἰδού, ἀδελφοί, τὴν αἴτησιν ὑμῶν πληρῶ καὶ δωροῦμαι ὑμῖν τὸν υἱόν μου εἰς βασιλέα. ἰδοὺ ἐκ τῆς ἐκκλησίας
10καὶ τῆς χειρὸς τοῦ Χριστοῦ αὐτὸν παραλαμβάνετε.” οἱ δὲ μεγάλῃ τῇ φωνῇ ἐβόησαν, λέγοντες· “ἀντιφώνησον ἡμᾶς, υἱὲ τοῦ θεοῦ, ὅτι ἐκ τῆς χειρός σου παραλαμβάνομεν τὸν κῦριν Κωνσταντῖνον βασιλέα τοῦ φυλάττειν αὐτὸν καὶ ὑπεραποθνήσκειν αὐτοῦ.” καὶ τῇ ἐπαύ‐ ριον, ἥτις ἦν ἡ μεγάλη κυριακὴ τοῦ πάσχα, 〈μηνὶ Ἀπριλλίῳ κδʹ〉
15ἰνδικτιῶνος ιδʹ, ὥρᾳ αὐγῆς, ἐξελθὼν ὁ βασιλεὺς σὺν τῷ πατριάρχῃ ἐν τῷ ἱπποδρομίῳ, καὶ ἐνεχθέντος ἀντιμισσίου, παντὸς τοῦ λαοῦ ὁρῶντος, ἐποίησεν ὁ πατριάρχης τὴν εὐχήν, καὶ ἔστεψεν ὁ βασιλεὺς τὸν υἱὸν αὐτοῦ· καὶ οὕτω προῆλθον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ οἱ δύο βασιλεῖς σὺν τοῖς δυσὶ καίσαρσι καὶ τρισὶ νοβελισίμοις. προῆλθε
20δὲ καὶ ἡ βασίλισσα Εἰρήνη μετὰ τὸ προελθεῖν τοὺς βασιλεῖς ὀψι‐ κευομένη ὑπὸ τῶν σκήπτρων διὰ τῶν σχολῶν, καὶ ἀνῆλθε διὰ τοῦ ἀναβασίου τῆς Χαλκῆς εἰς τὰ κατηχούμενα τῆς ἐκκλησίας μὴ ἐξ‐ ελθοῦσα εἰς τὴν μέσην τοῦ ἐμβόλου. τῷ δὲ Μαΐῳ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος διεβλήθη Νικηφόρος, ὁ καῖσαρ καὶ ἀδελφὸς τοῦ βασι‐
25λέως, τῷ βασιλεῖ ὡς ἐπιβουλὴν σκευάζων κατ’ αὐτοῦ μετὰ σπαθα‐ ρίων τινῶν καὶ στρατόρων καὶ ἑτέρων βασιλικῶν ἀνθρώπων· καὶ ποιήσας ὁ βασιλεὺς σιλέντιον ἐν τῇ Μαγναύρᾳ ἀνέθετο τῷ λαῷ τὰ περὶ αὐτοῦ ῥηθέντα. οἱ δὲ ὁμοθυμαδὸν ἀνεβόησαν τοῦ παραστα‐ λῆναι ἀμφοτέρους ἐκ τοῦ μέσου, μὴ μνησθέντες οἱ ἀεὶ ἐπίορκοι ἃ
30ὤμοσαν τῷ πατρὶ αὐτῶν, μὴ καταδέχεσθαι μετὰ θάνατον αὐτοῦ
ἀδικηθῆναι τὰ τέκνα αὐτοῦ. ὁ δὲ βασιλεὺς τοὺς μὲν νεωτερίσαντας450

451

δείρας τε καὶ κουρεύσας ἐξώρισεν εἰς Χερσῶνα καὶ τὰ κλίματα ὑπὸ παραφυλακὴν καὶ ἀσφάλειαν.
βʹ. βʹ. ηʹ. ιβʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθε Θουμάμας ὁ τοῦ Βάκα εἰς Ῥωμανίαν
5καὶ λαβὼν αἰχμαλωσίαν ὑπέστρεψεν. καὶ προσέφυγε Τελέριγος, ὁ τῶν Βουλγάρων κύριος, εἰς τὸν βασιλέα· καὶ ἐποίησεν αὐτὸν πατρί‐ κιον ζεύξας αὐτῷ καὶ τὴν τῆς γυναικὸς αὐτοῦ Εἰρήνης ἐξαδέλφην. δεξάμενος δὲ αὐτὸν βαπτισθέντα ἐκ τῆς ἁγίας κολυμβήθρας μεγάλως αὐτὸν ἐτίμησε καὶ ἠγάπησεν.
10
γʹ. γʹ. θʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐκάθισε Θουμάμας εἰς τὸ Δάβεκον καὶ ἐστασία‐ σεν. Λέων δὲ ὁ βασιλεὺς ἀπέλυσε τὰ στρατεύματα τῶν Ῥωμαίων, καὶ εἰσῆλθον ἐν Συρίᾳ χιλιάδες ρʹ, ὧν ἡγοῦντο Μιχαὴλ ὁ Λαχανο‐ δράκων τῶν Θρᾳκησίων, καὶ Ἀρτάυασδος ὁ Ἀρμένιος τῶν ἀνατολι‐
15κῶν, καὶ Τατζάτης τῶν Βουκελλαρίων καὶ Καριστερότζης τῶν Ἀρ‐ μενιάκων, καὶ Γρηγόριος ὁ τοῦ Μουσουλακίου τῶν Ὀψικιάνων, καὶ ἐκύκλωσαν τὴν Γερμανίκειαν. καὶ ἦν ἐκεῖ Ἰσβααλί, ὁ θεῖος τοῦ Μαδί, καὶ ἔλαβον πάσας τὰς καμήλους αὐτοῦ, καὶ ἤμελλον παραλαμβάνειν καὶ τὴν Γερμανίκειαν, εἰ μὴ διὰ δώρων ἔπεισε τὸν Λαχανοδράκοντα
20ὁ Ἰσβααλί, καὶ ἀνεχώρησε τοῦ κάστρου καὶ ἐξῆλθεν εἰς πραῖδαν τῆς χώρας, καὶ αἰχμαλωτεύσας τοὺς αἱρετικοὺς Ἰακωβίτας Σύρους πάλιν ὑπέστρεψεν ἐν τῷ κάστρῳ. καὶ πέμψας Θουμάμας στρατὸν ἐκ τοῦ Δαβέκου καὶ ἀμηράδας, ἐπολέμησαν μετὰ τῶν Ῥωμαίων, καὶ ἔπεσον πέντε ἀμηράδες καὶ δύο χιλιάδες Ἄραβες, ὥς φασιν· καὶ τῇ παρα‐
25σκευῇ ὑπέστρεψαν. ἦσαν γὰρ εἰσελθόντες τῇ κυριακῇ. ὁ δὲ βασι‐ λεὺς ποιήσας Μαϊουμᾶν ἐν Σοφιαναῖς ἐκάθισεν ἐπὶ σένζου μετὰ τοῦ
υἱοῦ αὐτοῦ, καὶ οὕτως ἐθριάμβευσαν οἱ στρατηγοὶ τὰ ἐπινίκια.451

452

ἐπέρασε δὲ καὶ τοὺς αἱρετικοὺς Σύρους ἐν τῇ Θρᾴκῃ καὶ κατῴκισεν αὐτοὺς ἐκεῖ.
δʹ. δʹ. ιʹ. ιδʹ. Τούτῳ τῷ ἔτει θυμωθεὶς ὁ τῶν Ἀράβων ἀρχηγὸς Μαδὶ πέμπει
5τὸν Ἄσαν μετὰ δυνάμεως πολλῆς Μαυροφόρων τε καὶ τῶν τῆς Συρίας καὶ Μεσοποταμίας, καὶ κατῆλθεν ἕως τοῦ Δορυλαίου. ὁ δὲ βασιλεὺς διετάξατο τοῖς στρατηγοῖς μὴ πολεμῆσαι αὐτοὺς δημόσιον πόλεμον, ἀλλ’ ἀσφαλίσασθαι τὰ κάστρα καὶ λαὸν εἰσενεγκεῖν πρὸς παραφυλακὴν αὐτῶν, ἀπολύσας καὶ ἄρχοντας μεγάλους κατὰ κάστρον,
10αὐτοὺς δὲ ἐπᾶραι ἐπιλέκτους στρατιώτας ἀνὰ τριῶν χιλιάδων καὶ παρα‐ κολουθεῖν αὐτοῖς πρὸς τὸ μὴ σκορπίσαι κοῦρσα καὶ προκαίειν πυρὶ τάς τε νομὰς τῶν ἀλόγων, καὶ εἴ που εὑρίσκοιτο δαπάνη. καθεσθέντων δὲ αὐτῶν ἐν τῷ Δορυλαίῳ ἡμέρας ιεʹ καὶ λειφθέντων αὐτῶν τὰ πρὸς τὴν χρείαν, ἐπτώχευσαν τὰ ἄλογα αὐτῶν· καὶ πολλὴ ἅλωσις ἐγένετο
15εἰς αὐτά. καὶ ὑποστρέφοντες παρεκάθισαν τὸ Ἀμῶριν ἡμέραν μίαν, καὶ ἰδόντες αὐτὸ ὠχυρωμένον καὶ πολλὴν ἐξόπλισιν ἔχον ὑπέστρεψαν μηδὲν ἀνύσαντες. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη εʹ.
εʹ. εʹ. ιαʹ. αʹ.
20Τούτῳ τῷ ἔτει ἔρχεται Μαδί, ὁ τῶν Ἀράβων ἀρχηγός, εἰς τὸ Δάβεκον μετὰ πολλῆς δυνάμεως καὶ ἐξοπλίσεως καὶ ἀποστέλλει τὸν υἱὸν αὐτοῦ Ἀαρὼν ἐπὶ τὴν Ῥωμανίαν, καὶ αὐτὸς ὑποστρέφει ἐπὶ τὴν ἁγίαν πόλιν. καὶ πέμπει Μουχεσίαν, Ζηλωτὴν λεγόμενον, καὶ δίδει αὐτῷ ἐξουσίαν ἀποστατεῖν τοὺς δούλους τῶν Χριστιανῶν καὶ
25ἐρημοῦν τὰς ἁγίας ἐκκλησίας· καὶ ἔρχεται ἕως Ἐμέσης καὶ ἐπαγγέλ‐ λεται μὴ ἀναγκάζειν εἰ μὴ τοὺς ἀπὸ ἀπίστων εἰς τὸ μαγαρίσαι, ἕως ἂν ἐφανερώθησαν οἱ Ἑβραῖοι καὶ Χριστιανοί. καὶ εὐθέως ἤρξατο ἀθέως βασανίζειν, ὡς οὐδὲ Λυσίας καὶ Ἀγρικόλαός ποτε, καὶ πολλοὺς ἀπώλεσεν. γυναῖκες δὲ ἐνίκησαν αὐτοῦ τὴν μανίαν χάριτι Χριστοῦ
30τοῦ θεοῦ ἡμῶν, καὶ αὐταὶ νουβίτισσαι, ἡ τοῦ ἀρχιδιάκονος Ἐμέσης, καὶ ἡ τοῦ υἱοῦ τοῦ Ἡσαΐου, πολλὰ βασανισθεῖσαι καὶ μὴ ὑπείξασαι
τῇ ἀσεβείᾳ. ἀπὸ γὰρ χιλιάδος βουνεύρων λαβοῦσαι καὶ ἄλλων452

453

πολλῶν κολαστηρίων πειραθεῖσαι τὸν στέφανον τῆς νίκης παρὰ Χριστοῦ ἐκομίσαντο. ἔφθασε δὲ καὶ ἕως Δαμασκοῦ καὶ πολλὰς ἐκ‐ κλησίας ἠρήμωσε μὴ προσχὼν τῷ δοθέντι λόγῳ τοῖς Χριστιανοῖς ὑπὸ τῶν Ἀράβων. τῇ δὲ ϛʹ τοῦ Φεβρουαρίου μηνὸς τῆς γʹ ἰνδικτιῶνος
5ἡμέρᾳ κυριακῇ τῆς Τυροφάγου τέθνηκε Νικήτας ὁ ἀπὸ Σκλάβων εὐνοῦχος πατριάρχης Κωνσταντινουπόλεως. καὶ τῇ δευτέρᾳ κυριακῇ τῶν νηστειῶν Παῦλος ὁ τίμιος, ἀναγνώστης ὑπάρχων, Κύπριος τῷ γένει, λόγῳ καὶ πράξει διαλάμπων, μετὰ πολλὴν παραίτησιν διὰ τὴν κρατοῦσαν αἵρεσιν βίᾳ πολλῇ χειροτονεῖται πατριάρχης Κωνσταντι‐
10νουπόλεως. τῇ δὲ μέσῃ ἑβδομάδι τῶν νηστειῶν ἐκρατήθη Ἰάκωβος πρωτοσπαθάριος καὶ Παπίας καὶ Στρατήγιος καὶ Θεοφάνης οἱ κου‐ βικουλάριοι καὶ παρακοιμώμενοι, Λέων τε καὶ Θωμᾶς, κουβικουλά‐ ριοι καὶ οὗτοι, σὺν καὶ ἑτέροις εὐλαβέσιν ἀνδράσιν ὡς προσκυνοῦντες τὰς [ἁγίας καὶ] σεπτὰς εἰκόνας. τότε ἀπογυμνώσας τὴν ἑαυτοῦ
15ἐγκεκρυμμένην κακίαν Λέων, ὁ τοῦ διώκτου υἱός, τούτους ἀνηλεῶς δείρας τε καὶ κουρεύσας διὰ τῆς Μέσης τε δεδεμένους πομπεῦσαι ποιήσας εἰς τὸ πραιτώριον ἀπέκλεισεν, ἐν οἷς καὶ ἀποθνήσκει ὁ προρρηθεὶς Θεοφάνης ὁμολογητὴς γενόμενος καὶ τὸν στέφανον τοῦ μαρτυρίου κομισάμενος· οἱ δὲ λοιποὶ πάντες μετὰ τὴν τούτου τελευ‐
20τὴν δόκιμοι μοναχοὶ ἀνεδείχθησαν. ὁ δὲ Ἀαρὼν εἰσελθὼν εἰς τὸ τῶν Ἀρμενιάκων θέμα παρεκάθισε τὸ Σημαλοῦος κάστρον ὅλον τὸ θέρος καὶ τῷ Σεπτεμβρίῳ μηνὶ παρέλαβεν αὐτὸ ὑπὸ λόγον. ἦν δὲ πέμψας τὸν Θουμάμαν ἐπὶ Ἀσίαν μετὰ νʹ χιλιάδων, καὶ συναντήσας Μιχαὴλ ὁ Λαχανοδράκων κούρσῳ αὐτοῦ μικρῷ ἐπολέμησεν αὐτὸ καὶ
25ἔκτεινε τὸν ἀδελφὸν τοῦ Θουμάμα. τῇ δὲ ηʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς δʹ ἰνδικτιῶνος τέθνηκε Λέων, ὁ υἱὸς Κωνσταντίνου, τρόπῳ τοιούτῳ. λιθομανὴς ὑπάρχων λίαν ἠράσθη τοῦ στέμματος τῆς με‐ γάλης ἐκκλησίας καὶ λαβὼν ἐφόρεσεν αὐτό. καὶ ἐξῆλθον ἄνθρακες ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ληφθεὶς σφοδρῷ πυρετῷ τέθνηκε βασι‐
30λεύσας παρὰ ἓξ ἡμέρας ἔτη πέντε.453

454

[Start of a diagram]Κόσμου ἔτη ͵ϛσογʹ. Τῆς θείας σαρκώσεως ἔτη ψογʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος σὺν τῇ μητρὶ αὐτοῦ ἔτη ιʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μαδὶ ἔτη θʹ. ϛʹ.
5Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη εʹ. βʹ.[End of a diagram]
6Τούτῳ τῷ ἔτει Εἰρήνη ἡ εὐσεβεστάτη ἅμα τῷ υἱῷ αὐτῆς Κων‐ σταντίνῳ παραδόξως θεόθεν τὴν βασιλείαν ἐγχειρίζεται μηνὶ Σεπτεμ‐ βρίῳ ηʹ, ἰνδικτιῶνος δʹ, ὡς ἂν θαυμαστωθῇ ὁ θεὸς καὶ ἐν τούτῳ διὰ γυναικὸς χήρας καὶ παιδὸς ὀρφανοῦ μέλλων καθαίρειν τὴν ἄμετρον
10κατ’ αὐτοῦ καὶ τῶν αὐτοῦ θεραπόντων δυσσέβειαν καὶ πασῶν τῶν ἐκκλησιῶν τυραννίδα τοῦ θεομάχου Κωνσταντίνου, ὡς πάλαι τοῦ διαβόλου τῇ ἀσθενείᾳ τῶν ἁλιέων καὶ ἀγραμμάτων. μετὰ δὲ μʹ ἡμέρας τοῦ κρατῆσαι αὐτήν, τοῦ υἱοῦ αὐτῆς δεκαετοῦς ὑπάρχοντος, συμβούλιον ποιήσαντές τινες τῶν ἐν τέλει ἠθέλησαν ἐξαγαγεῖν Νι‐
15κηφόρον, τὸν ἀπὸ καισάρων, καὶ στῆσαι εἰς βασιλέα. διαγνωσθείσης δὲ τῆς ὑποθέσεως, ἐκρατήθησαν Γρηγόριος, ὁ λογοθέτης τοῦ δρό‐ μου, καὶ Βάρδας, ὅ ποτε στρατηγὸς τῶν Ἀρμενιάκων, Κωνσταντῖνός τε, ὁ τοῦ βικαρίου σπαθάριος καὶ δομέστικος τῶν ἐκσκουβιτόρων, καὶ Θεοφύλακτος, ὁ τοῦ Ῥαγγαβέ, δρουγγάριος τῆς Δωδεκανήσου,
20καὶ πολλοὶ ἕτεροι· οὓς δείρασα καὶ κουρεύσασα ἐξώρισεν εἰς δια‐ φόρους τόπους. τοὺς δὲ ἀνδραδέλφους αὐτῆς καίσαράς τε καὶ νοβε‐ λισίμους ἀποκείρασα ἱερατεῦσαι καὶ μεταδοῦναι τῷ λαῷ πεποίηκεν ἐν τῇ ἑορτῇ τῆς Χριστοῦ γεννήσεως, ἐν ᾗ καὶ προελθοῦσα βασιλι‐ κῶς δημοσίᾳ σὺν τῷ παιδὶ προσήνεγκε τῇ ἐκκλησίᾳ τὸ ὑπὸ τοῦ
25ἀνδρὸς αὐτῆς ἀρθὲν στέμμα ἐπικαλλωπισθὲν διὰ μαργαριτῶν. προ‐ εβάλετο δὲ Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν ἐν Σικελίᾳ, ὡς καὶ προστρατηγήσαντα τῶν ἐκεῖσε, καὶ ἀπέλυσε τῷ Φεβρουαρίῳ μηνί. ἐν δὲ τῷ Ἀπριλλίῳ μηνὶ ιεʹ διεβλήθη ὁ αὐτὸς Ἐλπίδιος, ὡς τὰ τῶν καισάρων φρονῶν, καὶ ἀποστείλασα Θεόφιλον τὸν σπαθάριον παρ‐
30ήγγειλεν, ἵνα συντόμως ἁρπάσῃ καὶ φέρῃ αὐτόν. τοῦ δὲ ἀπελθόντος
οὐκ ἀπέδωκαν αὐτὸν οἱ Σικελοί. ἡ δὲ τὴν τούτου γυναῖκα δείρασα454

455

καὶ κουρεύσασα σὺν τοῖς υἱοῖς τῷ πραιτωρίῳ παρέπεμψε φυλάτ‐ τεσθαι. τῷ δὲ Ἰουνίῳ μηνὶ ἀπέστειλε πάντα τὰ περατικὰ θέματα εἰς τὰς κλεισούρας φυλάττειν καὶ ἐπιτηρεῖν τὴν ἔξοδον τῶν Ἀράβων, ἐπιστήσασα αὐτοῖς κεφαλὴν Ἰωάννην τὸν σακελλάριον, εὐνοῦχον
5ὄντα καὶ οἰκειακὸν αὐτῆς. ὁ δὲ Μαδὶ ἀπέστειλε Κεβὴρ μετὰ δυνά‐ μεως πολλῆς, καὶ συναντῶσιν ἀλλήλοις ἐν τόπῳ λεγομένῳ Μήλῳ. καὶ κροτηθέντος πολέμου, ἡττῶνται οἱ Ἄραβες, καὶ κτείνονται ἐξ αὐτῶν πολλοί, καὶ ὑπέστρεψαν μετ’ αἰσχύνης. ἤρξαντο δὲ οἱ εὐσε‐ βεῖς παρρησιάζεσθαι, καὶ ὁ λόγος τοῦ θεοῦ πλατύνεσθαι, καὶ οἱ
10θέλοντες σωθῆναι ἀκωλύτως ἀποτάσσεσθαι, καὶ ἡ δοξολογία τοῦ θεοῦ ὑψοῦσθαι, καὶ τὰ μοναστήρια ἀναρρύεσθαι, καὶ πᾶν ἀγαθὸν φανεροῦσθαι. ἐν γοῦν τούτῳ τῷ χρόνῳ ἐν τοῖς Μακροῖς τείχεσι τῆς Θρᾴκης ἄνθρωπός τις ὀρύγων εὗρε λάρνακα, καὶ τοῦτον ἀπο‐ καθάρας καὶ ἀποσκεπάσας εὗρεν ἄνδρα κείμενον, καὶ γράμματα
15κεκολαμμένα ἐν τῷ λάρνακι περιέχοντα τάδε· “Χριστὸς μέλλει γεν‐ νᾶσθαι ἐκ Μαρίας τῆς παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων, ὦ ἥλιε, πάλιν με ὄψει.”
βʹ. ζʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν Εἰρήνη Κωνστάην τὸν σακελλάριον
20καὶ Μάμαλον τὸν πριμικήριον πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, ὅπως τὴν αὐτοῦ θυγατέρα, Ἐρυθρὼ λεγομένην, νυμφεύσηται τῷ βασιλεῖ Κωνσταντίνῳ, τῷ υἱῷ αὐτῆς. καὶ γενομένης συμφωνίας καὶ ὅρκων ἀναμεταξὺ ἀλλήλων, κατέλιπον Ἐλισσαῖον τὸν εὐνοῦχον καὶ νοτάριον πρὸς τὸ διδάξαι αὐτὴν τά τε τῶν Γραικῶν γράμματα καὶ
25τὴν γλῶσσαν, καὶ παιδεῦσαι αὐτὴν τὰ ἤθη τῆς Ῥωμαίων βασιλείας. ἐξοπλίσασα δὲ στόλον πολὺν καὶ λαὸν ἐπίλεκτον ἐκ τῶν θεμάτων καὶ ἄρχοντας ἱκανοὺς προεβάλετο Θεόδωρον τὸν πατρίκιον, εὐνοῦχον, ἄνδρα δραστήριον, καὶ ἀπέλυσεν ἐν Σικελίᾳ κατὰ τοῦ Ἐλπιδίου. πολλῶν δὲ πολέμων γεγονότων, ἀπενίκησαν οἱ περὶ Θεόδωρον. ἰδὼν
30δὲ Ἐλπίδιος καὶ φοβηθείς, λαβὼν ὅσα εἶχε χρήματα καὶ Νικηφόρον τὸν δοῦκα ἐπέρασεν εἰς Ἀφρικὴν καὶ λαβὼν λόγον ἀπαθείας προσ‐
ερρύη τοῖς Ἄραψιν. ὃν δεξάμενοι ὡς βασιλέα Ῥωμαίων κατεῖχον,455

456

στέψαντες αὐτὸν εἰς μάτην καὶ περιθέντες τζαγγίον καὶ στέφανον. τοῦ δὲ λαοῦ τῶν Ῥωμαίων ἀσχολουμένου ἐν τούτοις, ἐξέρχεται Ἀαρών, υἱὸς Μαδί, μετὰ δυνάμεως καὶ ἐξοπλίσεως ὑπερβαλλούσης ἀπό τε Μαυροφόρων καὶ πάσης Συρίας καὶ Μεσοποταμίας καὶ τῆς
5ἐρήμου, καὶ ἔρχεται ἕως Χρυσοπόλεως, καταλιπὼν τὸν Βούνουσον πολιορκεῖν τὴν Νακώλειαν καὶ φυλάττειν τὰ νῶτα αὐτοῦ. ἀπέστειλε δὲ καὶ τὸν Βουρνιχὲ εἰς Ἀσίαν μετὰ λʹ χιλιάδων, ὃς καὶ πολεμήσας τὸν Λαχανοδράκοντα σὺν τῷ θέματι τῶν Θρᾳκησίων ἐν τόπῳ λεγο‐ μένῳ Δαρηνῷ, καὶ αὐτῶν λʹ χιλιάδων ὄντων ιεʹ χιλιάδας ἀπέκτεινεν.
10ἡ δὲ βασίλισσα πέμψασα Ἀντώνιον τὸν δομέστικον σὺν τοῖς τάγμασιν ἐκράτησε τὴν Βανὴν καὶ ἀπέκλεισεν αὐτούς. προσέφυγε δὲ αὐτοῖς Τατζάτιος, ὁ τῶν Βουκελλαρίων στρατηγός, μίσει τῷ πρὸς Σταυρά‐ κιον, τὸν πατρίκιον καὶ λογοθέτην τοῦ δρόμου, τὸν εὐνοῦχον, πρω‐ τεύοντα πάντων τῶν τηνικαῦτα ὄντων καὶ τὰ πάντα διοικοῦντα. καὶ
15δοὺς αὐτοῖς βουλήν, ᾐτήσαντο εἰρήνην. ἐξελθόντων δὲ ἐπὶ τοῦτο Σταυρακίου καὶ Πέτρου μαγίστρου καὶ Ἀντωνίου δομεστίκου, οὐκ ἠκριβολογήσαντο λόγον λαβεῖν καὶ τέκνα τῶν πρωτευόντων, ἀλλὰ ἀσκόπως ἐξελθόντες ἐκρατήθησαν ὑπ’ αὐτῶν καὶ ἐπεδήθησαν, καὶ ἐβιάσθησαν ἀμφότερα τὰ μέρη τοῦ ποιῆσαι εἰρήνην· καὶ ἐδωρήσαντο
20ἀλλήλοις ἥ τε Αὐγούστα καὶ ὁ Ἀαρὼν ξένια πολλά, στοιχήσαντες καὶ 〈φόρουσ〉 κατὰ καιρὸν τελεῖν αὐτοῖς· καὶ γενομένης εἰρήνης ἀνεχώρησαν ἀφήσαντες καὶ τὸ κάστρον Νακωλείας. ἐπῆρε δὲ καὶ ὁ Τατζάτης τὴν γυναῖκα ἑαυτοῦ καὶ πᾶσαν ὑπόστασιν.
γʹ. ηʹ. ιδʹ. δʹ.
25Τούτῳ τῷ ἔτει εἰρηνεύσασα Εἰρήνη μετὰ τῶν Ἀράβων καὶ ἄδειαν εὑροῦσα ἀποστέλλει Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τοῦ ὀξέος δρόμου μετὰ δυνάμεως πολλῆς κατὰ τῶν Σκλαυινῶν ἐθνῶν. καὶ κατελθὼν ἐπὶ Θεσσαλονίκην καὶ Ἑλλάδα ὑπέταξε πάντας καὶ
ὑποφόρους ἐποίησε τῇ βασιλείᾳ. εἰσῆλθε δὲ καὶ ἐν Πελοποννήσῳ456

457

καὶ πολλὴν αἰχμαλωσίαν καὶ λάφυρα ἤγαγε τῇ τῶν Ῥωμαίων βα‐ σιλείᾳ.
δʹ. θʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος ζʹ, κατέλαβε Σταυ‐
5ράκιος ὁ προρρηθεὶς ἐκ τῶν Σκλαυινῶν καὶ ἐθριάμβευσε τὰ ἐπινίκια ἐπὶ ἱπποδρομίας. τῷ δὲ Μαΐῳ μηνὶ τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος ἐξ‐ ῆλθεν ἡ βασίλισσα Εἰρήνη σὺν τῷ υἱῷ αὐτῆς καὶ δυνάμεως πολλῆς ἐπὶ τὴν Θρᾴκην ἐπιφερομένη ὄργανα καὶ μουσικά, καὶ ἀπῆλθεν ἕως Βεροίας, καὶ ταύτην οἰκοδομηθῆναι κελεύσασα ἐπωνόμασεν αὐτὴν
10Εἰρηνούπολιν. κατῆλθε δὲ ἕως Φιλιππουπόλεως μετὰ πάσης ἀπα‐ θείας καὶ ὑπέστρεψεν ἐν εἰρήνῃ κτίσασα καὶ τὴν Ἀγχίαλον. τῷ δ’ αὐτῷ ἔτει καὶ ὁ τῶν Ἀράβων ἀρχηγὸς Μαδί, ὁ καὶ Μουάμεδ, τέθνηκεν, καὶ ἐκράτησε Μωσῆς, ὁ υἱὸς αὐτοῦ. τῇ δὲ λαʹ τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος Παῦλος, ὁ ὅσιος καὶ
15ἁγιώτατος πατριάρχης, ἀσθενήσας κατέλιπε τὸν θρόνον, καὶ κατ‐ ελθὼν ἐν τῇ μονῇ τῶν Φλώρου ἔλαβε τὸ μοναχικὸν σχῆμα χωρὶς εἰδήσεως τῆς βασιλείας. μαθοῦσα δὲ τοῦτο ἡ βασίλισσα παραγίνεται πρὸς αὐτὸν σὺν τῷ υἱῷ λυπουμένη καὶ καταβοῶσα αὐτοῦ, ὅτι “διὰ τί τοῦτο ἐποίησας;” ὁ δὲ μετὰ θρήνων πολλῶν ἔφη πρὸς αὐτήν·
20“εἴθοις μηδὲ ποταπὸν ἐκάθισα ἐν τῷ τῆς ἱερωσύνης θρόνῳ, τῆς ἐκκλη‐ σίας τοῦ θεοῦ τυραννουμένης καὶ ἐσχισμένης οὔσης ἐκ τῶν λοιπῶν καθολικῶν θρόνων καὶ ἀναθεματιζομένης.” ἡ δὲ προσκαλεσαμένη τούς τε πατρικίους καὶ τοὺς τῆς συγκλήτου λογάδας ἀπέστειλε πρὸς αὐτὸν ἀκοῦσαι τὰ παρ’ αὐτοῦ λεγόμενα. ὁ δὲ εἶπε πρὸς αὐτούς· “ἐὰν μὴ
25σύνοδος οἰκουμενικὴ γένηται, καὶ τὸ σφάλμα τὸ ὂν εἰς τὴν μέσην ὑμῶν διορθωθῇ, οὐκ ἔχετε σωτηρίαν.” οἱ δὲ εἶπον αὐτῷ· “καὶ ἵνα τί ὑπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσκυνεῖν εἰκόνας;” ὁ δὲ ἔφη ὅτι “διὰ τοῦτο γὰρ θρηνῶ καὶ πρὸς τὴν μετάνοιαν κατ‐ έφυγον δεόμενος τοῦ θεοῦ, ὅπως μὴ ὡς ἱερέα μὲ κολάσῃ σιγήσαντα
30ἕως τοῦ νῦν καὶ μὴ κηρύξαντα τὴν ἀλήθειαν τῷ φόβῳ τῆς μανίας457

458

ὑμῶν.” ἐν τούτοις ἐκοιμήθη ἐν εἰρήνῃ καταλιπὼν θρῆνον πολὺν τῇ τε βασιλείᾳ καὶ τοῖς εὐσεβέσιν ἀνθρώποις τῆς πολιτείας. σεβάσμιος γὰρ ἦν ὁ ἀνὴρ καὶ ἐλεήμων ὑπὲρ μέτρον καὶ πάσης αἰδοῦς ἄξιος, καὶ πίστιν πολλὴν ἐκέκτητο ἥ τε πολιτεία καὶ ἡ βασιλεία πρὸς αὐτόν.
5ἔκτοτε λοιπὸν ἤρξατο λαλεῖσθαι καὶ ἀμφιβάλλεσθαι ὁ περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων λόγος παρρησίᾳ ὑπὸ πάντων. Ἀράβων ἀρχηγὸς Μωσῆς ἔτος αʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ταράσιος ἔτη καʹ.
εʹ. αʹ. ιϛʹ. αʹ.
10Τούτῳ τῷ ἔτει συναγαγοῦσα ἡ βασίλισσα Εἰρήνη πάντα τὸν λαὸν εἰς τὴν Μαγναῦραν ἔφη πρὸς αὐτούς· “γινώσκετε, ἀδελφοί, τί πεποίηκε Παῦλος ὁ πατριάρχης· καὶ εἰ μὲν ἔζη, οὐκ ἂν κατεδεξά‐ μεθα τοῦτον ἀφῆσαι τὸν τῆς ἱερωσύνης θρόνον, εἰ καὶ μοναδικὸν σχῆμα περιεβάλετο. ἐπεὶ δέ, ὡς τῷ θεῷ ἀρεστὸν ἦν, τοῦ βίου
15μετέστη, φροντίσωμεν ἄνθρωπον, ὅς τις δύναται ποιμᾶναι ἡμᾶς καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐπιστηρίξαι λόγοις διδασκαλικοῖς.” πάντες δὲ ὁμοφρόνως εἶπον μὴ εἶναι ἄλλον, εἰ μὴ Ταράσιον τὸν ἀσηκρή‐ την. ἡ δὲ ἔφη πρὸς αὐτούς· “καὶ ἡμεῖς τὸν αὐτὸν ψηφιζόμεθα, ἀλλ’ ἀπειθεῖ. καὶ εἴπῃ δι’ ἣν αἰτίαν οὐ δέχεται τὴν ψῆφον τῆς
20βασιλείας καὶ παντὸς τοῦ λαοῦ.” ὁ δὲ ἀπελογήσατο τῷ λαῷ λέγων· “οἱ τῆς ἀμωμήτου ἡμῶν πίστεως τῶν Χριστιανῶν φύλακες καὶ ζηλω‐ ταὶ τῶν εἰς δόξαν θεοῦ γινομένων πιστοὶ βασιλεῖς ἡμῶν, πάντων τῶν εἰς ἀρέσκειαν αὐτοῦ καὶ συμφέρον ἡμῶν τὴν φροντίδα ποιού‐ μενοι, καὶ μάλιστα τῶν ἐκκλησιαστικῶν καὶ νῦν ἐπιμελῶς διαμεριμνή‐
25σαντες καὶ διανοηθέντες τοῦ ἀρχιερέα προχειρισθῆναι ἐν ταύτῃ τῇ βασιλίδι αὐτῶν πόλει ἐπὶ τὸν εὐσεβῆ αὐτῶν νοῦν με ἀνέλαβον, καὶ φανερῶς μοι τὸ βεβουλευμένον αὐτοῖς ἐξειπεῖν ἐκέλευσαν. ἐμοῦ δὲ πρὸς τοῦτο ἀνάξιον ἑαυτὸν ἀποφηναμένου καὶ μηδεμίαν συγκατά‐ θεσιν ποιησαμένου ὡς τὸν ζυγὸν τοῦ φορτίου μὴ δυναμένου μου
30βαστάσαι ἢ ὑπενεγκεῖν, ἐκέλευσάν με προαγαγεῖν κατὰ πρόσωπον
ὑμῶν, διότι καὶ σύμψηφοι γεγόνατε τῇ βουλῇ ταύτῃ. καὶ νῦν, ὦ458

459

ἄνδρες φοβούμενοι τὸν θεὸν καὶ ἔχοντες αὐτὸν ἀεὶ ἐν ταῖς καρδίαις ὑμῶν, οἱ τῇ τοῦ Χριστοῦ κλήσει, τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ὀνομα‐ ζόμενοι, Χριστιανοὶ λέγω, ἀκούσατε βραχὺν λόγον ἀπολογίας παρὰ τῆς ἡμετέρας εὐτελείας καὶ οὐθενότητος. ἐγὼ μέν, εἴ τι τοῖς εὐσε‐
5βέσιν ἡμῶν βασιλεῦσι καὶ κατὰ πάντα ὀρθοδόξοις ἀπελογησάμην, καὶ ἐνώπιον ὑμῶν προσαπολογοῦμαι, φόβῳ συνέχομαι συγκαταθέσθαι ἐπὶ τῇ ψήφῳ ταύτῃ, καὶ εὐλαβοῦμαι ἀπὸ προσώπου τοῦ θεοῦ προσ‐ δραμεῖν οὕτω καὶ ὡς ἔτυχεν ἀπερισκέπτως, ἵνα μὴ ὑποπέσω φοβερῷ κατακρίματι. εἰ γὰρ ὁ θείων φωνῶν ἀκροασάμενος οὐρανόν τε ἐσχηκὼς
10παιδευτήριον καὶ παραδείσου θεωρὸς γενόμενος ἀκούσας τε ἄρρητα ῥήματα καὶ βαστάσας τὸ ὄνομα τοῦ θεοῦ ἐνώπιον ἐθνῶν καὶ βασι‐ λέων, Παῦλος ὁ θεῖος ἀπόστολος, Κορινθίοις γράφων ἔλεγεν· “μή‐ πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι,” πῶς ἐγώ, ὁ τῷ κόσμῳ συναναστρεφόμενος καὶ μετὰ λαϊκῶν ἠριθμημένος καὶ στρατευόμενος
15ἐν βασιλικαῖς ὑπηρεσίαις, οὕτω χωρὶς ἀνακρίσεως καὶ περισκέψεως δύναμαι εἰσπηδῆσαι εἰς τὸ τῆς ἱερωσύνης μέγεθος; φοβερὸν τὸ ἐγχείρημα πρὸς τὴν ἐμὴν σμικρότητα· θρασὺ τὸ ἐπιτήδευμα. ἡ δὲ αἰτία τοῦ φόβου καὶ τῆς ἐμῆς παραιτήσεώς ἐστιν αὕτη. ὁρῶ καὶ βλέπω τὴν ἐπὶ τὴν πέτραν Χριστὸν τὸν θεὸν ἡμῶν τεθεμελιωμένην
20ἐκκλησίαν αὐτοῦ διεσχισμένην νῦν καὶ διῃρημένην, καὶ ἡμᾶς ἄλλοτε ἄλλως λαλοῦντας, καὶ τοὺς τῆς ἀνατολῆς ὁμοπίστους ἡμῶν Χριστιανοὺς ἑτέρως, καὶ συμφωνοῦντας αὐτοῖς τοὺς τῆς δύσεως, ἀλλοτριουμένους δὲ ἡμᾶς ἐκείνων ἁπάντων καὶ καθ’ ἑκάστην ὑπ’ αὐτῶν ἀναθεματι‐ ζομένους. δεινόν ἐστι τὸ ἀνάθεμα· πόρρω τοῦ θεοῦ βάλλει καὶ τῆς
25βασιλείας τῶν οὐρανῶν ἐκδιώκει ἀπάγον εἰς τὸ σκότος τὸ ἐξώτερον. οὐκ οἶδεν ὁ τῆς ἐκκλησίας ὅρος καὶ νόμος ἔριν ἢ φιλονεικίαν, ἀλλ’ ὥσπερ οἶδεν ὁμολογεῖν ἓν βάπτισμα, μίαν πίστιν, οὕτω καὶ συμ‐ φωνίαν μίαν ἐπὶ παντὸς πράγματος ἐκκλησιαστικοῦ. οὐδὲν γάρ ἐστιν ἀπόδεκτον καὶ εὐάρεστον ἐνώπιον τοῦ θεοῦ, ὡς τὸ ἑνωθῆναι ἡμᾶς
30καὶ γενέσθαι μίαν καὶ καθολικὴν ἐκκλησίαν, καθὰ καὶ ἐν τῷ συμ‐ βόλῳ τῆς εἰλικρινοῦς ἡμῶν πίστεως ὁμολογοῦμεν καὶ αἰτοῦμεν, ἀδελ‐ φοί, (οἶμαι δὲ καὶ ὑμεῖς, ἐπειδὴ γινώσκω τὸν φόβον τοῦ θεοῦ ἔχειν
ὑμᾶς,) παρὰ τῶν εὐσεβεστάτων καὶ ὀρθοδόξων βασιλέων ἡμῶν σύν‐459

460

οδον οἰκουμενικὴν συναθροισθῆναι, ἵνα γενώμεθα οἱ τοῦ ἑνὸς θεοῦ ἕν, καὶ οἱ τῆς τριάδος ἡνωμένοι καὶ ὁμόψυχοι καὶ ὁμότιμοι, οἱ τῆς κεφαλῆς ἡμῶν Χριστοῦ σῶμα ἓν συναρμολογούμενον καὶ συμβιβα‐ ζόμενον, οἱ τοῦ ἁγίου πνεύματος, οὐ κατ’ ἀλλήλων, ἀλλὰ σὺν ἀλλή‐
5λοις, οἱ τῆς ἀληθείας τὸ αὐτὸ φρονοῦντες καὶ λέγοντες, καὶ μὴ ᾖ ἔρις καὶ διχοστασία ἐν ἡμῖν, ὅπως ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσῃ πάντας ἡμᾶς· καὶ εἰ μὲν κελεύουσιν οἱ τῆς ὀρθοδοξίας πρόμαχοι βασιλεῖς ἡμῶν ἐπὶ τῇ ἐμῇ αἰτήσει ἐπινεῦσαι, συγκατατίθεμαι κἀγὼ καὶ τὴν κέλευσιν αὐτῶν ἐκπληρῶ καὶ ὑμῶν
10τὴν ψῆφον ἀσπάζομαι· εἰ δὲ μή γε, ἀδυνάτως ἔχω τοῦτο ποιῆσαι, ἵνα μὴ ὑποβληθῶ τῷ ἀναθέματι καὶ εὑρεθῶ καταδεδικασμένος ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν καὶ κριτοῦ τῆς δικαιοσύνης, ἔνθα οὔτε βασιλεύς, οὔτε ἱερεύς, οὔτε ἄρχοντες, οὔτε πλῆθος ἀνθρώπων δύ‐ ναταί με ἐξελέσθαι. καὶ εἴ τί ἐστιν ἀρεστὸν ὑμῖν, ἀδελφοί, δότε
15τῆς ἐμῆς ἀπολογίας, φράσαι δὲ μᾶλλον αἰτήσεως, ἀπόκρισιν.” καὶ ἀσμένως ἠκροάσαντο πάντες τῶν λαληθέντων συμφωνήσαντες τοῦ γενέσθαι σύνοδον. ὁ δὲ Ταράσιος πάλιν πρὸς τὸν λαὸν διαλεγό‐ μενος ἔφη, ὅτι “Λέων ὁ βασιλεὺς κατέστρεψε τὰς εἰκόνας, καὶ ἡ σύνοδος, ὅτε ἐγένετο, κατεστραμμένας αὐτὰς εὗρεν· καὶ διότι διὰ
20βασιλικῆς χειρὸς κατεστράφησαν, πάλιν ζήτησιν ἔχει τὸ κεφάλαιον, ὅτι ἀρχαίαν συνήθειαν παραδεδομένην ἐν τῇ ἐκκλησίᾳ κατετόλμησαν, ὡς ἔδοξεν αὐτοῖς, ἀφανίσαι· ἀλλ’ ἡ ἀλήθεια τοῦ θεοῦ οὐ δέδεται, ἀποστολικῶς εἰπεῖν.” τῇ δὲ κεʹ τοῦ Δεκεμβρίου μηνὸς τῆς αὐτῆς ηʹ ἰνδικτιῶνος ἐχειροτονήθη ὁ ὅσιος πατὴρ ἡμῶν Ταράσιος πατρι‐
25άρχης Κωνσταντινουπόλεως, καὶ ἀποστείλας ἐν Ῥώμῃ τὰ συνοδικὰ αὐτοῦ καὶ τὸν λίβελλον τῆς πίστεως αὐτοῦ ἀπεδέχθη παρὰ τοῦ πάπα Ἀδριανοῦ. ἀποστείλασα δὲ καὶ ἡ βασίλισσα πρὸς τὸν αὐτὸν πάπαν ᾐτήσατο πεμφθῆναι γράμματά τε αὐτοῦ καὶ ἀνθρώπους πρὸς τὸ εὑρεθῆναι ἐν τῇ συνόδῳ. καὶ ἀπέστειλε Πέτρον, τὸν οἰκονόμον τῆς
30ἐκκλησίας αὐτοῦ, καὶ 〈Πέτρον〉, τὸν ἡγούμενον τοῦ ἁγίου Σάβα, ἄνδρας τιμίους καὶ πάσῃ ἀρετῇ κεκοσμημένους. ἀπέλυσε δὲ καὶ ἐν
Ἀντιοχείᾳ καὶ ἐν Ἀλεξανδρείᾳ ἥ τε βασίλισσα καὶ ὁ πατριάρχης·460

461

ἀκμὴν γὰρ ἡ πρὸς τοὺς Ἄραβας εἰρήνη οὐκ ἦν λυθεῖσα. καὶ ἤνεγκαν ἐκ μὲν Ἀντιοχείας Ἰωάννην τὸν μέγαν καὶ περιβόητον λόγῳ καὶ ἔργῳ ἁγιωσύνης μετέχοντα καὶ σύγκελλον τοῦ πατριάρχου Ἀντιοχείας γεγονότα, καὶ Θωμᾶν Ἀλεξανδρείας, ἄνδρα ζηλωτὴν καὶ εὐλαβέστα‐
5τον, ὅστις καὶ ἀρχιεπίσκοπος τῆς ἐν τῷ Ἰλλυρικῷ μεγαλοπόλεως Θεσσαλονίκης γενόμενος διέπρεψεν. Ἀράβων ἀρχηγὸς Ἀαρὼν ἔτη κγʹ.
ϛʹ. αʹ. ιζʹ. βʹ.
Τούτῳ τῷ ἔτει Μωσῆς, ὁ τῶν Ἀράβων ἀρχηγός, τέθνηκεν, καὶ
10ἐκράτησεν Ἀαρών, ὁ ἀδελφὸς αὐτοῦ, ἀντ’ αὐτοῦ τὴν ἀρχήν· ὃς καὶ πολλὰ κακὰ τοῖς Χριστιανοῖς ἐνεδείξατο. Τῷ δ’ αὐτῷ ἔτει ἀποστείλαντες οἱ βασιλεῖς προσεκαλέσαντο πάντας τοὺς ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ἐπισκόπους, καταλαβόντων καὶ τῶν ἀπὸ τῆς Ῥώμης πεμφθέντων ὑπὸ τοῦ πάπα Ἀδριανοῦ γραμμά‐
15των τε καὶ ἀνθρώπων, ὡς προέφημεν, καὶ τοῦ Ἀντιοχείας καὶ Ἀλεξανδρείας. καὶ τῇ ζʹ τοῦ Αὐγούστου μηνὸς τῆς θʹ ἰνδικτιῶνος προκαθίσαντες ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῇ βασιλίδι πόλει ἤρξαντο τὰς ἁγίας γραφὰς ὑπαναγινώσκειν καὶ ἀντιβάλλειν πρὸς ἀλλήλους, τῶν βασιλέων ἐν τοῖς κατηχουμένοις ὁρώντων. ὁ
20δὲ λαὸς τῶν σχολαρίων τε καὶ ἐκσκουβιτόρων καὶ τῶν λοιπῶν ταγμά‐ των ὑποβληθεὶς ἐκ τῶν οἰκείων ἀρχόντων, ἔχοντες καὶ τὴν διδα‐ σκαλίαν τοῦ πονηροῦ αὐτῶν διδασκάλου, γυμνώσαντες τὰ ξίφη ἐπῆλθον αὐτοῖς, ἀπειλοῦντες θανατοῦν τόν τε ἀρχιερέα καὶ τοὺς ὀρθοδόξους ἐπισκόπους τε καὶ ἡγουμένους. τῆς δὲ βασιλείας διὰ
25τῶν παρεστώτων αὐτῇ οἰκειακῶν ἀνθρώπων ἀναστέλλειν τούτους πειρωμένης, οὐκ ἐπείσθησαν, ἀλλ’ ἢ μᾶλλον προσητίμασαν. ἐγερ‐ θέντος δὲ τοῦ πατριάρχου καὶ ἐν τῷ βήματι εἰσελθόντος μετὰ τῶν ὀρθοδόξων ἐπισκόπων τε καὶ μοναχῶν, οἱ τοῦ πονηροῦ φρονήματος
αὐτῶν ὄντες ἐπίσκοποι ἐξῆλθον πρὸς αὐτοὺς βοῶντες τό, “νενική‐461

462

καμεν·” καὶ τοῦ θεοῦ τῇ χάριτι οὐδένα ἠδίκησαν οἱ μανιώδεις ἐκεῖνοι καὶ ἀπάνθρωποι, καὶ οὕτω διαλυθείσης τῆς συνόδου ἀπῆλθεν ἕκαστος εἰς τὰ ἴδια.
ζʹ. βʹ. ιηʹ. γʹ.
5Τούτῳ τῷ ἔτει ἀποστείλασα ἡ βασίλισσα Σταυράκιον τὸν πατρί‐ κιον καὶ λογοθέτην ἐν τῇ Θρᾴκῃ τῷ Σεπτεμβρίῳ μηνί, ἀρχῇ τῆς 〈ιʹ〉 ἰνδικτιῶνος, πρὸς τὰ περατικὰ θέματα ἐκεῖσε τηνικαῦτα ὄντα, ἔπεισεν αὐτοὺς συνεργῆσαι αὐτῇ καὶ ἐξεῶσαι τῆς πόλεως τὸν δυσ‐ σεβῆ λαόν, ὃν ὁ ἀλάστωρ Κωνσταντῖνος ἐστράτευσέ τε καὶ ἐπαί‐
10δευσεν. καὶ πλασαμένη φωσατεύειν μέλλειν ἐπὶ τὰ ἀνατολικὰ μέρη, ὡς τῶν Ἀράβων ἐξελθόντων, ἐξῆλθε πᾶσα ἡ βασιλικὴ ὑπουργία καὶ ἡ κόρτη ἕως τῶν Μαλαγίνων. καὶ εἰσελθόντες οἱ τῶν ἔξω θεμά‐ των ἐκράτησαν τὴν πόλιν. ἀποστείλασα δὲ πρὸς αὐτοὺς δηλοῖ αὐτοῖς, ὅτι “πέμψατέ μοι τὰ ἄρματα ὑμῶν, χρείαν γὰρ ὑμῶν οὐκ ἔχω.” οἱ
15δὲ ὑπὸ θεοῦ ματαιωθέντες ἔδωκαν αὐτά. τότε βαλοῦσα τὰς φαμι‐ λίας αὐτῶν ἐν πλοίοις ἐξώρισεν αὐτοὺς τῆς πόλεως, κελεύσασα ἐν τῇ ἰδίᾳ χώρᾳ ἕκαστον ἀπελθεῖν, ἐν ᾗ ἐγεννήθη. καὶ ποιήσασα στρατὸν ἴδιον καὶ ἄρχοντας πειθηνίους αὐτῇ, τῷ Μαΐῳ μηνὶ πάλιν ἀποστείλασα κατὰ παντὸς τόπου προσεκαλέσατο τοὺς ἐπισκόπους
20παραγενέσθαι ἐν τῇ Νικαέων πόλει τῆς Βιθυνίας πρὸς τὸ ἐκεῖ γε‐ νέσθαι τὴν σύνοδον. καὶ διὰ τοῦ καλοκαιρίου ὅλου συνήχθησαν πάντες ἐν Νικαίᾳ. τοὺς δὲ Ῥώμης καὶ ἀνατολικοὺς ἐκ προσώπου οὐκ ἦν ἀπολύσασα, ἀλλ’ εἶχεν αὐτούς. τῇ δὲ θʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος, ἡμέρᾳ κυριακῇ, ἔκλειψις γέγονεν ἡλίου,
25ὥρᾳ εʹ τῆς ἡμέρας, τῆς θείας λειτουργίας ἐπιτελουμένης, μεγίστη.
ηʹ. γʹ. ιθʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθε Ταράσιος, ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, ἐν τῇ Νικαέων πόλει· καὶ ἐκροτήθη ἡ ἁγία καὶ οἰκουμενικὴ ζʹ σύνοδος τνʹ ἐπισκόπων· καὶ ἀπέλαβεν ἡ καθολικὴ
30ἐκκλησία τὸν ἀρχαῖον κόσμον αὐτῆς, οὐδὲν καινὸν δογματίσασα,
ἀλλὰ τὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων δόγματα ἀσάλευτα φυ‐462

463

λάξασα καὶ τὴν νέαν αἵρεσιν ἀποκηρύξασα τούς τε τρεῖς ψευδωνύ‐ μους πατριάρχας ἀναθεματίσασα, Ἀναστάσιον, φημί, καὶ Κωνσταν‐ τῖνον καὶ Νικήταν καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν. ἐγένετο δὲ ἡ πρώτη συνέλευσις καὶ καθέδρα τῶν ἐπισκόπων ἐν τῇ καθολικῇ
5ἁγίᾳ Σοφίᾳ τῆς Νικαίας μηνὶ Ὀκτωβρίῳ ιαʹ, ἰνδικτιῶνος ιαʹ. καὶ τῷ Νοεμβρίῳ μηνὶ εἰσῆλθον πάντες ἐν τῇ βασιλευούσῃ πόλει· καὶ προ‐ καθίσαντες οἱ βασιλεῖς σὺν τοῖς ἐπισκόποις ἐν τῇ Μαγναύρᾳ, ὑπ‐ ανεγνώσθη ὁ τόμος, καὶ ὑπέγραψεν ὅ τε βασιλεὺς καὶ ἡ μήτηρ αὐτοῦ κυρώσαντες τὴν εὐσέβειαν καὶ τὰ τῶν ἁγίων πατέρων ἀρχαῖα δόγματα,
10καὶ φιλοτιμησάμενοι τοὺς ἱερεῖς ἀπέλυσαν. καὶ εἰρήνευσεν ἡ τοῦ θεοῦ ἐκκλησία, εἰ καὶ ὁ ἐχθρὸς τὰ ἑαυτοῦ ζιζάνια ἐν τοῖς ἰδίοις ἐργάταις σπείρειν οὐ παύεται· ἀλλ’ ἡ τοῦ θεοῦ ἐκκλησία πάντοτε πολεμου‐ μένη νικᾷ.
θʹ. δʹ. κʹ. εʹ.
15Τούτῳ τῷ ἔτει ἐξῆλθε κοῦρσον τῶν Ἀράβων κατὰ Ῥωμανίας μηνὶ Σεπτεμβρίῳ, καὶ εἰσῆλθεν εἰς τὸ τῶν ἀνατολικῶν θέμα, εἰς τόπον λεγόμενον Κοπιδνάδον. καὶ ἐπισυναχθέντες οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐπολέμησαν μετ’ αὐτῶν, καὶ ἡττήθησαν, καὶ ἀπέθανον πολλοί, καὶ ἐκ τῶν ἐξορισθέντων δὲ σχολαρίων οὐκ ὀλίγοι· ἔπεσε
20δὲ καὶ Διογένης, ὁ τῶν ἀνατολικῶν τουρμάρχης ἱκανός, καὶ τοῦ Ὀψικίου ἄρχοντες. λύσασα δὲ ἡ βασίλισσα Εἰρήνη τὴν πρὸς τοὺς Φράγγους συναλλαγὴν ἀπέλυσε Θεοφάνην τὸν πρωτοσπαθάριον, καὶ ἤγαγε κόρην ἐκ τῶν Ἀρμενιάκων ὀνόματι Μαρίαν ἀπὸ Ἀμνίας, καὶ ἔζευξεν αὐτὴν Κωνσταντίνῳ τῷ βασιλεῖ καὶ υἱῷ αὐτῆς, πολλὰ λυπου‐
25μένου αὐτοῦ καὶ μὴ θέλοντος διὰ τὴν πρὸς τὴν τοῦ Καρούλου θυγατέρα, τοῦ ῥηγὸς τῶν Φράγγων, σχέσιν, ἣν ἦν προμνηστευσά‐ μενος. καὶ ἐπετέλεσαν τοὺς γάμους αὐτοῦ μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος
ιβʹ. Φιλητὸς δέ, ὁ τῆς Θρᾴκης στρατηγός, ἀπελθὼν ἐν τῷ Στρυ‐463

464

μῶνι καὶ ἀφυλάκτως ἀπληκεύσας, ἐπιπεσόντων αὐτῷ ἄφνω Βουλ‐ γάρων, ἀνῃρέθη ὑπ’ αὐτῶν σὺν καὶ ἄλλοις πολλοῖς. ἀποστείλασα δὲ Εἰρήνη Ἰωάννην, τὸν σακελλάριον καὶ λογοθέτην τοῦ στρατιω‐ τικοῦ, εἰς Λογγιβαρδίαν μετὰ καὶ Θεοδότου τοῦ ποτε ῥηγὸς τῆς
5μεγάλης Λογγιβαρδίας πρὸς τὸ εἰ δυνηθείη ἀμύνασθαι τὸν Κάρουλον, καὶ ἀποσπάσαι τινὰς ἐξ αὐτοῦ. καὶ κατῆλθον οὖν σὺν Θεοδώρῳ πατρικίῳ καὶ στρατηγῷ Σικελίας· καὶ πολέμου κροτηθέντος, ἐκρα‐ τήθη ὑπὸ τῶν Φράγγων ὁ αὐτὸς Ἰωάννης καὶ δεινῶς ἀνῃρέθη.
ιʹ. εʹ. καʹ. ϛʹ.
10Τούτῳ τῷ ἔτει ἐκίνησεν ὁ διάβολος φθόνῳ τῆς εὐσεβείας τῶν βασιλέων ἀνθρώπους πονηρούς, καὶ συνέβαλον τὴν μητέρα κατὰ τοῦ υἱοῦ, καὶ τὸν υἱὸν κατὰ τῆς μητρός. ἔπεισαν γὰρ αὐτὴν ὡς ἐκ προγνωστικῶν πληροφορηθέντες, ὅτι “οὐκ ἔστιν ὡρισμένον παρὰ τῷ θεῷ κρατῆσαι τὸν υἱόν σου τὴν βασιλείαν, εἰ μὴ σή ἐστιν, ἐκ θεοῦ
15δεδομένη σοι.” αὐτὴ δὲ ὡς γυνὴ ἐξαπατηθεῖσα, ἔχουσα δὲ καὶ τὸ φίλαρχον, ἐπληροφορήθη οὕτως εἶναι, καὶ οὐκ ἐλογίσατο, ὅτι αὐτοὶ θέλοντες διοικεῖν τὰ πράγματα τοῦτο προεφασίσαντο. τοῦ οὖν βασι‐ λέως γεγονότος εἰκοσαετοῦς, ῥωμαλέου τε ὄντος καὶ ἱκανοῦ πάνυ, ἑώρα ἑαυτὸν μηδὲν ἐξουσιάζοντα· καὶ ἐλυπεῖτο βλέπων Σταυράκιον
20τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα κατέχοντα, καὶ πάντας πρὸς αὐτὸν προερχομένους, [καὶ] μηδενὸς τολμῶντος τῷ βασιλεῖ συχνάσαι. καὶ βουλευσάμενος τοῖς οἰκείοις αὐτοῦ ἀνθρώποις, ὀλιγοστοῖς οὖσιν, καὶ Πέτρῳ μαγίστρῳ καὶ Θεοδώρῳ πατρικίῳ τῷ Καμουλιανῷ καὶ Δαμιανῷ πατρικίῳ, ἐκύρωσε τοῦ πιάσαι αὐτὸν καὶ ἐξορίσαι ἐν Σικελίᾳ,
25καὶ κρατῆσαι αὐτὸν τὸ βασίλειον μετὰ τῆς ἰδίας μητρός. τῇ δὲ θʹ τοῦ Φεβρουαρίου μηνὸς τῆς ιγʹ ἰνδικτιῶνος σεισμὸς γέγονε φοβερώ‐ τατος, ὥστε μὴ τολμᾷν τινας ἐν οἴκῳ καθευδῆσαι, ἀλλὰ πάντας εἰς τοὺς κήπους καὶ τὰ ἐξάερα σκηνὰς ποιήσαντας διάγειν. ἡ δὲ βασί‐
λισσα ἅμα τῷ υἱῷ αὐτῆς ἐξῆλθεν ἐν τῷ ἁγίῳ Μάμαντι. μηνυθείσης464

465

δὲ τῷ Σταυρακίῳ τῆς προφάσεως ταύτης, συγκινεῖ τὴν Αὐγούσταν κατὰ τοῦ υἱοῦ, καὶ πιάσασα τοὺς ἀνθρώπους τοῦ βασιλέως, πάντας δείρασα καὶ κουρεύσασα σὺν Ἰωάννῃ τῷ πρωτοσπαθαρίῳ καὶ βαγύλῳ αὐτοῦ, τῷ λεγομένῳ Πικριδίῳ, ἐξώρισεν ἐπὶ τὰ κατωτικὰ μέρη ἕως
5Σικελίας. τὸν δὲ μάγιστρον Πέτρον ἀτιμίαις περιβαλοῦσα ἐκάθισεν ἐν τῷ οἴκῳ αὐτοῦ, ὁμοίως καὶ Θεόδωρον πατρίκιον, τὸν Καμου‐ λιανόν· τὸν δὲ πατρίκιον Δαμιανὸν δείρασα καὶ κουρεύσασα εἰς Ἀπολλωνιάδα τὸ κάστρον ἐξώρισεν. τύψασα δὲ καὶ τὸν υἱὸν καὶ πολλὰ λοιδορήσασα ἀπρόϊτον ἐποίησεν ἐπὶ ἡμέρας ἱκανάς. ἤρξατο
10δὲ ὁρκίζειν τὸν στρατόν, ὅτι “ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρατῆσαι.” καὶ ὤμνυον πάντες οὕτως, μηδενὸς τολμῶντος ἀντειπεῖν περὶ τούτου τὸ σύνολον. στόλος δὲ ἐξῆλθεν Ἀράβων ἐπὶ Κύπρον, καὶ τοῦτο προγνοῦσα ἡ βασίλισσα ἐσώρευσε καὶ αὐτὴ πάντα τὰ Ῥωμαϊκὰ πλωΐματα καὶ ἀπέλυσε κατ’ αὐτῶν. ἐλθόντες δὲ ἕως
15τὰ Μύρα ἀμφότεροι οἱ στρατηγοὶ ἔκαμψαν τὸν ἀκρωτῆρα τῶν Χελι‐ δονίων καὶ εἰσῆλθον ἐπὶ τὸν κόλπον Ἀταλείας. οἱ δὲ Ἄραβες κινήσαντες ἀπὸ τῆς Κύπρου, καὶ εὐδίας αὐτοὺς καταλαβούσης, περι‐ εφέροντο ἐν τῷ πελάγει. ἀναφανέντων δὲ αὐτῶν τὴν γῆν, εἶδον αὐτοὺς οἱ στρατηγοί, καὶ παραταξάμενοι ἡτοιμάσθησαν τοῦ πολε‐
20μεῖν. Θεόφιλος δέ, ὁ τῶν Κιβυραιωτῶν στρατηγός, ῥωμαλέος ἀνὴρ καὶ ἱκανώτατος ὤν, θαρσήσας καὶ πάντων προεξελθὼν τούτοις τε συμβαλών, ἐκρατήθη ὑπ’ αὐτῶν, ὃν ἐπαγαγόντες πρὸς Ἀαρών, θεα‐ θείς τε παρ’ αὐτοῦ προετράπη προδότης γενέσθαι καὶ τυχεῖν προσ‐ καίρων δωρεῶν. τοῦ δὲ μὴ καταδεξαμένου ἐπὶ πλέον τε ἀναγκασθέντος
25καὶ μὴ ὑπείξαντος, τὴν διὰ ξίφους τιμωρίαν ὑπομείνας μάρτυς ἄριστος ἀνεδείχθη. [Start of a diagram]Κόσμου ἔτη ͵ϛσπγʹ. Τῆς θείας σαρκώσεως ἔτη ψπγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ζʹ. αʹ.
30Ἀράβων ἀρχηγὸς Ἀαρὼν ἔτη κγʹ. ϛʹ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Ταράσιος ἔτη καʹ. ζʹ.[End of a diagram]
32Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ιδʹ, κατέλαβον οἱ
ὁρκίζοντες εἰς τὸ θέμα τῶν Ἀρμενιάκων· οἱ δὲ οὐ κατεδέξαντο465

466

ὀμόσαι, ὅτι “οὐ βασιλευόμεθα ὑπὸ τοῦ υἱοῦ σου ἐν τῇ ζωῇ σου, οὐδὲ προτάσσομεν τὸ ὄνομα Εἰρήνης πρὸ Κωνσταντίνου, ἀλλὰ Κων‐ σταντίνου καὶ Εἰρήνης, ὡς ἐξ ἀρχῆς παρελάβομεν.” ἀπέστειλε δὲ πάλιν πρὸς τὸ πιάσαι αὐτοὺς Ἀλέξιον τὸν σπαθάριον καὶ δρουγγά‐
5ριον τῆς βίγλας, τὸ ἐπίκλην Μουσουλέμ. οἱ δὲ κρατήσαντες αὐτὸν τοῦ ἄρχειν αὐτῶν προεβάλοντο, Νικηφόρον δέ, τὸν πατρίκιον καὶ στρατηγὸν αὐτῶν, φρουρήσαντες Κωνσταντῖνον μόνον βασιλέα ἀν‐ ευφήμησαν. τοῦτο μαθόντες οἱ τῶν λοιπῶν θεμάτων λαοί, τοὺς στρατηγοὺς αὐτῶν διώξαντες Κωνσταντῖνον μόνον βασιλέα καὶ αὐτοὶ
10ἀνεκήρυττον. ὢ τῆς τοῦ πονηροῦ διαβόλου πανουργίας· πῶς διὰ πολλῶν μεθοδειῶν σπεύδει ἀπολέσαι τὸ τῶν ἀνθρώπων γένος· οἱ γὰρ πρὸ ιεʹ χρόνων ὀμόσαντες τὸν φοβερὸν ἐκεῖνον ὅρκον καὶ ἔγγραφα ποιήσαντες καὶ ἐν τῷ ἁγίῳ βήματι ἀποθέμενοι πάλιν ὤμνυον τῇ Εἰρήνῃ μὴ βασιλευθῆναι ὑπὸ τοῦ υἱοῦ αὐτῆς ἐν τῇ ζωῇ αὐτῆς. καὶ
15αὖθις τοῦτο ἐπιλαθόμενοι Κωνσταντῖνον αὐτοκράτορα ἀνευφήμουν, μὴ ἐννοήσαντες οἱ τάλανες, ὅτι οὐκ ἔδει ἀντωμοσίαν ποιῆσαι. ἀνάγκη γὰρ πᾶσα τῇ ἀντωμοσίᾳ ἐπιορκίαν παρακολουθῆσαι, ἐπιορκία δὲ θεοῦ ἄρνησις. συναχθέντες δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τῆς ιδʹ ἰνδικτιῶνος οἱ τῶν θεμάτων ἐν τῇ Ἀτρῴᾳ ἐπεζήτησαν πάντες κοινῇ γνώμῃ Κων‐
20σταντῖνον βασιλέα εἰκοστὸν ἄγοντα ἔτος· φοβηθεῖσα δὲ Εἰρήνη τὸ ὅρμημα τοῦ λαοῦ ἀπέλυσεν αὐτόν. αὐτοὶ δὲ τοῦτον αὐτοκράτορα ἐκύρωσαν μέν, ἀπεκήρυξαν δὲ τὴν τούτου μητέρα. ἀπέστειλε δὲ εὐθέως ὁ βασιλεὺς Μιχαὴλ τὸν Λαχανοδράκοντα καὶ Ἰωάννην, τὸν βάγυλον αὐτοῦ καὶ πρωτοσπαθάριον, καὶ ὥρκισαν τοὺς Ἀρμενιάκους
25τοῦ μὴ δέξασθαι Εἰρήνην τὴν αὐτοῦ μητέρα εἰς βασιλέα· τὸν δὲ Ἀλέξιον ἐπεκύρωσε στρατηγὸν αὐτῶν. καὶ ἐπανελθὼν ὁ βασιλεὺς ἐν τῇ πόλει τῷ Δεκεμβρίῳ μηνί, δείρας καὶ κουρεύσας Σταυράκιον ἐξώρισε εἰς τὸ θέμα τῶν Ἀρμενιάκων πρὸς πληροφορίαν αὐτῶν.
ἐξώρισε δὲ καὶ Ἀέτιον τὸν εὐνοῦχον, πρωτοσπαθάριον καὶ ἐπιστή‐466

467

θιον αὐτῆς, καὶ πάντας τοὺς οἰκειακοὺς αὐτῆς εὐνούχους. ταύτην δὲ μετὰ τῆς ἀπαθείας αὐτῆς ἐκάθισεν ἐν τῷ παλατίῳ τῶν Ἐλευθε‐ ρίου, ὃ αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ καὶ τὰ πλεῖστα χρήματα ἦν κατα‐ κρύψασα. ἐγένετο δὲ τῷ αὐτῷ μηνὶ ἐμπυρισμός, καὶ ἐκάη ὁ τρί‐
5κλινος τοῦ πατριαρχείου, ὁ λεγόμενος Θωμαΐτης, καὶ τὸ κυαιστώ‐ ριον καὶ ἄλλαι οἰκίαι πολλαὶ ἕως τοῦ Μιλίου. τῷ δὲ Ἀπριλλίῳ μηνὶ ἐπιστρατεύσας Κωνσταντῖνος κατὰ Βουλγάρων ἦλθεν εἰς τὸ ἐπιλεγόμενον Προβάτου κάστρον, εἰς τὸ τοῦ ἁγίου Γεωργίου ῥυάκιν· καὶ συναντήσας Καρδάμῳ, τῷ κυρῷ Βουλγαρίας, μικροῦ πολέμου
10περὶ τὴν ἑσπέραν γεγονότος, δειλανδρήσαντες οἱ Ῥωμαῖοι διὰ τῆς νυκτὸς ἔφυγον καὶ ὑπέστρεψαν ἀδόξως· καὶ οἱ Βούλγαροι δὲ φοβη‐ θέντες ὑπέστρεψαν.
βʹ. ζʹ. κγʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ
15Ἀράβων, καὶ ἀπάρας ἐκ τοῦ Ἀμωρίου ἀπῄει. ἐπὶ Ταρσὸν τῆς Κιλι‐ κίας. ἐλθὼν δὲ εἰς Ἀνύδρους πύργους πάλιν ἀνθυπέστρεψε κενὸς μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιεʹ. τῇ δὲ ιεʹ τοῦ Ἰαννουαρίου μηνὸς παρακληθεὶς ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν τέλει ἀναγορεύει αὐτὴν πάλιν, καὶ συνευφημίζεται σὺν αὐτῷ ὡς ἐξ
20ἀρχῆς, Κωνσταντίνου καὶ Εἰρήνης. καὶ πάντες μὲν πειθαρχοῦσιν, τὸ δὲ τῶν Ἀρμενιάκων θέμα ἐνστάντες πρὸς τοῦτο στασιάζουσι καὶ ἐπιζητοῦσιν Ἀλέξιον, τὸν πρὸ μικροῦ στρατηγήσαντα αὐτῶν, τὸ τηνικαῦτα τοῦ βασιλέως μετὰ λόγου προσκαλεσαμένου αὐτὸν καὶ τῇ τοῦ πατρικίου ἀξίᾳ τιμήσαντος καὶ πρὸς ἑαυτὸν κατασχόντος. τοῦ‐
25τον οὖν διὰ τὴν τοιαύτην ἐπιζήτησιν καί τινας λόγους περὶ αὐτοῦ ῥεσκομένους, ὡς μέλλειν αὐτὸν βασιλεύειν, δείρας καὶ κουρεύσας ἐν τῷ πραιτωρίῳ ἀπέθετο. τῷ δὲ Ἰουλίῳ μηνὶ ἐπεστράτευσε κατὰ Βουλγάρων καὶ ἔκτισε τὸ κάστρον Μαρκέλλων· καὶ τῇ εἰκάδι τοῦ Ἰουλίου μηνὸς ἐξῆλθε Κάρδαμος, ὁ κῦρις Βουλγαρίας μετὰ πάσης
30τῆς δυνάμεως αὐτοῦ καὶ ἔστη ἐν τοῖς ὀχυρώμασιν. θερμοπνοήσας δὲ ὁ βασιλεὺς καὶ ὑπὸ ψευδοπροφητῶν πεισθείς, ὡς αὐτοῦ ἔσται ἡ νίκη, ἀσκόπως καὶ ἀτάκτως συνέβαλε πόλεμον καὶ ἡττᾶται σφοδρῶς.
ἐπανέρχεται δὲ φυγὰς ἐν τῇ πόλει πολλοὺς ἀποβαλών, οὐ μόνον τοῦ467

468

κοινοῦ λαοῦ, ἀλλὰ καὶ τῶν ἐν τέλει, ἐν οἷς καὶ Μιχαὴλ μάγιστρον τὸν Λαχανοδράκοντα, καὶ Βάρδαν πατρίκιον, καὶ Στέφανον πρωτο‐ σπαθάριον, τὸν Χαμέα, Νικήταν τε καὶ Θεόγνωστον στρατηγοὺς γεγονότας, καὶ ἀνθρώπους βασιλικοὺς οὐκ ὀλίγους, καὶ Παγκράτιον
5τὸν ψευδοπροφήτην καὶ ἀστρονόμον, ὅστις καὶ νικᾷν αὐτὸν προ‐ εφήτευσεν. ἐπῆραν δὲ καὶ τὸ τοῦλδον χρήματά τε καὶ ἵππους καὶ τὴν κόρτην μετὰ πάσης τῆς βασιλικῆς ὑπουργίας. τῶν δὲ ταγμάτων ἐπισυναχθέντων ἐν τῇ πόλει, ἐβουλεύσαντο ἐξαγαγεῖν Νικηφόρον, τὸν ἀπὸ καισάρων, καὶ στῆσαι εἰς βασιλέα. τοῦτο γνοὺς Κωνσταν‐
10τῖνος, ἀποστείλας ἐξήγαγεν ἀμφοτέρους τοὺς υἱοὺς Κωνσταντίνου, τοῦ πάππου αὐτοῦ, ἐν τῷ ἁγίῳ Μάμαντι· καὶ τὸν μὲν Νικηφόρον ἐτύφλωσεν, Χριστοφόρον δὲ καὶ Νικήταν, Ἄνθιμόν τε καὶ Εὐδόκι‐ μον ἐγλωσσοκόπησεν· σὺν αὐτοῖς δὲ καὶ Ἀλέξιον, τὸν προλεχθέντα πατρίκιον, ἐξετύφλωσε πεισθεὶς ταῖς μητρικαῖς εἰσηγήσεσι καὶ Σταυ‐
15ρακίου, τοῦ προρρηθέντος πατρικίου, ὡς, εἰ μὴ τοῦτον ἐκτυφλώ‐ σειεν, εἰς βασιλέα αὐτὸν ψηφίζονται. ἐγένετο δὲ ἡ τούτων ποινὴ μηνὶ Αὐγούστῳ, ἡμέρᾳ σαββάτῳ, ἰνδικτιῶνι ιεʹ, ὥρᾳ θʹ. ἀλλ’ οὐκ εἰς μακρὰν ἡ τοῦ θεοῦ δίκη ἀνεκδίκητον εἴασε τὴν ἄδικον ταύτην πρᾶξιν. μετὰ γὰρ πενταετῆ χρόνον, τῷ αὐτῷ μηνί, καὶ τῇ αὐτῇ
20ἡμέρᾳ τοῦ σαββάτου, τυφλοῦται ὑπὸ τῆς ἰδίας μητρὸς ὁ αὐτὸς Κωνσταντῖνος.
γʹ. ηʹ. κδʹ. θʹ. Τούτῳ τῷ ἔτει ἀκούσαντες οἱ Ἀρμενιάκοι περὶ τοῦ πατρικίου Ἀλεξίου, ὅτι ἐτυφλώθη, ἐφυλάκισαν τὸν στρατηγὸν αὐτῶν Θεόδω‐
25ρον καὶ πατρίκιον, τὸν Καμουλιανόν. καὶ μαθὼν ὁ βασιλεὺς ἀπέλυσε τὸν πρωτοσπαθάριον Κωνσταντῖνον, τὸν Ἀρτασήρ, καὶ τὸν Χρυσοχέρην, στρατηγὸν τῶν Βουκελλαρίων, μετὰ λαοῦ τῶν λοιπῶν θεμάτων, τοῦ πιάσαι αὐτούς. οἱ δὲ κροτήσαντες πόλεμον πρὸς
αὐτοὺς ἐπίασαν ἀμφοτέρους καὶ ἐτύφλωσαν, καὶ ἐσφάγησαν πολλοὶ468

469

ἐξ ἀμφοτέρων τῶν μερῶν μηνὶ Νοεμβρίῳ τῆς αʹ ἰνδικτιῶνος· τῷ δὲ Δεκεμβρίῳ μηνὶ κεʹ, ὥρᾳ δευτέρᾳ, νυκτερινῆς βροντῆς καὶ ἀστραπῆς γενομένης, ἀνήφθη μέρος τοῦ βασιλικοῦ ἐργοδοσίου τῶν χρυσο‐ κλαβαρίων κατὰ τὸν χρυσίωνα. μετὰ δὲ τὸ ἅγιον πάσχα ἐπεστρά‐
5τευσεν ὁ βασιλεὺς κατὰ τῶν Ἀρμενιάκων μετὰ καὶ πάντων τῶν λοιπῶν θεμάτων. καὶ τῇ κϛʹ τοῦ Μαΐου μηνὸς τῆς αʹ ἰνδικτιῶνος, ἡμέρᾳ κυριακῇ τῆς πεντηκοστῆς, πολεμήσας αὐτούς, δόλῳ τῶν σὺν αὐτοῖς Ἀρμενίων προδεδωκότων νικήσας συλλαμβάνει αὐτοὺς καὶ ἀναιρεῖ Ἀνδρόνικον, σπαθάριον καὶ τουρμάρχην αὐτῶν, καὶ Θεό‐
10φιλον τουρμάρχην καὶ Γρηγόριον, ἐπίσκοπον Σινώπης, τοὺς δὲ λοιποὺς ζημίαις καὶ δημεύσεσι καθυπέβαλεν. χιλίους δὲ ἐκ τοῦ κάστρου αὐτῶν δεσμήσας ἐν τῇ πόλει εἰσήγαγε διὰ τῆς πόρτης Βλα‐ χερνῶν, μηνὶ Ἰουνίῳ κδʹ, ἡμέρᾳ βʹ, ὧν ἐπιγράψας τὰ πρόσωπα μέλανι κεντητῷ, “Ἀρμενιάκος ἐπίβουλος,” διέσπειρεν αὐτοὺς ἔν τε Σικελίᾳ
15καὶ ταῖς λοιπαῖς νήσοις. οἱ δὲ προδόται αὐτῶν Ἀρμένιοι μηδὲν φιλοτιμηθέντες παρὰ τοῦ βασιλέως τὸ κάστρον Κάμαχον παρέδωκαν τοῖς Ἄραψιν.
δʹ. θʹ. κεʹ. ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος βʹ, παρέλαβον οἱ
20Ἄραβες τὸ κάστρον Θήβασαν ὑπὸ λόγον· διὸ καὶ τοὺς ἄρχοντας αὐτοῦ ἀπέλυσαν πορευθῆναι εἰς τὰ ἴδια.
εʹ. ιʹ. κϛʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μισήσας ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Μαρίαν ὑποβολῇ τῆς ἑαυτοῦ μητρὸς ἐφιεμένης τῆς ἀρχῆς πρὸς τὸ κατα‐
25γνωσθῆναι αὐτὸν ὑπὸ πάντων, ἐξεβιάσατο αὐτὴν τοῦ γενέσθαι μονάστριαν, καὶ πείσας αὐτὴν ἀπέκειρε μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος γʹ. καὶ τῷ Ἀπριλλίῳ μηνὶ ἐπεστράτευσε κατὰ Ἀράβων· καὶ τῇ ηʹ τοῦ Μαΐου μηνὸς πολεμήσας μεθ’ ἑνὸς κούρσου αὐτῶν ἐν τόπῳ ἐπι‐ λεγομένῳ Ἀνοῦσαν, νικήσας καὶ τρέψας ἤλασεν ἕως τοῦ ποταμοῦ.
30καὶ κατελθὼν εἰς Ἔφεσον καὶ εἰς τὸν Θεολόγον εὐξάμενος τὸ κω‐
μέρκιν τοῦ πανηγυρίου, ρʹ λιτρῶν χρυσίου ὄν, ἐκούφισε πρὸς θερα‐469

470

πείαν τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου. τῷ δὲ Αὐγούστῳ μηνὶ ἔστεψεν ὁ βασιλεὺς Θεοδότην τὴν κουβικουλαρέαν εἰς ἀυγούσταν καὶ ἐμνηστεύθη αὐτὴν παρανόμως.
ϛʹ. ιαʹ. κζʹ. ιβʹ.
5Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος δʹ, ἐποίησε τὸν γάμον ὁ βασιλεὺς μετὰ Θεοδότης ἐν τῷ παλατίῳ τοῦ ἁγίου Μάμαν‐ τος ἡμέρας μʹ. τῷ δὲ Ἀπριλλίῳ μηνὶ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος, ἡμέρᾳ ζʹ, ὥρᾳ νυκτερινῇ, γέγονε σεισμὸς ἐν τῇ νήσῳ Κρήτῃ φοβε‐ ρώτατος. ἐγένετο δὲ καὶ ἐν Κωνσταντινουπόλει μηνὶ Μαΐῳ δʹ πάνυ
10φοβερός. Κάρδαμος δέ, ὁ κῦρις Βουλγαρίας, ἐδήλωσε τῷ βασιλεῖ, ὅτι “ἢ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς Χρυσῆς πόρτης καὶ ἐρημῶν τὴν Θρᾴκην.” ὁ δὲ βασιλεὺς βαλὼν καβαλλίνας ἀλόγου εἰς μανδῆλιν ἔπεμψεν αὐτῷ εἰπών, ὅτι “οἷα μέν σοι πρέπει πάκτα, ἀπέστειλά σοι. γέρων δὲ εἶ· καὶ οὐ θέλω ἵνα κοπιάσῃς ἕως τῶν
15ὧδε· ἀλλ’ ἐγὼ ἔρχομαι ἕως Μαρκέλλων, καὶ ἔξελθε. καὶ εἴ τι κρίνει ὁ θεός.” καὶ ἀποστείλας ὁ βασιλεὺς εἰς τὰ περατικὰ θέματα ἐσώρευσε τὸν λαὸν αὐτοῦ καὶ ἦλθεν ἕως Βερσινικίας, καὶ ὁ Κάρδαμος ἦλθεν ἕως τοῦ δασέος Ἀβρολέβα καὶ δειλιάσας ἔμεινεν ἐν τῷ ἄλσει. ὁ δὲ βασιλεὺς παραθαρρύνας τὸν λαὸν αὐτοῦ ἀπῆλθεν ἕως τοῦ γυμνοῦ
20Ἀβρολέβα, προσκαλούμενος αὐτὸν ἐπὶ ἡμέρας ιζʹ. ὁ δὲ οὐκ ἐτόλ‐ μησεν, ἀλλ’ ἐπανῆλθε φυγὰς εἰς τὰ ἴδια. τῷ δ’ αὐτῷ χρόνῳ καὶ οἱ Ἄραβες ἦλθον ἕως τοῦ Ἀμωρίου, καὶ μηδὲν ἀνύσαντες ὑπέστρεψαν αἰχμαλωσίαν εἰς τὰ περίχωρα ποιήσαντες. Τῷ δ’ αὐτῷ ἔτει Πλάτων, ὁ τοῦ Σακκουδίωνος ἡγούμενος,
25ἀπέσχισε τῆς κοινωνίας Ταρασίου τοῦ πατριάρχου, ὡς δεξαμένου τὸν βασιλέα εἰς κοινωνίαν καὶ ἐπιτρέψαντος τῷ τε κατηχητῇ τοῦ κουρεῦσαι τὴν γυναῖκα αὐτοῦ Μαρίαν, καὶ τῷ ἀββᾷ Ἰωσήφ, τῷ ἡγουμένῳ τῶν Καθαρῶν, τοῦ στεφανῶσαι αὐτὸν μετὰ τῆς Θεοδότης. καὶ τοῦτο γνοὺς ὁ βασιλεὺς ἀπέστειλε Βαρδάνιον, τὸν πατρίκιον
30καὶ δομέστικον τῶν σχολῶν, καὶ Ἰωάννην, τὸν κόμητα τοῦ Ὀψικίου,470

471

καὶ εἰσήγαγε τὸν Πλάτωνα ἐν τῇ πόλει καὶ ἀπέκλεισεν εἰς ἐγκλείστραν ἐν τῷ ναῷ τοῦ ἀρχιστρατήγου ἐν τῷ παλατίῳ· τοὺς δὲ λοιποὺς μοναχοὺς σὺν τοῖς ἀνεψιοῖς αὐτοῦ τύψαντες ἐξώρισαν ἐν Θεσσαλο‐ νίκῃ, οὓς ὑπερασπίζετο ἡ μήτηρ τοῦ βασιλέως, ὡς τῷ υἱῷ αὐτῆς
5ἀντιταττομένους καὶ καταισχύνοντας αὐτόν. Ῥώμης ἐπίσκοπος Λέων ἔτη ηʹ.
ζʹ. ιβʹ. αʹ. ιγʹ.
Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἐξῆλθεν ὁ βασιλεὺς σὺν τῇ μητρὶ αὐτοῦ ἐν τῇ Προύσῃ θερμίσαι· καὶ τῇ ζʹ τοῦ Ὀκτωβρίου
10μηνὸς τῆς εʹ ἰνδικτιῶνος ἐτέχθη τῷ βασιλεῖ υἱός, ὃν ἐπωνόμασε Λέοντα· καὶ μαθὼν ὁ βασιλεύς, καταλιπὼν τὴν μητέρα αὐτοῦ ἐν τοῖς θερμοῖς σὺν πάσῃ τῇ βασιλικῇ τάξει καὶ τοῖς ἄρχουσι δρομαῖος ἐπὶ τὴν πόλιν ὑπέστρεψεν. εὑροῦσα δὲ διωρίαν ἡ τούτου μήτηρ προσελάλησε καὶ ὑπέσυρε δωρεαῖς καὶ ὑποσχέσεσι τοὺς τῶν ταγμά‐
15των ἄρχοντας πρὸς τὸ καθελεῖν τὸν υἱὸν αὐτῆς καὶ μονοκρατορῆσαι αὐτήν, τοὺς μὲν δι’ ἑαυτῆς θωπεύσασα, τοὺς δὲ διὰ τῶν ἀνθρώ‐ πων αὐτῆς, καὶ εἵλκυσε πάντας πρὸς ἑαυτὴν καὶ ἐξεδέχετο ἡμέραν εὑρεῖν ἐπιτήδειον. ἐν δὲ τῇ Ῥώμῃ τελευτήσαντος τοῦ πάπα Ἀδρια‐ νοῦ, χειροτονεῖται Λέων, ἀνὴρ τιμιώτατος καὶ κατὰ πάντα αἰδέσιμος.
20τῷ δὲ Μαρτίῳ μηνὶ ἐξῆλθεν ὁ βασιλεὺς κατὰ Ἀράβων ἔχων μεθ’ ἑαυτοῦ Σταυράκιον τὸν πατρίκιον καὶ λοιποὺς φίλους τῆς μητρὸς αὐτοῦ καὶ ἐκλογὴν μονοζώνων στρατιωτῶν ἐξ ἀμφοτέρων θεμάτων χιλιάδας κʹ. ἰδόντες δὲ οἱ περὶ Σταυράκιον τὴν προθυμίαν τοῦ λαοῦ καὶ τοῦ βασιλέως ἐφοβήθησαν, μήπως πολεμήσας νικήσῃ, καὶ
25ἀστοχήσωσι τῆς κατ’ αὐτοῦ βουλῆς. καὶ δωροδοκήσαντες τοὺς τῆς βίγλας ἔπεισαν αὐτοὺς ψεύσασθαι, ὅτι ἔφυγον οἱ Σαρακηνοί. ὁ γοῦν βασιλεὺς πολλὰ λυπηθεὶς ἄπρακτος εἰς τὴν πόλιν εἰσῆλθεν. καὶ τῇ αʹ τοῦ Μαΐου μηνὸς τέθνηκεν ὁ υἱὸς αὐτοῦ Λέων, καὶ ἐθρή‐ νησεν αὐτὸν σφόδρα. τῇ δὲ ιζʹ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος εʹ,
30ἡμέρᾳ εʹ, ἐξ ἱππικοῦ ἀγῶνος περάσαντος τοῦ βασιλέως ἐν τῷ ἁγίῳ Μάμαντι ἐπέρασαν κατ’ αὐτοῦ οἱ τῶν ταγμάτων προλαλημένοι, ὥστε
πιάσαι αὐτόν. ὁ δὲ τοῦτο μαθὼν εἰσῆλθεν εἰς τὸ χελάνδιν αὐτοῦ471

472

καὶ ἐπέρασεν εἰς Πύλας βουλόμενος εἰς τὸ θέμα τῶν ἀνατολικῶν προσφυγεῖν. συνῆσαν δὲ αὐτῷ καὶ οἱ τῆς μητρὸς αὐτοῦ φίλοι ἀγνο‐ ούμενοι παρ’ αὐτοῦ. ἐξῆλθε δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἕως τοῦ Τρίτωνος. συμβουλευσάμενοι δὲ οἱ συνόντες αὐτῷ φίλοι τῆς μητρὸς αὐτοῦ
5εἶπον πρὸς ἑαυτούς· “ἐὰν ἐπισωρευθῇ αὐτῷ λαός, οὐκέτι κυριεύεται, καὶ οὐ λανθάνομεν αὐτόν, καὶ ἀπολεῖ ἡμᾶς.” καὶ ἡ μήτηρ δὲ αὐτοῦ ἐπισωρεύσασα ἐν τοῖς Ἐλευθερίου τοὺς τῶν ταγμάτων προλαληθέντας αὐτῇ εἰσῆλθεν ἐν τῷ παλατίῳ, καὶ μαθοῦσα τὴν τοῦ λαοῦ πρὸς τὸν βασιλέα συνδρομὴν ἐφοβήθη λίαν, καὶ ἐσκέπτετο ἀπολῦσαι ἐπι‐
10σκόπους πρὸς αὐτὸν καὶ λαβεῖν λόγον καὶ καθίσαι εἰς γωνίαν. ἔγραψε δὲ λάθρα πρὸς τοὺς συνόντας αὐτῷ φίλους αὐτῆς, ὅτι “εἰ μὴ ποιή‐ σητέ τινα τρόπον καὶ παραδώσητε αὐτόν, τοὺς λόγους, οὓς ἔχετε μετ’ ἐμοῦ, μηνῦσαι ἔχω τῷ βασιλεῖ.” οἱ δὲ φοβηθέντες ἐκράτησαν αὐτὸν εἰς παράκλησιν, καὶ εἰσενέγκαντες εἰς τὸ χελάνδιν τῷ σαββάτῳ
15πρωῒ κατέλαβον ἐν τῇ πόλει, τῇ ιεʹ τοῦ Αὐγούστου μηνός, καὶ ἀπέκλεισαν αὐτὸν ἐν τῇ Πορφυρᾷ, ἔνθα καὶ ἐγεννήθη. καὶ περὶ ὥραν θʹ ἐκτυφλοῦσιν αὐτὸν δεινῶς καὶ ἀνιάτως πρὸς τὸ ἀποθανεῖν αὐτόν, γνώμῃ τῆς μητρὸς αὐτοῦ καὶ τῶν συμβούλων αὐτῆς. ἐσκο‐ τίσθη δὲ ὁ ἥλιος ἐπὶ ἡμέρας ιζʹ καὶ οὐκ ἔδωκε τὰς ἀκτῖνας αὐτοῦ,
20ὥστε πλανᾶσθαι τὰ πλοῖα καὶ φέρεσθαι, καὶ πάντας λέγειν καὶ ὁμολογεῖν, ὅτι διὰ τὴν τοῦ βασιλέως τύφλωσιν ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέθετο· καὶ οὕτω κρατεῖ Εἰρήνη, ἡ μήτηρ αὐτοῦ. Τῷ δ’ αὐτῷ ἔτει καὶ οἱ τῆς Ῥώμης, συγγενεῖς τοῦ μακαρίου πάπα Ἀδριανοῦ, συγκινήσαντες τὸν λαὸν ἐστασίασαν κατὰ Λέοντος
25τοῦ πάπα, καὶ κρατήσαντες ἐτύφλωσαν αὐτόν· οὐ μέντοι ἠδυνή‐ θησαν τελέως σβέσαι τὸ φῶς αὐτοῦ, τῶν τυφλωσάντων αὐτὸν φιλ‐ ανθρώπων ὄντων καὶ φεισαμένων αὐτοῦ. ὁ δὲ προσφυγὼν τῷ ῥηγὶ τῶν Φράγγων Καρούλῳ, ἠμύνατο τοὺς ἐχθροὺς αὐτοῦ πικρῶς καὶ πάλιν ἀπεκατέστησεν αὐτὸν εἰς τὸν ἴδιον θρόνον, γενομένης τῆς
30Ῥώμης ἀπ’ ἐκείνου καιροῦ ὑπὸ τὴν ἐξουσίαν τῶν Φράγγων. ὁ δὲ472

473

τὸν Κάρουλον ἀμειβόμενος ἔστεψεν αὐτὸν εἰς βασιλέα Ῥωμαίων ἐν τῷ ναῷ τοῦ ἁγίου ἀποστόλου Πέτρου, χρίσας ἐλαίῳ ἀπὸ κεφαλῆς ἕως ποδῶν καὶ περιβαλὼν βασιλικὴν ἐσθῆτα καὶ στέφος, μηνὶ Δεκεμβρίῳ κεʹ, ἰνδικτιῶνος θʹ.
5Ῥωμαίων βασίλισσα Εἰρήνη πάλιν ἔτη εʹ.
αʹ. ιγʹ. βʹ. ιδʹ.
Τούτῳ τῷ ἔτει κρατήσασα Εἰρήνη τὴν βασιλείαν παραυτίκα ἀποστέλλει Δωρόθεον, τὸν ἡγούμενον Χρυσοπόλεως, καὶ Κωνσταν‐ τῖνον, χαρτοφύλακα τῆς μεγάλης ἐκκλησίας, πρὸς Ἀβιμέλεχ ληϊζό‐
10μενον τὰ μέρη Καππαδοκίας καὶ Γαλατίας, πρεσβευομένη περὶ εἰρήνης· οὐ γέγονε δέ. καὶ τῷ Ὀκτωβρίῳ μηνί τινες νεωτερισταὶ φρουρου‐ μένοις τοῖς υἱοῖς τοῦ θεομάχου Κωνσταντίνου ἐν τῷ παλατίῳ τῶν Θεραπείας, πείθουσιν αὐτοὺς προσφυγεῖν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ δῆθεν αἰτήσασθαι ἀσφάλειαν τῆς μετὰ ταῦτα ἀβλαβείας αὐτῶν, ὡς
15διὰ τῆς τοιαύτης προφάσεως ἀναγορεῦσαι ἐξ αὐτῶν βασιλέα. καὶ πολλοῦ λαοῦ ἐν τῇ ἐκκλησίᾳ προσδραμόντος, εἰσελθὼν Ἀέτιος ὁ εὐνοῦχος πατρίκιος ἐξήγαγεν αὐτοὺς λόγῳ, μηδενὸς αὐτοῖς προσχόν‐ τος, καὶ ἐξώρισεν αὐτοὺς εἰς Ἀθήνας. οἱ δὲ δύο πατρίκιοι, ὅ τε Σταυράκιος καὶ Ἀέτιος, ἐπιστήθιοι ὄντες τῆς βασιλείας, γεγόνασι
20κατ’ ἀλλήλων, ὥστε φανερῶς τὴν ἔχθραν ἐπιδείκνυσθαι, ἀμφότεροι σκοπὸν ἔχοντες μετὰ θάνατον αὐτῆς τοῖς ἰδίοις συγγενεῦσι τὴν βασι‐ λείαν περιποιήσασθαι.
βʹ. ιδʹ. γʹ. ιεʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθεν ὁ Ἀβιμέλεχ κατὰ Ῥωμανίας, καὶ ἀπο‐
25στείλας κοῦρσον μονοζώνων κατῆλθεν ἕως τῶν Μαλαγίνων. καὶ ἐπιφθάσας ἐν τοῖς σταύλοις Σταυρακίου τοὺς ἵππους καὶ τὴν βασι‐ λικὴν προμοσέλλαν λαβὼν ὑπέστρεψεν ἀβλαβῶς· καὶ οἱ λοιποὶ κατ‐ ῆλθον ἕως Λυδίας καὶ πολλὴν αἰχμαλωσίαν ἔλαβον. κοῦρσον δὲ αὐτῶν ἕτερον ἐκδραμὸν καὶ ἐπιπεσὸν Παύλῳ, πατρικίῳ καὶ κόμητι
30τοῦ Ὀψικίου, σὺν ὅλῳ τῷ θέματι αὐτοῦ καὶ τοῖς ὀπτιμάτοις πολλὴν κοπὴν εἰς αὐτοὺς ἐποίησεν· ἐπάραν δὲ καὶ τὸ τοῦλδον αὐτῶν ὑπ‐ έστρεψε καὶ αὐτό. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς ζʹ ἰνδικτιῶνος ἠβουλήθη
Ἀκάμηρος, ὁ τῶν Σκλαυινῶν τῆς Βελζητίας ἄρχων, νυχθεὶς ὑπὸ473

474

τῶν Ἑλλαδικῶν ἐξαγαγεῖν τοὺς υἱοὺς Κωνσταντίνου καὶ προχειρί‐ σασθαι ἐξ αὐτῶν βασιλέα. γνοῦσα δὲ τοῦτο ἡ βασίλισσα Εἰρήνη ἀποστέλλει πρὸς τὸν πατρίκιον Κωνσταντῖνον τὸν Σεραντάπηχον Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, σπαθάριον ὄντα καὶ ἀνεψιὸν αὐτῆς·
5καὶ πάντας ἐτύφλωσε καὶ διεσκέδασε τὴν κατ’ αὐτῆς βουλὴν αὐτῶν. τοῦ δὲ ἁγίου πάσχα τῇ βʹ ἡμέρᾳ προῆλθεν ἡ βασίλισσα ἀπὸ τῶν ἁγίων ἀποστόλων ἐπὶ ὀχήματος χρυσοῦ ἐποχουμένη τέσσαρσιν ἵπποις λευκοῖς συρομένου καὶ ὑπὸ τεσσάρων πατρικίων κρατουμένου, φημὶ δὴ Βαρδάνου, στρατηγοῦ τῶν Θρᾳκησίων, καὶ Σισιννίου, στρατηγοῦ
10τῆς Θρᾴκης, καὶ Νικήτα, δομεστίκου τῶν σχολῶν, καὶ Κωνσταντί‐ νου τοῦ Βοϊλᾶ, ῥίψασα ὑπατείαν ἀφθόνως. τῷ δὲ Μαΐῳ μηνὶ ἐνόσησεν ἡ βασίλισσα παραπλήσιον θανάτου· καὶ ἐπέτεινεν ἡ ἔρις τῶν εὐνούχων. Ἀέτιος δὲ προσελάβετο Νικήταν, τὸν πατρίκιον καὶ δομέστικον τῶν σχολῶν, καὶ ἀντέπιπτον δεινῶς τῷ Σταυρακίῳ, πεί‐
15θοντες καὶ τὴν βασίλισσαν, ὅτι τοῦ κράτους ἐφίεται· καὶ θυμωθεῖσα δεινῶς αὐτῷ ἐπηνέχθη ἐν τῷ παλατίῳ τῶν Ἱερείου εἰποῦσα μούλ‐ των καὶ στάσεων φροντιστὴν αὐτὸν εἶναι καὶ ἑαυτῷ προξενοῦντα ταχίστην ἀπώλειαν. ὁ δὲ προσαπολογησάμενος αὐτῇ ἠσφαλίζετο ἑαυτόν, ἐμαίνετο δὲ κατὰ Ἀετίου καὶ Νικήτα, τῶν προρρηθέντων
20πατρικίων.
γʹ. ιεʹ. δʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Φεβρουαρίῳ, ἰνδικτιῶνος ηʹ, Σταυράκιος ὁ προρρηθεὶς τυραννίδα καὶ στάσιν κατὰ τὴν βασιλεύουσαν πόλιν συνεσκεύαζε τοὺς ἐν αὐτῇ σχολαρίους καὶ ἐκσκουβίτορας ἅμα τοῖς
25ἄρχουσιν αὐτῶν δεξιούμενος χρήμασι καὶ δωρεαῖς. Εἰρήνη δὲ ἡ εὐσεβὴς σιλέντιον ποιήσασα ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ πάντα στρατευόμενον ἐκώλυσε προσπελάζειν Σταυρακίῳ. καὶ οὕτως ἔτυχε μικρᾶς εὐταξίας τὰ πράγματα. Ἀέτιος δὲ ὁ προρρηθεὶς καὶ Νικήτας σὺν ἄλλοις τισὶ κατηγωνίζοντο Σταυρακίου. ὁ δὲ καρδιόπληκτος
30γενόμενος αἷμα διὰ στόματος ἀνῆξεν ἀφρῶδες ἐκ τῶν κατὰ θώρακα474

475

καὶ πνεύμονα μορίων. τοῦτο οἱ ἰατροὶ θεασάμενοι θανάσιμον ἀπ‐ εφήναντο· οἱ δὲ λοιποὶ κόλακες καὶ ἀνόητοι, οὐ μόνον ἰατροί, ἀλλὰ καί τινες ἀμόναχοι μοναχοὶ καὶ γόητες, ἔπειθον ὅρκοις ἕως αὐτῆς ἡμέρας τῆς τελευτῆς αὐτοῦ, ἣ γέγονε κατὰ τὸν Ἰούνιον μῆνα τῆς
5αὐτῆς ηʹ ἰνδικτιῶνος ἡμέρᾳ γʹ, ὅτι ζήσεται καὶ βασιλεύσει. οἷς καὶ ἐπερειδόμενος στάσιν ἐν ταῖς Καππαδοκίαις συνεσκεύασε κατὰ Ἀετίου γενέσθαι, ἣν οὐκ ἠξιώθη ζῶν ἀκοῦσαι· μετὰ γὰρ δύο ἡμέρας τοῦ θανεῖν αὐτὸν ἡ περὶ τούτου κατέλαβε φάσις· καὶ οἱ στασιασταὶ συλληφθέντες ἐξορίαις καὶ τιμωρίαις ὑπεβλήθησαν.
10
δʹ. ιϛʹ. εʹ. ιζʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Δεκεμβρίῳ κεʹ, ἰνδικτιῶνος θʹ, Κάρουλος, ὁ τῶν Φράγγων ῥήξ, ἐστέφθη ὑπὸ Λέοντος τοῦ πάπα· καὶ βουλη‐ θεὶς κατὰ Σικελίας στόλῳ παρατάξασθαι μετεμελήθη, ζευχθῆναι μᾶλλον Εἰρήνῃ βουληθείς, πρέσβεις εἰς τοῦτο πέμψας τῷ ἐπιόντι
15χρόνῳ, ἰνδικτιῶνος ιʹ. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς θʹ ἰνδικτιῶνος Εἰ‐ ρήνη ἡ εὐσεβὴς Βυζαντίοις τοὺς πολιτικοὺς ἐχαρίσατο φόρους, τῆς τε Ἀβύδου καὶ τοῦ Ἱεροῦ τὰ λεγόμενα κωμέρκια ἐκούφισεν, μεγάλως ἐπὶ τούτοις σὺν ἄλλοις πολλοῖς εὐχαριστηθεῖσα εὐεργετήμασιν.
εʹ. ιζʹ. ϛʹ. ιηʹ.
20Τούτῳ τῷ ἔτει Ἀέτιος ὁ πατρίκιος ἀπαλλαγεὶς Σταυρακίου καὶ ἀπομεριμνήσας τὸ κράτος εἰς τὸν ἴδιον ἀδελφὸν μετενέγκαι ἔσπευδεν, ὃν καὶ προεβάλετο μονοστράτηγον εἴς τε τὴν Θρᾴκην καὶ Μακεδο‐ νίαν, αὐτὸς τὰ περατικὰ θέματα κατέχων, ἀνατολικοὺς καὶ τὸ Ὀψί‐ κιν. ἐπάρσεως οὖν μεστὸς ὑπάρχων, τοὺς ἐν τέλει ἄρχοντας κατ‐
25ευτελίζων ἀντ’ οὐδενὸς ἐλογίζετο· οἳ καὶ λυπηθέντες κατ’ αὐτοῦ σφόδρα, στάσιν κατὰ τῆς βασιλίσσης μελετήσαντες εἰς ἔργον ἐξήνεγκαν. ἔφθασαν δὲ καὶ οἱ ἀποσταλέντες παρὰ Καρούλου ἀποκρισιάριοι καὶ τοῦ πάπα Λέοντος πρὸς τὴν εὐσεβεστάτην Εἰρήνην, αἰτούμενοι ζευχθῆναι αὐτὴν τῷ Καρούλῳ πρὸς γάμον, καὶ ἑνῶσαι τὰ ἑῷα καὶ
30τὰ ἑσπέρια. ἥτις ὑπήκουσεν ἄν, εἰ μὴ Ἀέτιος οὗτος ὁ πολλάκις ῥηθεὶς ἐκώλυσεν, παραδυναστεύων καὶ τὸ κράτος εἰς τὸν ἴδιον ἀδελ‐
φὸν σφετεριζόμενος.475

476

Ῥωμαίων βασιλεὺς Νικηφόρος ἔτη θʹ.
αʹ. ιηʹ. ζʹ. ιθʹ.
Τούτῳ τῷ ἔτει, μηνὶ Ὀκτωβρίῳ λαʹ, ἰνδικτιῶνος ιαʹ, ὥρᾳ νυκτε‐ ρινῇ δʹ, ἐπιφωσκούσης ἡμέρας βʹ, Νικηφόρος πατρίκιος καὶ γενικὸς
5λογοθέτης ἐτυράννησε κατὰ τῆς εὐσεβεστάτης Εἰρήνης, θεοῦ μὲν συγχωρήσαντος ἀφάτοις κρίμασι διὰ πλῆθος ἁμαρτιῶν ἡμῶν, συν‐ εργούντων δὲ αὐτῷ Νικήτα, πατρικίου καὶ δομεστίκου τῶν σχολῶν, καὶ Σισιννίου, πατρικίου καὶ ἀδελφοῦ αὐτοῦ, τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλλίων. συνῆσαν δὲ αὐτοῖς καὶ Λέων πατρίκιος ὁ
10Σεραντάπηχος καὶ Γρηγόριος πατρίκιος ὁ τοῦ Μουσουλακίου καὶ Θεόκτιστος πατρίκιος καὶ κυαίστωρ, καὶ Πέτρος πατρίκιος, ἀπατή‐ σαντες καί τινας τῶν ἀρχόντων τοῦ λαοῦ τῶν ταγμάτων. κατα‐ λαβόντες δὲ τὴν λεγομένην Χαλκῆν 〈πύλην〉 καὶ τοὺς φύλακας ἀθρόως ψευδῶς ἀπατήσαντες ἔπεισαν αὐτούς, ὅτι παρ’ αὐτῆς ἀπ‐
15εστάλησαν ἀναγορεῦσαι βασιλέα τὸν αὐτὸν Νικηφόρον διὰ τὸ τὸν πατρίκιον Ἀέτιον βιάζεσθαι αὐτὴν τὸν ἑαυτοῦ ἀδελφὸν Λέοντα ἀν‐ αγορεῦσαι βασιλέα. οἱ δὲ πιστεύσαντες τῷ τηλικούτῳ ψεύδει συν‐ ανηγόρευσαν βασιλέα τὸν τύραννον. οὕτως οὖν ἐπὶ τὸ μέγα παλάτιον ἐλθόντες οἱ αὐτοὶ πατρίκιοι εἰσῆλθον ἐν αὐτῷ, κἀκεῖθεν ἀποστεί‐
20λαντες καθ’ ὅλην τὴν πόλιν ἀσήμους τινὰς καὶ δούλους τὴν ἀν‐ αγόρευσιν ἐποιήσαντο πρὸ τοῦ μεσονυκτίου καὶ φύλακας περιέστησαν τῷ παλατίῳ τῶν Ἐλευθερίου, ἐν ᾧ συνέβη αὐτὴν εἶναι. ὄρθρου δὲ μεταστειλάμενοι αὐτὴν κατέκλεισαν ἐν τῷ μεγάλῳ παλατίῳ· καὶ οὕτω προῆλθον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἐπὶ τὸ στέψαι τὸν ἀλιτή‐
25ριον. συνῆλθε δὲ ἅπαν τὸ πλῆθος τῆς πόλεως, καὶ πάντες ἐπὶ τοῖς πραττομένοις ἐδυσχέραινον ἐπαρώμενοι τὸν στέφοντα καὶ τὸν στε‐ φόμενον καὶ τοὺς τούτοις συγχαίροντας. καὶ οἱ μὲν εὐλαβείᾳ καὶ λόγῳ συζῶντες τὴν θείαν κρίσιν ἐθαύμαζον, ὅπως συνεχώρησεν ὑπὲρ τῆς ὀρθῆς πίστεως μαρτυρικῶς ἀθλήσασαν ὑπὸ συβώτου ἐκ‐
30βληθῆναι τῶν εὐνουστάτων αὐτῆς προσθεμένων αὐτῷ διὰ φιλαργυ‐476

477

ρίαν, Λέοντος, φημί, εὐνούχου πατρικίου καὶ σακελλαρίου τοῦ Σινωπέως, καὶ τῶν θεοστυγῶν Τριφυλλίων, καὶ τῶν ἀνωτέρω εἰρη‐ μένων πατρικίων, οἵ τινες δωρεαῖς πλείσταις ὑπ’ αὐτῆς κατεπλου‐ τίσθησαν, [καὶ] πολλάκις συνεσθίοντες αὐτῇ καὶ κολακείαις μεθ’
5ὅρκων πείθοντες φρικτῶν πάντων τῶν ἐν κόσμῳ πραγμάτων ἀναγκαιο‐ τέραν ἡγεῖσθαι τὴν πρὸς αὐτὴν εὔνοιαν. ἄλλοι δὲ ὡς ἐν ἐκστάσει, τῶν γινομένων οὐκ αἰσθανόμενοι τὴν βεβαίωσιν, ὀνειροπολεῖσθαι ἐνόμιζον. ἕτεροι δὲ τῶν εὖ εἰδότων στοχάζεσθαι τὴν παρελθοῦσαν εὐημερίαν ἐμακάριζον, καὶ τὴν μέλλουσαν ἔσεσθαι δυστυχίαν διὰ
10τῆς τυραννίδος ἐθρήνουν, μάλιστα δὲ ὅσοι τῆς πονηρᾶς γνώμης τοῦ τυράννου πεῖράν τινα προειλήφεσαν. κοινὴ δὲ πάντας κατεῖχε ζόφωσις καὶ ἀπαράκλητος ἀθυμία, ἵνα μὴ κατὰ μέρος τῆς ἐλεεινῆς ἡμέρας ἐκείνης τὰ ἀκαλλῆ ῥήματα γράφων μηκύνω τὸν λόγον. ἦν γὰρ παρὰ φύσιν καὶ τοῦ ἀέρος κατ’ αὐτὴν ἀθρόον τὸ κατάστημα
15συμβὰν σκυθρωπὸν καὶ ἀφώτιστον καὶ κρύους ἀνάπλεων ἀκαταλ‐ λάκτου φθινοπωρινῇ ὥρᾳ γενόμενον, δηλοῦν σαφῶς τὴν ἐσομένην αὐτοῦ δυστροπίαν καὶ ἀνύποιστον κάκωσιν, καὶ μάλιστα τοῖς ψηφι‐ σαμένοις. τῇ γοῦν ἐπιούσῃ παραλαβών τινας τῶν πατρικίων ἀνῆλθε πρὸς τὴν βασιλίδα φρουρουμένην, ὑποκρινόμενος μέν, ὡς ἦν αὐτῷ
20σύνηθες, ψευδοχρηστότητα, δι’ ἧς καὶ ἠπάτησε τοὺς πλείστους· ἀπολογούμενος δὲ αὐτῇ, ὡς ἀκουσίως ἐπὶ τὴν ἀρχὴν ἀναβιβασθείς, καὶ ὡς ἦν ταύτης ἀνόρεκτος, καταρώμενος δὲ τοὺς προβιβάσαντας μὲν αὐτόν, ἐπιβουλεύσαντας δὲ αὐτῇ, ὡς ὁ προδότης Ἰούδας τὸν κύριον μετὰ τὸ συνδειπνῆσαι, μιμητὰς δὲ ἐκείνου κατὰ πάντα μαρ‐
25τυρῶν αὐτοὺς εἶναι· ὑποδεικνὺς δὲ καὶ μέλανα τὰ ὑποδήματα περι‐ κεῖσθαι φιλεῖν παρὰ τοὺς βασιλικοὺς θεσμοὺς διαβεβαιούμενος. θαρσεῖν τε παρῄνει δολερῶς καὶ μεθ’ ὅρκων περὶ πάσης σωματικῆς ἀναπαύσεως ἁρμοζούσης δεσποίνῃ παρὰ δούλου, καὶ μηδεμίαν ἡγεῖ‐ σθαι συμφορὰν τῆς ἐκπτώσεως. παρῄνει δὲ μηδὲν ἀποκρύψαι ἀπ’
30αὐτοῦ τῶν βασιλικῶν θησαυρῶν, καὶ κατέκρινε τῆς φιλαργυρίας τὸ πάθος, κατέχειν μὴ φέρων. ἐνόσει γὰρ αὐτὸ δεινῶς πάσας ἐν τῷ
χρυσῷ τιθεὶς τὰς ἐλπίδας ὁ παμφάγος. ἡ δὲ σοφὴ καὶ θεοφιλὴς477

478

Εἰρήνη, καίπερ ὀφείλουσα τῷ τῆς ἀθρόας μεταβολῆς πάθει συν‐ έχεσθαι, ὡς ἅτε γύναιον οὖσα, ἔφη γενναίῳ καὶ συνετῷ τῷ φρονή‐ ματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον, σήμερον δὲ μοχθηρὸν καὶ ἀνασειστὴν καὶ ἀναιδῆ τύραννον· “ἐγὼ μέν, ὦ ἄνθρωπε, θεὸν
5ἡγοῦμαι τὸν καὶ πρὶν ὀρφανευθεῖσαν ὑψώσαντά με, καὶ ἐπὶ τὸν θρόνον τῆς βασιλείας ἀναξίαν οὖσαν ἀναβιβάσαντά με, καὶ τὴν αἰτίαν τῆς καθαιρέσεως ἐμαυτῇ προσάπτω καὶ τοῖς ἐμοῖς ἁμαρτήμασιν, ἐν πᾶσι δὲ καὶ κατὰ πάντα τρόπον εἴη τὸ ὄνομα κυρίου εὐλογημένον, κράζουσα, τοῦ μόνου βασιλέως τῶν βασιλέων καὶ κυρίου τῶν κυρίων.
10τὸν δὲ τρόπον τῆς σῆς προαγωγῆς τῷ κυρίῳ ἀποδίδωμι, οὗ χωρὶς οὐδὲν γενέσθαι πεπίστευκα. τὰς δὲ κατά σού μοι πολλάκις ἀν‐ ενεχθείσας περὶ τῆς νῦν σοι περικειμένης ἀξίας (ἀληθεῖς, ὡς τὸ τέλος ἀπέδειξε τῶν πραγμάτων) ἀκοὰς οὐκ ἀγνοεῖς· αἷς εἰ συν‐ απήχθην, ἀκωλύτως εἶχον τοῦ ἀνελεῖν σε. ἀλλὰ τὸ μὲν τοῖς σοῖς
15ὅρκοις πειθομένη, τὸ δὲ φειδομένη σου πολλοὺς εὐνοήτορας παρ‐ ελογισάμην, τῷ θεῷ καὶ τηνικαῦτα τὰ κατ’ ἐμαυτὴν ἀποδοῦσα, δι’ οὗ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται κρατοῦσι γῆς. καὶ τὰ νῦν ὡς εὐσεβεῖ σοι καὶ ἐξ αὐτοῦ προβληθέντι προσκυνῶ σοι ὡς βασιλεῖ, καὶ αἰτοῦμαι φείσασθαί μου τῆς ἀσθενείας καὶ συγχωρῆσαί μοι τὸν
20ὑπ’ ἐμοῦ κτισθέντα τῶν Ἐλευθερίου οἶκον εἰς ψυχαγωγίαν τῆς ἀσυγκρίτου μου συμφορᾶς.” ὁ δὲ ἔφη· “καὶ εἰ τοῦτο θέλεις σοι γενέσθαι, ὄμοσόν μοι εἰς πᾶσαν θείαν δύναμιν μὴ ἀποκρύψαι τι τῶν τῆς βασιλείας θησαυρῶν, καὶ πληρῶ σου τὴν αἴτησιν καὶ πᾶσάν σου θεραπείαν καὶ ἀνάπαυσιν ποιῶ.” ἡ δὲ ὤμοσεν αὐτῷ εἰς τὰ
25τίμια καὶ ζωοποιὰ ξύλα, ὅτι “οὐκ ἀποκρύψω ἀπό σου, ἕως ὀβολοῦ·” ὃ καὶ πεποίηκεν. ὁ δὲ τοῦ ποθουμένου ἐπιτυχὼν παρευθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ νήσῳ τῆς Πριγκίπου, ἐν τῇ μονῇ, ἣν αὐτὴ ᾠκοδόμη‐ σεν, ὄντων ἀκμὴν τῶν ἀποκρισιαρίων Καρούλου ἐν τῇ πόλει καὶ ὁρώντων τὰ πραττόμενα. ὁ γοῦν παμφάγος οὗτος τοῦ κράτους ἐπι‐
30λαβόμενος οὐδὲ κἂν πρὸς βραχὺ ἴσχυσεν ἐπικαλύψαι δι’ ὑποκρίσεως τὴν ἔμφυτον αὐτοῦ κακίαν τε καὶ φιλαργυρίαν· ἀλλ’ ὡς δῆθεν τὴν
ἀδικίαν μέλλων ἐκκόπτειν τὸ πονηρὸν ἐν τῇ Μαγναύρᾳ καὶ ἄδικον478

479

συνεστήσατο δικαστήριον. σκοπὸς δὲ τῷ τυράννῳ οὐ τοῖς πτωχοῖς τὰ δίκαια ἀποδιδόναι, ὡς ἔδειξε τὰ πράγματα, ἀλλὰ διὰ τούτου πάντας τοὺς ἐν τέλει ἀτιμάσαι τε καὶ αἰχμαλωτίσαι, καὶ εἰς ἑαυτὸν τὰ πάντα μετενεγκεῖν· ὃ καὶ πεποίηκεν. ἰδὼν δὲ πάντας λυπουμέ‐
5νους κατ’ αὐτοῦ, καὶ δεδιώς, μήπως μεμνημένοι τὰς τῆς εὐσεβοῦς Εἰρήνης εὐεργεσίας προσκαλέσωνται πάλιν τοῦ κρατῆσαι αὐτήν, τῷ Νοεμβρίῳ μηνί, χειμῶνος ἐπικειμένου βαρυτάτου, οὐκ ᾤκτειρεν αὐτὴν ὁ ἄσπλαγχνος, ἀλλ’ ἐξώρισεν αὐτὴν ἐν Λέσβῳ τῇ νήσῳ ἀσφα‐ λῶς φρουρεῖσθαι αὐτὴν προστάξας, καὶ παρά τινος μὴ ὁρᾶσθαι τὸ
10σύνολον. τῇ δὲ λʹ τοῦ Ἀπριλλίου μηνὸς ἐτελεύτησε Νικήτας ὁ Τρι‐ φύλλιος, ὥς φασιν, ὑπὸ Νικηφόρου φαρμάκῳ ἀναιρεθείς. καὶ τῇ δʹ τοῦ Μαΐου μηνός, ἡμέρᾳ εʹ, ἐξῆλθε Νικηφόρος κατὰ τὴν Χαλ‐ κηδόνα ἐν προαστείῳ, καὶ ἐπιβὰς ἵππῳ πάνυ ἡμερωτάτῳ καὶ πράῳ ἐκ θείας προνοίας τοῦτον καταβαλὼν τὸν δεξιὸν πόδα αὐτοῦ συν‐
15έτριψεν. τῇ δὲ ιθʹ τοῦ Ἰουλίου μηνός, ἡμέρᾳ δʹ, ὥρᾳ αʹ, Βαρδά‐ νης, ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν, ὁ ἐπίκλην Τοῦρκος, ἀνηγορεύθη εἰς βασιλέα ὑπὸ τῶν περατικῶν θεμάτων· ὅστις πολλὰ παραιτησάμενος διαδρᾶσαι αὐτοὺς οὐκ ἴσχυσεν. καὶ κατελθὼν ἕως Χρυσοπόλεως καὶ περιπολεύσας ἡμέρας ηʹ καὶ μὴ δεχθεὶς ὑπὸ τῆς
20πόλεως ὑπέστρεψεν ἕως τῶν Μαλαγίνων. φοβηθεὶς δὲ τὸν θεὸν καὶ λογισάμενος, μήποτε δι’ αὐτὸν σφαγὴ γένηται Χριστιανῶν, ἀπο‐ στείλας πρὸς Νικηφόρον καὶ λαβὼν λόγον ἐνυπόγραφον ἐξ ἰδιοχεί‐ ρου αὐτοῦ, ἐν ᾧ καὶ Ταράσιος, ὁ ἁγιώτατος πατριάρχης, καὶ πάντες οἱ πατρίκιοι καθυπέγραψαν, ὥστε ἀβλαβῆ αὐτὸν διατηρηθῆναι καὶ
25ἀζήμιον καὶ πάντας τοὺς σὺν αὐτῷ, τῇ ηʹ τοῦ Σεπτεμβρίου μηνὸς ὥρᾳ μεσονυκτίου λάθρα διαδρὰς κατῆλθεν ἐν τῇ Κίῳ τῆς Βιθυνίας εἰς τὴν μονὴν τοῦ Ἡρακλείου, καὶ εὑρὼν τὸ ἀπολυθὲν χελάνδιον τοῦ βασιλέως ἐπὶ τούτῳ ἀπεκάρθη καὶ ἐνεδύσατο στολὴν μοναδικήν, καὶ εἰσελθὼν ἐν αὐτῷ ἀπῆλθεν ἐν τῇ νήσῳ τῇ λεγομένῃ Πρώτῃ,
30ἐν ᾗ οἰκοδομήσας ἦν μοναστήριον, οἰόμενος ὅτι αἰδεσθήσεται τὸν φοβερὸν λόγον, ὃν ἔδωκεν αὐτῷ ὁ παραλογιστὴς Νικηφόρος, καὶ οὐ
μὴ βλάψει αὐτὸν ἐν οὐδενί. ὁ δὲ πρῶτον μὲν γυμνοῖ αὐτὸν τῆς479

480

ὑποστάσεως αὐτοῦ, καὶ ἀφορμῆς δραξάμενος πάντας τῶν θεμάτων τοὺς ἄρχοντας καὶ κτήτορας, τινὰς δὲ καὶ ἐκ τῆς βασιλίδος πόλεως, ᾐχμαλώτευσεν, τὸν δὲ στρατὸν ἅπαντα ἀρόγευτον εἴασεν. καὶ τίς λόγος δυνήσεται πρὸς ἀξίαν διηγήσασθαι τὰ ἐν ταῖς ἡμέραις ἐκείναις
5πραχθέντα ὑπ’ αὐτοῦ ἔργα κατὰ θεοῦ παραχώρησιν διὰ τὰς ἁμαρ‐ τίας ἡμῶν; τῇ δὲ θʹ τοῦ Αὐγούστου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος ἐτελεύτησεν ἡ βασίλισσα Εἰρήνη ἐν τῇ ἐξορίᾳ τῆς Λέσβου νήσου, καὶ μετηνέχθη τὸ σῶμα αὐτῆς ἐν τῇ νήσῳ τῆς Πριγκίπου, ἐν τῇ μονῇ, ἣν αὐτὴν ᾠκοδόμησεν.
10
βʹ. ιθʹ. ηʹ. κʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Δεκεμβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἔστεψε Νικη‐ φόρος τὸν υἱὸν αὐτοῦ Σταυράκιον διὰ Ταρασίου, τοῦ ἁγιωτάτου πατριάρχου, ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας εἰς βασιλέα, ἀποίητον ὄντα κατὰ πάντα τῇ τε ἰδέᾳ καὶ ῥώμῃ καὶ γνώμῃ πρὸς
15τὴν τοιαύτην ἀξίαν. ὁ δὲ μηδέποτε ἐν μηδενὶ φυλάξας ἀλήθειαν Νικηφόρος Λυκάονάς τινας, ἢ λυκανθρώπους, ὁμογνώμονας καὶ ὁμόφρονας ἀποστείλας εἰς τὴν Πρώτην ἐκέλευσε νυκτὸς ἐπιβῆναι τῇ νήσῳ καὶ τὸν προρρηθέντα ἐκτυφλῶσαι Βαρδάνιον, ὡς δῆθεν ἀγνο‐ οῦντος αὐτοῦ, καὶ μετὰ τὸ δρᾶμα προσφυγεῖν τῇ ἐκκλησίᾳ. τούτου
20δὲ γεγονότος ὅ τε πατριάρχης καὶ ἡ σύγκλητος δεινῶς ἤλγησαν καὶ πάντες οἱ φοβούμενοι τὸν θεόν. ὁ δὲ παρανομώτατος βασιλεὺς Νικη‐ φόρος ὅρκοις τοὺς ἐν τέλει Λυκάονας, τὸ δοκεῖν, ἐπεζήτει ἀνελεῖν, ἀμύνασθαι σχηματιζόμενος, ὁ πάντα κατ’ ἐπίδειξιν ἀεί, καὶ μηδὲν κατὰ θεὸν πράττων. ἦν γὰρ αὐτῷ μετὰ τῶν λοιπῶν παρανομιῶν
25καὶ τὸ τοιοῦτον τῆς γνώμης ἐξαίρετον ἰδίωμα, δι’ οὗ καὶ πρὸ τῆς βασιλείας πολλοὺς ἠπάτησεν. πλὴν γελοιότατος ἦν τοῖς εἰδόσιν ἀκρι‐ βῶς τὸ ἐπιτήδευμα, ὥστε κἀκεῖνον ἀναιδείᾳ πολλῇ ζεζοφωμένον τὸ μιαρώτατον αὐτοῦ πρόσωπον ἀεί, τότε ἀπρόϊτον γενέσθαι ἐπὶ ἡμέρας ζʹ 〈ἐπὶ〉 τοῦ βασιλικοῦ κοιτῶνος δολίως κλαυθμυριζόμενον, ἐπεὶ καὶ
30φυσικῶς αὐτῷ γυναικώδη προσῆσαν δάκρυα, ἃ τοῖς πολλοῖς τῶν
φαύλων καὶ ψευδοχρήστοις προσεῖναι πέφυκεν. ἀλλ’ οὐκ ἔλαθε τοὺς480

481

πολλούς. τῷ δὲ Αὐγούστῳ μηνὶ ἐξελθὼν κατὰ Ἀράβων συνήντησεν αὐτοῖς εἰς Κρασὸν τῆς Φρυγίας καὶ πολεμήσας ἡττᾶται· καὶ πολλοὺς ἀποβαλὼν μικροῦ δεῖν καὶ αὐτὸς κρατεῖσθαι ἤμελλεν, εἰ μὴ τῶν ἀρχόντων τινὲς ἀνδρειότατοι τοῦτον μόλις τῆς ἀνάγκης περισώσασθαι
5ἴσχυσαν.
γʹ. κʹ. θʹ. καʹ. Τούτῳ τῷ ἔτει στάσεως γενομένης κατὰ τὴν Περσικήν, κατ‐ ῆλθεν ὁ τῶν Ἀράβων ἀρχηγὸς εἰρηνοποιήσων αὐτούς. Νικηφόρος δὲ ἄδειαν εὑρὼν ἔκτισε τὴν Ἄγκυραν Γαλατίας καὶ τὴν Θήβασαν
10καὶ τὴν Ἀνδρασόν. ἀπέστειλε δὲ καὶ ἐν Συρίᾳ κοῦρσον, καὶ μηδὲν ἀνύσαντες ὑπέστρεψαν, τοὐναντίον δὲ μᾶλλον καὶ πολλοὺς ἀπο‐ βαλόντες. Κωνσταντινουπόλεως ἐπίσκοπος Νικηφόρος ἔτη θʹ.
δʹ. καʹ. ιʹ. αʹ.
15Τούτῳ τῷ ἔτει, μηνὶ Φεβρουαρίῳ ιηʹ, ἰνδικτιῶνος ιδʹ, Ταράσιος, ὁ ἁγιώτατος πατριάρχης Κωνσταντινουπόλεως, ἐνδόξως ἀπεβίω, καὶ ἐξεκομίσθη τὸ λείψανον αὐτοῦ ἐν τῷ Στενῷ τοῦ Πόντου καὶ ἐτάφη ἐν τῷ ὑπ’ αὐτοῦ κτισθέντι μοναστηρίῳ τῇ δʹ τῆς αʹ ἑβδομάδος τῶν νηστειῶν. καὶ τῇ ιβʹ τοῦ Ἀπριλλίου μηνός, τῇ μεγάλῃ κυριακῇ τοῦ
20πάσχα, ἐχειροτονήθη Νικηφόρος, ὁ ἁγιώτατος πατριάρχης, ἀπὸ ἀση‐ κρητῶν ψήφῳ παντὸς τοῦ λαοῦ καὶ τῶν ἱερέων, πρὸς δὲ καὶ τῶν βασιλέων. Πλάτων δὲ καὶ Θεόδωρος, ἡγούμενοι τῆς μονῆς τῶν Στουδίου, οὐ συνευδόκησαν τῇ χειροτονίᾳ Νικηφόρου, ἀλλὰ καὶ λίαν ἀντετάχθησαν σχίσμα μελετήσαντες, αἰτίαν δῆθεν εὔλογον ἔχον‐
25τες τὸ μὴ δεῖν ἀπὸ λαϊκῶν ἀθρόως εἰς ἐπισκοπὴν ἀνατρέχειν. οὓς ὁ βασιλεὺς Νικηφόρος τῆς πόλεως ἀπελάσαι βουληθεὶς ἀνετράπη, συμβουλευόντων τινῶν οὐκ ἐπαινετὴν ἔσεσθαι τὴν τοῦ πατριάρχου χειροτονίαν ἐπὶ 〈τῇ τῶν προειρημένων ἀποχειροτονίᾳ καὶ ἐπὶ〉 κατα‐ λύσει τηλικαύτης μονῆς, ψʹ που μοναστῶν ὑπὸ Θεοδώρῳ τεταγμένων.
30καὶ οὐκ ἦν τὸ πρᾶγμα ξένον τῆς ἐκκλησίας καὶ προσφάτως ἐπινοη‐ θέν, ἀλλὰ καὶ πολλοὶ ἄλλοι ἀπὸ λαϊκῶν ἐπεσκόπησαν ἀξίως τῆς
ἀξίας τῷ θεῷ ἱερατεύσαντες.481

482

Τῷ δ’ αὐτῷ ἔτει ἐπεστράτευσεν Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχ‐ ηγός, τὴν Ῥωμανίαν ἐν δυνάμει βαρείᾳ ἀπό τε Μαυροφόρων καὶ Συρίας καὶ Παλαιστίνης καὶ Λιβύης χιλιάδων τʹ. καὶ ἐλθὼν εἰς Τύανα ᾠκοδόμησεν οἶκον τῆς βλασφημίας αὐτοῦ. καὶ πολιορκήσας
5παρέλαβε τό τε Ἡρακλέως κάστρον ὀχυρώτατον πάνυ ὑπάρχον καὶ τὴν Θήβασαν καὶ τὴν Μαλακοπέαν καὶ τὴν Σιδηρόπαλον καὶ τὴν Ἀνδρα‐ σόν. ἀπέστειλε δὲ κοῦρσον χιλιάδας ξʹ, καὶ κατῆλθεν ἕως Ἀγκύρας, καὶ ἱστορήσας ταύτην ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Νικηφόρος φόβῳ καὶ ἀμηχανίᾳ συσχεθεὶς ἐξῆλθε καὶ αὐτὸς ἐν ἀπογνώσει, τὰ γενναῖα τῆς
10ταλαιπωρίας ἐπιδεικνύμενος· καὶ πολλὰ τρόπαια ποιήσας ἀπέστειλε πρὸς Ἀαρὼν τὸν μητροπολίτην Συνάδων καὶ Πέτρον, τὸν ἡγούμενον τοῦ Γουλαίου, καὶ Γρηγόριον, τὸν οἰκονόμον Ἀμάστρης, αἰτῶν εἰρήνην γενέσθαι· καὶ πολλὰ διαλεχθέντων αὐτῶν ἐστοίχησαν τὴν εἰρήνην, ἵνα τὸ κατ’ ἔτος τελῆται αὐτοῖς ἀνὰ λʹ χιλιάδων νομίσματα καὶ τρία
15νομίσματα κεφαλιτιῶν αὐτοῦ τοῦ βασιλέως, καὶ τρία τοῦ υἱοῦ αὐτοῦ. ἃ καὶ δεξάμενος Ἀαρὼν ἥσθη καὶ ἠγαλλιάσατο ὑπὲρ μυρίων ταλάν‐ των ταῦτα δεξάμενος, ὡς ὑποτάξας τὴν Ῥωμαίων βασιλείαν. ἐστοί‐ χησαν δὲ καὶ τὰ παραληφθέντα κάστρα μὴ κτισθῆναι. ὑποστρεψάντων δὲ τῶν Ἀράβων, ἔκτισεν εὐθέως τὰ αὐτὰ κάστρα καὶ κατωχύρωσεν.
20καὶ τοῦτο μαθὼν Ἀαρών, ἀποστείλας πάλιν ἔλαβε τὴν Θήβασαν, καὶ πέμψας στόλον εἰς Κύπρον τάς τε ἐκκλησίας κατέστρεψε καὶ τοὺς Κυπρίους μετέστησε καὶ πολλὴν ἅλωσιν ποιήσας τὴν εἰρήνην διέστρεψεν.
εʹ. κβʹ. ιαʹ. βʹ.
25Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Νικηφόρος κατὰ Βουλγάρων καὶ καταλαβὼν τὴν Ἀδριανούπολιν, στάσεως μελετωμένης κατ’ αὐτοῦ ὑπὸ τῶν βασιλικῶν ἀνθρώπων καὶ τῶν ταγμάτων αἰσθόμενος, ὑπ‐ έστρεψεν ἄπρακτος μηδὲν ἀνύσας, ἢ μόνον τοὺς ὁμοφύλους ἀμυνό‐ μενος δαρμοῖς τε καὶ ἐξορίαις καὶ δημεύσεσι πολλοὺς ὑποβαλών.
30ἀποστείλας δὲ Βαρδάνιον τὸν σπαθάριον, τὸ ἐπίκλην Ἀνεμᾶν, πάντα προσήλυτον καὶ πάροικον ἐπαιχμαλωτεύσας ἐπέρασεν ἐν τῇ Θρᾴκῃ,
οἰόμενος οὐκ ὀλίγην ὁλκὴν χρυσοῦ πορίσασθαι ἐξ αὐτῶν ἐξ ἐτησίων482

483

τελεσμάτων, ὁ πάντα διὰ τὸν φιλούμενον αὐτῷ χρυσὸν καὶ οὐ διὰ τὸν Χριστὸν πράττων.
ϛʹ. κγʹ. ιβʹ. γʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος αʹ, Ἀαρών, ὁ τῶν
5Ἀράβων ἀρχηγός, μετὰ στόλου κατὰ τῆς Ῥόδου Χουμεῒδ ἐξέπεμψεν. οὗτος ἀθρόως καταπλεύσας καὶ τὴν Ῥόδον καταλαβὼν πολλὴν ἅλωσιν ἐποιήσατο ἐν αὐτῇ· τὸ μέντοι ἐν αὐτῇ φρούριον διεφυλάχθη ἀπόρ‐ θητον. ἐν δὲ τῷ ἐπανέρχεσθαι αὐτὸν φανερῶς κατεπολεμήθη ὑπὸ τοῦ ἁγίου καὶ θαυματουργοῦ Νικολάου. ἐλθὼν γὰρ εἰς τὰ Μύρα
10καὶ τὴν ἱερὰν αὐτοῦ συντρίψαι πειραθεὶς λάρνακα ἄλλην ἀντ’ ἐκείνης πλησίον παρακειμένην κατέκλασεν· αὐτίκα τε πολλὴ ἀνέμων καὶ θαλαττίων κυμάτων, βροντῶν τε καὶ ἀστραπῶν ἀνωμαλία τὸν στόλον κατέλαβεν, ὡς ἱκανὰ συντριβῆναι σκάφη, αὐτόν τε τὸν θεο‐ μάχον Χουμεῒδ ἐπιγνῶναι τὴν τοῦ ἁγίου δύναμιν καὶ παρ’ ἐλπίδα
15τὸν κίνδυνον ἐκφυγεῖν. τῇ δὲ εἰκάδι τοῦ Δεκεμβρίου μηνὸς Νικη‐ φόρος μετὰ πολλὴν ἐκλογὴν παρθένων ἐκ πάσης τῆς ὑπ’ αὐτὸν ἐξ‐ ουσίας εἰς τὸ ζεῦξαι Σταυράκιον, τὸν υἱὸν αὐτοῦ, ποιησάμενος, Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς μακαρίας Εἰρήνης, μεμνη‐ στευμένην ἀνδρὶ καὶ πολλάκις αὐτῷ συγκοιτασθεῖσαν, χωρίσας αὐτὴν
20ἀπ’ αὐτοῦ τῷ ἀθλίῳ Σταυρακίῳ συνέζευξεν, ὡς εἰς πάντα καὶ ἐν τούτῳ παρανομήσας ἀναιδῶς, ἄλλας 〈δὲ〉 δύο ταύτης ὡραιοτέρας ἐκλεξάμενος σὺν αὐτῇ, προφανῶς αὐτὰς ἔφθειρε κατ’ αὐτὰς τὰς ἡμέρας τοῦ γάμου παρὰ πάντων ὁ μιαρὸς γελώμενος. τῷ δὲ Φεβρου‐ αρίῳ μηνὶ στάσιν ἐννοήσαντες κατ’ αὐτοῦ πολλοὶ τῶν ἐν τέλει
25Ἀρσαβήρ, τὸν κυαίστωρα καὶ πατρίκιον, ἄνδρα εὐσεβῆ καὶ λογιώ‐ τατον ἐψηφίζοντο. γνοὺς δὲ τοῦτο ὁ πολυμήχανος Νικηφόρος, αὐτὸν μὲν τύψας καὶ ἀποκείρας μοναχὸν πεποίηκεν, ἐν Βιθυνίᾳ τοῦτον ἐξορίσας, τοὺς δὲ λοιποὺς δαρμοῖς καὶ ἐξορίαις, πρὸς δὲ καὶ δημεύ‐ σεσι καθυπέβαλεν, οὐ μόνον τοὺς ἐν τῷ κοσμικῷ βίῳ ἄρχοντας,
30ἀλλὰ καὶ ἐπισκόπους ἁγίους καὶ μοναχοὺς καὶ τοὺς τῆς μεγάλης483

484

ἐκκλησίας, τόν τε σύγκελλον καὶ τὸν σακελλάριον καὶ τὸν χαρτο‐ φύλακα, ἄνδρας ἐλλογίμους ὑπάρχοντας καὶ αἰδοῦς ἀξίους. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη δʹ.
ζʹ. αʹ. ιγʹ. δʹ.
5Τούτῳ τῷ ἔτει Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, τέθνηκεν εἰς τὴν ἐνδοτέραν Περσίδα, τὴν καλουμένην Χωρασάν, μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος βʹ. καὶ διεδέξατο τὴν ἀρχὴν Μουάμεδ, ὁ υἱὸς αὐτοῦ, ἀφυὴς κατὰ πάντα. πρὸς ὃν Ἀβδελᾶς, ὁ ἀδελφὸς αὐτοῦ, στασιάσας ἐκ τῆς αὐτῆς χώρας τοῦ Χωρασὰν ἅμα ταῖς πατρικαῖς δυνάμεσιν
10ἐμφυλίου πολέμου τῷ κατ’ αὐτοὺς ἔθνει γέγονεν αἴτιος. κἀντεῦθεν οἱ κατὰ τὴν Συρίαν καὶ Αἴγυπτον καὶ Λιβύην εἰς διαφόρους κατατμηθέντες ἀρχὰς τά τε δημόσια πράγματα καὶ ἀλλήλους κατ‐ έστρεψαν, σφαγαῖς καὶ ἁρπαγαῖς καὶ παντοίαις ἀτοπίαις πρός τε ἑαυτοὺς καὶ τοὺς ὑπ’ αὐτοὺς Χριστιανοὺς συγκεχυμένοι. ἔνθεν δὴ
15καὶ αἱ κατὰ τὴν ἁγίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν ἐκκλησίαι ἠρήμωνται, τά τε μοναστήρια τῶν δύο μεγάλων λαυρῶν, τοῦ ἐν ἁγίοις Χαρίτωνος καὶ Κυριακοῦ, καὶ τοῦ ἁγίου Σάβα, καὶ τὰ λοιπὰ κοινόβια τῶν ἁγίων Εὐθυμίου καὶ Θεοδοσίου· ἐπεκράτησε δὲ τῆς τοιαύτης ἀναρχίας ἡ κατ’ ἀλλήλων καὶ ἡμῶν μιαιφονία ἔτη εʹ. Θεό‐
20δωρος δέ, ὁ ἡγούμενος τῶν Στουδίου, καὶ Ἰωσήφ, ὁ ἀδελφὸς αὐτοῦ καὶ ἀρχιεπίσκοπος Θεσσαλονίκης, ἅμα Πλάτωνι ἐγκλείστῳ καὶ τοῖς λοιποῖς αὐτῶν μοναχοῖς τῆς κοινωνίας Νικηφόρου, τοῦ ἁγιωτάτου πατριάρχου, ἀπέστησαν διὰ Ἰωσὴφ τὸν οἰκονόμον ὡς παρανόμως στεφανώσαντα Κωνσταντῖνον καὶ Θεοδότην. Νικηφόρος δὲ ὁ βασι‐
25λεὺς ἀφορμῆς δραξάμενος ἐπισκόπους πολλοὺς καὶ ἡγουμένους ἀθροί‐ σας σύνοδον κατ’ αὐτῶν κροτηθῆναι ἐκέλευσεν, δι’ ἧς ἐξεβλήθησαν τῆς μονῆς καὶ τῆς πόλεως ἐξορίᾳ παραπεμφθέντες μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος βʹ. Τῷ δ’ αὐτῷ ἔτει ῥόγας διδομένης τῷ λαῷ ἐν τῷ Στρυμῶνι
30ἐπιπεσόντες οἱ Βούλγαροι ταύτην ἀφείλαντο χρυσίου λίτρας ͵αρʹ καὶ484

485

πολὺν λαὸν κατέσφαξαν σὺν τῷ στρατηγῷ καὶ τοῖς ἄρχουσιν. ἦσαν γὰρ καὶ τῶν λοιπῶν θεμάτων ταξάτοι ἄρχοντες οὐκ ὀλίγοι, καὶ πάντες ἐκεῖ ἀπώλοντο. ἔλαβον δὲ καὶ τὸ τοῦλδον ὅλον καὶ ὑπ‐ έστρεψαν. τῷ δ’ αὐτῷ ἔτει πρὸ τῆς ἑορτῆς τοῦ πάσχα Κροῦμμος,
5ὁ τῶν Βουλγάρων ἀρχηγός, παραταξάμενος κατὰ Σερδικῆς ταύτην παρέλαβε δόλῳ καὶ λόγῳ, στρατεύματα Ῥωμαϊκὰ κατασφάξας χιλιάδας ϛʹ χωρὶς ἰδιωτικοῦ πλήθους. Νικηφόρος δὲ δῆθεν κατ’ αὐτοῦ ἐξ‐ ελθὼν τῇ γʹ ἡμέρᾳ τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους ἀξιόλογον μὲν οὐδὲν πέπραχεν, τοῖς δὲ περισωθεῖσιν ἐκ τῆς σφαγῆς ἄρχουσιν
10αἰτοῦσι λόγον σωτηρίας ἀπαξιώσας δοῦναι, τοῖς ἐχθροῖς προσφυγεῖν ἐβιάσατο, ἐν οἷς ἦν καὶ Εὐμάθιος ὁ σπαθάριος μηχανικῆς ἔμπειρος. ὁ δὲ Νικηφόρος πρὸς τῇ πολλῇ ἀδοξίᾳ σάκραις ἐνόρκοις τὴν βασι‐ λίδα πόλιν πείθειν ἐσπούδαξεν, ὅτι τὴν τοῦ πάσχα ἑορτὴν ἐν τῇ αὐλῇ τοῦ Κρούμμου ἑώρτασεν. τὴν δὲ παραληφθεῖσαν Σερδικὴν
15οἰκοδομεῖν βουλόμενος, ἀνθιστάμενα τὰ πλήθη φοβηθεὶς ὑποβάλλει διὰ τῶν στρατηγῶν καὶ ἀρχόντων πεῖσαι τοὺς ὄχλους αἰτήσασθαι τῷ βασιλεῖ περὶ τῆς οἰκοδομῆς. οἱ δὲ τὸ δρᾶμα κατανοήσαντες ὡς ἐκ τῆς ἐκείνου κακοπραγίας ὑποβεβλημένον στασιάζουσι κατ’ αὐτοῦ καὶ τῶν ἰδίων ἀρχόντων ὥρᾳ ϛʹ, καὶ ἐπελθόντες διαρρήσσουσι τὰς
20σκηνὰς αὐτῶν. ἐλθόντες δὲ ἕως τῆς βασιλικῆς ὕβρεσι πολλαῖς καὶ ἀραῖς αὐτὸν ἔβαλλον μηκέτι φέρειν τὴν ἄμετρον φιλαργυρίαν καὶ κακομήχανον αὐτοῦ γνώμην ἐξομνύμενοι. ὁ δὲ τῷ ἀθρόῳ τῆς στά‐ σεως σφόδρα καταπτοηθεὶς καὶ ἀναστὰς τῆς τραπέζης, πρῶτον μὲν διὰ Νικηφόρου καὶ Πέτρου τῶν πατρικίων ὅρκοις καὶ πιθανολογίαις
25κατευνάζειν ἐπειρᾶτο τὸ στράτευμα. οἱ δὲ μικρὸν παυσάμενοι βου‐ νόν τινα κατέλαβον οἱ τρισάθλιοι τῆς ἐν χερσὶν ἐπιλαθόμενοι πρά‐ ξεως, τό, “κύριε ἐλέησον,” ἀναβοῶντες ὡς ἐπί τινι σεισμῷ ἢ ἀνομβρία. ὁ δὲ πρὸς πᾶσαν κακουργίαν ἕτοιμος λαθραίαις δωρεαῖς διὰ τῆς νυκτὸς τοὺς πολλοὺς τῶν ἀρχόντων ἐξαπατήσας τῇ ἐπαύριον
30αὐτὸς δι’ ἑαυτοῦ μέσος ἐλθὼν τοῖς ὄχλοις διελέχθη, περὶ πάσης
εὐημερίας ὅρκοις φρικτοῖς αὐτοὺς διαβεβαιωσάμενος καὶ τὰ τῆς ἴσης485

486

πρὸς τὰ τέκνα στοργῆς. καὶ παραυτίκα τὴν βασιλίδα καταλαμβάνει, Θεοδόσιον, πατρίκιον καὶ προμοσκρίνιον, τὸ ἐπίκλην Σαλιβαρᾶν, ἐάσας εἰς τὸ καταμαθεῖν δι’ ἀλλήλων τοὺς στασιάσαντας. ἐν δὲ τῷ ἐπανέρχεσθαι τὰ πλήθη ῥογεύειν αὐτοὺς προσποιησάμενος, κατὰ τὸν
5ἅγιον Μάμαντα δαρμοῖς τε καὶ κουραῖς καὶ ἐξορίαις τοὺς πλείστους τιμωρησάμενος, εἰς Χρυσόπολιν τοὺς λοιποὺς διεβίβαζε καταπατήσας τοὺς τηλικούτους φοβεροὺς ὅρκους. οἱ δὲ διὰ τὴν συμφορὰν πύρινον ποταμὸν τὸ Πέραμα προσηγόρευσαν.
ηʹ. βʹ. ιδʹ. εʹ.
10Τούτῳ τῷ ἔτει Νικηφόρος μετὰ τὰς ἀθέους ὑπεξελεύσεις τὰ στρατεύματα πάντῃ ταπεινῶσαι σκεψάμενος Χριστιανοὺς ἀποικίσας ἐκ παντὸς θέματος ἐπὶ τὰς Σκλαυινίας γενέσθαι προσέταξεν, τὰς δὲ τούτων ὑποστάσεις πιπράσκεσθαι. καὶ ἦν αἰχμαλωσίας οὐκ ἔλαττον τὸ πρᾶγμα, πολλῶν ἐξ ἀνοίας βλασφημούντων καὶ ἐχθρῶν ἐφόδους
15αἰτούντων, ἑτέρων δὲ περὶ τοὺς γονικοὺς τάφους θρηνούντων καὶ τοὺς ἀποθανόντας μακαριζόντων· εἰσὶ δὲ οἳ καὶ ἀγχόναις ἐχρήσαντο πρὸς ἀπαλλαγὴν τῶν δεινῶν. τά τε γὰρ προσόντα δυσκίνητα συν‐ επιφέρεσθαι ἠδυνάτουν καὶ τὴν ἐκ γονικῶν πόνων κτηθεῖσαν ὕπ‐ αρξιν ὀλλυμένην ἑώρων· καὶ πᾶσα τοὺς πάντας εἶχεν ἀμηχανία, τῶν
20μὲν πενήτων ἐν τούτοις καὶ τοῖς ἑξῆς ῥηθησομένοις, τῶν δὲ ὑπερ‐ εχόντων συμπασχόντων αὐτοῖς καὶ μὴ δυναμένων βοηθῆσαι ἀπεκδε‐ χομένων τε βαρυτέρας συμφοράς. ταῦτα ἤρχθη μὲν ἀπὸ τοῦ Σεπτεμ‐ βρίου μηνός, πρὸς δὲ τὸ ἅγιον πάσχα πεπέρασται. δευτέραν σὺν ταύτῃ κάκωσιν, προσέταξε στρατεύεσθαι πτωχοὺς καὶ ἐξοπλίζεσθαι
25παρὰ τῶν ὁμοχώρων, παρέχοντας καὶ ἀνὰ ὀκτωκαίδεκα ἡμίσους νομισμάτων τῷ δημοσίῳ, καὶ ἀλληλεγγύως τὰ δημόσια. τρίτην κακόνοιαν, ἐποπτεύεσθαι πάντας, καὶ ἀναβιβάζεσθαι τὰ τούτων τέλη, παρέχοντας καὶ χαρτιατικῶν ἕνεκα ἀνὰ κερατίων βʹ· καὶ πρὸς τετάρ‐ την, τοὺς κουφισμοὺς πάντας ἀναβιβάζεσθαι προσέταττεν. πέμπτην,
30τοὺς τῶν εὐαγῶν οἴκων παροίκους τοῦ τε ὀρφανοτροφείου καὶ τῶν
ξενώνων καὶ γηροκομείων τε καὶ ἐκκλησιῶν καὶ μοναστηρίων βασιλικῶν486

487

τὰ καπνικὰ ἀπαιτεῖσθαι ἀπὸ τοῦ πρώτου ἔτους τῆς αὐτοῦ τυραννί‐ δος, τὰ δὲ κρείττονα τῶν κτημάτων εἰς τὴν βασιλικὴν κουρατορίαν αἴρεσθαι, τὰ μέντοι τέλη αὐτῶν ἐπιτίθεσθαι τοῖς ἐναπομείνασιν εἰς τοὺς αὐτοὺς εὐαγεῖς οἴκους κτήμασι καὶ παροίκοις, ὡς διπλοῦσθαι
5πολλῶν τὰ τέλη, τῶν οἰκήσεων στενουμένων αὐτοῖς καὶ τῶν χωρίων. ἕκτην, σκοπεῖσθαι παρὰ τῶν στρατηγούντων τοὺς ἀθρόως ἐκ πτω‐ χείας ἀνακτησαμένους, καὶ ἀπαιτεῖσθαι χρήματα ὡς εὑρετὰς θησαυ‐ ρῶν. ἑβδόμην, τοὺς πρὸ κʹ χρόνων εὑρηκότας καὶ μέχρι τῆς δεῦρο πίθον ἢ σκεῦος ὁτιοῦν καὶ αὐτοὺς ἐξαργυρίζεσθαι. ὀγδόην, τοὺς
10ἐκ πάππων ἢ πατέρων κληρονομήσαντας διαιρεθέντας, ἐκ τῶν αὐτῶν χρόνων κʹ ἐξαναδιδόναι τῷ δημοσίῳ, τοὺς πένητας· καὶ τοὺς ὠνη‐ σαμένους ἔξω τῆς Ἀβύδου σώματα οἰκετικά, ἀνὰ βʹ νομισμάτων τελέ‐ σαι προσέταξεν, καὶ μάλιστα τοὺς κατὰ τὴν Δωδεκάνησον. ἐννάτην, τοὺς τὰς παραθαλασσίας οἰκοῦντας, μάλιστα τῆς μικρᾶς Ἀσίας, ναυ‐
15κλήρους μηδέποτε γηπονικῶς ζήσαντας ἄκοντας ὠνεῖσθαι ἐκ τῶν καθαρπαγέντων αὐτῷ κτημάτων, ὡς ἂν ἐκτιμηθῶσι παρ’ αὐτῷ. δεκάτην, τοὺς ἐν Κωνσταντινουπόλει ἐπισήμους ναυκλήρους συν‐ αγαγὼν δέδωκεν ἐπὶ τόκῳ τετρακεράτῳ τὸ νόμισμα ἀνὰ χρυσίου λιτρῶν δώδεκα τελοῦντας καὶ τὰ συνήθη κωμέρκια. ταῦτα ἐκ τῶν
20πολλῶν ὡς ἐν κεφαλαίῳ μικρά μοι ἐστηλογράφηται δηλοῦντι τὸ πρὸς πᾶν εἶδος πλεονεξίας αὐτοῦ πολυμήχανον. τὰ γὰρ κατὰ τὴν βασι‐ λίδα τοῖς ἐν τέλει καὶ μέσοις καὶ εὐτελέσιν ἐνδειχθέντα δεινὰ πέρα συγγραφῆς, τοὺς μὲν ἀνιχνεύοντος ὅπως οἴκοι ζῶσιν, καὶ καθυπο‐ βάλλοντος τοῖς πονηροῖς τῶν οἰκετῶν διαβάλλειν τοὺς δεσπότας,
25καὶ ἐν ἀρχαῖς δῆθεν διστάζοντος ἐπὶ τοῖς λεγομένοις, ἔπειτα δὲ βεβαιοῦντος τὰς συκοφαντίας, τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἀσήμων κατ’ ἐπι‐ σήμων ἔδρα τιμῶν ἀξιῶν τοὺς εὖ διαβάλλοντας· τῶν δὲ οἴκων πολλοὺς τῶν οἰκητόρων ἀπὸ πρώτης εἰς τρίτην γενεὰν ἐξανέστρεψεν, ἐλπίδι τοῦ τάχιστα τούτους ἐκπεσεῖν καὶ ὑπ’ αὐτοῦ κληρονομηθῆναι.
30ἄξιον δέ τι καὶ ἡδύσματος ἢ παραδείγματος ἕνεκα μνησθῆναι καὶ
τοῦτο. κηρουλλάριός τις ἦν ἐν τῷ Φόρῳ ἐκ πόνων ἰδίων ἀνενδεής.487

488

τοῦτον μεταστειλάμενος ὁ παμφάγος φησίν· “θὲς τὴν χεῖρά σου κατὰ τῆς κεφαλῆς μου, καὶ ὄμοσόν μοι τὸ πόσος σοι χρυσός ἐστιν;” ὁ δὲ μικρὸν ὡς ἀνάξιος δῆθεν παραιτούμενος ἐβιάσθη τοῦτο παρ’ αὐτοῦ ποιῆσαι, καὶ λίτρας ρʹ ἐξειπεῖν ἔχειν. καὶ τοῦτο κατὰ τὴν
5ὥραν προσέταξεν ἐνεχθῆναι φήσας· “σὺ τί χρείαν ἔχεις περισπασμοῦ; συναρίστησόν μοι, καὶ ἆρον νομίσματα ρʹ, καὶ πορεύου ἀρκούμενος.”
θʹ. γʹ. ιεʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Νικηφόρος τὰς κατὰ Χριστιανῶν ἐπινοίας ἐπ‐ έτεινεν, ἐποψίας ἀθέους ἐπ’ ἀγορασμοῖς παντοίων ἀλόγων βοσκη‐
10μάτων τε καὶ καρπῶν, ἀδίκους δημεύσεις τε καὶ ζημίας τῶν ἐν τέλει, τοκισμοὺς ἐν πλοίοις, ὁ πᾶσι νομοθετῶν τὸ μὴ τοκίζειν, καὶ ἄλλας μυρίας κακῶν ἐπινοίας, ὧν ἡ κατὰ μέρος ἱστορία φορτικὴ τοῖς ἐπι‐ τετμημένα ζητοῦσι πέφυκε μανθάνειν τὰ πράγματα. τῇ δὲ αʹ τοῦ Ὀκτωβρίου μηνός, ἡμέρᾳ γʹ, σπασάμενός τις ἀφανὴς ἐν σχήματι
15μοναχοῦ ξίφος τινὸς τῶν στρατευομένων εἰσέδραμεν ἐν τῷ παλατίῳ Νικηφόρον ἀνελεῖν ζητῶν. τῶν δὲ περιεστώτων δύο [διατρεχόντων] ἐπιδραμόντων αὐτῷ, δεινῶς ἐπλήγησαν ὑπ’ αὐτοῦ. συλληφθεὶς δὲ καὶ πολλὰ τιμωρηθεὶς δαιμονᾷν προεφασίσατο, μηδένα συκοφαν‐ τήσας· ὁ δὲ τοῦτον ἐν τῷ ξύλῳ κατησφαλίσατο σὺν τοῖς πάσχουσιν.
20καὶ πολλοὶ ἐντεῦθεν οἰωνίσαντο μεγάλου κακοῦ σημεῖον εἶναι τοῦτο τοῖς τε κρατοῦσι καὶ τοῖς ὑπὸ χεῖρα, καθάπερ καὶ ἐπὶ τοῦ δυσσε‐ βοῦς Νεστορίου γέγονεν. τῶν δὲ Μανιχαίων, τῶν νῦν Παυλικιάνων καλουμένων, καὶ Ἀθιγγάνων τῶν κατὰ Φρυγίαν καὶ Λυκαονίαν, ἀγχιγειτόνων αὐτοῦ, φίλος ἦν διάπυρος, χρησμοῖς καὶ τελεταῖς αὐτῶν
25ἐπιχαίρων, ἐν οἷς καί, ὅταν Βαρδάνιος ὁ πατρίκιος ἐπανέστη αὐτῷ, τούτους προσκαλεσάμενος ταῖς αὐτῶν μαγγανείαις τοῦτον ὑπέταξεν. ταῦρον γὰρ ἔν τινι λάκκῳ ἐν σιδηρῷ πάλῳ ἐκ τῶν κεράτων προσ‐ δήσας εἰς γῆν νενευκότα, οὕτω μυκώμενον καὶ ἰλυσπώμενον ἀποκταν‐ θῆναι πεποίηκεν, τὴν δὲ τούτου ἐσθῆτα ἐν μύλωνι ἀλήσας ἀντι‐
30στρόφως καὶ ἐπαοιδίαις χρησάμενος νίκην ἤρατο, παραχωρήσαντος τοῦ θεοῦ διὰ πλῆθος ἁμαρτιῶν ἡμῶν. οὗτοι χώραν ἔλαβον ἐπὶ τῆς βασιλείας αὐτοῦ ἀφόβως πολιτεύεσθαι καὶ πολλοὶ τῶν κουφοτέρων ταῖς ἀθεμίτοις αὐτῶν διεφθάρησαν δόξαις. ἐν δὲ τῷ Ἑξακιονίῳ
ψευδερημίτης τις Νικόλαος τοὔνομα καὶ οἱ σὺν αὐτῷ γεγονότες ἦσαν488

489

καὶ κατὰ τοῦ ὀρθοῦ λόγου καὶ τῶν σεπτῶν εἰκόνων ἐβλασφήμουν, ὧν ἀντεποιεῖτο Νικηφόρος, καὶ ἐλύπει τὸν ἀρχιερέα καὶ πάντας τοὺς κατὰ θεὸν ζῶντας. πολλάκις γὰρ κατ’ αὐτῶν ἐγκαλῶν ἠγανακτήθη, τοῖς πρὸς ἀλλήλους ἐχθραίνουσι σφόδρα συγχαίρων, ἐπιτωθάζων
5παντὶ Χριστιανῷ φιλοῦντι τὸν πλησίον ὡς ἀνατροπεὺς τῶν θείων ἐντολῶν· καὶ διὰ σπουδῆς ἦν αὐτῷ δίκας ἀλόγους καὶ εὐλόγους παντὶ Χριστιανῷ κινεῖν ἐν τῷ κολαστηρίῳ τῆς Μαγναύρας, πρὸς τὸ μηδένα σχολάζειν κατὰ τῶν ἀσεβειῶν αὐτοῦ. τοὺς στρατιωτικοὺς ἄρχοντας δουλικῶς χρᾶσθαι τοῖς ἐπισκόποις καὶ κληρικοῖς ἐκέλευσε
10καταγομένους αὐθεντικῶς ἐν τοῖς ἐπισκοπείοις καὶ μοναστηρίοις, καὶ καταχρᾶσθαι τὰ αὐτῶν. τοὺς ἀπ’ αἰῶνος ἀναθεμένους τῷ θεῷ χρυσᾶ ἢ ἀργυρᾶ σκεύη ἔψεγεν, καὶ τὰ τῶν ἐκκλησιῶν ἱερὰ κοινοῦσθαι ἄξιον ἐδογμάτιζεν, ὡς Ἰούδας τὸ δεσποτικὸν μῦρον. τοὺς πρὸ αὐτοῦ βασι‐ λεῖς ἅπαντας ὡς ἀκυβερνήτους ἐμέμφετο, καθόλου τὴν πρόνοιαν
15ἀναιρῶν καὶ μηδένα λέγων γίνεσθαι τοῦ κρατοῦντος δυνατώτερον, εἰ βούλοιτο ὁ κρατῶν ἐντρεχῶς ἄρχειν. ἀλλ’ ἐματαιώθη ἐν τοῖς δια‐ λογισμοῖς αὐτοῦ ὁ θεόκταντος. τῷ δὲ Φεβρουαρίῳ μηνὶ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος τῷ αʹ σαββάτῳ τῶν νηστειῶν ὑπαντηθέντες οἱ Σαρα‐ κηνοὶ εἰς Εὐχάϊταν Λέοντι, στρατηγῷ τῶν Ἀρμενιάκων, σὺν τῇ
20ῥόγᾳ τοῦ θέματος ταύτην ἀφείλαντο σὺν πολλῷ πλήθει λαοῦ. τά‐ λαντα δὲ ἦν ιγʹ γινόμενα λίτραι ͵ατʹ· καὶ οὐδ’ οὕτως ἠλέγχετο Νικηφόρος τῆς πλεονεξίας παύσασθαι. ἐπὶ τοσούτοις οὖν σημείοις ὁ νέος Ἀχαὰβ μὴ παιδευθείς, ὁ Φαλάριδος καὶ Μίδου ἀπληστότερος, κατὰ Βουλγάρων παρατάττεται ἅμα Σταυρακίῳ, τῷ υἱῷ αὐτοῦ. καὶ
25τῇ * τοῦ Μαΐου μηνὸς τῆς βασιλίδος ἐξιὼν ἐκέλευσε Νικήτᾳ, πατρι‐ κίῳ καὶ γενικῷ λογοθέτῃ, τὰ δημόσια τέλη τῶν ἐκκλησιῶν καὶ μονα‐ στηρίων ἀναβιβάσαι καὶ ὀκτὼ ἐτῶν ὀπισθοτελείας τοὺς τῶν ἀρχόν‐ των ἀπαιτηθῆναι οἴκους. καὶ ἦν θρῆνος μέγας. ἐγκαλούμενος δὲ ὑπό τινος γνησίου θεράποντος, Θεοδοσίου φημί, τοῦ Σαλιβαρᾶ
30πατρικίου ὄντος, ὅτι “πάντες καταβοῶσιν ἡμῶν, δέσποτα, καὶ ἐν καιρῷ πειρασμοῦ πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν·” ἔφη πρὸς
αὐτόν· “εἰ ὁ θεὸς σκληρύνων ἐσκλήρυνε τὴν καρδίαν μου, ὡς τοῦ489

490

Φαραώ, τί ἀγαθὸν ἔσται τοῖς ὑπὸ χεῖρά μου; παρὰ Νικηφόρου, Θεοδόσιε, μὴ ἐκδέχου πλὴν τῶν ὁρωμένων σοι.” ταῦτα, κύριος οἶδεν, αὐτὸς ἐγὼ ζώσῃ φωνῇ ὁ συγγραφόμενος ἀκήκοα παρὰ Θεο‐ δοσίου. ἐπισυνάξας δὲ τὰ στρατεύματα, οὐ μόνον ἐκ Θρᾴκης, ἀλλὰ
5καὶ τῶν περατικῶν θεμάτων, πένητάς τε πολλοὺς ἰδίοις ὀψωνίοις σφενδόναις καὶ ῥάβδοις ὡπλισμένους, βλασφημοῦντας ἅμα τοῖς στρα‐ τεύμασιν, ἤλασε κατὰ Βουλγάρων. Κροῦμμος δὲ τὰ πλήθη φοβη‐ θείς, ὄντων αὐτῶν ἐν Μαρκέλλαις, ᾐτεῖτο εἰρήνην. ὁ δὲ ταῖς οἰκείαις κακοβουλίαις καὶ ταῖς τῶν ὁμοφρόνων αὐτοῦ συμβούλων εἰσηγήσεσι
10διεκωλύθη, καὶ μετὰ πολλὰς περιαγωγὰς δι’ ἀβάτων τόπων ῥιψο‐ κινδύνως ὁ θρασύδειλος εἰσέρχεται εἰς Βουλγαρίαν τῇ κʹ τοῦ Ἰουλίου μηνὸς (κυνὸς ἦν ἐπιτολὴ πανολέθριος), συχνῶς ἐπιφθεγγόμενος τό, “τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαάβ;” λέγων, “ὅτι κἂν ὁ θεὸς κἂν ὁ ἀντικείμενος ἕλκει ἄκοντα.” πρὸ δὲ τοῦ εἰσελθεῖν αὐτόν,
15Βυζάντιος, ὁ τούτου ἐπιστήθιος οἰκέτης, πρὸς Κροῦμμον ἀπὸ Μαρ‐ κέλλων προσέφυγε συναρπάσας ἐσθῆτα βασιλικὴν καὶ χρυσίου λίτρας ρʹ. πολλοὶ δὲ τὴν τούτου φυγὴν ἐπὶ κακῷ Νικηφόρῳ οἰωνίσαντο. ἐπὶ δὲ τρισὶν ἡμέραις μετὰ τὰς πρώτας συμβολὰς δόξας κατευοδοῦσθαι οὐ τῷ κατευοδοῦντι θεῷ τὰ τῆς νίκης ἐπέγραφεν, ἀλλὰ Σταυρακίου
20μόνου τὴν εὐτυχίαν καὶ εὐβουλίαν ἐκήρυττε καὶ τοῖς κωλύουσι τὴν εἴσοδον ἄρχουσιν ἠπείλει. ἄλογα δὲ ζῶα καὶ βρέφη καὶ πᾶσαν ἡλι‐ κίαν ἀνηλεῶς φονεύεσθαι προσέταξε καὶ τὰ τῶν ὁμοφύλων νεκρὰ σώματα ἄταφα εἴασε μόνης ἐπιμελούμενος τῆς τῶν σκύλων συλ‐ λογῆς, κλεῖθρα δὲ καὶ σφραγῖδας τοῖς ταμείοις Κρούμμου ἐπιθεὶς
25ὡς ἴδια λοιπὸν ἠσφαλίσατο. ὦτα γοῦν καὶ ἕτερα μέλη Χριστιανῶν ἁψαμένων τῶν σκύλων ἀπέτεμε καὶ τὴν λεγομένην αὐλὴν τοῦ Κρούμ‐ μου ἐνέπρησεν, ἐκείνου σφόδρα ταπεινουμένου καὶ δηλοῦντος, ὅτι “ἰδού, νενίκηκας. λάβε οὖν, εἴ τί σοι ἀρεστόν ἐστιν, καὶ ἔξελθε ἐν εἰρήνῃ.” ὁ δὲ τῆς εἰρήνης ἐχθρὸς ταύτην οὐ προσήκατο· ἐφ’ οἷς
30[καὶ] χαλεπήνας ἐκεῖνος τὰς τῆς χώρας εἰσόδους καὶ ἐξόδους· περι‐ πεφραγμένας ξυλίνοις ὀχυρώμασι πέμψας κατησφαλίσατο. Νικηφόρος δὲ τοῦτο γνούς, εὐθέως ὡς ἐμβρόντητος, ὅ τι πράξοι, ἠγνόει περι‐ άγων. καὶ τοῖς συνοῦσι τὰ τῆς ἀπωλείας ἔλεγεν, ὅτι “κἂν πτερωτοὶ
γενώμεθα, μηδεὶς ἐλπίσοι διαφυγεῖν τὸν ὄλεθρον.” ταῦτα δὲ ἦν490

491

ἐφ’ ἡμέρας δύο, πέμπτην καὶ παρασκευήν, τὰ μηχανήματα. καὶ τῇ νυκτὶ τοῦ σαββάτου τάραχοι καὶ ὄχλων ἐνόπλων περὶ Νικηφόρον καὶ τοὺς σὺν αὐτῷ ἀκουόμεναι παρατάξεις πάντας ἐξενεύρωσαν, πρὸ δὲ τῆς ἡμέρας ἐπελθόντες οἱ βάρβαροι κατὰ τῆς Νικηφόρου σκηνῆς
5καὶ τῶν σὺν αὐτῷ μεγιστάνων ἀναιροῦσι τοῦτον οἰκτρῶς, ἐν οἷς ἦν καὶ Ἀέτιος πατρίκιος, καὶ Πέτρος πατρίκιος, καὶ Σισίννιος πατρί‐ κιος ὁ Τριφύλλης, καὶ Θεοδόσιος πατρίκιος ὁ Σαλιβαρᾶς, ὁ πολλὰ λυπήσας καὶ κακὰ ἐνδειξάμενος τῇ μακαρίᾳ Εἰρήνῃ, καὶ ὁ ἔπαρχος πατρίκιος, καὶ Ῥωμανός, πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν,
10καὶ ἕτεροι πολλοὶ πρωτοσπαθάριοι καὶ σπαθάριοι, καὶ τῶν ταγμά‐ των οἱ ἄρχοντες, ὅ τε τοῦ ἐκσκουβίτου δομέστικος, καὶ ὁ δρουγγά‐ ριος τῆς βασιλικῆς βίγλας, καὶ ὁ τῆς Θρᾴκης στρατηγός, καὶ πολλοὶ ἄρχοντες τῶν θεμάτων σὺν ἀπείροις λαοῖς, πᾶσά τε ἡ τῶν Χρι‐ στιανῶν καλλονὴ διεφθάρη· τά τε ὅπλα πάντα ἀπώλοντο, καὶ τὰ
15τῆς βασιλείας σκεύη. τὰ δὲ τῆς τοιαύτης ἡμέρας ἀκαλλῆ ῥήματα μὴ γένοιτο Χριστιανοὺς ἰδεῖν ἔτι, ὡς παντὸς θρήνου ἐπέκεινα. γέγονε δὲ ταῦτα τῇ κϛʹ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος δʹ. τὴν δὲ Νικη‐ φόρου κεφαλὴν ἐκκόψας ὁ Κροῦμμος ἐκρέμασεν ἐπὶ ξύλου ἡμέρας ἱκανάς, εἰς ἐπίδειξιν τῶν ἐρχομένων εἰς αὐτὸν ἐθνῶν καὶ αἰσχύνην
20ἡμῶν. μετὰ δὲ ταῦτα λαβὼν ταύτην καὶ γυμνώσας τὸ ὀστοῦν ἄργυρόν τε ἐνδύσας ἔξωθεν πίνειν εἰς αὐτὴν τοὺς τῶν Σκλαυινῶν ἄρχοντας ἐποίησεν ἐγκαυχώμενος. πολλῶν δὲ χηρῶν καὶ ὀρφανῶν ἐν μιᾷ ἡμέρᾳ γενομένων, καὶ θρήνου ἀκατασχέτου ὄντος, ἡ τούτου σφαγὴ πολλῶν παραμυθία γέγονεν. τὸν δὲ τρόπον τῆς τούτου
25σφαγῆς οὐδεὶς τῶν περισωθέντων ἀκριβῶς διηγήσατο· φασὶ γάρ τινες, ὅτι καὶ Χριστιανοὶ πεσόντα τοῦτον ἐπέτρωσαν. οἱ δὲ γυναικώδεις τῶν ἀνδρῶν οἰκέται αὐτοῦ, οἷς καὶ συνευνάζετο, οἱ μὲν τῷ τῆς σούδας πυρί, οἱ δὲ τοῖς ξίφεσιν ὤλοντο σὺν αὐτῷ. τούτου τῆς ἀρχῆς Χρι‐ στιανοὶ βαρυτέραν οὐδενὶ χρόνῳ ἠτύχησαν. πάντας γὰρ ἐν πλεον‐
30εξίαις καὶ ἀκολασίαις καὶ βαρβαρικαῖς ὠμότησιν ὑπερηκόντισε τοὺς
πρὸ αὐτοῦ βασιλεύσαντας, περὶ ὧν κατὰ μέρος διεξιέναι καὶ τοῖς491

492

μετέπειτα δύσπιστον καὶ ἡμῖν ἐργῶδες, πλὴν ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα πρόδηλον, κατὰ τὴν παροιμίαν. τιτρώσκεται δὲ καὶ Σταυ‐ ράκιος, παῖς αὐτοῦ, καιρίως κατὰ τοῦ σπονδύλου τὸ δεξιὸν μέρος, καὶ μόλις τῆς μάχης ἐξῆλθε ζῶν καὶ κατέλαβε τὴν Ἀδριανούπολιν
5δεινῶς ὑπὸ τῆς πληγῆς κολαφιζόμενος. Στέφανος δέ, πατρίκιος καὶ δομέστικος τῶν σχολῶν, συμπαρόντος καὶ Θεοκτίστου μαγίστρου, ἀνηγόρευσε Σταυράκιον αὐτοκράτορα, καὶ διελέχθη τῷ περισωθέντι λαῷ κατὰ τοῦ ἰδίου πατρός, καὶ σφόδρα ἡδύνθησαν. Μιχαὴλ δὲ κουροπαλάτης ἀβλαβὴς περισωθεὶς πολλὰ παρεκλήθη ὑπὸ τῶν φίλων
10ἀναγορευθῆναι βασιλεύς, καὶ οὐ κατεδέξατο διὰ τοὺς πρὸς Νικη‐ φόρον ὅρκους καὶ Σταυράκιον. τούτῳ Στέφανος δομέστικος ἀντεῖπεν ἐλπίδι τῆς ζωῆς Σταυρακίου· Θεόκτιστος δὲ ὁ μάγιστρος συνέτρεχε περὶ τῆς βασιλείας Μιχαήλ. Σταυράκιος δὲ δι’ οὔρων αἱμορραγήσας ἀμέτρως κατεξηράνθη μηροὺς καὶ σκέλη φορείῳ ἐλθὼν ἐν Βυζαντίῳ.
15τούτῳ Νικηφόρος ὁ πατριάρχης σφόδρα προσκείμενος συνεβούλευεν ἐξιλεώσασθαι τὸν θεὸν καὶ τοὺς πλεονεκτηθέντας ὑπὸ τοῦ πατρὸς αὐτοῦ παραμυθήσασθαι· πρὸς ὃν ὁ τῆς πατρικῆς γνώμης γνήσιος κληρονόμος ἔλεγε μὴ δύνασθαι πλείω τριῶν ταλάντων ἀποδοῦναι. ταῦτα δὲ ἦν μικρὸν μόριον τῶν ἐκείνου ἀδικιῶν. πλὴν καὶ περὶ
20ταῦτα ὤκνει ζῆσαι καραδοκῶν. ἄσπονδον δὲ ἔχων πατρικὴν γνώμην συχνότερον ἀτιμίαις ἔβαλλε Θεόκτιστον μάγιστρον καὶ Στέφανον δομέστικον καὶ Μιχαὴλ κουροπαλάτην, ἀποστρεφόμενος πάντη καὶ Προκοπίαν, τὴν ἰδίαν ἀδελφήν, ὡς ἐπιβουλεύσασαν αὐτῷ ταῖς Θεο‐ φανοῦς τῆς αὐγούστης ὑποβολαῖς. αὐτίκα γὰρ ἡ τάλαινα κατὰ μίμησιν
25τῆς μακαρίας Εἰρήνης κρατήσειν ἤλπιζε τῆς βασιλείας ἄπαις οὖσα. ὁ δὲ Σταυράκιος ἀνιάτως ὁρῶν ἑαυτὸν διακείμενον τῇ γαμετῇ τὴν βασι‐ λείαν ἐσπούδαζε περιποιήσασθαι, ἢ δημοκρατίαν ἐγεῖραι Χριστιανοῖς ἐπὶ τοῖς προλαβοῦσι κακοῖς. ἐφ’ ᾧ πτοηθέντες Νικηφόρος ὁ πατρι‐ άρχης καὶ Θεόκτιστος μάγιστρος καὶ Στέφανος δομέστικος ἐκ πολλῆς
30ἔχθρας εἰς φιλίαν ἀλλήλοις καὶ Μιχαὴλ κουροπαλάτης ἦλθον κατὰ τὰ τέλη τοῦ Σεπτεμβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος. τῇ δὲ ἑσπέρᾳ
τῆς αʹ τοῦ Ὀκτωβρίου μηνὸς προσκαλεσάμενος Σταυράκιος Στέφανον492

493

δομέστικον ἐπηρώτα, πῶς ἂν δυνηθείη ἀγαγεῖν Μιχαήλ, τὸν γαμ‐ βρὸν αὐτοῦ, ἐκ τοῦ οἴκου αὐτοῦ πρὸς τὸ ἐκτυφλῶσαι αὐτόν; τοῦ δὲ φήσαντος ἀδύνατον εἶναι τοῦτο ταύτῃ τῇ ὥρᾳ διὰ τὴν περὶ αὐτὸν δύναμιν καὶ τὸ τοῦ τόπου ἀσφαλὲς τῆς οἰκίας αὐτοῦ, παρ‐
5εκάλει μὴ γνωσθῆναί τινι τὰ λεχθέντα. ὁ δὲ λόγοις πιθανοῖς πείσας αὐτὸν ἀμεριμνεῖν δι’ ὅλης τῆς νυκτὸς τὰ περιλειφθέντα τῶν ταγμά‐ των στρατεύματα συνήγαγεν ἐν τῷ σκεπαστῷ ἱπποδρόμῳ μετὰ τῶν οἰκείων ἀρχόντων πρὸς τὸ ἀναγορεῦσαι τὸν αὐτὸν Μιχαὴλ εἰς βα‐ σιλέα. καὶ ἐλθούσης πάσης τῆς συγκλήτου τοῦ ὄρθρου ἐν τῷ παλατίῳ,
10τοῦτον ἀνηγόρευσαν βασιλέα, ὡς ἑξῆς δηλωθήσεται. Νικηφόρος δὲ ὁ πατριάρχης ἔγγραφον ἐξ ἰδιοχείρου παρὰ Μιχαὴλ ἠπαίτησε περὶ τῆς ὀρθῆς πίστεως καὶ τοῦ ἀναιμάτους φυλάξαι τὰς χεῖρας ἀπὸ Χριστιανῶν, καὶ περὶ ἱερατικῶν ἀνθρώπων ἢ μοναχῶν καὶ ὅλως τοῦ ἐκκλησιαστικοῦ καταλόγου τοῦ μὴ τύπτεσθαι παρ’ αὐτοῦ.
15[Start of a diagram]Κόσμου ἔτη ͵ϛτδʹ. Τῆς θείας σαρκώσεως ἔτη ωδʹ. Ῥωμαίων βασιλεὺς Μιχαὴλ ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη δʹ. δʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη ιϛʹ. ιϛʹ.
20Κωνσταντ. ἐπίσκοπος Νικηφόρος ἔτη θʹ. ζʹ.[End of a diagram]
20Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ βʹ, ἰνδικτιῶνος εʹ, ἡμέρᾳ εʹ, ὥρᾳ αʹ, Μιχαὴλ ὁ εὐσεβέστατος κουροπαλάτης ἀνηγορεύθη βασιλεὺς Ῥω‐ μαίων ἐν τῷ ἱπποδρόμῳ ὑπὸ πάσης τῆς συγκλήτου καὶ τῶν ταγμά‐ των. Σταυράκιος δὲ τὴν τούτου ἀναγόρευσιν ἀκούσας, αὐτίκα τὴν κόμην ἀποκειράμενος μοναχικὰ περιεβάλετο ἱμάτια διὰ Συμεὼν
25μοναχοῦ συγγενοῦς αὐτοῦ, πολλὰ τὸν πατριάρχην ἐπιβοώμενος, ὃς ἐλθὼν ἐν τῷ παλατίῳ πολλὰ Σταυράκιον σὺν τῷ βασιλεῖ Μιχαὴλ καὶ τῇ ἀδελφῇ παρεκάλουν μὴ λυπεῖσθαι ἐν τῷ γεγονότι· οὐ γὰρ κατ’ ἐπιβουλήν, ἀλλὰ κατὰ ἀπόγνωσιν τῆς αὐτοῦ ζωῆς. ὁ δὲ τῇ πατρικῇ πονηρίᾳ λυττῶν οὐ προσήκατο εἰπὼν πρὸς αὐτόν· “φίλον
30αὐτοῦ κρείττονα οὐχ εὑρήσεις.” ὥρᾳ δὲ δʹ τῆς ἡμέρας ἐστέφθη Μιχαὴλ ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκ‐ κλησίας, ἐφ’ ᾧ κοινὴ ἀγαλλίασις γέγονεν. καὶ ἐδωρήσατο τῷ πατρι‐ άρχῃ χρυσίου λίτρας νʹ καὶ τῷ κλήρῳ κεʹ. μεγαλόψυχος γὰρ καὶ ἀφιλάργυρος ὢν πάντας παρεμυθήσατο τοὺς ἐκ τῆς Νικηφόρου
35πλεονεξίας ἠδικημένους δωρεαῖς τε τὴν σύγκλητον καὶ τὰ στρατεύ‐493

494

ματα ἀνεκτήσατο. τῇ δὲ ιβʹ τοῦ αὐτοῦ μηνὸς ἐστέφθη Προκοπία αὐγούστα ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως καὶ πολλαῖς δωρεαῖς τὴν σύγκλητον ἐφιλοτιμήσατο. τῶν δὲ ἀναιρεθέντων ἐν Βουλγαρίᾳ θεμα‐ τικῶν στρατιωτῶν ταῖς γυναιξὶ εʹ τάλαντα χρυσίου ἐδωρήσατο, τὴν
5δὲ γαμετὴν Σταυρακίου Θεοφανὼ κατεπλούτισε μονάσασαν καὶ τοὺς συγγενεῖς αὐτῆς οἰκτρῶς ζήσαντας ἐπὶ Νικηφόρου, ἐν οἷς καὶ ἐπί‐ σημον οἶκον εἰς μοναστήριον, τὰ Ἑβραϊκὰ λεγόμενον, αὐτῇ παρ‐ έσχεν, ἔνθα Σταυράκιος ἐτάφη. πάντας δὲ τοὺς πατρικίους καὶ συγκλητικούς, ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ μοναχούς, στρατευομένους
10τε καὶ πτωχούς, τούς τε κατὰ τὴν βασιλίδα πόλιν καὶ ἐν τοῖς θέμασι κατεπλούτισεν, ὥστε τὴν ἄμετρον φιλαργυρίαν Νικηφόρου, δι’ ἣν καὶ κακῶς ὤλετο, ἐν ὀλίγαις ἡμέραις ἀφανισθῆναι. πρὸς δὲ τοῖς πολλοῖς καὶ καλλίστοις αὐτοῦ τρόποις εὐσεβὴς καὶ ὀρθοδοξότατος ὢν ἐλυπεῖτο ἐπὶ τοῖς ἀποσχίζουσι τῆς ἁγίας ἐκκλησίας ἐφ’ οἵᾳ δήποτε
15προφάσει εὐλόγῳ ἢ ἀλόγῳ, πολλά τε τὸν ἁγιώτατον πατριάρχην καὶ τοὺς δυναμένους συντρέχειν τῇ κοινῇ εἰρήνῃ παρακαλῶν οὐκ ἐπαύετο. ἐν οἷς καὶ Θεόδωρον, τὸν ἡγούμενον τῶν Στουδίου, καὶ Πλάτωνα καὶ Ἰωσήφ, ἀρχιεπίσκοπον Θεσσαλονίκης, ἀδελφὸν Θεοδώρου, ἐν φυλακαῖς πικραῖς συνεχομένους μετὰ καὶ τῶν προυχόντων τῆς κατ’
20αὐτοὺς μονῆς ἔσπευδεν ἑνωθῆναι, ὃ καὶ πεποίηκεν. ἀπέστειλε δὲ καὶ πρὸς Κάρουλον, βασιλέα τῶν Φράγγων, περὶ εἰρήνης καὶ συν‐ αλλαγῆς εἰς Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, καὶ Νικηφόρος ὁ ἁγιώ‐ τατος πατριάρχης ἀπέστειλε συνοδικὰ [γράμματα] πρὸς Λέοντα τὸν ἁγιώτατον πάπαν Ῥώμης· πρὸ τούτου γὰρ ἐκωλύετο ὑπὸ Νικηφόρου
25τοῦτο ποιῆσαι. τῇ δὲ κεʹ τοῦ Δεκεμβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος Μιχαὴλ ὁ γαληνότατος ἔστεψε Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, εἰς βασιλέα ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκ‐ κλησίας, ἡμέρᾳ εʹ τῆς ἑβδομάδος, καὶ προσήγαγε πολυτελῆ κόσμον τῷ ἁγίῳ θυσιαστηρίῳ ἐν σκεύεσι χρυσοῦ διαλίθοις καὶ τετραβήλοις
30ἀρχαιοτεύκτοις ἐκ χρυσοῦ καὶ πορφύρας λαμπρῶς καθυφασμένοις καὶ θαυμασταῖς ἁγίαις εἰκόσι πεποικιλμένοις. ἐδωρήσατο δὲ καὶ τῷ πατριάρχῃ χρυσίου λίτρας κεʹ, καὶ τῷ εὐαγεῖ κλήρῳ λίτρας ρʹ φαι‐
δρύνας τὴν ἁγίαν ἑορτὴν καὶ τὴν τοῦ παιδὸς ἀναγόρευσιν. ζήλῳ494

495

δὲ θεοῦ πολλῷ κινηθεὶς ὁ εὐσεβέστατος βασιλεὺς κατὰ Μανιχαίων, τῶν νῦν Παυλικιάνων, καὶ Ἀθιγγάνων τῶν ἐν Φρυγίᾳ καὶ Λυκαο‐ νίᾳ, κεφαλικὴν τιμωρίαν ἀποφηνάμενος ταῖς Νικηφόρου, τοῦ ἁγιω‐ τάτου πατριάρχου, καὶ ἄλλων εὐσεβῶν εἰσηγήσεσιν ἀνετράπη δι’
5ἑτέρων κακοτρόπων συμβούλων προφάσει μετανοίας, ὅπερ ἦν ἀδύ‐ νατον τοὺς τῇ πλάνῃ ἐκείνῃ ἑαλωκότας μετανοῆσαι. ἐδογμάτιζον δὲ ἀμαθῶς μὴ ἐξεῖναι ἱερεῦσιν ἀποφαίνεσθαι κατὰ ἀσεβῶν θάνατον, κατὰ πάντα ταῖς θείαις γραφαῖς ἐναντιούμενοι περὶ τούτου. εἰ γὰρ Πέτρος μὲν ὁ κορυφαῖος Ἀνανίαν καὶ Σάπφειραν ἐπὶ ψεύσματι μόνῳ
10τεθανάτωκεν, Παῦλος δὲ ὁ μέγας βοᾷ λέγων, ὅτι “οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν,” καὶ ταῦτα περὶ σωματικῆς μόνης ἁμαρτίας· πῶς οὐκ ἐναντίοι αὐτῶν εἶεν οἱ τοὺς πάσης ψυχικῆς καὶ σωματικῆς ἀκαθαρσίας ἐμπλέους καὶ δαιμόνων λάτριας ὑπάρχοντας λυτρούμενοι τοῦ ξίφους; ἀλλ’ ὁ εὐσεβὴς βασιλεὺς Μιχαὴλ οὐκ ὀλί‐
15γους αὐτῶν ἀπέτεμεν. Σταυράκιος δὲ ἑλκωθεὶς ἐκ τῆς καιρίας πληγῆς τὰ περὶ τὴν ῥάχιν, ὡς μὴ δύνασθαί τινα προσεγγίζειν αὐτῷ διὰ τὴν πολλὴν δυσωδίαν, τέθνηκε τῇ ιαʹ τοῦ Ἰαννουαρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος, βασιλεύσας, τὸ δοκεῖν, μῆνας βʹ ἡμέρας ϛʹ. τῇ δὲ ιδʹ τοῦ Μαΐου μηνός, ἡμέρᾳ ϛʹ, ἔκλειψις ἡλιακὴ γέγονε μεγάλη ἐπὶ ὥρας
20τρεῖς ἥμισυ, ἀπὸ ηʹ ὥρας ἕως ὥρας ιαʹ. καὶ τῇ ζʹ τοῦ Ἰουνίου μηνὸς ἐξῆλθε Μιχαὴλ κατὰ Βουλγάρων, συνεξελθούσης αὐτῷ καὶ Προκο‐ πίας ἕως Τζουρουλοῦ. τοῦ δὲ Βουλγάρων ἀρχηγοῦ Κρούμμου ἑλόντος τὴν Δεβελτὸν πολιορκίᾳ καὶ τοὺς ἐν αὐτῇ σὺν τῷ ἐπισκόπῳ μετοι‐ κίσαντος προσρυέντας αὐτῷ, διὰ πολλὴν κακοβουλίαν τῶν παρα‐
25συμβούλων τοῦ βασιλέως εἰς ἐπιβουλὴν ἐτράπησαν καὶ ὕβρεις τὰ πλήθη μάλιστα τοῦ Ὀψικίου καὶ τῶν Θρᾳκησίων, οὓς κατευνάσας Μιχαὴλ δωρεαῖς καὶ παραινέσεσι κατεσίγησεν. οἱ δὲ Βούλγαροι τὰ
τῆς στάσεως μαθόντες τῶν στρατευμάτων, καὶ ὅτι πτοούμενοι τὸν495

496

πόλεμον καὶ τὸν ταξατιῶνα ἀτακτοῦσιν, πλέον κατίσχυσαν Θρᾴκης καὶ Μακεδονίας. τότε καὶ Ἀγχίαλον καὶ Βέροιαν ἀφέντες Χριστιανοὶ ἔφυγον, μηδενὸς διώκοντος, Νίκαιάν τε καὶ τὸ Προβάτου κάστρον καὶ ἄλλα τινὰ ὀχυρώματα, ὡσαύτως καὶ τὴν Φιλιππούπολιν καὶ
5Φιλίππους· καὶ οἱ τὸν Στρυμῶνα οἰκοῦντες μέτοικοι προφάσεως δραξάμενοι ἐν τοῖς ἰδίοις φεύγοντες ἐπανῆλθον. τοῦτο δὲ ἦν θεο‐ μηνία τὴν τοῦ Νικηφόρου μανίαν ἐλέγχουσα, δι’ ἣν τὰ δοκοῦντα κατορθώματα αὐτοῦ, ἐφ’ οἷς ηὔχει, τάχιστα διαπέπτωκεν. καὶ τὰς τῶν πολλῶν κακοδοξίας οἱ τὰς θεομάχους αἱρέσεις πλεοναζούσας
10Παυλικιάνων καὶ Ἀθιγγάνων, Εἰκονοκλαστῶν καὶ Τετραδιτῶν ἀφέντες αἰτιᾶσθαι (ἀφῶ γὰρ λέγειν μοιχείας καὶ πορνείας, ἀσελγείας τε καὶ ἐπιορκίας, μισαδελφίας τε καὶ πλεονεξίας,) καὶ τῶν λοιπῶν παρα‐ νομιῶν, κατὰ τῶν θείων καὶ σεπτῶν εἰκόνων καὶ τοῦ μοναδικοῦ σχήματος ἐκίνουν τὰς γλώσσας, μακαρίζοντες Κωνσταντῖνον τὸν
15θεοβδέλυκτον καὶ τρισάθλιον ὡς κατὰ Βουλγάρων ἀριστεύσαντα δι’ ἥν, ὡς ἐκεῖνοι ἀσεβῶς ἔλεγον οἱ τάλανες, εἶχεν εὐσέβειαν. οἱ δὲ κατὰ τὴν βασιλίδα πόλιν ὡπλίζοντο τὴν ὀρθόδοξον πίστιν μετὰ σύνοδον οἰκουμενικὴν ἀνατρέπειν, τυφλοὺς βουλόμενοι βασιλεύειν χωρὶς θεοῦ οἱ πεπηρωμένοι τὰς ψυχὰς τοὺς υἱοὺς Κωνσταντίνου
20τοῦ θεομάχου φρουρουμένους ἐν τῇ Πανόρμῳ νήσῳ κλέψαι διὰ νυκτὸς ἠβουλήθησαν καὶ ἀγαγεῖν εἰς τὸ στράτευμα· ἀλλὰ κύριος τούτους κατῄσχυνε διεγείρας Μιχαὴλ τὸν εὐσεβέστατον εἰς ἐκδίκησιν τῆς ἀληθείας. διαλεχθεὶς γὰρ τὰ εἰκότα περὶ πίστεως τοῖς λαοῖς ἀνυποκρίτως ἀνέζευξεν ἐπὶ τὴν βασιλεύουσαν πόλιν, καὶ σοφὸν δια‐
25νοηθεὶς τοὺς πολλοὺς τῶν νεωτεριστῶν δι’ ὀλίγων πληγῶν κατ‐ επτόησεν, ἐξορίσας καὶ τοὺς Κωνσταντίνου τυφλοὺς παῖδας εἰς Ἀφουσίαν. ἕνα δὲ τῶν ἐμπεριάκτων ψευδερημίτην, Νικολάου τοῦ Ἑξακιονίτου συγγόητα, εἰκόνα τῆς παναγίας θεοτόκου ξέσαντα καὶ ἀτιμάσαντα ἐγλωσσοτόμησεν, ὅστις καὶ τέθνηκε σὺν τῇ ψυχῇ καὶ
30τῷ σώματι· τὸν δὲ τούτου σύμφρονα Νικόλαον ἐπαγγειλάμενον μετα‐496

497

νοεῖν ἐπὶ πάντων ἐθριάμβευσεν, ἐξομολογούμενον τὰ ἑαυτοῦ κακά· καὶ παρέδωκεν αὐτὸν ἐν μοναστηρίῳ πρὸς τὸ μὴ αὐτεξουσίως διάγειν. τοῖς δὲ λαοῖς σιλεντιακῶς ἐπὶ τῆς Μαγναύρας διαλεχθεὶς τὰ τῆς κατὰ θεὸν αὐτοῦ εὐσεβοῦς γνώμης ἐφανέρωσε δόγματα. τοὺς δὲ
5Ἀθιγγάνους δημεύσας ἐξορίᾳ παραδέδωκε διὰ Λέοντος, τοῦ στρα‐ τηγοῦ τῶν ἀνατολικῶν. τῷ δὲ Αὐγούστῳ μηνὶ τῆς εʹ ἰνδικτιῶνος Θεβὶθ κατὰ Χριστιανῶν ἐπεστράτευσεν. τούτῳ συμβαλὼν Λέων, ὁ τῶν ἀνατολικῶν στρατηγός, εὐδοκίμησε δισχιλίους κατασφάξας καὶ ἵππους καὶ ἄρματα συλλαβόμενος. Μουάμεδ δέ, ὁ πρῶτος υἱὸς
10Ἀαρών, κρατῶν τὴν ἀρχὴν τοῦ ἔθνους, συμβαλὼν τῷ ἀδελφῷ αὐτοῦ Ἀβδελᾷ κατὰ τὴν ἐνδοτέραν Περσικὴν ἡττήθη· καὶ καταφυγὼν εἰς τὸ Βάγδα τοῦτο ἐκράτησεν. τὴν δὲ Δαμασκὸν ἄλλος κατέσχε τύ‐ ραννος, καὶ τὴν Αἴγυπτον καὶ Ἀφρικὴν δύο κατεμερίσαντο, καὶ τὴν Παλαιστίνην ἕτερος λῃστρικῶς κατενέμετο.
15
͵ϛτεʹ. ωεʹ. βʹ. ιζʹ. ηʹ. Τούτῳ τῷ ἔτει Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, διὰ Δαργαμηροῦ τὰ περὶ τῆς εἰρήνης αὖθις πρὸς Μιχαὴλ τὸν βασιλέα ἐπρεσβεύσατο, ζητῶν τὰς ἐπὶ Θεοδοσίου τοῦ Ἀδραμυτινοῦ στοιχη‐ θείσας καὶ Γερμανοῦ τοῦ πατριάρχου σπονδὰς πρὸς Κορμέσιον, τὸν
20κατ’ ἐκεῖνο καιροῦ κύριον Βουλγαρίας· αἳ τοὺς ὅρους περιεῖχον ἀπὸ Μηλεώνων τῆς Θρᾴκης, ἐσθῆτάς τε καὶ κόκκινα δέρματα ἕως τιμῆς λʹ λιτρῶν χρυσίου· καὶ ἐπὶ τούτοις τοὺς πρόσφυγας ἑκατέρων ἀπο‐ στρέφεσθαι πρὸς ἑκάτερον, κἂν τύχωσιν ἐπιβουλεύοντες ταῖς ἀρχαῖς, τοὺς δὲ ἐμπορευομένους εἰς ἑκατέρας χώρας διὰ σιγιλλίων καὶ σφρα‐
25γίδων συνίστασθαι, 〈τοῖς δὲ σφραγῖδας μὴ ἔχουσιν ἀφαιρεῖσθαι〉 τὰ προσόντα αὐτοῖς καὶ εἰσκομίζεσθαι τοῖς δημοσίοις λόγοις. ἔγραψε δὲ καὶ κατακρίσεις πρὸς τὸν βασιλέα, ὅτι· “εἰ μὴ σπεύσῃ πρὸς τὴν εἰρήνην τῷ κρίματί σου παρατάσσομαι κατὰ Μεσημβρίας.” ταῦτα δεξάμενος ὁ βασιλεὺς ταῖς τῶν κακοσυμβούλων εἰσηγήσεσιν οὐ προσ‐
30ήκατο τὴν εἰρήνην. εὐσεβείας γὰρ δῆθεν ψευδοῦς, μᾶλλον δὲ ἀμα‐497

498

θίας καὶ περὶ τὸ κοινὸν ἀπωλείας οἱ παρασυμβουλευταὶ ἔφασκον ὅτι οὐ δεῖ τοὺς προσφεύγοντας ἀποδίδοσθαι, ἐπιφθεγγόμενοι εἰς μαρ‐ τυρίαν καὶ τὸ εὐαγγελικὸν τοῦ κυρίου λόγιον, ὅτι “τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.” μεσοῦντος δὲ τοῦ Ὀκτωβρίου μηνὸς
5παρετάξατο ὁ Κροῦμμος κατὰ Μεσημβρίας ἐν μηχανήμασι μαγγανι‐ κῶν καὶ ἑλεπόλεων, ἃ τῇ προφάσει Νικηφόρου, τοῦ καταλύτου τῶν Χριστιανῶν, μεμάθηκεν. Ἄραβα γάρ τινα προσελθόντα τῷ βαπτίσ‐ ματι πάνυ ἔμπειρον μηχανικῆς ὑπάρχοντα στρατεύσας ἐν Ἀδριανου‐ πόλει κατέστησεν, μηδεμίαν κατ’ ἀξίαν ἀντίληψιν εἰς αὐτὸν ἢ
10εὐεργεσίαν πεποιηκώς, ἀλλ’ ἢ μᾶλλον καὶ τὴν ῥόγαν αὐτοῦ κολο‐ βώσας, τὸν δὲ γογγύσαντα ἔτυψε σφοδρῶς· ἀπονοηθεὶς δὲ ἐπὶ τούτῳ προσέφυγε τοῖς Βουλγάροις καὶ ἐδίδαξεν αὐτοὺς πᾶσαν μαγγανικὴν τέχνην. ἐν τούτοις παραστησάμενος, μηδενὸς ἀντιταξαμένου διὰ πολλὴν σκαιότητα δι’ ὅλου τοῦ μηνός, παρέλαβεν αὐτήν. τῇ δὲ αʹ
15τοῦ Νοεμβρίου μηνὸς προσκαλεσάμενος ὁ βασιλεὺς τὸν πατριάρχην, περιστατηθεὶς ἐβουλεύετο περὶ εἰρήνης· παρῆσαν δὲ καὶ μητροπολῖται, ὅ τε Νικαίας καὶ ὁ Κυζίκου, συμπαρόντων καὶ τῶν παρασυμβούλων 〈σὺν Θεωδώρῳ, τῷ ἡγουμένῳ τῶν Στουδίου〉. καὶ ὁ μὲν πατριάρχης καὶ οἱ μητροπολῖται σὺν τῷ βασιλεῖ τὴν εἰρήνην ἠσπάζοντο, οἱ δὲ κακοὶ
20σύμβουλοι σὺν Θεοδώρῳ, τῷ ἡγουμένῳ τῶν Στουδίου, ταύτην ἀνέτρε‐ πον φάσκοντες· “ἐπ’ ἀνατροπῇ τῆς θείας ἐντολῆς οὐ δεῖ ἀσπάζεσθαι τὴν εἰρήνην. τὸν γὰρ ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω, ὁ κύριος ἀπεφήνατο,” μὴ εἰδότες, μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαι‐ οῦνται· πρῶτον μέν, ὅτι μηδενὸς πρὸς ἡμᾶς ἐξ αὐτῶν προσφεύγοντος,
25ἡμεῖς τοὺς ἔσω τῆς αὐλῆς προδεδώκαμεν δυνάμενοι τούτους εἰρηνεύον‐ τες περισώσασθαι· δεύτερον δὲ ὅτι, εἰ καὶ προσέφυγόν τινες σπάνιοι, τὴν τῶν πλειόνων μᾶλλον καὶ ὁμοφύλων σωτηρίαν ἐχρῆν πραγματεύ‐ σασθαι, ἢ ἐπ’ ἀδήλοις καὶ ἀφανέσι πλουτεῖν. φίλον γὰρ θεῷ πλείους ἢ ὀλίγους σώζεσθαι. τὸ δὲ ζημιοῦσθαι πλεῖστα διὰ μικρὸν κέρδος
30πρώτης ἀνοίας. ἀλλὰ καὶ ὁ περὶ τοὺς οἰκείους ἀπρονοήτως δια‐
κείμενος τὴν πίστιν κατὰ Παῦλον ἤρνηται καὶ χείρων ἀπίστου κρί‐498

499

νεται. ποῦ δὲ καὶ τό· “μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός,” εἰ μή που καὶ Παύλου καὶ Δαβὶδ οὗτοι σοφώτεροι; τίς δὲ Γερμανοῦ τοῦ τρισμάκαρος σοφώτερος νῦν, εἰ μὴ κατὰ τὴν ψυχ‐ όλεθρον οἴησιν οἱ κακοὶ παρασύμβουλοι, οἱ τὴν εἰρήνην κωλύσαντες;
5ταῦτα κατὰ τὴν αʹ γέγονε τοῦ Νοεμβρίου μηνός, ὡς εἴρηται. τῇ δὲ δʹ τοῦ αὐτοῦ μηνὸς ὤφθη κομήτης ἐν σχήματι λαμπρῶν δύο σεληνίων ἑνωθέντων καὶ πάλιν διαιρεθέντων εἰς διάφορα σχήματα, ὡς καὶ εἰς ἀκεφάλου ἀνδρὸς διάπλασιν τυπωθῆναι. καὶ τῇ ἐπαύ‐ ριον ἡ περὶ τῆς ἁλώσεως Μεσημβρίας ἦλθεν ἡμῖν ἐλεεινὴ φάσις
10πάντας πτοοῦσα διὰ μειζόνων κακῶν ἀπεκδοχήν. εὑρόντες γὰρ αὐτὴν οἱ ἐχθροὶ πεπλησμένην πάντων τῶν ὀφειλόντων πρὸς κατ‐ οίκησιν ἀνθρώπων παρεῖναι πραγμάτων, ταύτην ἐκράτησαν σὺν τῇ Δεβελτῷ, ἐν οἷς καὶ σίφωνας χαλκοῦς εὗρον λϛʹ, καὶ τοῦ δι’ αὐτῶν ἐκπεμπομένου ὑγροῦ πυρὸς οὐκ ὀλίγον, χρυσοῦ τε καὶ ἀργύρου
15πλῆθος. τῷ δ’ αὐτῷ ἔτει πολλοὶ τῶν κατὰ Παλαιστίνην Χριστιανῶν μοναχοὶ καὶ λαϊκοὶ καὶ ἐκ πάσης Συρίας τὴν Κύπρον κατέλαβον φεύγοντες τὴν ἄμετρον κάκωσιν τῶν Ἀράβων. ἀναρχίας γὰρ καθ‐ ολικῆς κατασχούσης Συρίαν καὶ Αἴγυπτον καὶ Ἀφρικὴν καὶ πᾶσαν τὴν ὑπ’ αὐτοὺς ἀρχήν, φόνοι τε καὶ ἁρπαγαὶ καὶ μοιχεῖαι, ἀσέλγειαί
20τε καὶ πᾶσαι πράξεις θεοστυγεῖς ἐν κώμαις καὶ πόλεσι ὑπὸ τοῦ θεολέστου ἔθνους αὐτῶν ἐπράττοντο, οἵ τε κατὰ τὴν ἁγίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν σεβάσμιοι τόποι τῆς ἁγίας ἀναστάσεως, τοῦ κρανίου καὶ τῶν λοιπῶν ἐβεβηλώθησαν. ὁμοίως δὲ καὶ αἱ κατὰ τὴν ἔρημον διαβόητοι λαῦραι τοῦ ἁγίου Χαρίτωνος καὶ τοῦ ἁγίου Σάβα,
25καὶ τὰ λοιπὰ μοναστήρια καὶ αἱ ἐκκλησίαι ἠρημώθησαν. καὶ οἱ μὲν ἀνῃρέθησαν μαρτυρικῶς, οἱ δὲ τὴν Κύπρον κατέλαβον καὶ ἐκ ταύτης τὸ Βυζάντιον, οὓς Μιχαήλ, ὁ εὐσεβὴς βασιλεύς, καὶ Νικηφόρος, ὁ ἁγιώτατος πατριάρχης, φιλοφρόνως ἐξένισαν. τοῖς μὲν γὰρ ἐλθοῦ‐ σιν ἐν τῇ πόλει μοναστήριον ἐπίσημον ἐδωρήσατο, τοῖς δὲ κατὰ τὴν
30Κύπρον ἐναπομείνασι μοναχοῖς τε καὶ λαϊκοῖς τάλαντον χρυσίου ἀπέστειλεν, καὶ παντοίως τούτους ἐθεράπευσεν. ἦν μὲν οὖν Μιχαὴλ
εἰς πάντας χρηστὸς καὶ ἐπιεικής, περὶ δὲ τῆς τῶν πραγμάτων διοι‐499

500

κήσεως ἀκυβέρνητος, δεδουλωμένος Θεοκτίστῳ μαγίστρῳ καὶ τοῖς λοιποῖς ἄρχουσιν. τῷ δὲ Φεβρουαρίῳ μηνὶ δύο Χριστιανῶν ἐκ Βουλ‐ γαρίας φυγόντων, ἐμήνυσαν τῷ βασιλεῖ Κροῦμμον λοχῆσαι σπεύ‐ δοντα τοὺς ἐν τῇ Θρᾴκῃ ἀθρόως. καὶ τῇ ιεʹ τοῦ μηνὸς ἐξῆλθεν ὁ
5βασιλεὺς τῆς πόλεως, καὶ θεοῦ προνοίᾳ ἄπρακτος ἀνέστρεψε Κροῦμμος οὐκ ὀλίγους ἀποβαλών. ὁ δὲ βασιλεὺς τὴν Ἀδριανούπολιν κατα‐ λαβὼν καὶ διευθετήσας τὰ κατ’ αὐτὴν ἀνέστρεψε μετὰ χαρᾶς, καὶ ἀνελθὼν εἰς τὴν μονὴν τοῦ ἁγίου Ταρασίου τοῦ πατριάρχου καὶ ἐπιτελέσας αὐτοῦ τὰ μνημόσυνα ἅμα Προκοπίᾳ τῇ αὐγούστῃ, ἀργυρῷ
10πετάλῳ λιτρῶν ϙεʹ τὸν ἱερὸν αὐτοῦ τάφον ἠμφίασεν. μετὰ δὲ τὴν ἅλωσιν Μεσημβρίας ἀπειπὼν ὁ βασιλεὺς τὰ πρὸς εἰρήνην Κρούμ‐ μου, ἐκ πάντων τῶν θεμάτων στρατολογήσας πρὸ τοῦ ἔαρος εἰς τὴν Θρᾴκην περαιοῦσθαι ἐκέλευσεν· ὥστε πάντας δυσχεραίνειν, μάλιστα τοὺς Καππάδοκας καὶ Ἀρμενιάκους. τοῦ δὲ βασιλέως ἐξελθόντος
15μετὰ τῶν ταγμάτων μηνὶ Μαΐῳ συνεξῆλθε πάλιν καὶ Προκοπία ἡ αὐγούστα ἕως τῶν Ἀκεδούκτου πλησίον Ἡρακλείας. τὰ δὲ πλήθη ἐπὶ τούτῳ δυσχεραίνοντα εἰς δυσφημίαν καὶ λοιδορίαν ἐτράπησαν κατὰ Μιχαήλ. τῇ δὲ δʹ τοῦ Μαΐου μηνὸς ἔκλειψις ἡλίου γέγονε περὶ τὴν ιβʹ μοῖραν τοῦ Ταύρου κατὰ τὸν ὡροσκόπον ἀνατέλλοντος
20τοῦ ἡλίου· καὶ πολὺς φόβος ἐπέπεσε τοῖς ὄχλοις. ὁ δὲ βασιλεὺς περιεπόλευε τὴν Θρᾴκην σὺν τοῖς στρατηγοῖς καὶ τοῖς στρατεύμασιν, μήτε κατὰ Μεσημβρίας ἀπερχόμενος, μηδ’ ἄλλο τι τῶν ὀφειλόντων εἰς καθαίρεσιν ἐχθρῶν διαπραττόμενος, ἀλλ’ ἢ μόνον πειθόμενος λόγοις ματαίοις τῶν ἀπειροπολέμων αὐτοῦ συμβούλων φασκόντων
25μὴ τολμᾷν τὸν ἐχθρὸν κατ’ αὐτοῦ ἐλθεῖν ἐν τῇ ἰδίᾳ χώρᾳ καθ‐ εζομένου. καὶ ἦν βαρβαρικῆς ἐφόδου βαρυτέρα ἡ τῶν ὁμοφύλων πληθὺς ἀπορουμένων εἰς τὰς ἀναγκαίας χρείας καὶ ἁρπαγαῖς καὶ ἐπιβάσεσι λυμαινομένων τοὺς ἐγχωρίους. περὶ δὲ τὰς ἀρχὰς τοῦ Ἰουνίου μηνὸς ἐξῆλθε Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, σὺν
30τοῖς ἰδίοις στρατεύμασιν, ὑφορώμενος τὰ τῶν Χριστιανῶν πολλὰ εἶναι σφόδρα. στρατοπεδεύσας δὲ εἰς Βερσινικίαν ὡς ἀπὸ σημείων λʹ
τοῦ βασιλικοῦ φωσάτου, Λέων, ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνα‐500

501

τολικῶν, καὶ Ἰωάννης, πατρίκιος καὶ στρατηγὸς Μακεδονίας, ὁ Ἀπλάκης, πολλὰ προθυμούμενοι τούτους πολεμῆσαι ἐκωλύθησαν ὑπὸ τοῦ βασιλέως διὰ τῶν κακῶν συμβούλων. τῆς δὲ πόλεως λιτανευ‐ ούσης μετὰ τοῦ ἀρχιερέως ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, τινὲς
5τῶν δυσσεβῶν τῆς μιαρᾶς αἱρέσεως τοῦ θεοστυγοῦς Κωνσταντίνου μοχλεύσαντες τὴν πύλην τῶν βασιλικῶν τάφων, μηδενὸς προσέχοντος διὰ τὴν συνοχὴν τοῦ ὄχλου, ἀθρόως ἀνοιχθῆναι μετά τινος κτύπου παρεσκεύασαν, ὡς ἐκ θείας τινὸς τερατουργίας· καὶ ἔνδον εἰσπηδή‐ σαντες προσέπιπτον τῷ τοῦ πλάνου μνήματι τοῦτον ἐπικαλούμενοι
10καὶ οὐ θεόν, “ἀνάστηθι,” λέγοντες, “καὶ βοήθησον τῇ πολιτείᾳ ἀπολλυμένῃ·” διαφημίσαντες, ὅτι ἀνέστη ἔφιππος καὶ πορεύεται πολεμῆσαι Βουλγάρους ὁ τάρταρον οἰκῶν μετὰ δαιμόνων. τούτους συλλαβόμενος ὁ τῆς πόλεως ἔπαρχος, τὸ μὲν πρῶτον ἐψεύδοντο θεόθεν αὐτομάτως τὰς τῶν τάφων πύλας ἀνεῷχθαι· παραστάντες δὲ τῷ
15ἐπαρχικῷ βήματι καὶ περὶ τὴν μαρτυρίαν ὀκλάσαντες τὸ τῆς μοχλεύ‐ σεως δρᾶμα πρὸ πάσης ἐξεῖπον τιμωρίας· οὓς ἀξίως μοχλεύσας πομπῇ δημοσίᾳ παρέπεμψεν ἀναβοῶντας τῆς τιμωρίας τὴν πρόφασιν· οὕτω γὰρ ὁ τῆς κακίας εὑρετὴς διάβολος τοὺς στρατευομένους ἐξ‐ επαίδευσεν, ὡς μὴ αἰτιᾶσθαι τὰς ἑαυτῶν ἁμαρτίας, ἀλλὰ τὴν ὀρθό‐
20δοξον καὶ πατροπαράδοτον πίστιν, καὶ τὸ τῶν μοναστῶν ἱερὸν σχῆμα, τὸ τῆς κατὰ θεὸν φιλοσοφίας γυμνάσιον. οἱ δὲ πολλοὶ τῶν ταῦτα βλασφημούντων σχήματι μόνον ἦσαν Χριστιανοί, τῇ δὲ ἀλη‐ θείᾳ Παυλικιάνοι, οἵ τινες μὴ δυνάμενοι τὰ ἑαυτῶν μυσαρὰ δόγματα παρεμφαίνειν τῇ τοιαύτῃ προφάσει τοὺς ἀμαθεῖς παρενόθευον, Κων‐
25σταντῖνον τὸν Ἰουδαιόφρονα μακαρίζοντες ὡς προφήτην καὶ νικητὴν καὶ τὴν κακοδοξίαν αὐτοῦ ἐπ’ ἀνατροπῇ τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀσπαζόμενοι. τῇ δὲ κβʹ τοῦ Ἰου‐ νίου μηνὸς παραταξάμενοι Χριστιανοί τε καὶ Βούλγαροι οὐ μακρὰν Ἀδριανουπόλεως, πταίουσι μὲν Χριστιανοὶ σφόδρα δεινῶς περὶ τὸν
30πόλεμον, κρατοῦσι δὲ τῆς μάχης οἱ ἐχθροὶ τοσοῦτον, ὥστε τοὺς πλείστους Χριστιανοὺς μήτε τὴν πρώτην συμβολὴν θεασαμένους ἄκρᾳ φυγῇ χρήσασθαι· ὥστε τὸν Κροῦμμον καταπλαγέντα νομίσαι λοχισμοῦ τινος τρόπον εἶναι τὸ γινόμενον, καὶ μικρὸν ἐπισχεῖν τοὺς αὐτοῦ πρὸς τὴν δίωξιν. ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀκρατῶς φεύγοντας,
35καταδιώξας ἀνεῖλε πλήθη πολλά, καταλαβόντες καὶ τὸ τοῦλδον καὶ501

502

τοῦτο λαφυραγωγήσαντες. ὁ δὲ βασιλεὺς ἐπὶ τὴν πόλιν φεύγων ἐπανήρχετο τά τε πλήθη καὶ τοὺς τούτων ἄρχοντας ἐπαρώμενος, ἔτι δὲ καὶ τῆς βασιλείας τὴν ἀπόθεσιν ἐξομνύμενος· ἐν οἷς καὶ Λέοντι, πατρικίῳ καὶ στρατηγῷ τῶν ἀνατολικῶν, ὡς εὐσεβεῖ καὶ ἀνδρειοτάτῳ
5καὶ κατὰ πάντα πεποιημένῳ περὶ τοῦ κρατῆσαι τὴν βασιλείαν ἐκοι‐ νώσατο. τοῦ δὲ μηδ’ ὅλως εἴξαντος, ἐάσας αὐτὸν προΐστασθαι τῶν θεμάτων αὐτὸς τὴν βασιλίδα κατέλαβε τῇ κδʹ τοῦ Ἰουνίου μηνός, θέλων μὲν ἀποθέσθαι τὸ κράτος καὶ ἄλλον προχειρίσασθαι, μὴ συγχωρούμενος δὲ παρά τε τῆς γαμετῆς καὶ τῶν παραδυναστευόν‐
10των. Νικηφόρος δέ, ὁ ἁγιώτατος πατριάρχης, εἰς τοῦτο συνῄνει, ὡς καὶ αὐτοῦ καὶ τῶν τέκνων αὐτοῦ περισωθησομένων, εἰ οὕτω προχειρισθείη τις. οἱ δὲ στρατηγοὶ καὶ τὰ πλήθη μαθόντες τὸν βασιλέα ἐπὶ τὴν πόλιν πεφευγέναι, ἀπογνόντες τὸ βασιλεύεσθαι παρ’ αὐτοῦ τὸ λοιπὸν καὶ βουλευσάμενοι καθ’ ἑαυτοὺς ἐδυσώπουν Λέοντα,
15τὸν 〈πατρίκιον καὶ〉 στρατηγὸν τῶν ἀνατολικῶν, βοηθῆσαι τῷ κοινῷ καὶ τῆς Χριστιανῶν πολιτείας ἀνθέξασθαι. ὁ δὲ μέχρι μέν τινος σφοδρῶς ἀνεβάλλετο, τοῦ καιροῦ στοχαζόμενος τὸ δυσάντητον καὶ τῆς τῶν βαρβάρων ἐπιδρομῆς τὸ ἀνύποιστον, καὶ ἑαυτὸν πρὸς τοὺς βασιλεύοντας φυλάττων ὀρθὸν καὶ ἀνεπίβουλον. ἐπεὶ δὲ κατὰ τῆς
20πόλεως ἐπειγόμενον τὸν ἐχθρὸν ἐθεάσατο, γράφει μὲν Νικηφόρῳ τῷ πατριάρχῃ τὰ περὶ τῆς ἑαυτοῦ ὀρθοδοξίας διαβεβαιούμενος, αἰτῶν μετὰ τῆς εὐχῆς καὶ ἐπινεύσεως αὐτοῦ τοῦ κράτους ἐπιλαβέσθαι. καὶ καταλαβὼν τὸ πρὸ τῆς πόλεως τριβουνάλιον ἅμα τοῖς στρατηγοῖς καὶ τοῖς στρατεύμασιν ἐννομώτατος βασιλεὺς Ῥωμαίων ἀναδείκνυ‐
25ται. καὶ μεσούσης ἡμέρας ἐν Κωνσταντινουπόλει διὰ τῆς Χαρσίου πόρτης εἰσέρχεται καταλαβὼν τὰ βασίλεια. Μιχαὴλ δὲ ἀκούσας τὴν τούτου ἀναγόρευσιν ἐν τῷ εὐκτηρίῳ τοῦ Φάρου προσδραμὼν σὺν Προκοπίᾳ καὶ τοῖς αὐτῶν τέκνοις, ἀποκειράμενοι τὰς τρίχας μοναχικὰ περιεβάλοντο τῇ ιαʹ τοῦ Ἰουλίου μηνὸς τῆς ϛʹ ἰνδικτιῶνος, ἡμέρᾳ βʹ.
30τῇ δὲ ἐπαύριον στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι
τῆς μεγάλης ἐκκλησίας τὰ κατὰ τὴν πόλιν προστάττει φρουρηθῆναι,502

503

τὰ τείχη νυκτὸς καὶ ἡμέρας αὐτὸς δι’ ἑαυτοῦ περιπολεύων καὶ πάντας διεγείρων εὐέλπιδάς τε παραινῶν εἶναι, ὡς τοῦ θεοῦ παρα‐ δοξοποιήσαντος τάχιστα διὰ τῶν πρεσβειῶν τῆς παναχράντου θεοτό‐ κου καὶ πάντων τῶν ἁγίων, καὶ μὴ πάντη καταισχυνθῆναι παραχω‐
5ροῦντος διὰ πλῆθος πταισμάτων ἡμῶν. ὁ δὲ νέος Σενναχερὶμ Κροῦμμος ἀρθεὶς τῇ νίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν μετὰ τῆς ἰδίας δυνάμεως πολιορκεῖν τὴν Ἀδριανούπολιν, μετὰ ϛʹ ἡμέρας τῆς αὐτοκρατορίας Λέοντος ἐπελθὼν ἐν δυνάμεσι καὶ ἵπποις τῇ βασιλίδι πόλει περιῄει πρὸ τῶν τειχῶν ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς πόρ‐
10της ἐπιδεικνύμενος τὴν περὶ αὐτὸν δύναμιν, 〈καὶ〉 ἐπιτελέσας μιαρὰς καὶ δαιμονιώδεις θυσίας ἐν τῷ πρὸς θάλασσαν λιβαδίῳ τῆς Χρυσῆς πόρτης, ᾐτήσατο τῷ βασιλεῖ πῆξαι τὸ δόρυ αὐτοῦ κατ’ αὐτῆς τῆς Χρυσῆς πόρτης. τοῦ δὲ τοῦτο μὴ καταδεξαμένου, ὑπέστρεψεν εἰς τὴν ἰδίαν σκηνήν. θαυμάσας δὲ τὰ τῆς πόλεως τείχη καὶ τὴν
15εὔτακτον τοῦ βασιλέως παράταξιν, καὶ τῆς ἐλπιζομένης αὐτῷ πολι‐ ορκίας ἀπογνοὺς ἐπὶ συμβάσεις τρέπεται καὶ περὶ εἰρήνης πειραστι‐ κοὺς λόγους ἐποιεῖτο. ὁ δὲ βασιλεὺς ἀφορμῆς δραξάμενος ἐπειράθη τοῦτον λοχῆσαι· ἀλλ’ ὑπὸ τοῦ πλήθους τῶν ἡμετέρων ἁμαρτιῶν τοῦτο εἰς πέρας ἀγαγεῖν ἐκωλύθη τῇ τῶν καθυπουργησάντων τῷ
20τοιούτῳ τροπαίῳ ἀφυΐᾳ, πληγωσάντων μὲν τοῦτον, καιρίαν δὲ μὴ ἐπαγαγόντων πληγήν. ἐπὶ τούτῳ μανεὶς ὁ ἀλάστωρ, ἀποστείλας κοῦρσον ἐν τῷ ἁγίῳ Μάμαντι τό τε ἐκεῖσε παλάτιον ἐνέπρησε καὶ τὸν χαλκοῦν λέοντα τοῦ ἱππικοῦ σὺν τῇ ἄρκῳ καὶ τῷ δράκοντι τοῦ ὑδρίου καὶ μαρμάροις ἐπιλέκτοις ἐν ἁμάξαις φορτώσας ὑπέστρεψεν,
25παρακαθίσας τῇ Ἀδριανουπόλει καὶ ταύτην ἑλών.503